TLG 2001 035 :: THEMISTIUS :: 〈Φ〉ιλόπολις

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

〈Φ〉ιλόπολις

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 3. Leipzig: Teubner, 1974: 1.

Citation: (Line)

t〈Φ〉ΙΛΟΠΟΛΙΣ
1 Θεωρία. 〈Ὁ〉 σκοπὸς τοῦ λόγου καθήκει τῷ πολιτικῷ φιλοσόφῳ, οὗ μηδὲν ἄλλο τέλος ἢ τὰ λυσιτελοῦντα τῇ πόλει μετὰ τοῦ καλοῦ συμπορίζεσθαι. οὔτε δὲ ἄμεινον οὔτε συμφορώτερον ἄλλο τῆς παρὰ τοῦ κρατοῦντος
5εὐνοίας, ἣν εἴ τις εὔλογον ἐπιδείκνυσι, μεῖζον ποιεῖ. εἰσβάλλει δὲ ἐκ τῆς ἔναγχος παραιτήσεως καὶ τοῦ δοκεῖν εἰκότως ἀπολελεῖφθαι τῆς πανηγύρεως, εἰς ἣν 〈ὑπὸ〉 τοῦ αὐτοκράτορος παρακέκληται, τὰς προφάσεις εὐλόγους ἀποδεικνύς, δι’ ὧν ἀψοφητὶ καὶ ἀδήλως ἐπὶ τὸ προκείμενον
10μέτεισι. καὶ παρίησι μὲν οὐδὲν τῶν ἐγκωμίων, πᾶσι δὲ εἰς τὴν πρόθεσιν καταχρῆται. εἰ δέ τῳ δόξειεν ἐπὶ τοῖς μείζοσι κατορθώμασι καὶ μικροτέρας ἅπτεσθαι πράξεως (λέγω δὲ τῆς τῶν δημοσίων βιβλίων ἀνανεώσεως), οὗτος εἰ πρό〈σ〉σχοι ταῖς περὶ τὸ χωρίον διατριβαῖς καὶ ταῖς
15αὐξήσεσι καὶ ταῖς ἐργασίαις, οὐ μικρὰν ἔτι τὴν πρᾶξιν οὐδὲ ἐλάττω τῶν ἄλλων, ἀλλὰ σχεδόν τι βασιλικωτάτην
εὑρήσει.1