TLG 2001 034 :: THEMISTIUS :: Πρὸς τοὺς αἰτιασαμένους ἐπὶ τῷ δέξασθαι τὴν ἀρχήν

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Πρὸς τοὺς αἰτιασαμένους ἐπὶ τῷ δέξασθαι τὴν ἀρχήν

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 211–232.

Citation: Section — (line)

t

ΠΡΟΣ ΤΟΥΣ ΑΙΤΙΑΣΑΜΕΝΟΥΣ ΕΠΙ ΤΩΙ
ΔΕΞΑΣΘΑΙ ΤΗΝ ΑΡΧΗΝ211

1

Ὅτι μὲν τηλικούτων τινὲς φιλοσοφίαν ἀξίαν ἡγοῦν‐ ται, ὥστε καὶ τὴν ἀρχὴν τὴν μεγίστην καταδεεστέραν αὐτῆς ὑπολαμβάνειν, λίαν ἐπαινῶ τοὺς ἄνδρας καὶ φιλῶ. τὸ γὰρ περὶ τοῦ θειοτάτου τῶν ἀνθρωπίνων ἐπιτηδεύ‐
5ματος τὰ μέγιστα διανοεῖσθαι σημεῖον οὐκ ἀγεννοῦς τίθε‐ μαι φύσεως. ὅτι δὲ μήτε ἐπισκεψάμενοι πώποτε ὑπὲρ τῶν προσηκόντων ἔργων τῇ τέχνῃ μήτε μαθεῖν ἀξιώσαντες, ὅμως τὸ δοκοῦν ἀποφαίνονται, τοῦτο οὐκ ἄξιον ἡγοῦμαι τῆς δόξης ἣν ἔχειν ὑπὲρ αὐτῆς σχηματίζονται. καὶ εἰ
10μὲν κατ’ ἐμοῦ μόνου ταύτην ἐποιοῦντο τὴν ἐπιτίμησιν, ἀπέχρησεν ἄν μοι πρὸς αὐτοὺς ἑτέρωθι διαλεχθῆναι· ἐπεὶ δὲ τῷ λαβόντι μὴ προσηκόντως συναπολαύειν τῆς αἰτιά‐ σεως καὶ τὸν δεδωκότα ἀνάγκη, 〈ἀνάγκη〉 ὑπὸ σοὶ κριτῇ τὸ κοινὸν ἔγκλημα ἀπολύσασθαι. ἢ γὰρ ἐπήραμεν ἄμφω φιλο‐
15σοφίαν εἰς τὰ ἔργα ἐκ τῶν λόγων καταγαγόντες, ἢ ἄμφω καταβεβλήκαμεν. ἀνάγκη δὲ πρὸ ἁπάντων σαφὲς κατα‐ στῆσαι ὑμῖν τε τοῖς νῦν ἀκροωμένοις καὶ ὅσοι μετὰ ταῦτα τῷ λόγῳ περιπεσοῦνται, τί τὸ ἔργον φιλοσοφίας ἡγεῖσθαι προσήκει καὶ τί βουλομένη παρελήλυθεν εἰς τὸν ἀνθρώ‐
20πινον βίον, καὶ ὅπως τὴν ἀρχὴν ηὐξήθη τε καὶ ἠγαπήθη, καὶ ὅση πρὸς τὴν βασιλείαν ἡ συγγένεια καὶ οἰκειότης καὶ ὅση πρὸς τυραννίδα ἀλλοτριότης. οὕτω γὰρ ῥᾷον μάθοιτε ἂν εἴτε ἐφύλαττον ἐγὼ τοὺς πατρίους ὅρους τὴν ἀρχὴν
ὑποστὰς εἴτε ἐξῄειν.212

2

Εἰ τοίνυν τις ἔροιτο ὑμᾶς ὅτῳ μάλιστα τῶν λοιπῶν ζῴων ἄνθρωπος διενήνοχε καὶ διὰ τί τῶν ἄλλων ζῴων ἄρχει τε καὶ κρατιστεύει, τίς οὕτω πόρρω καθέστηκε λόγου ὥστε μὴ ἐννοεῖν ὅτι λόγος ἐστὶ τὸ πρεσβεῖον αὐτῆς τῆς
5φύσεως; οὐ γὰρ δὴ ἰσχὺς τοῦ σώματος οὐδὲ ὠκύτης οὐδὲ τῆς αἰσθήσεως ἀρετή· ἀλλὰ τούτοις ἅπασιν οὐδὲ ἔστιν εἰπεῖν ὅσον ἀπολειπόμεθα τῶν θηρίων καὶ τῶν ὀρνίθων. τοῦτο τοίνυν τὸ πλεονέκτημα τοῦ ἀνθρώπου εἰ μὲν καλῆς τύχοι παιδαγωγίας, παρέχει ζῷον ἐπὶ τῆς γῆς θεογενές,
10εἰ δὲ κακῆς, ποιεῖ θηρίον ἄρκτων δυσμαχώτερον καὶ συῶν. κακίᾳ γὰρ λόγος ὑπηρετῶν ὅπλον ἐστὶ λίαν δυσ‐ καταγώνιστον. ταύτης ἕνεκεν τῆς παιδαγωγίας ἐζητήθη μὲν νόμος, ἐζητήθη δὲ τέχνη νόμου εὑρέτις. καὶ εἴπερ τὴν πρώτην γένεσιν ἐξιχνεύεις φιλοσοφίας ἐπὶ μήκιστον ἀν‐
15ιών, ὥσπερ οἱ τῶν ὑδάτων τὰς πηγὰς ἐρευνῶντες, οὐκ ἄλλην ἢ ταύτην εὑρήσεις, καὶ τοὺς ἄρτι φυομένης αὐτῆς ἐκλάμψαντας καὶ ἀνθήσαντας ἐπὶ τούτῳ πρώτῳ καὶ μόνῳ τῷ ἔργῳ κλεινοὺς καὶ περιβοήτους γεγενημένους.

3

Ὁ γὰρ Σόλων ἐκεῖνος καὶ ὁ Λυκοῦργος καὶ ὁ Πιτ‐ τακὸς καὶ ὁ Βίας καὶ ὁ Κλεόβουλος ἀνερρήθησαν σοφοὶ παρὰ τῶν τότε ἀνθρώπων, οὐχ ὅτι συλλογισμοὺς ἔστρε‐ φον ἄνω καὶ κάτω, οὐδὲ ὅτι περὶ τῶν ἰδεῶν διελέγοντο,
5οὐδ’ ὅτι τοὺς ἐγκεκαλυμμένους ἀνεκάλυπτον καὶ τοὺς κερατίνας, σοφίσματα δυσμήχανα καὶ κακοῦργα, καὶ ὧν χαλεπὴ μὲν ἡ εὕρεσις, ἀχρεῖος δὲ ἡ ἐπιστήμη, ἀλλ’ οὐδὲ ὅτι τὸν ἥλιον ἀνεμετροῦντο, οὐδὲ ὅτι τῆς σελήνης ἐγνω‐
μάτευον τὴν πορείαν, ἀλλ’ ὅτι νόμους ἐτίθεσαν καὶ τὸ213
10ποιητέον καὶ τὸ μὴ ποιητέον ἐδίδασκον, καὶ τί μὲν αἱρεῖ‐ σθαι προσήκει, τί δὲ ἀποφυγγάνειν, καὶ ὅτι τὸ ζῷον τοῦτο οὐ μονῆρες καὶ αὐθέκαστον, ἀλλὰ κοινωνικὸν καὶ πολι‐ τικόν, καὶ διὰ τοῦτο αὐτῷ καὶ πατρίδος ἐπιμελεῖσθαι προσήκει καὶ νόμων καὶ πολιτείας. καὶ ταῦτα οὐ διδάσκειν
15μόνον, ἀλλὰ καὶ αὐτουργεῖν οὐκ ἀπώκνουν. ὥστε καὶ τὰ μὲν συγγράμματα ἐκείνων ἑκάστου εὑρήσεις ἐνδύναμα ῥή‐ μασιν, ἔργα δὲ ἀμήχανα ὅσα, πρεσβείας καὶ στρατηγίας, ἐλευθερώσεις πατρίδος, γῆς ἐπικτήσεις.

