TLG 2001 033 :: THEMISTIUS :: 〈Περὶ τῶν ὀνομάτων τοῦ βασιλέως καὶ τοῦ ὑπάτου〉

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

〈Περὶ τῶν ὀνομάτων τοῦ βασιλέως καὶ τοῦ ὑπάτου〉

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 205–210.

Citation: Harduin page — section — (line)

t

1

〈ΠΕΡΙ ΤΩΝ ΟΝΟΜΑΤΩΝ
ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΤΟΥ ΥΠΑΤΟΥ〉205

364

b

Ἀριστόξενος ὁ μουσικὸς θηλυνομένην ἤδη τὴν μουσι‐ κὴν ἐπειρᾶτο ἀναρρωννύναι, αὐτός τε ἀγαπῶν τὰ ἀνδρι‐ κώτερα τῶν κρουμάτων καὶ τοὺς μαθητὰς ἐπικελεύων τοῦ μαλθακοῦ ἀφεμένους φιλεργεῖν τὸ ἀρρενωπὸν ἐν τοῖς
5μέλεσιν. ἐπειδὴ οὖν τις ἤρετο αὐτὸν τῶν συνήθων, τί δ’ ἄν μοι γένοιτο πλέον ὑπεριδόντι μὲν τῆς νέας καὶ ἐπιτερ‐ ποῦς ἀοιδῆς, τὴν δὲ παλαιὰν διαπονήσαντι; ᾄσῃ, φησί, σπανιώτερος ἐν τοῖς θεάτροις· ὡς οὐχ οἷόν τε ὂν πλήθει

364

c

τε ἅμα ἀρεστὸν εἶναι καὶ ἀρχαῖον τὴν ἐπιστήμην. Ἀρι‐ στόξενος μὲν οὖν, καὶ ταῦτα ἐπιτήδευσιν μετιὼν δημο‐ τικήν, παρ’ οὐδὲν ἐποιεῖτο δήμου καὶ ὄχλου ὑπεροψίαν, καὶ εἰ μὴ ὑπάρχοι ἅμα τοῖς τε νόμοις τῆς τέχνης ἐμμένειν
5καὶ τοῖς πολλοῖς ᾄδειν κεχαρισμένα, τὴν τέχνην εἵλετο ἀντὶ τῆς φιλανθρωπίας. ἐγὼ δὲ ἀνθ’ ὅτου προοίμιον ἐποιησάμην τὴν Ἀριστοξένου ἀπόκρισιν; ἐνεθυμήθην κατ’ ἐμαυτόν, ὦ φίλοι Ἕλληνες, ἐξ ὅτου πρὸς ὑμᾶς ἐπὶ συνου‐ σίᾳ λόγων δευρὶ ἀφικόμην, καὶ ὑπώπτευον ὅτι με ἐρήσεσθε

364

d

τὴν αἰτίαν, τυχὸν μὲν ἅπαντες, τυχὸν δὲ καὶ οὐδείς· ἐμοὶ δὲ ἀποκριτέον ὅτι ἐγώ, φίλοι ἑταῖροι, φιλῶ μὲν ὑμᾶς καὶ περὶ πλείστου ποιοῦμαι, καὶ ἥδιστα ἂν καὶ ὅσαι ἡμέραι διαλεγοίμην ἀθρόως ὑμῖν συγκαθημένοις· ἣν μέντοι ἀγα‐
5πῶ ἐπιστήμην, οὐ πάνυ ἀσμενίζει τὰ θέατρα· οὐ γὰρ θέλει εἶναι λίαν ἡδεῖα καὶ πρὸς ἡδονὴν λέγειν ἅττα ἂν λέγῃ,
ὥστε καὶ τιτρώσκει ἐνίοτε τοὺς ἀκροωμένους καὶ ὀδυνᾷ καὶ ἀποπέμπει κατηφεστέρους ποιήσασα ἐκ τῆς συνου‐ σίας. ὅταν γὰρ ἀφίκηται μέν τις ἐπὶ τὸν σύλλογον ὑψη‐206

