TLG 2001 032 :: THEMISTIUS :: Μετριοπαθὴς ἢ φιλότεκνος

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Μετριοπαθὴς ἢ φιλότεκνος

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 193–204.

Citation: Harduin page — section — (line)

t

1

ΜΕΤΡΙΟΠΑΘΗΣ Η ΦΙΛΟΤΕΚΝΟΣ193

355

d

Ὠδῖνες καὶ τόκοι ἀνθρώπων εἰσὶ μέν που καὶ ἐκ τοῦ σώματος, εἰσὶ δὲ καὶ ἐξ αὐτῆς ἕτεροι τῆς ψυχῆς. ἄμφω μὲν δὴ ἡ φύσις ἐμηχανήσατο ἀθανασίαν ἐπισκευαστὴν τῷ

356

a

γένει ποριζομένη, τυγχάνει δὲ οὐχ ὁμοίως ἐπ’ ἀμφοῖν τοῦ βουλήματος, ἀλλὰ τῶν μὲν τῆς ψυχῆς κυημάτων καὶ τὸ ἀσθενὲς καὶ τὸ ῥωμαλέον ἐν τῇ ἀρετῇ ἀπόκειται τῆς γεν‐ νώσης, καὶ δὴ ὅσα μὲν φύεται ἔκγονα ψυχῆς ἀγαθῆς καὶ
5ἐξ ἀγαθῶν τῶν σπερμάτων, ἐρρωμενέστερά ἐστι καὶ ἀνδρι‐ κώτερα πάσης ἔξωθεν διολλυούσης ἀνάγκης, καὶ τίκτεται εὐθὺς ἀκμάζοντα ἐκ τῶν ὠδίνων καὶ διαμένει τοιαῦτα εἰς τὸν ἀεὶ χρόνον, ὅσα δὲ ἐκ φαύλης καὶ ἀσθενοῦς, ἄγονά τέ ἐστι καὶ ἀνεμιαῖα καὶ οὐ ταμιεύεται αὐτὰ παραλαβοῦσα ἡ

356

b

μνήμη, ἀλλὰ δέχεται ἐκπίπτοντα παραχρῆμα ὁ τῆς λήθης κόλπος· τοὺς δὲ δὴ ἐκ τοῦ σώματος παῖδας οὔτε ἀρετὴ σῴζει τῶν γεννώντων οὔτε κακία διόλλυσιν, ἀλλὰ βασι‐ λεύουσιν ἄρα τῶν ὠδίνων τούτων Μοῖραί τε καὶ Ἀνάγκη
5καὶ τὰ ἄλυτα αὐτῶν καὶ ἀμετάστροφα νήματα. ἐπεὶ εἴ τι καὶ αὐτὴ ἡ γέννα συναπέλαυε τῶν γειναμένων, οὔτ’ ἂν Σω‐ κράτει πρὸ ὥρας ἐτελεύτησε Λαμπροκλῆς οὔτε Πεισιστρά‐ του Ἱππίας διεδέξατο τὴν τυραννίδα. ἀλλ’, ὅπερ εἶπον, Κλωθὼ καὶ Ἄτροπος καὶ Λάχεσις αἱ τῆς Ἀνάγκης θυγα‐

356

c

τέρες ταύτην ἔλαχον τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν. ὅτῳ μὲν οὖν ἐπιδέξια τὸν ἄτρακτον ἐδίνησαν αἱ θεαί, τούτῳ γε
καίπερ ἀσθενεῖς ὄντες οὗτοι οἱ τόκοι καὶ εὐσθενοῦσί τε καὶ εὐθαλοῦσι καὶ ἀποτίκτουσιν ἐξ αὑτῶν αὖθις ἑτέρους194
5ὥσπερ τὰ σμήνη αἱ μέλιτται, καὶ διδόασι πλείω ὀνόματα τῷ ἀρχηγέτῃ, πατέρα καὶ πάππον καὶ προσωτέρω γήρως εὐδαίμονος ἐπωνυμίας· ὅτῳ δὲ ἐπαρίστερά τε καὶ σκολιά, μακρῷ μὲν ἀνολβότερος, τυφλάς τε εὐθὺς καὶ ἀγόνους τὰς ὠδῖνας λαχὼν βαρύνεται, συμφορώτερος δὲ ὅτῳ περὶ τὸν