4

Καὶ ἡ μὲν πρώτη γένεσις φιλοσοφίας αὕτη καὶ τοι‐ αύτη. προϊόντος δὲ τοῦ χρόνου ταὐτὸν ὑπέμεινε καὶ φιλο‐ σοφία ταῖς ἄλλαις τέχναις. καὶ ὥσπερ ἐκεῖναι χρείας ἑκά‐ στην παραγαγούσης οὐκ ἔστησαν ἐπὶ τῆς χρείας, οὐδὲ ἄχρι
5τῶν τοίχων καὶ τοῦ ὀρόφου προῆλθεν ἡ οἰκοδομική, οὐδὲ ἄχρι μόνου τοῦ σκέπειν τὸ σῶμα ὑφαντική, ἀλλὰ προὔβη‐ σαν περαιτέρω καὶ τὸ καλὸν τῷ ἀναγκαίῳ προσεξειργά‐ σαντο καὶ τοῦ προσεῖναι κόσμον [ἐν] τοῖς ἔργοις ἐπεμελήθη‐ σαν, οὕτω καὶ φιλοσοφία τὸ γνῶθι σαυτὸν καὶ τὸ γνῶθι και‐
10ρὸν καὶ τὸ μηδὲν ἄγαν οὐκ ἀγαπήσασα, οὐδὲ ἀρκεσθεῖσα τοῖς ἀναγκαίοις πρὸς τὸν ἀνθρώπινον βίον ἔργοις καὶ νου‐ θετήμασι, περιβέβληται πολὺν τὸν ἔξωθεν κόσμον, τὴν τῆς φύσεως ἱστορίαν καὶ τὴν τοῦ λόγου ἀπεργασίαν· ὥσπερ οἰκία πρὸ τοῦ ἀνδρῶνος καὶ τοῦ θαλάμου προπύλαια καὶ
15στόμα καὶ ποικίλματα καὶ ἀγάλματα, ἃ τὴν μὲν χρείαν οὐ συμπληροῖ, κόσμος δέ ἐστι τῆς χρείας καὶ ἐγκαλλώπισμα.

5

Καὶ διὰ τοῦτο ὁ μὲν παλαιὸς ἐκεῖνος Σωκράτης, ὃν
ἄν τις πατέρα προσείποι καὶ ἀρχηγέτην τῆς πολυτελε‐ στέρας σοφίας, τὰ μὲν ἄλλα ὅμως οὐκ ᾤετο δεῖν ἐρευνᾶν— τὰ μὲν γὰρ οὐδὲν ἡμῖν διαφέρειν, τῶν δὲ ὑπὲρ ἡμᾶς εἶναι214
5τὴν γνῶσιν—ἅπασαν δὲ ἐποιεῖτο τὴν σκέψιν περὶ ἀγαθῶν καὶ κακῶν, καὶ πόθεν ἄνθρωπος γένοιτο ἂν εὐδαίμων καὶ πόθεν οἰκία καὶ πόθεν πόλις, καὶ ἐπῄνει τὸν Ὅμηρον πρὸ ἁπάντων σκοπεῖν ἀξιοῦντα
ὅττι τοι ἐν μεγάροισι κακόν 〈τ’〉 ἀγαθόν τε τέτυκται·
10ἐπὶ δὲ τούτων διέμενε τῶν ὅρων ὁ γνήσιος Σωκράτους χορός, ὁ Κέβης, ὁ Φαίδων, ὁ Ἀρίστιππος, ὁ Αἰσχίνης. Πλάτων δὲ ὁ θεσπέσιος μόνος, ἅτε μεγαλοφυέστατος καὶ μεγαλοπρεπέστατος γεγονώς, ἐκόσμησε πρῶτος φιλο‐ σοφίαν τοῖς πολλοῖς ἀναθήμασι, καὶ προσπαρέλαβε τὰς
15ἐπιστήμας, ἀριθμητικὴν μουσικὴν ἀστρονομίαν. προϊὼν δὲ καὶ αὐτὸν ὑπερέβη τὸν οὐρανὸν καὶ ἐθάρρησε περιεργά‐ σασθαι, μὴ καὶ αὐτῆς τῆς φύσεως ἔστι 〈τι〉 ἀνώτερον, οὐ μὴν ὥστε ἀσύμβολον πρὸς πολιτείαν ταύτην ἀποφῆναι τὴν περιουσίαν, ἀλλὰ τοῦτο καὶ μάλιστα ἴδιον τῆς Πλάτωνός
20ἐστι περινοίας ἀνάψασθαι τῶν θείων ἀγαθῶν τὰ ἀνθρώ‐ πινα, καὶ πρὸς τὴν τοῦ παντὸς πολιτείαν ὡς οἷόν τε μορ‐ φῶσαι τὴν ἀνθρωπίνην. τοῦτο γὰρ βούλονται αἱ Πολιτεῖαι καὶ οἱ κλεινοὶ Νόμοι καὶ οἱ Φαῖδροι καὶ οἱ Γοργίαι, καὶ ἐν ὅσοις ἀγωνιστικώτατος ἑαυτοῦ πρὸς τὸ δεῖξαι δικαιο‐
25σύνην μὲν δι’ αὐτὸ αἱρετόν, κακίαν δὲ δι’ αὐτὸ φευκτὸν τοῖς ἀνθρώποις, κἂν τῇ μὲν μηδὲν προκέηται ἆθλον, ἡ δὲ πᾶσαν τιμωρίαν ἀποφυγγάνῃ. ἆρα οὖν Πλάτων μὲν τοῦτο,

6*

Ἀριστοτέλης δὲ ἕτερον; καίτοι πλείων μὲν τοῦ ἀν‐
δρὸς ἡ πολυπραγμοσύνη καὶ ἡ λεπτουργία, ὅμως δὲ αὐτοῦ ἡ σύμπασα πραγματεία καὶ ὁ πολὺς κύκλος οὐκ ἐκνένευκε τὸ ἀνθρώπινον ἀγαθόν, ἀλλ’ εἰς τοῦτο συντέταται καὶ215
5ἀνήρτηται. τὸ γὰρ κεφάλαιον αὐτοῦ τῆς ἀνθρωπίνης εὐδαι‐ μονίας χρῆσίς ἐστιν ἀρετῆς ἐπὶ βίῳ τελείῳ καὶ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν προηγουμένοις. καὶ οὐχ ἵνα εἰδῶ‐ μεν, φησί, τὰ δίκαια, φιλοσοφοῦμεν, ἀλλ’ ἵνα, ὡς οἷόν τε, ἐργαζώμεθα. καὶ νενέμηται αὐτῷ τὸ ἀγαθὸν εἰς ψυχήν,
10εἰς σῶμα, εἰς τὰ ἐκτός. καὶ τὴν εὐδαιμονίαν συμπληροῖ τὴν ἀνθρωπίνην ἐκ πρώτου καὶ δευτέρου καὶ τρίτου κρα‐ τῆρος, ἀγαπητὴν μὲν λέγων καὶ ἐφ’ ἑνός, μείζω δὲ καὶ τελειωτέραν καὶ ἐφ’ ὅλης πόλεως. διὸ καὶ τὴν μέθοδον πολιτικὴν ὀνομάζει καὶ τὸ εὖ πράττειν φησὶν ἄνευ τοῦ
15πράττειν μὴ ἐγχωρεῖν, καὶ τὸν ἄγοντα θεὸν τόδε τὸ πᾶν καὶ τοὺς ἐκείνῳ συμπεριπόλους πρακτικήν τε καὶ πολιτικὴν φιλοσοφίαν φιλοσοφεῖν, ῥυομένους τὴν ὅλην φύσιν ἀκλινῆ καὶ ἀκέραιον δι’ αἰῶνος. τοσαῦτα οὖν καὶ τηλικαῦτα ἔργα τε καὶ ἐγχειρήματα ὑποστάσης ταύτης τῆς τέχνης ἀνθρώ‐
20που χάριν καὶ ἀνθρωπίνης εὐδαιμονίας οὔτε εἰδότες οὔτε μαθεῖν οἱ πολλοὶ προαιρούμενοι, τοὺς προδόμους αὐτῆς τεθαυμάκασι καὶ τὰ θριγκία καὶ τοὺς περιβόλους καὶ τὰ ἄλση καὶ τοὺς λειμῶνας· ὅτι δὲ κέκτηται καταλύσεις ἀλεξανέμους καὶ δυσπαθεῖς ὑπὸ τῶν τύχης πνευμάτων
25οὐκ ἀγαπῶσιν.