365

a

λόφρων τε καὶ γεγανωμένος, ἐπειδὴ πολλὰς μὲν κέκτηται οἰκίας, πολλοὺς δὲ ἀγρούς, πολλὰς δὲ ἀγέλας οὐ μόνον προβάτων καὶ ἵππων, ἀλλὰ καὶ ἀνθρώπων, σιτεῖται δὲ ἐκ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τοῦ ἀέρος ἀγείρων τὴν
5εὐπάθειαν, ἡ πόλις δὲ αὐτὴ ἡ βασιλεύουσα περιβλέπῃ αὐτὸν ἐν ταῖς ἀγυιαῖς καὶ ἐπικροτῇ φανέντι καὶ ἐπιβοᾷ ἄλλος ἄλλοθεν εὐδαίμονα καὶ ὄλβιον καὶ μακάριον, ὅταν ταῦτα ὑπὸ τῶν πολλῶν πεπεισμένος ἀφίκηται ἐπὶ τὸν

365

b

σύλλογον, λαβοῦσα δ’ αὐτὸν ἡ φιλοσοφία ὑπὸ τῶν λόγων μεταδιδάξῃ οὐ χαλεπῶς, εἰ μὴ παντάπασιν εἴη διεφθαρ‐ μένος, δῆλον ὅτι ἐξαπατῶσιν αὐτὸν οἱ ἄνθρωποι αὐτοὶ πρότερον ἐξηπατημένοι. οὐ γὰρ ἐν ἀργύρῳ τὸ εὔδαιμον
5καὶ μακάριον οὐδὲ ἐν ποτοῖς καὶ σιτίοις, ὧν τὰ ταμιεῖα ἐμπεπλησμένα καὶ βεβυσμένους τοὺς θησαυροὺς πολλοὶ κεκτημένοι οἰμώζουσι μᾶλλον τῶν ἐν ταῖς ὁδοῖς ἐρριμ‐ μένων. ἢ οὐκ ἀκούετε τοῦ Μενέλεω τοῦ βασιλέως τῆς Σπάρτης, ᾧ χρυσοῖ μὲν ἦσαν οἱ τοῖχοι, χρυσοῦς δὲ ἐπὶ
10τῶν τοίχων ὁ ὄροφος, ἠλέκτρου δὲ ἔλαμπεν ἡ αὐλή, ὁ δὲ

365

c

ἄργυρος τὸ ἀτιμότατον ἦν τῶν κτημάτων; οὐκ ἀκούετε ἐκείνου ὀδυρομένου,
ὡς οὔτι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω
οὐδ’ ἐπιτερπόμενος;
5καὶ τί πλέον ἐπιζητεῖς, ὦ μακάριε, οἰκῶν μὲν χρυσῆν οἰκίαν, συνοικῶν δὲ τῇ καλλίστῃ τῶν γυναικῶν, γαμβρὸς
δὲ τοῦ Διὸς νενομισμένος, ἄρχων δὲ τῆς μεγάλης Λακε‐ δαίμονος; τῷ γὰρ ὄντι, ὁπόσοις ἡ τύχη παραγίνεται, ἄνευ τῆς τέχνης οὐκ ἔχει τοσαύτη παραγίνεσθαι ὥστε μὴ ἐπι‐207

365

d

δεὴς νομισθῆναι. οὐκ ἄρα ἐν κτήσει ἀμέτρῳ, ἀλλὰ ψυχῇ ἐμμέτρῳ τὸ ὄλβιον εἶναι καὶ ἐν τῷ πεπαιδεῦσθαι παι‐ δείαν, ἧς τοῦτο ἔργον, τὰ τῆς ψυχῆς ἀγαθὰ τοῦ κεκτη‐ μένου ποιῆσαι· ὅσῳ γὰρ τὰ ὄργανα σφαλερώτερα, τοσού‐
5τῳ ἀκριβεστέρας δεῖ ἐπιστήμης. Ταῦτ’ οὖν ὅταν λέγῃ φιλοσοφία καὶ ἀφαιρῆται ἀνθρώ‐ που ἣν πάνυ ᾤετο ἔχειν εὐδαιμονίαν, καὶ τοὔνομα αὐτὸ τοῦτο † πρὸς τί ἐπισκοπῇ καὶ ἐξετάζῃ, ὡς παρὰ τὸ εὖ τὸν