356

d

σπόνδυλον τοῦ ἀτράκτου λεπτὸν τὸ λίνον καὶ εὐανθὲς ἐπι‐ κλώσασαι κᾆτα διέρρηξαν καὶ ἀπέκοψαν. γευσάμενοι γὰρ οἱ τοιοῦτοι πρὸς μικρὸν χρόνον ὑπούλου τε καὶ ὀδυνηρᾶς ἡδονῆς οὐκ εἰς μακρὰν αἰσθάνονται τῆς οὐδενείας τοῦ
5τόκου, καὶ ὅτι ὀνειράτων ἄρα οὐδὲν ἀπέοικε τὰ τοιαῦτα τῆς φύσεως γοητεύματα. οἱ δὲ δὴ ἕτεροι παῖδες, οὓς αἱ Μοῦσαι ἐκτρέφουσι καὶ τιθηνοῦνται, πρῶτον μὲν ἐφ’ ἑαυτοῖς ἀλύπους ἀεὶ παρέχονται τοὺς πατέρας, ἔπειτα παρασκευά‐

357

a

ζουσι καρτερώτατα ὑπομένειν τὰς ἐπὶ τοῖς ἀδελφοῖς συμ‐ φοράς. ὅθεν δὲ αὐτοῖς ἡ δύναμις τῆς παρασκευῆς εἰ βού‐ λοισθε ἀκούειν, ἔχοιμ’ ἂν λέγειν. Φύεται ἐν τοῖς φιλοσοφίας λειμῶσιν φάρμακον πολύ τε
5καὶ ἰσχυρόν, ὁποῖον Ὅμηρος λέγει τὴν τοῦ Διὸς θυγατέρα Ἑλένην παρὰ Πολυδάμνης πορίσασθαι τῆς Αἰγυπτίας. ξυλλεξάμενοι οὖν οἱ παῖδες τῆς πόας καὶ ξυναγείραντες πολλὴν μὲν ἐκ τῶν Πλάτωνος περιβόλων, πολλὴν δὲ ἐκ τῶν Ἀριστοτέλους τοῦ Νικομάχου, καὶ τρίψαντες καὶ
10ἐγκερασάμενοι τῷ κρατῆρι τῆς Μνημοσύνης, καταχρίουσί

357

b

τε καὶ ἐπαλείφουσι τὸν πατέρα. τὸ δὲ αὐτίκα διαίξαν ἀντιδράττεται εὐθὺς καὶ ἀνθάπτεται τῆς καρδίας καὶ πει‐ ρᾶται ἐξωθεῖν τὴν ὀδύνην ἀπρὶξ ἐχομένην τε καὶ εἰσδεδυ‐ κυῖαν εἰς αὐτόν που τὸν μυχὸν τῆς ψυχῆς. ἔνθα δὴ καὶ
5μάλιστα διαφαίνεται τοῦ φαρμάκου ἥ τε ῥώμη καὶ ἡ
ἀνδρεία. ἐπειδὰν γὰρ πανταχόθεν οἱ προσβάλλοντι καὶ πειρωμένῳ μηδὲν χαλᾷ μηδὲ ὑπείκῃ ἡ λύπη μηδὲ ὑπό‐ σπονδος ἐκχωρῇ, ἀλλ’ ἀμύνηται καρτερῶς καὶ τὰς προσ‐ βολὰς ἀποκρούηται τοῦ λόγου, ἀντιπροϊσχομένη τὰ195