7

Ἀλλ’ οὐχ ὅ γε θεοειδέστατος αὐτοκράτωρ, ἀλλ’ ἑπόμενος ἐκείνοις τοῖς κλεινοῖς ἀνδράσιν οἰκουροῦσαν ἐν
πολλῷ χρόνῳ φιλοσοφίαν εἰς τὰ πάτρια καὶ δημόσια προήγαγεν ἀγωνίσματα, καὶ ὥσπερ ἄγαλμα κεκτημένος216
5τῆς ἀρχαίας τέχνης ἀντὶ τοῦ μόνος ἀπολαύειν εἰς τὸ κοι‐ νὸν ἐξενήνοχε. καὶ εἴ τινα χρὴ καλεῖν κληρονόμον τῶν Πλάτωνος τοῦ θείου δογμάτων, οὐχ οὕτω Σπεύσιππον χρὴ καλεῖν ἢ Ξενοκράτην, ἀλλὰ τὸν 〈τὴν〉 γνώμην αὐτοῦ βεβαιώσαντα ἣν πάντων μάλιστα ἐκεῖνος ἐποιήσατο ἂν
10εἰς ἔργον ἐκβῆναι, καὶ ἰδεῖν εἰς ταὐτὸν συντρέχουσαν δύ‐ ναμιν πολιτικὴν καὶ φιλοσοφίαν, καὶ μὴ πορευομένας χωρὶς δὴ φρόνησιν καὶ ἐξουσίαν. τοῦτο γὰρ οὐκ ἔτι προσ‐ δοκώμενον τὸ θέαμα ἐπέδειξε βασιλεὺς τοῖς νῦν ἀνθρώ‐ ποις, βραβεύουσαν τὰ δίκαια φιλοσοφίαν μετὰ τῆς μεγί‐
15στης δυνάμεως, καὶ τοὺς λόγους ἔμπνους ἐπιδεικνυμένην καὶ ἐνεργούς, οὓς τέως ἐν τοῖς γράμμασιν ὑποτίθεται. καὶ ὑμνήσουσιν οἱ ἐφεξῆς ἄνθρωποι τὸν Θεοδόσιον ἐπὶ τῇ κλήσει τῆς πρὸς τὰ κοινὰ φιλοσοφίας, ὡς τὸν Ἀδρια‐ νόν, ὡς τὸν Μάρκον, ὡς τὸν Ἀντωνῖνον τοὺς προπάτορας
20ἑαυτοῦ καὶ πολίτας καὶ ἀρχηγέτας, οὓς οὐκ ἠγάπησεν ἄχρι τῆς ἁλουργίδος κληρονομῆσαι, ἀλλὰ τὰς εἰκόνας αὐτῶν ἐπαναγαγὼν εἰς τὴν βασιλίδα διὰ μακροῦ χρόνου καὶ φιλο‐ σοφίαν ἑαυτῷ καθάπερ ἐκεῖνοι συμπαρεστήσατο.

8

Ταύτην οὐκ ἔσχε φιλοτιμήσασθαι τὴν φιλοτι‐ μίαν ὁ Κῦρος ὁ Πέρσης, οὐκ Ἀλέξανδρος ὁ μέγας, ἀλλὰ τὸν καθηγέτην Ἀριστοτέλην πολλῶν καὶ μεγάλων ἀξιώ‐ σας καὶ τὰ Στάγειρα αὐτῷ συνοικίσας, ὅμως οὐκ ἔστησεν
5ὄγκῳ τηλικαύτης ἀρχῆς· οὐδὲ τὸν Ἄρειον ὁ Σεβαστός, οὐδὲ τὸν Παναίτιον ὁ Σκηπίων, οὐδὲ τὸν Θράσυλλον Τι‐ βέριος, ἀλλὰ θεατὰς κέκτηνται μόνον τῶν οἰκείων ἀγω‐ νισμάτων, ἑλκύσαι δὲ ἐπὶ τὸ στάδιον καὶ τὴν κονίστραν, καίτοι σφόδρα ἂν βουληθέντες, οὐκ ἠδυνήθησαν. ἀλλ’ οὐχ217
10οἵ γε τοῦ βασιλέως πατέρες καὶ ἀρχηγέται, ὧν τὰ μεγάλα ὀνόματα· ἀλλὰ τὸν Ἀρειανὸν καὶ τὸν Ῥούστικον τῶν βιβλίων ἐξαναστήσαντες οὐκ εἴασαν ἄχρι τοῦ μέλανος καὶ τοῦ καλάμου φιλοσοφεῖν, οὐδὲ γράφειν μὲν ὑπὲρ ἀνδρείας, οἴκοι δὲ καθῆσθαι, οὐδὲ συντάττειν μὲν ὑπὲρ νόμων,
15φεύγειν δὲ τὰ κοινά, ὑπὲρ ὧν οἱ νόμοι, οὐδὲ κρίνειν μὲν τίς ἀρίστη τῶν πολιτειῶν, πολιτείας δὲ ἐξίστασθαι πάσης. τοιγαροῦν οὐκ ἄχρι τοῦ βήματος μόνου προήγαγον τοὺς ἄνδρας, ἀλλὰ μέχρι τοῦ στρατηγίου, καὶ διέβαινον μὲν στρατηγοὶ Ῥωμαίων Πύλας Κασπίας, ἐξήλαυνον δὲ Ἀλα‐
20νοὺς ἐξ Ἀρμενίας, ἔταττον δὲ Ἴβηρσιν ὅρους καὶ Ἀλβα‐ νοῖς· ἐπὶ τούτοις ἅπασι τὴν ἐπώνυμον τῶν ὑπάτων ἀρχὴν ἐκαρποῦντο καὶ τὴν πόλιν ἥρμοζον τὴν μεγάλην καὶ προ‐ ήδρευον τῆς ἀρχαίας βουλῆς. ᾔδεσαν γὰρ οὗτοι οἱ αὐτο‐ κράτορες καθάπερ σῶμα τὴν ἀρχήν, ὅσῳπερ ἂν μείζων ᾖ
25καὶ γενναιοτέρα, τοσούτῳ μᾶλλον ἐκκεκαθάρθαι προσήκει,
καὶ τοὺς πάλαι Ῥωμαίους ἐγνωκότες 〈οὕτω〉 φρονοῦντας, παρ’ οἷς Κάτων ὁ φιλόλογος ταμίας ἦν καὶ Βροῦτος ἐστρα‐ τήγει καὶ Φαβώνιος ἐδημάρχει καὶ Βάρων τὴν ἑξαπέ‐ λεκυν ἦρχεν ἀρχὴν καὶ Ῥουτίλιος ὑπάτευεν. ἐῶ τὸν Πρί‐218
30σκον καὶ τὸν Θρασέαν καὶ τοὺς ἐκ τῆς αὐτῆς ἰδέας, ὧν ἐμπλήσουσί σε οἱ συγγραφεῖς, εἰ προέλοιο. οὐδὲ γὰρ αὐτὸς ὁ Μάρκος ἄλλο τι ἦν ἢ φιλόσοφος ἐν ἁλουργίδι, οὐδὲ ὁ Ἀδριανός, οὐδὲ ὁ Ἀντωνῖνος, οὐδέ γε ὁ νῦν Θεοδόσιος·

9*

ἀλλ’ εἰ τὴν ζώνην καὶ τὴν χλαμύδα αὐτοῦ ἐπισκο‐ ποίης, μετὰ πολλῶν βασιλέων αὐτὸν ἀριθμήσεις, εἰ δὲ εἰς τὴν ψυχὴν ἐκκύψειας καὶ τὴν γνώμην, μετὰ τῆς τριάδος ἐκείνης. ἐν γὰρ τοῖς ὁμοίως φρονοῦσι τακτέος, οὐκ ἐν
5τοῖς ὁμοίως ἠμφιεσμένοις. καὶ οὗτος οὖν μόνος ἤρκει σοι ὁ βασιλεὺς ζῆλον ἀρετῆς προκαλέσασθαι οὐκ ἀργῆς οὐδὲ ἀπράκτου οὐδὲ σημαινόμενα καὶ προτάσεις ἀνελιττούσης, ἀλλ’ ἔργα ὁσημέραι μετὰ τῶν τῆς Ἀκαδημίας παραγγελ‐ μάτων. εἶτα λέγεις ὅτι κατέβην ἐκ φιλονεικίας τὴν ἀρχὴν
10ὑποστὰς τῆς καλλιπόλεως; εἰ μὲν ἔξω τι τῶν ἐκείνης ἔπραξα παραγγελμάτων, κατέβην· εἰ δὲ πανταχόθεν τοὺς ἐκεῖθεν ἐτήρησα νόμους, οὐ κατέβην, ὦ φίλος, ἀλλὰ κατὰ χώραν ἀναβέβηκα.