366

a

δαίμονα ἔχειν, ὅ ἐστι τὴν ψυχήν, ἢ παρὰ τὴν δαημοσύνην καὶ τὴν ἐπιστήμην, ἆρα οὐκ ἀνιῶμεν εὖ μάλα αὐτὸν ἐκεῖ‐ νον, ἅμα δὲ οὐδέν τι μεῖον καὶ τοὺς τοὔνομα αὐτῷ δωρου‐ μένους; καὶ καθέζονται ἀγανακτοῦντες καὶ δυσχερῶς
5ἀκροώμενοι, εἰ μὴ ἐξέσται αὐτοῖς χαρίζεσθαι τὰ ῥήματα ἐπ’ ἐξουσίας, ἀλλὰ ἀφαιρεῖσθαί τις αὐτοὺς ἐπιχειρήσει ταύτης τῆς ἀδείας, καὶ ταῦτα εἷς ὢν πολλοὺς καὶ ἰσχνὸς τὴν φωνήν, ἂν οὕτω τύχῃ, μέγα κεκραγότας· καὶ ἀν‐ έχονται ἀναπτύσσοντος καὶ ἀνακαθαίροντος τὰς φωνὰς καὶ

366

b

ἐξηγουμένου ἕκαστον ὄνομα, ὥσπερ οἱ γενεαλόγοι, ὅθεν μὲν αὐτῷ ἡ γένεσις ἡ ἀνέκαθεν καὶ πρὸς ἣν δή τινα αἰτίαν ὑπὸ τῶν πάλαι πατέρων καὶ γεννητόρων ξυνεζύγη ἐπὶ τῷδε τῷ πράγματι, ὅπως δὲ ὕστερον ὑπὸ τοῦ χρόνου
5μετερρύη ἐπ’ ἄλλ’ ἄττα οὐδὲν ἐοικότα. Ἵν’ οὖν μὴ καὶ ὑμεῖς τὰ αὐτὰ ὑπομένητε καὶ ἀνιῴην ἐγὼ συνεχῶς ἄνδρας φίλους τε καὶ συνηκόους οὐδὲν δεό‐
μενος, οἰκουρῶ τὰ πολλὰ ἔνδον καὶ ἐμαυτῷ, φασί, καὶ208

366

c

ταῖς Μούσαις ᾄδω καὶ ἐργάζομαι τὴν μουσικήν. νεανίσκοι δὲ οὗτοι ὁποσοιοῦν ἀποχρώντως μοι καὶ ἱκανῶς ἡσυχῆ ὑπακούοντες ἀντὶ μυρίων ἐξαλλομένων καὶ ἐκβοώντων. Μὴ θαυμάζετε οὖν, εἰ Πλάτωνι συνὼν τῷ θεσπεσίῳ
5καὶ Ἀριστοτέλει συνδιαιτώμενος, Ὁμήρου δὲ ἔχων δυσαπ‐ αλλάκτως, οὐ θαμίζω ὑμῖν ἐπὶ τὸ βῆμα καὶ τοὺς συλλό‐ γους. ἀνάγκη γὰρ ἢ ἐκείνοις προσέχοντα ἀφαιρεῖσθαι ὑμῶν τὴν ἐπὶ τοῖς ῥήμασιν ἐξουσίαν, ἢ συγχωροῦντα ἀνεξετά‐ στους ὑμῖν τὰς φωνάς, παραλύειν τὰ τῶν πατέρων νομο‐