357

c

ἄμαχα κέντρα τῆς φύσεως, τηνικαῦτα ἀποικοδομεῖ τε αὐτὴν ἔνδον καὶ ἀποτειχίζει καὶ περιφράγνυσιν ἁπανταχό‐ θεν καὶ ἐπιτίθησι κλεῖθρα ἀδαμάντινα ταῖς ἐξόδοις, ὥστε μήτε ἐξακούεσθαι βοῶσαν μήτε ὁρᾶσθαι ἐξαλλομένην·
5αὐτὸς δὲ τῶν ἔξω ἐπιμελεῖται καὶ παρασκευάζει εἰρη‐ ναῖά τε καὶ ἥμερα, ὡς μηδεμίαν παρέχειν αἴσθησιν μηδενὶ τῆς ἔσω πολιορκίας. οὕτω δὲ ἡ μὲν ὀδύνη ἔνδον μένει καθ‐ ειργμένη τε καὶ σφαδάζουσα καὶ ἀνήκουστα ὑλακτοῦσα, τὰ δὲ ἔξω πολλὴ εἰρήνη καὶ ἐλευθερία· καὶ οὔτε λουτρὰ

357

d

ἀποκλείεται οὔτ’ εἰλαπίναι κωλύονται οὔτε σύλλογοι εἰωθότες· ἔστι δὲ ὅτε καὶ γέλως ἐπισκιρτᾷ ἄνω, κοῦφός τε δὴ καὶ ἐπιπολῆς καὶ μετέωρος, ὥστε ἀπιστήσαις ἂν ἐν τῷ τοιούτῳ ἀνθρώπῳ μὴ οὐ πάντα εἶναι ἔμπλεα χαρμονῆς.
5οὕτω τὰ πρόθυρα αὐτοῦ τὸ φάρμακον τοῦτο σκιαγραφεῖ γενναιότητι καὶ εὐψυχίᾳ· ἀλλ’ ὅμως προσήκει αὐτῷ τόδ’ ἔπος ἐκ τῆς κωμῳδίας,
οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται,
ὅταν δ’ ἀνοίξῃ,

358

a

οὐχὶ τὴν θύραν, ἀλλὰ τὴν ψυχήν, τρισάθλιος. οὔτι δὲ θέμις ἄνδρα τῷ ὄντι φιλόσοφον εἰς τοῦτο αὐτό ποτε τὸ ὄνομα ὑπὸ τῆς τύχης ἐκβιασθῆναι. οὐ μὴν οὐδὲ μακάριος οὐδὲ εὐδαίμων. οὐδὲ γὰρ ἐξαρκεῖ ἡ ἀρετὴ καὶ ἡ σοφία καὶ τὰ
5χρηστὰ αὐτῷ ὀνόματα διασώσασθαι, ἀλλ’ ἱκανὸν αὐταῖς τὰ δυσώνυμα ἀπωθεῖσθαι. Καὶ ταῦτα μὲν ἔργῳ ἅπαντες οἱ φιλόσοφοι ὑπομένουσι, τῷ λόγῳ δὲ μόνον συγχωροῦσιν οἱ ἐκ τοῦ Λυκείου. τῷ τοι οὐδὲ ὀφλισκάνουσι γέλωτα, οἷον ὦφλέ ποτε Ἀντιγόνῳ Περ‐

358

b

σαῖος ὁ Κιτιεύς· Ἀντιγόνῳ γὰρ τῷ βασιλεῖ συνδιῃτᾶτο Περσαῖος ὁ τοῦ Ζήνωνος ἑταῖρος. ἀκούων δὲ αὐτοῦ συν‐ εχῶς ἐξογκουμένου τε καὶ θρυλοῦντος θαμὰ τὰ κομψὰ δὴ ταῦτα τῆς ποικίλης νεανιεύματα, ὅτι ὁ σοφὸς ὑπὸ τῆς196
5τύχης ἀήττητός ἐστι καὶ ἀδούλωτος καὶ ἀκέραιος καὶ ἀπαθής, πᾶσαν ἐπεχείρησεν ἔργῳ ἐλέγξαι τὴν τούτου ἀλαζονείαν. ποιεῖται δή τινας ἥκειν ἐμπόρους ἀπὸ Κύπρου τε καὶ Φοινίκης, ἃ χρὴ λέγειν ἐπὶ τοῦ Περσαίου προεκ‐ διδάξας. κἄπειτα ἀνηρώτα πυνθανόμενος πρῶτον μὲν