10

Οὐδὲ γὰρ Σωκράτης ἐκεῖνος ἐκ φιλοσοφίας κατέβη
πρυτανεύσας Ἀθήνησιν· ἀντέσχε γὰρ τοῖς τριάκοντα. οὐδὲ ὁ πάγκαλος Ξενοφῶν στρατηγήσας τῶν μυρίων ἐκ φιλοσοφίας κατέβη· ἔσωσε γὰρ τοὺς Ἕλληνας ἐκ τῶν219
5ἐσχάτων κινδύνων. οὐδὲ Παρμενίδης κατέβη νομοθετῶν Ἰταλιώταις· ἐνέπλησε γὰρ εὐνομίας τὴν μεγάλην καλου‐ μένην Ἑλλάδα. καίτοι νῦν εἴ τι χρηστὸν τῆς ἐμῆς ἀρχῆς, οὐκ ἐμόν, ἀλλ’ ἐκμέμακται ἐκ τοῦ παραδείγματος. εἰ κέρ‐ δους κρείττων ἐγενόμην, ἐζήλωσα τὸν ὁσημέραι πλουτο‐
10δοτοῦντα. εἰ τὸν θυμὸν ἐχαλίνουν, πρὸς τὸν χειροτονήσαντα ἀφεώρων. εἰ προὔστην ὀρφανῶν, τὸν κοινὸν ἐμιμούμην πατέρα. εἰ τὸ σιτηρέσιον οὐκ εἴων τὸ πολιτικὸν κακουρ‐ γεῖσθαι, καὶ τοῦτο ἀπὸ τῆς αὐτῆς ἠρυόμην πηγῆς. εἰ τὰς δίκας ἐδίκαζον κατὰ νόμους, πρὸς τὸν ἔμψυχον ἔβλεπον
15νόμον. τοιγαροῦν πρὸς τοῦτον τὸν ζῆλον συντεταμένος, καλῶ δὲ Ἀδράστειαν ἐπὶ τῷ μέλλοντι λόγῳ καὶ τὴν ὑμετέραν μαρτύρομαι ψῆφον,

11*

οὐκ ἀτιμοτέρους ἀπέφηνα μῆνας 〈ὀλίγουσ〉 πολλῶν ἐνιαυτῶν, οὐδὲ κατέλιπον τοὺς ἀρχομένους βαρυνομένους τὴν ἐμὴν ἀρχήν, ἀλλὰ διψῶντας. χρόνος γὰρ ὑπηκόων εὔνοιαν οὐ ποιεῖ, ἀλλὰ προμήθεια καὶ φιλοπο‐
5νία καὶ τὸ μηδὲν τοῦ κοινῇ λυσιτελοῦντος προὔργου ποιεῖ‐ σθαι, μὴ φιλοδοξίαν, μὴ δυναστείαν, μὴ τὸ πρὸς ἀπέχθειαν, μὴ τὸ πρὸς χάριν. ὁ τούτους φυλάττων τοὺς θεσμοὺς οὐ δεῖται πλήθους ἐτῶν, ἀλλὰ καὶ ὀρρωδεῖ. χαλεπὸν γὰρ ἀνθρώπῳ τὸ καλὸν ἀκέραιον ἐπὶ πολὺ διασώσασθαι·
10πρὸς δὲ ἀρετῆς ἐπίδειξιν ἀποχρῶσι καὶ μῆνες ὀλίγοι καὶ ἡμέραι. οὐδὲ γὰρ ἄλλης τέχνης οὐδεμιᾶς τὸ πλῆθος τῶν ἔργων ἐπιζητοῦμεν, ἀλλὰ τὸ κάλλος καὶ τὴν ἀκρίβειαν.
καὶ τὸν Φειδίαν τεθαύμακα ἐπὶ τῷ Διὶ τῷ Πισαίῳ, καὶ τὸν Πολύγνωτον ἐπὶ τῇ Λέσχῃ, καὶ τὸν Μύρωνα ἐφ’220
15ἑνὶ βοιδίῳ. πόσῳ πλείω τὰ Παύσωνος ἔργα τῶν Ζεύξιδος ἢ τῶν Ἀπελλοῦ· τίς οὖν οὐ προτιμᾷ πινάκιον ἓν ἐκείνοιν τοῖν ἀνδροῖν ἢ πᾶσαν ὁμοῦ τὴν Παύσωνος τέχνην;

12

Εἰ δέ σοι λίαν ὁ χρόνος δοκεῖ σεμνόν τι εἶναι καὶ περισπούδαστον, ὑπάρχει μοι καὶ χρόνῳ σεμνύνεσθαι ὅσον πεπολίτευμαι τῇ καλλιπόλει. οὐδὲ γὰρ ἐξ ἀρχῆς νέος ὢν τὴν ἐν ταῖς γωνίαις φιλοσοφίαν εἱλόμην, ἀλλ’ ἐκ παίδων
5εἰς ἐφήβους καὶ ἐξ ἐφήβων εἰς ἄνδρας καὶ ἐξ ἀνδρῶν εἰς τουτὶ τὸ γῆρας τῇ τῆς πόλεως εὐνοίᾳ συνδιελήλακα. καὶ οὐκ ἀνίπτοις χερσί, τὸ τοῦ λόγου, τῶν ἡνιῶν αὐτῆς ἐλα‐ βόμην, ἀλλ’ ἀρχαίαν μελέτην καὶ συνεχῆ ταύτην ἐξετέ‐ λουν καὶ ἀτρέμας ἐκ τῶν προπόδων τῆς πολιτικῆς ἀρετῆς
10ἐπὶ τὴν κορυφὴν ἀνελήλυθα.

13

Ἐξ ἐκείνου τῆς προστασίας ταύτης ἡπτόμην, ἐξ ὅτου με πρεσβεύειν εἰς τὴν ἀοίδιμον Ῥώμην ἐχειροτονεῖτε καὶ πρὸς τὸν παῖδα ἐστέλλετε τὸν Κωνσταντίνου. ἐξ ἐκείνου προεκηδόμην τοῦ δήμου, ἐξ ὅτου τὸ σιτηρέσιον
5ἐπανήγαγον. ἐξ ἐκείνου τῆς γερουσίας προὐνόουν, ἐξ ὅτου τὸν κατάλογον τῶν ὁμογενῶν ἀντὶ μόλις τριακοσίων ἐπλήρουν εἰς δισχιλίους· ἐξ ὧν δύο μὲν αἵδε χαλκαῖ παρὰ δυοῖν αὐτοκρατόρων εἰκόνες, τιμαὶ δὲ ἐν γράμμασι διωλύγιαι, παρακλήσεις δὲ ἐπὶ τὴν ἀρχὴν ταύτην οὐχ ἅπαξ
10οὐδὲ δίς, ἀλλὰ πολλάκις. καὶ προστίθει τούτοις ἅπασι τὸ πῶς καὶ τὸ πότε· μήτε ἐπιλιπαρήσαντος μήτε ἐπ’ ἄλλῳ τῳ, ἀλλ’ ἐπὶ τοῖς λόγοις, καὶ ἡνίκα ὀσπρίων οὐκ ἦν ἀμητός, καὶ παρὰ ἀνδρὸς ἥκιστα εὐμαροῦς, ὃς ἐπιστέλλων πρὸς τὴν γερουσίαν αὐτὸ τοῦτο διαρρήδην ὁμολογεῖ, μέρος221
15μέν τι συμπεῖσαι μόλις, τὸ σύμπαν δέ 〈με〉 μὴ παιδευθῆναι, καὶ ὅτι μηδὲν προσείληφα τοσοῦτον ὅσον προστέθεικα, σεμνότερον ἀποφήνας τοὔνομα τῆς ἀρχῆς τῇ κοινωνίᾳ.

