TLG 2001 036 :: THEMISTIUS :: Περὶ ψυχῆς (fragmenta) THEMISTIUS Phil.
Rhet. Περὶ ψυχῆς (fragmenta) Citation: Fragment — (line) | ||
1(n) | Stob. 3, 13, 68 ed. Wachsmuth—Hense | |
t | ΘΕΜΙΣΤΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΨΥΧΗΣ | |
---|---|---|
1 | Εἰ μὲν οὖν ὀρθῶς ἐπὶ Πλάτωνος εἶπε Διογένης „τί δαὶ ὄφελος ἡμῖν ἀνδρός, ὃς πολὺν ἤδη χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν;“ ἕτεροι κρινοῦσιν. ἴσως γὰρ ὡς τὸ μέλι δεῖ καὶ τὸν λόγον τοῦ φιλοσόφου τὸ γλυκὺ δηκτικὸν | |
5 | ἔχειν τῶν ἡλκωμένων. | |
2(n) | Stob. 4, 22, 89 ed. Wachsmuth—Hense | |
t | ΘΕΜΙΣΤΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΨΥΧΗΣ | |
1 | Ἀλλ’ οὖν μάλιστα διψῶν ἀπέθανεν τῆς γυναικός, ἐρῶν | |
ἐρώσης ἀπολειπόμενος ... οὐθὲν εἰπεῖν οὔτε ποιῆσαι πρὸς αὐτὴν ἰταμὸν ἐτόλμησαν· ἀλλ’ οὕτως ἐνεκαρτέρησαν ἀμ‐ φότεροι τῷ πρέποντι, ὥσπερ ἀποδείξασθαι θέλοντες ὅτι | 2 | |
5 | πλεῖστον αἰδοῦς ἔρωτι δικαίῳ μέτεστιν· ὅθεν ἔμοιγε πλεῖσ‐ τον αὐτῇ φαίνεται χρόνον ἀνὴρ συμβεβιωκέναι. πάντα γὰρ διόλου τὸν δεκαετῆ χρόνον ὁμαλῶς συνεβίωσεν. αἱ δὲ ἄλλαι συνοικοῦσιν οὐ συμβιοῦσιν, ὅταν λυπῶσι τοὺς [μὲν] ἄνδρας ἢ ζηλοτυπῶσιν ἢ διαφέρωνται περὶ χρημάτων ἢ κακῶς | |
10 | λέγωσιν ἢ φεύγωσι θρυπτόμεναι τὰς φιλοφροσύνας καὶ συνδιαιτήσεις· ὥστε ἂν τοῦτον ἐξαιρῇς τὸν χρόνον ἐν ᾧ ταῦτα πράττουσιν, ἀπολείπεται βραχὺς ἐκεῖνος ὁ τῆς συμβιώσεως. | |
3(n) | Stob. 4, 50, 29 ed. Wachsmuth—Hense | |
t | ΕΚ ΤΟΥ ΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ | |
1 | Καίτοι περί γε τῶν γερόντων ὁ Σοφοκλῆς εἴρηκε χα‐ ριέντως· σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπή. καταγωγῇ γὰρ ἔοικεν ὁ γεροντικὸς θάνατος, ἐκβολὴ δὲ | |
5 | καὶ ναυάγιόν ἐστιν ὁ τῶν νέων· ἐκπίπτει γὰρ ἡ ψυχὴ | |
βίᾳ συντριβομένου τοῦ σώματος. | 3 | |
4(n) | Stob. 4, 52, 45 ed. Wachsmuth—Hense | |
t | ΘΕΜΙΣΤΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΨΥΧΗΣ | |
1 | Ὅπου τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον Ἀντίπατρον ἀπο‐ θνήσκοντα λέγουσιν ἐν εὐτυχήματος μέρει διακεῖσθαι καὶ | |
τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας εὔπλοιαν. | 4 |