358

c

περὶ τῶν νεῶν καὶ τοῦ ναυτικοῦ καὶ τῶν ἐν Κύπρῳ στρα‐ τιωτῶν καὶ ὅσα δὴ βασιλικὰ ἐρωτήματα· ἔπειτα ἀτρέμα δὴ κατιὼν τῷ λόγῳ, καὶ ὅπως ἔχει καὶ τῷ Περσαίῳ τὰ οἴκοι τὰ ἐν Κιτίῳ. ὡς δὲ τοῦ Περσαίου ἀκούσαντες οἱ
5ἔμποροι οὗτοι σκυθρωπάσαντες εὐθὺς κατέβαλον τὰς κεφαλὰς καὶ δῆλοι ἦσαν οὐ χρηστὰ ἀποκρινούμενοι, ἀπέρ‐ ρει τε ἡ θρασύτης ἅπασα τοῦ ἀνδρός, καὶ ἐπειδὴ ἐγκει‐ μένου τε καὶ ἐκλιπαροῦντος ἀπεκρίναντο μόλις οἱ ἔμποροι δῆθεν ἐξηνδραποδίσθαι μέν οἱ τὴν γυναῖκα εἰς ἀγρὸν
10βαδίζουσαν σὺν ταῖς ἄβραις ὑπὸ δή τινων λῃστῶν Αἰ‐

358

d

γυπτίων, ἀπεσφάχθαι δὲ τὸν ἀγαπητὸν νεανίσκον, καὶ τὰ χρήματα δὲ ἔρρειν καὶ τὰ ἀνδράποδα, τοὐντεῦθεν δὲ φροῦδος μὲν τῷ Περσαίῳ ὁ Ζήνων, φροῦδος δὲ ὁ Κλεάν‐ θης· ἤλεγξε δὲ ἡ φύσις τὰ λογάρια, ὅτι τῷ ὄντι λογάρια
5ἦν κενὰ καὶ ἀσθενῆ καὶ οὐ μαρτυρούμενα ὑπὸ τῶν πραγ‐ μάτων. Ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, τὰ ἄλλα ἀγάμενος Ἀριστοτέλους

359

a

ταύτῃ μάλιστα ἄγαμαι καὶ ζηλῶ τοῦ ἀνδρὸς τὴν σοφίαν, ὅτι οἱ λόγοι αὐτῷ οὐκ ἀπολιμπάνουσι τὴν φύσιν ὑπὲρ ἧς λέγονται, ἀλλ’ ἐπαμύνουσι μὲν τῇ ἀσθενείᾳ καὶ ἐπανορθοῦσι τὸ ἐνδεὲς καὶ πᾶσαν μηχανὴν μηχανῶνται, ὅπως ἂν πρὸς
5τὸ ἄριστον ἐξικνῶνται, οὐ μὴν ὑπεράλλονταί γε αὐτῆς
τὸ μέτρον οὐδὲ ὑπερφρονοῦσιν, οὐδὲ οὕτως ἄγαν σοφοί εἰσιν ὥστε ἐκλανθάνεσθαι ὑπὸ τῆς σοφίας τοῦ ζῴου, περὶ οὗ τὴν φροντίδα ποιοῦνται, ὅτι πολὺ μὲν αὐτῷ τὸ χθόνιόν τε καὶ γεηρόν, σμικρὸν δὲ τὸ θεῖόν τε καὶ οὐράνιον. ἀγα‐197

359

b

πῶσιν οὖν εἰ τὰ μὲν πολλὰ καὶ οὐκ ἀναγκαῖα, ὧν ἀπολαύει τοῦ θνητοῦ τὸ ἀθάνατον, παρακρούσειάν τε καὶ ἀποκα‐ θάρειαν παντελῶς, τὰ δὲ ὅσα ἀμήχανον ἔκπλυτα καὶ ἐξίτηλα ποιῆσαι, καὶ ἃ δ’ ἐγκεχάρακται καὶ ἐνδέδυκεν
5ἐν τῷ βάθει, ταῦτα δὲ ἐπικοσμήσειάν τε καὶ ἐπικαλ‐ λύνειαν καὶ τὸ σφόδρα ἐκφανὲς αὐτῶν ἐξαλείψειαν. ἐπεὶ τοῖς γε παντάπασιν αὐτὰ πειρωμένοις ἀφανίσαι τε καὶ ἀϊστῶσαι λέγει Αἴσωπος ὁ μυθοποιὸς ταὐτὸν ξυμβήσεσθαι ῥᾳδίως, ὅπερ τῷ πριαμένῳ τὸν Ἰνδὸν οἰκέτην. λέγει δὲ