14

Καὶ εἴ μέ τις ἔροιτο τὴν αἰτίαν δι’ ἣν τότε μὲν ἀπώκνησα, νῦν δὲ οὐκ ἔτι, ἐρῶ μηδὲν ὑποστειλάμενος μήτε ἐνδοιάσας. αἰδοῖος μὲν ἐμοὶ ἐκεῖνος ὁ αὐτοκράτωρ καὶ πάσης ἄξιος μνήμης εὐφήμου. οὔτε γὰρ σμικρὸν οὔτε
5μέγα ἐκλέλοιπεν οὐδὲν τῶν ὑψοῦ φιλοσοφίαν αἰρόντων, ἀλλὰ καὶ σύνεδρον πολλάκις ἐποιήσατο ἐν τῷ τριβωνίῳ καὶ συντράπεζον καὶ συνοδοιπόρον, καὶ πράως ἤνεγκε νου‐ θετοῦντα καὶ καθαπτόμενον οὐκ ἐβαρύνθη, ὡς 〈οὐ〉 τἀμὰ ἴδια μόνον, ἀλλὰ καὶ στεγανὸς καὶ σταθερὸς καὶ τοῦ
10καθ’ ἕκαστον κοινῇ κεχαρισμένου τὸ συμφέρον προσεξ‐ ετάζων. πολλὰ δὲ οἱ καιροὶ τῶν ἀνθρωπίνων ποιοῦσιν ἑτέ‐ ρως ἢ ὡς πέπρακται νομισθῆναι. ἀλλὰ πρὸς τὸ γαληνὸν τοῦτο καὶ πρᾶον καὶ πρὸς τὴν ἐπικεχυμένην πειθὼ τίς οὕτως ἀδάμαντος στερεώτερος, ὥστε ἀντισχεῖν καὶ μὴ
15νομίσαι φιλοσοφίαν αὐτὴν προκαθημένην προτείνειν τὰς
δέλτους; παρ’ αὐτῆς ἐδεξάμην τῆς χειρὸς τὰς πινακίδας, παρ’ ἧς οὐ κεκύρωται ἡ μέλαινα ψῆφος, παρ’ ἧς ὁσημέραι ἐκφοιτῶσιν ἀγαθῶν πηγαί, κακῶν ἐπισχέσεις.222

15

Καλῶς Πλάτων οὐκ ἐκοινώνει Διονυσίῳ· κατ‐ εδουλοῦτο γὰρ Σικελίαν. καλῶς ἔφευγε Πεισίστρατον Σόλων· ἀφῃρεῖτο γὰρ τὴν ἐλευθερίαν τῶν πολιτῶν. καλῶς Νέρωνα ἀπετρέπετο Μουσώνιος κιθαρῳδοῦντα. καλῶς
5Δομετιανὸν ἐξέκλινε Δημήτριος μελαγχολῶντα. ἐγὼ δὲ τίνα ἂν ἔσχον ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, εἰ μὴ ὑπήκουσα; ὅτι χαλεπὸς ἦν ὁ καλῶν; ἀλλ’ ὅτι αὐθάδης; ἀλλ’ ὅτι δυσμεταχείριστος λόγῳ; ἀλλ’ ὅτι δυσήνιος νου‐ θεσίαις; ἀλλ’ ὅτι ἐξωθῶν παρρησίαν; ἢ ταῦτα μὲν οὐχί,
10ὅτι δὲ κακοήθης, ὅτι βάσκανος, ὅτι χρηματιστής; ἀλλὰ τί πρὸς θεῶν;

16

Πῶς δ’ ἂν ἔτι τῆς ἀχρηστίας τῶν φιλοσόφων ἐκε‐ λεύομεν αἰτιᾶσθαι τοὺς μὴ χρωμένους, εἰ καλούμενος εἰς προστασίαν τῆς θρεψαμένης με πόλεως ὑπὸ ἀνδρὸς θεῖον ἔρωτα ἐρασθέντος φιλοσοφίας μὴ συνεξώρμησα; ἐγώ σοι
5Πλάτωνα παρέξομαι μαρτυροῦντα ὅτι τοῖς ἐκείνου νόμοις ἀκολουθῶν εἶξα τῷ βασιλεῖ. ὃν γὰρ ἐν τοῖς συγγράμ‐ μασιν αἰτεῖ βασιλέα παρὰ τῶν θεῶν τοῖς ἀνθρώποις νέον, εὐμαθῆ, μεγαλοπρεπῆ, μεγαλόφρονα· καὶ εἰ μὴ τοὔνομα λέγει, τοῦτόν φησι καὶ τοῦτον εὔχεται ἐπιφανῆναι· οὐ γὰρ
10ἄλλου οἰκειότερα τὰ γνωρίσματα· εἶτα ὃν μὲν εὔχεται οὗτός ἐστι, τυχὼν δὲ τῆς εὐχῆς οὐκ ἂν ἥρπασε τὴν κοι‐ νωνίαν; καὶ πῶς οὐκ ἀλλότριον Πλάτωνος, ὃν λίαν ζητεῖ, φανέντα μὴ χρῆσθαι; ἐπὶ τίνος ἂν μᾶλλον τοὺς νόμους
οὓς ἔγραψεν ἐβεβαιώσατο; ἐπὶ τίνος ἂν ἐκφανέστερον ἄρι‐223
15στα ἔδειξεν εἰρημένον τὸ πειθοῖ μᾶλλον ἢ φόβῳ χρηστέον ἐπὶ τῆς μεγίστης ἀρχῆς, καὶ τὸν σίδηρον ὡς ἥκιστα παρα‐ ληπτέον; ταῦτα μέντοι ὁρῶμεν ὁσημέραι καὶ ἀκούομεν. οὐκ οἰμωγὴ ἐξελήλαται τῶν ἀρχείων, οἱ δήμιοι δὲ ὄνομα φροῦδον. τὸ δὲ ἐπιδεικνύναι καὶ φαίνειν καὶ προσαγγέλλειν
20οὐ συνετὰ ῥήματα ἤδη.

17

Δέδοικε δὲ οὐδεὶς οὐ παλαμναῖον λογιστήν, οὐκ ἀλιτήριον ἐκλογέα, οὐ τοὺς καταράτους πευθῆνας, οὐ τοὺς κακῶς βλέποντας ὀφθαλμούς. διαθρυλεῖται ἡμῶν τὰ ὦτα, ὁδὶ μὲν ἐπανῆκεν ἐκ τῆς φυγῆς, τόνδε τοῦ νόμου
5θανατοῦντος ἐξήρπασεν, ὁδὶ δὲ ἐκομίσατο τὰς οἰκίας, τῷ δὲ τροφὴν ἐτήσιον ἐχορήγησε, τῷ δὲ συνεξέδωκε θυγα‐ τέρας, τῷ δὲ ξυνεξέτισε χρέως ἀναγκαῖον. καὶ παρὰ μὲν Πέρσαις τοῖς πάλαι προὔκειτο δωρεὰ τῷ καινὴν ἡδονὴν ἐξευρόντι, βασιλικὰ δὲ προτεθήσεται ἆθλα τῷ καινὴν
10εὐεργεσίας ἀφορμὴν παρασχομένῳ. τί δ’ ἂν καινότερον χρυσοῦ τὴν αὐτὴν ὁδὸν ἐκ τῶν ταμιείων ἐπανιόντος πρὸς τὸν ἀδίκως εἰσπεπραγμένον; τοῦτο γὰρ οὐκ ἤνεγκε τὸ ἄκουσμα ὁ πολὺς αἰών, ἀλλ’ ἦν ἀνυπόστροφος ἡ ζημία τοῖς ἠδικημένοις. τὸ δὲ καὶ τοῖς χρήσασθαι δεηθεῖσι δοῦ‐
15ναι δωρεὰν καὶ πλείονός γε δοῦναι δωρεὰν ἢ ὅσῳ χρῆσθαι
ᾔτησε, καὶ προσέτι γε ἀφανίσαι τὴν αἴτησιν, ὅπως ἂν αὐτο‐ γνώμων ἡ δωρεὰ νομισθῇ, τίνα Ἀλκιβιάδην οὐχ ὑπερ‐ βαίνει; τίνα Κίμωνα οὐκ ἀποφαίνει Σμικρίνην;224