366

d

θετήματα. ἐπεὶ καὶ νῦν ἐὰν μὴ πρὸ τοῦ λόγου ὁμολογήσητε μὴ χαλεπανεῖν μηδὲ θορυβήσειν, εἰ ἀποπειρῴμην τινῶν ὀνομάτων λίαν περιβοήτων καὶ εὐδοκίμων, καὶ δεικνύοιμι αὐτῶν τὴν γνώμην, καθ’ ἥντινα ἐξ ἀρχῆς τῇ διαλέκτῳ
5ἐπεφοίτησε τῇ Ἑλληνίδι, ἔπειθ’ ὅτι οἱ πολλοὶ αὐτὰ τῶν κτησαμένων ψευδῶς καὶ πρὸς οὐδένα λόγον περιηνέγκαντο·

367

a

ἐὰν μὴ συμβῆτέ μοι ἀτρέμα τοῦ λόγου ἀνέξεσθαι, ἕως ἂν ξυμπεράνηται ὃ προαιρεῖται, ἄπειμι ὑμᾶς καταλιπὼν τοσούτους ἀθρόους, οὐδὲν φροντίσας ὅτι ἥκετε ὑπ’ ἐμοῦ παρακεκλημένοι. ἥκετε γὰρ δήπου ὧν ἐγὼ βούλομαι ἀκου‐
5σόμενοι, οὐχ ἃ ὑμεῖς ἐπιζητεῖτε. οὐδὲ γὰρ τοὺς ἑστιάτο‐ ρας ἀπαναγκάζουσιν οἱ δεξιώτεροι τῶν δαιτυμόνων ἄλλ’ ἄττα παραφέρειν ἐπὶ τὴν θοίνην ἢ ὅσα ἂν εὐτρεπίσωνται. τί οὖν φατε; καρτερήσετε; ἢ πῶς ποιῶμεν; ἀκούετε δὴ μικρὸν ἄνωθεν· ἴσως γὰρ καὶ ῥᾴους ὑμᾶς ποιήσειε τὸ
10προαύλιον τοῦ λόγου.

367

b

Τὰ ὀνόματα τοῖς ἀνθρώποις ταὐτὸν ὑπομένει πολλάκις ὅπερ καὶ τὰ νομίσματα, καὶ οὐ δύνανται ἴσον ἀεὶ τὸν
ἅπαντα χρόνον οὐδὲ ὁπηλίκον τὴν ἀρχὴν ἐδυνήθη, ὥσπερ δὴ κἀκεῖνα τὰ πρώην, ἃ ἔναγχος ἐξελήλαται τῆς ἀγορᾶς.209
5ἢ οὐ μέμνησθε ὡς αὐτίκα μὲν ἡνίκα τὸ πρῶτον ἐξεφοί‐ τησε τῶν χαλκοτύπων, σεμνόν τι χρῆμα ἦν καὶ μεγάλη ἡ δύναμις, καὶ πολλὰ ἂν ὀλίγου ἐπρίω; προϊὸν δέ, καὶ ταῦτα ἐν οὐ πολλῷ χρόνῳ οὐδ’ ἰσαρίθμως, οὕτως ἀχρείως εἰς τὰ πωλητήρια ἀφικνεῖται. τοιοῦτον δή τι πέπονθεν ἄντικρυς

367

c

καὶ τὰ περικλεέστατα καὶ περιβοητότατα τῶν ὀνομάτων ὁ βασιλεὺς καὶ ὁ ὕπατος, τοῦτο δὴ τὸ ἀγαπητὸν ὅσα ἔτη ἡ δι‐ πλῆ τοῦ ἐνιαυτοῦ ἐπωνυμία. καὶ ταῦτα προχειρισάμενος ὑμῖν ἥκει ὁ λόγος ἐκκαλύψαι τε καὶ ἑρμηνεῦσαι, ἐφ’ ὅτου μόγις
5ἀνθρώπου ξυνέλθοι ἀληθινῶς καὶ ἄνευ θωπείας, καὶ ὅτι τούτῳ ἐντυχεῖν σπανιώτερον τῷ ἀνθρώπῳ ἢ τῷ φοίνικι τῷ ὀρνέῳ, ὃ λέγει Ἡρόδοτος ὁ μυθογράφος δι’ ἐτῶν
πεντακοσίων φαίνεσθαι Αἰγυπτίοις περὶ τὸν νεὼν ****210