359

c

ὅτι ὁ πριάμενος τὸν Ἰνδὸν ἐδυσχέραινε πρὸς τὴν χρόαν· ἀπονίζειν οὖν αὐτὸν ἐπειρᾶτο καὶ ἀποσμήχειν, περιάγων κρήνας καὶ ποταμοὺς καὶ ῥύμμασι χρώμενος καὶ χαλά‐ στραις. ὡς δὲ αὐτῷ τὸ μὲν χρῶμα ἔμενεν ἀκραιφνές, τὸ
5δέρμα δὲ ἐξετρίβετο, φιλονεικῶν δὴ κατέμαθε μόλις ὅτι ἡ χροιὰ φύσις ἦν τῷ Ἰνδῷ, καὶ ὅτι ῥᾷον αὐτοῦ τὴν ψυ‐ χὴν ἢ τὴν μελανίαν ἀφαιρήσεσθαι. οὕτω δὲ καὶ τῷ ἀνθρώ‐ πῳ ἐγκεχρῶσθαί ἐστιν ἀναγκαῖον ἡδονὴν καὶ λύπην καὶ ξύμπαντα τὰ ἄλλα παθήματα, πλείω δὲ καὶ ἐμμονωτέραν
10τὴν λύπην.

359

d

Καὶ τοῦτο αὖ πάλιν Αἴσωπος λέγει· τὸν γὰρ πηλὸν αὐτῷ ὁ Προμηθεύς, ἀφ’ οὗ τὸν ἄνθρωπον διεπλάσατο, οὐκ ἐφύρασεν ὕδατι, ἀλλὰ δακρύοις. οὐχὶ οὖν ἐκκόπτειν
αὐτὰ πειρᾶσθαι χρεών· ἀμήχανον γάρ· ἀλλ’, εἴπερ ἄρα198
5εἴη, ἐπικόπτειν τε καὶ πραΰνειν, κοιμίζειν τε ἐφ’ ὅσον δυνατὸν καὶ νουθετεῖν· ταύτην γὰρ εὐμενῶς προσίεται τὴν ἐπιμέλειαν. καὶ οὕτω σοι αὐτὰ παιδαγωγοῦντι ἀνα‐ φανήσεται χρήσιμά τε καὶ ὠφέλιμα ἀντὶ ἀχρήστων καὶ

360

a

βλαβερῶν. οὐδὲ γὰρ ὁ θεὸς αὐτὰ ἐνεκεράσατο τῷ ἀν‐ θρώπῳ, ὅπως λώβην τε καὶ αἶσχος αὐτῷ προσθείη, ἀλλὰ καὶ ταῦτα πρὸς διαμονὴν καὶ σωτηρίαν τοῦ γένους προσ‐ ύφηνέ τε καὶ προσῳκοδόμησε τῇ ψυχῇ· θυμὸν μέν,
5ὅπως ἂν τὰ βλάπτοντα ἀμυνώμεθα, ἐπιθυμίαν δὲ ἐδω‐ δῆς καὶ ποτῶν πρὸς τὴν ξύμφυτον καὶ ἀναγκαίαν ἀπορ‐ ροήν. καὶ οὕτω δὴ ἄλλο πρὸς ἄλλην τινὰ τεταγμένον τοῦ σώματος κῆρα. μένειν δὲ ἕκαστον χρὴ ἐν τῷ μέτρῳ, καὶ τὸ μέτρον τοῦτο ἑκάστου γίνεται ἀρετή· τοῦ μὲν