18

Ἀλλ’ ἔγωγε ὁρῶν τουτουσὶ τοὺς νεανίσκους, καίτοι μὴ συγχωρούσης τῆς ὑποθέσεως τοῖς καθ’ ἕκα‐ στον ἐνδιατρίβειν, οὐχ οἷός τέ εἰμι σιγῇ παρελθεῖν. παῖδες ὀρφανικοὶ καὶ θυγατέρες οἰκίας εὐδόξου πατρῴας, καὶ
5ταύτην οὐκ ἔχουσιν οὐ δίκην διδόντες, ἁπάντων ἐστε‐ ρημένοι τῶν ὄντων, καὶ πρὸς ἀλλοτρίας θύρας κεχηνότες διήντλησαν τοσούτους ἐνιαυτούς, ὥστε ἐν ταῖς συμφο‐ ραῖς ἀνδρωθῆναι. ἐπιφανέντος δὲ αὐτοῖς τοῦ βασιλέως ὥσπερ ἐκ μηχανῆς ἅπαντα τὰ δεινὰ ἀφανῆ. οὐκέτι μὲν
10ἀπάτορες, οὐκέτι δὲ ἐνδεεῖς, οὐκέτι δὲ ἰδιῶται. καὶ ἆρα τούτους εἴασεν εὐπαθεῖν τὰ πατρῷα κομισαμένους, ὧν δὲ ἀφελόμενος ἀπέδωκε, τούτους συνεχώρησεν ἀνιᾶσθαι; οὐδαμῶς, ἀλλ’ ἐπρίατο τὴν φιλανθρωπίαν, ἀπηρίθμησε χρυσίον τῆς εὐσεβείας, ὠνήσατο παρὰ τῶν ἐχόντων ὡς
15ἰδιώτης, ἐδωρήσατο τοῖς ἀπολωλεκόσιν ὡς βασιλεύς. καὶ νῦν ἀμφότεροι πλουτοῦσιν ἀμώμητον πλοῦτον, οἱ μὲν κο‐ μισάμενοι τὰ ἑαυτῶν, οἱ δὲ ἀνθ’ ὧν εἶχον κτήματα ἀδίκως, δικαίως χρυσὸν πολὺν κεκτημένοι.

19

Οἶδα ἐγὼ πολλοὺς βασιλεῖ καὶ ἀχαρίστους φα‐ νέντας ὑπὲρ ὧν ἔτυχον ἀγαθῶν τὴν εὔνοιαν μὴ ἐπανισοῦν‐ τας. καίτοι γε ἀλγεινότατον τῷ πεποιηκότι καλῶς ἡ παρὰ τοῦ πεπονθότος ἀγνωμοσύνη. ἀλλ’ ὅμως οὐδὲ ὑπὸ τοιού‐
5του πλημμελήματος ὁ πάντα ἄτρωτος οὗτος ἐτρώθη, ἀλλ’
ἐπαντλεῖ ἐκ τοῦ αὐτοῦ πίθου καὶ † τοῖς ἔτεσι μὴ δυνάμενος. ἀλλ’ ὅπερ εἶπον, λόγος με ἐκ λόγου παραλαμβάνων ἐξάγει τῆς ὑποθέσεως. οὐ γὰρ ἀπαριθμήσασθαι βουλόμενος τοὺς ἐπαίνους τοὺς αὐτοκράτορος εἰσελήλυθα, ἀλλὰ καὶ225
10ταύτῃ δείξων ἐμαυτὸν εὖ βεβουλευμένον, ὅτι τοιούτῳ βασιλεῖ κοινωνῶν τοιαύτης ἀρχῆς οὐ κατήγαγον φιλοσο‐ φίαν, ἀλλ’ ἐπῆρα.

20

Ὣς ἔγωγε τὴν μὲν Σωκράτους πρυτανείαν ἐῶ, ὅτι κλῆρος αὐτὴν ἐδίδου καὶ οὐ ψῆφος ἐξητασμένη. πρὸς δὲ τὸν Ἀρειανὸν καὶ τὸν Ῥούστικον θαρσῶν ἂν διαγωνισαί‐ μην τῆς χειροτονίας ἕνεκεν ἀρετῆς. ὅταν γὰρ ἴδω τοσοῦ‐
5τον τὴν βασιλέως πραότητα δυνηθεῖσαν, ὅσον οὐκ ἐδυ‐ νήθη τὰ ὅπλα σύμπαντα τῆς Ῥωμαίων ἀρχῆς, καὶ Σκύ‐ θας τουτουσὶ τοῖς μὲν δύο στρατοπέδοις οὐκ εἴξαντας προσκαθημένοις, τῷ τε ἑῴῳ καὶ τῷ ἑσπερίῳ, οὐδὲ τοῖς ἐκ Τίγρητος ὁμοῦ καὶ Ἀραβίδος συνδραμοῦσιν, ὑποκύπτειν
10δὲ μόνῃ φιλανθρωπίᾳ βεβουλευμένους,

21*

ἐπαινῶ τὸν Εὐριπίδην τὴν ἀγαθὴν βουλὴν τῶν πολλῶν χειρῶν προτιμῶντα· μακαρίζω δὲ τοὺς αὐτοκράτορας, οἷς τοιοῦ‐ το τροπαῖον ἐπιγραφήσεται, οὗ μηδεὶς ἐκοινώνησε στρα‐
5τιώτης. φιλοτιμοῦμαι δὲ πρὸς τὸν Ἀντωνῖνον· ἐκεῖνος ὕδωρ ἐπηγάγετο ἐκ τοῦ οὐρανοῦ δίψει τῆς φάλαγγος πιεζομένης, αὐτὸς δὲ ἔσβεσας φλόγα τοσοῦτον μέρος τῆς γῆς ἐπινεμηθεῖσαν. καὶ νεφέλαι μὲν ὑπήκουσαν καὶ Λυ‐ δῶν ποτε βασιλεῖ προσευξαμένῳ, βάρβαροι δὲ ἐν ἀκμῇ
10τοῦ κρατεῖν οὐδενὶ πώποτε ἐδουλώθησαν, ἀλλὰ τῆς μὲν φάλαγγος ἡμῶν κατεθρασύνοντο, τῆς δὲ ἀρετῆς τοῦ βασι‐
λέως ἑάλωσαν, καὶ προσάγουσιν ἑαυτοὺς ἐθελοντὰς αἰχ‐ μαλώτους καὶ νῦν τῷ σιδήρῳ τεθρασηκότες. ἀνθ’ ἁπάν‐ των γέγονας εἷς ἀνήρ, ἀντὶ Θρᾳκῶν, ἀντὶ Κελτῶν, ἀντὶ226
15Ἰλλυριῶν, ἀνθ’ ὅπλων, ἀνθ’ ἵππων, ἀντὶ τῆς ἄλλης παρα‐ σκευῆς, ἀντὶ τῶν δυσβάτων ποταμῶν.

22

Ἐκεῖνα πολλὰ ἡμῖν τὰ κομψεύματα διελήλεγκται· μόνη δὲ ἀντέσχεν ἀήττητος ἡ σὴ βουλὴ καὶ ἡ γνώμη, μεθ’ ἧς καλλίονα ἐνίκησας νίκην ἢ εἰ τοῖς ὅπλοις κρείττων ἐφάνης. οὐ γὰρ ἀνῄρηκας τοὺς ἀδικήσαντας, ἀλλ’ ἐκτήσω,
5οὐδ’ ἐζημίωσας γῆν, ἀλλὰ προσείληφας τοὺς γεωργήσον‐ τας, οὐδὲ κατεφόνευσας ὥσπερ θηρία, ἀλλὰ τὴν ἀγριό‐ τητα αὐτῶν κατεκήλησας, ὥσπερ εἴ τις λέοντα ἢ πάρδα‐ λιν ἐγκαθείρξας ἐν δικτύοις μὴ κατασφάξειεν, ἀλλὰ φορ‐ τηγεῖν ἐθίσειε. καὶ νῦν προσίασιν οἱ πῦρ πνέοντες, οἱ τοῦ
10Ἀννίβα χαλεπώτεροι Ῥωμαίοις, ἥμεροι καὶ χειροήθεις αὐτοῖς ὅπλοις ἐπιτρέποντες ἑαυτούς, εἴτε γεωργοῖς αὐτοῖς ἐθέλει χρῆσθαι βασιλεὺς εἴτε στρατιώταις. καὶ τοσούτων καὶ τηλικούτων ἀδικημάτων ἡ σύνεσις αὐτοὺς οὐ δεδίττε‐ ται οὐδὲ ἀπιστίαν ἐμποιεῖ τοῦ φειδοῦς τεύξεσθαι καὶ
15φιλανθρωπίας ὑπὸ τῶν τὰ ἔσχατα ἠδικημένων, ἀλλ’ ἡ βασιλέως πραότης ἐχεγγυωτέρα αὐτοῖς πρὸς ἀσφάλειαν ὧν ἑαυτοῖς συνεγνώκασιν.

23

Οὕτω φασὶ καὶ τοὺς γίγαντας οἱ ποιηταὶ τῷ μὲν Ἄρει καὶ τῇ Ἐνυοῖ καὶ τῷ κεραυνῷ τοῦ Διὸς καὶ τοῖς θεοῖς ἀνταίρειν μέχρι πολλοῦ καὶ ἀντέχειν, φανέντων δὲ τοῦ Ἀπόλλωνος καὶ τοῦ Ἑρμοῦ, νέων θεῶν καὶ καλῶν
5καὶ ἐρασμίων, τοῦ τόξου μὲν 〈καὶ〉 τῶν βελῶν μὴ δεηθῆναι,
θελχθῆναι δὲ ὑπὸ τῆς ῥάβδου καὶ τῆς κιθάρας. τοιαῦται γὰρ αἱ νῖκαι τῆς εὐσεβείας, οὐκ ἀνελεῖν, ἀλλὰ βελτίω ποιῆσαι τὸν ἡττημένον.227

24

Δεῦρ’ ἴτε, ὦ Θρᾷκες, ὦ Μακεδόνες, ἐμπλήσθητε ἀπίστου θεάματος· Σκύθας ὁμωροφίους ἡμῶν καὶ ὁμο‐ σπόνδους καὶ συνεορτάζοντας τὰ καθ’ ἑαυτῶν ἐπινίκια. οὐκ ᾔδεσαν, ὡς ἔοικεν, οἵῳ Ἰόλεῳ περιπεσόντες ταῖς ἄρ‐
5κυσιν ἐνσχεθήσονται. †ἀλλὰ τὰ ἄμαχα παρὰ Ῥωμαίων τὸν Αἷμον ὑπελάμβανον καὶ τὸν Ἕβρον καὶ τὰς Θετταλικὰς δυσχωρίας, ἃς δικάζονται†, οὐ σὺν πολλῷ πόνῳ τοῖς θείοις ἐρύμασιν ἐνεσχέθησαν, εὐσεβείᾳ, δικαιοσύνῃ, πραότητι, φιλανθρωπίᾳ. ἔξιτε οὖν ἤδη θαρσοῦντες ἐκ τῶν τειχι‐
10σμάτων· ὥρα ὑμῖν τὰς ἐπάλξεις ἀπολιποῦσι βοῶν καὶ ἀρό‐ τρων ἐπιμελεῖσθαι καὶ δρεπάνας θήγειν ἀντὶ ξιφῶν καὶ ἀκοντίων. ἀνέῳκται δὲ ἤδη καὶ τοῖς ὁδοιποροῦσιν ἡ γῆ, καὶ πλεῖν οὐκ ἀνάγκη τὴν θάλασσαν τοῦ βαδίζειν οὔσης ἀδείας. σταθμοὶ δὲ ἐγείρονται καὶ ἱπποστάσια καὶ ἐπαύ‐
15λεις, καὶ τῇ πάλαι καταπυκνοῦνται ῥᾳστώνῃ. μεταπέπτωκε δὲ εἰς αἰθρίαν ἐξαίφνης τοσαύτη χαλάζης νεφέλη καὶ τρικυμία χειμῶνος εἰς γαλήνην, οὕτως ἡσυχῆ, οὕτως ἀψο‐ φητί, ὥστε τὸ πρᾶγμα αἰνίγματι προσεοικέναι. ὧν γὰρ πολεμοῦντες οὐκ ἐκρατήσαμεν, τούτους ὅπλα καταθέμε‐
20νοι παρεστησάμεθα. καὶ τέως μὲν ἠριθμοῦμεν πρὸς ὁπό‐ σους παραταξόμεθα, νῦν δὲ ἀριθμοῦμεν ὁπόσων ἐσόμεθα κύριοι. καὶ τότε μὲν ἐδυσχεραίνομεν εἰ πολλοί, νῦν δὲ ἀγανακτοῦμεν εἰ μὴ πολλοί.228

25

Σκόπει τοίνυν ὅσῳ βασιλικώτερος Θεοδόσιος τοῖς λυπήσασι προσενήνεκται ἢ ὁ Πελοπίδης τε καὶ Ἀτρείδης καὶ εὐρυκρείων Ἀγαμέμνων ὁ παρ’ Ὁμήρῳ. ἐκεῖνος ἐπι‐ τιμᾷ τὸν ἀδελφὸν μαλαττόμενον πρὸς τὸν ἱκέτην, καὶ πι‐
5κρὰν οὕτως εὐχὴν προσεύχεται καὶ βαρβαρικήν, μηδένα τῶν Τρώων διαφυγεῖν, μηδ’ ὅντινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέροι, μηδὲ τοῦτον διαφυγεῖν, ἀλλὰ καὶ τοὺς οὔπω τεχθέντας ἀπολέσθαι πρὸ τοῦ γενέσθαι. ἡμεῖς δὲ 〈πρᾶοι〉 πρὸς τοὺς ἱκέτας παιδοτροφοῦμεν αὐτῶν τοὺς υἱοὺς καὶ
10νυμφοτροφοῦμεν τὰς θυγατέρας, οὐχ ὡς Σκύθας μισοῦντες, ἀλλ’ ὡς ἀνθρώπους φειδοῦς ἀξιοῦντες. ἔχει γὰρ οὕτως· ὅστις μὲν ἄχρι παντὸς ἐπέξεισιν αὐθαδισαμένοις τοῖς βαρ‐ βάροις, οὗτος Ῥωμαίων μόνων ἑαυτὸν βασιλέα ποιεῖ, ὅστις δὲ κρατεῖ μέν, φείδεται δέ, οἶδεν ἑαυτὸν βασιλέα πάντων
15ἀνθρώπων, καὶ τοῦτον ἄν τις ἐν δίκῃ προσείποι τὸν φιλ‐ άνθρωπον ἀληθῶς, τῶν δὲ ἄλλων Κῦρον μὲν φιλοπέρσην καλοῖ, ἀλλ’ οὐ φιλάνθρωπον, Ἀλέξανδρον δὲ φιλομακέ‐ δονα, ἀλλ’ οὐ φιλάνθρωπον, Ἀγησίλαον δὲ φιλέλληνα, τὸν δὲ Σεβαστὸν φιλορώμαιον, ἄλλον δὲ ἄλλου γένους ἢ ἔθνους
20ἐραστὴν οὗ καὶ βασιλεὺς ἐνομίσθη. φιλάνθρωπος δὲ ἁπλῶς καὶ βασιλεὺς ἁπλῶς ὁ τοῦτο ζητῶν μόνον εἰ ἄνθρω‐ πος ὁ χρῄζων ἐπιεικείας, καὶ μὴ εἰ Σκύθης ἢ Μασσα‐
γέτης ἢ τὰ καὶ τὰ προηδίκησε. τοῦτο γὰρ εἰ καὶ δίκαιον, ἀλλ’ οὐ θεῖον καὶ ἀκόλουθον τῷ μεγάλῳ ὑμῶν ὀνόματι229
25τῆς θειότητος, ἀλλὰ τῶν ἐρχομένων χαμαί, οἷς καὶ ἐχθρόν τινος εἶναι καὶ δυσμενῆ οὐκ ἐπίψογον, καὶ τὸ βλάψαι καὶ τὸ ἀντιβλάψαι καὶ τὸ παθεῖν τι καὶ τὸ ἀντιποιῆσαι φέρει συγγνώμην διὰ τὴν ἰσορροπίαν τῆς τύχης καὶ τῆς δυνάμεως.

26

Βασιλεῖ δὲ ᾧ τηλικαύτη πρὸς τοὺς ἄλλους ἀν‐ θρώπους ἡ ὑπεροχή, ὥστε μὴ δοκεῖν ἀπᾴδουσαν ἔχειν τὴν κλῆσιν τῆς θειότητος, οὔτε ἐχθρὸν ἀνθρώπων εἶναι θέ‐ μις οὔτε δυσμενῆ, οὐ μᾶλλόν γε ἢ ποιμένι προβάτων ἢ
5ἵππων ἱπποκόμῳ ἢ βουκόλῳ βοῶν. πολλῷ γὰρ εἶναι συγ‐ γενεστέραν τοῖς ἀρχομένοις ταύτην ἀπέφηνε τὴν ἀρχὴν Σωκράτης ὁ Σωφρονίσκου. ὁ δὲ αὐτὸς οὗτος Σωκρά‐ της ἀπεδέχετο καινῶς τὸν θρυλούμενον λόγον ὑπὲρ ἀν‐ δρὸς δικαίου καὶ δὴ καὶ δικαιοσύνης, ὅτι μὲν δεῖ τοὺς
10φίλους εὖ ποιεῖν, τοὺς δὲ ἐχθροὺς βλάπτειν, τὸ μὲν ἥμισυ φυλάττων τοῦ λόγου, τὸ δὲ ἥμισυ διορθούμενος. τὸ μὲν γὰρ φίλους εὖ ποιεῖν συνωμολόγει, τοὺς δὲ ἐχθροὺς οὐ βλάπτειν, ἀλλὰ φίλους ποιεῖν, τοῦτο δὲ ἐπανώρθου.

27

Εἰ μὲν οὖν τινα τῶν τοὺς τρίβωνας ἠμφιεσ‐ μένων τούτου κατήκοον ἴσμεν, καὶ τοῦτον ἐπαινεσόμεθα καὶ ζηλώσομεν, ὡς αὐτῷ γε οὐκ ἐξεγένετο Σωκράτει ἀπόνασθαι τῆς αὐτοῦ γνώμης, οὐδὲ ἐδυνήθη τὸν Μέλητον
5ἢ τὸν Ἄνυτον ἢ τὸν Λύκωνα προσαγαγέσθαι. βασιλέα μέντοι γε ἴσμεν καὶ ὁρῶμεν ὁσημέραι τοὺς μὲν φίλους εὖ
ποιοῦντα καὶ ὅσαι ὧραι, τοὺς δὲ ἐχθροὺς ὁλόκληρα γένη καὶ ἔθνη μετασκευάσαντα εἰς εὔνοιαν ἐκ δυσμενείας. ὃ οὖν καὶ Σωκράτης ἐπαινεῖ καὶ Πλάτων θαυμάζει, παρὰ230
10τούτου τοῦ βασιλέως ἐγὼ κληθεὶς ἐπὶ τὰ κοινὰ μερίτης καὶ προστατήσας θατέρου τῶν τῆς γῆς ὀφθαλμῶν οὐκ ἐγενόμην, ὦ τᾶν, χθαμαλώτερος οὐδὲ ἀποβέβληκα φιλο‐ σοφίαν, ἀλλὰ προσείληφα ἐργασίαν.

28

Ἀκούεις δὲ καὶ Ἡρακλέα τὸν τοῦ Διὸς ὅτι μὴ τῷ γινώσκειν ἀκριβῶς τοὺς περαντικοὺς λόγους καὶ τοὺς ἀπεράντους τοσοῦτος ἦν, ἀλλ’ ὅτι ἐκώλυσε παρα‐ νομίαν, ὅτι μὴ συνεχώρησε τοῖς θηριώδεσι τῶν ἀνθρώ‐
5πων χρῆσθαι τῇ φύσει. κἀγὼ τοίνυν τὸν Ἰόλεων ἐμιμη‐ σάμην, καὶ γέγονα χρόνον τινὰ ὑπουργὸς τῷ Καλλινίκῳ καὶ τῆς κοινῆς ἑστίας ἐπεμελήθην. οὐ περιείργασμαι, οὐδὲ ἔλαττον προσήκει τούτῳ ἔχειν ἢ εἰ τοῖς ἀβακίοις ἐνεκαρ‐ τέρησα. ἀλλὰ Πλάτων μὲν οὐ κατέβη τρὶς διαπλέων
10ὑπὲρ Δίωνος τὸν Ἰόνιον, οὐδὲ Ἀριστοτέλης ὑπὲρ Στα‐ γείρων πεφροντικώς, οὐδὲ Καρνεάδης οὐδὲ Κριτόλαος πρεσβεύοντες ὑπὲρ τῆς Ἀττικῆς·

29*

ἐγὼ δέ, ὡς ἔοικε, χαμαὶ πάλαι ἐκυλινδούμην ἀπὸ τοῦ διαύλου τῆς ἑσπερίας καὶ τῆς ἑῴας ὃν διέδραμον ἤδη τὴν ἀγαθὴν δόξαν τῆς πόλεως συμπεριφέρων. οὐδὲ τὴν ἔναγχος ἀποδημίαν
5ἐγὼ τὴν εἰς τὴν ἀοίδιμον Ῥώμην ἐξελοίμην ἂν τῶν πρεσ‐ βειῶν ἀριθμῶν. ἐπρέσβευον καὶ τηνικαῦτα πρὸς τοὺς ὑμετέρους πατέρας, ὁμόνοιαν ταῖς πόλεσι πρυτανεύων, καὶ ἐντίμους αὐτοῖς ὑμᾶς καὶ αἰδοίους ποιῶν. ἃ γὰρ ὑπὲρ ὑμῶν ἐκεῖνοι πρὸς τοὺς αὐτοκράτορας ἐψηφίζοντο, κοινὴ231
10τῆς πόλεως αὕτη σεμνότης. καὶ εἰ μὴ φορτικὸς ὑμῖν ἔμελ‐ λον ἔσεσθαι τῷ βαρυτάτῳ τῶν ἀκουσμάτων, τοὺς ἐμαυ‐ τοῦ καταλέγων ἐπαίνους, ἀνέγνων ἂν ὑμῖν τῆς βουλῆς ἐκείνης τὰς ἐκβοήσεις, δι’ ὧν καὶ τοῦτο ἀπώνασθε ἂν μαθόντες ὁπόσῳ τῷ περιόντι νικῶσι Ῥωμαῖοι τῷ σεμνύ‐
15νειν καὶ τιμᾶν ἀρετήν.

30

Μὴ οὖν ἀπρὶξ ἔχου τοῦ ῥήματος, μηδέ, ὅτι Πλά‐ των ἐν Πολιτείᾳ τοὺς ἀπὸ τῆς θείας θεωρίας καταβαίνον‐ τας εἰς τὴν ἀνθρωπίνην ὑποκορίζεται τούτῳ τῷ ῥηματίῳ, οἴου καὶ μικρὸν πολιτεύεσθαι, ἀλλ’ ἐννόει τὸ ἄνω καὶ
5κάτω ὡς οὐχ ἁπλοῦν. ἀλλ’ Ἐπίκουρος μὲν μικρός, καὶ ὅστις ζηλωτὴς Ἐπικούρου, σαρκὸς ἡδονὴν τεθαυμακώς, Πλάτων δὲ ἄνω ἀεί, καὶ ὅστις ἕπεται Πλάτωνι, τὴν πρὸς θεὸν ὁμοίωσιν μεταδιώκων. ἡμεῖς δὲ ἐν μεταιχμίῳ, ἀγαπῶντες, εἰ ποτὲ μὲν ἄνω εἴημεν, ποτὲ δὲ κάτω. καὶ
10τὸ κάτω δὲ ἡμῶν οὐ παντάπασι κάτω ἐστίν, ἀλλ’ ἄνω‐
θεν ἐξῆπται καὶ ἀπευθύνεται.232