360

b

θυμοειδοῦς ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ σωφροσύνη, τοῦ δ’ αὖ φιλοχρημάτου καὶ φιλοκερδοῦς ἐλευθεριότης τε καὶ μεγαλοπρέπεια· ὅσα δὲ ἐπτόηται περὶ τιμὰς καὶ δυνάμεις καὶ προεδρίας, τούτων ἐστὶ τὸ μέτρον μεγαλοψυχία. εἰ
5δὲ ἀκόσμητα ἐαθείη καὶ ἀθεράπευτα ὑπὸ τοῦ λόγου, καθ‐ άπερ φυτὰ καὶ ἥμερα καὶ χρηστὰ ἐξαμελήσαντος γεωρ‐ γοῦ, ἀπαγριοῦται εὐθὺς καὶ ἐξυβρίζει καὶ παραβλαστάνει τὰς κακίας, καθάπερ ἀκάνθας χαλεπάς τε καὶ φαρμακώ‐ δεις τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ κεκτημένῳ. ἔστι δὲ

360

c

ἐφ’ ὧν ἔμπαλιν καταφθίνει καὶ ἀπομαραίνεται εἴσω τῆς ἀκμῆς. καὶ δέονται οὗτοι λόγου οὐ τοῦ κωλύοντος καὶ πιέ‐ ζοντος, ἀλλὰ τοῦ ἐπάρδοντός τε καὶ ἐπανάγοντος καὶ ἐρε‐
θίζοντος πρὸς τὴν αὔξην τὴν ἐοικυῖαν.199
5 Καὶ διὰ τοῦτο ἄρα ἑκάστην ἀρετὴν περικάθηνται ἔνθεν καὶ ἔνθεν δύο κακίαι, ἡ μὲν τὸ ἐνδεὲς τοῦ παθήματος ἀγα‐ πῶσα, ἡ δὲ τὸ πλεονάζον ἀσπαζομένη. δεῖ δὲ οὐ πρὸς τὰ φαῦλα καὶ διεστραμμένα ὁρῶντας ἅπαντα ὁμοίως ὑπ‐ οπτεύειν καὶ διεξελαύνειν, ἀλλὰ τὸ βούλημα ἐξετάζειν τῆς

360

d

φύσεως, καὶ πρὸς ὅ τι ἕκαστον τῶν παθημάτων ἐνεφύ‐ τευσέ τε καὶ ἐνεσημήνατο τῇ ψυχῇ. αὐτίκα ἐφ’ ὧν νῦν ὁ λόγος, εἰ μὴ σφόδρα ξυνειχόμεθα ἡδονῇ καὶ ξυνεδεδέμεθα πρὸς τὰ ἔκγονα, ἀλλὰ ἄρτι γεννώμενα περιεωρῶμεν γυμνὰ
5καὶ ἔρημα καὶ ἀσθενῆ καὶ ἀμήχανα ἑαυτοῖς πορίζειν τὴν σωτηρίαν, οὐ πάλαι ἂν ἄιστον καὶ φροῦδον τὸ γένος ἦν

361

a

τὸ ἀνθρώπειον; νῦν δὲ ἐκεῖνο τὸ δέλεαρ ἐμφυόμενον ἡμῖν ἀδιδάκτως καὶ ἐντρεφόμενον μαίας τε ἀναγκάζει θερα‐ πεύειν καὶ τροφέας παρακαλεῖν καὶ τίτθας δὴ καὶ παιδ‐ αγωγοὺς καὶ παιδοτρίβας, ῥητόρων δὲ αὖ δεῖσθαι καὶ γραμ‐
5ματιστῶν, καὶ χρήματα τὰ μὲν ἀναλίσκειν, τὰ δὲ αὖ ξυναγείρεσθαι, σπείροντας καὶ φυτεύοντας καὶ στρατευο‐ μένους καὶ πλέοντας καὶ παραβαλλομένους σὺν ἀμηχάνῳ προθυμίᾳ πρὸς ἅπαντας πόνους, ὅπως τὰ ἔκγονα μηδενὸς ἐνδεῆ καταλίποιμεν τελευτῶντες. καὶ ἑνὶ δὴ λόγῳ δι’

361

b

ἐκείνην τὴν γοητείαν παιδοτροφίαν ὑπομένομεν, δύσκολον φροντίδα καὶ ἀλγεινήν. μέγα δὲ ἐρῶ σημεῖον τῆς δυσκο‐ λίας. συμβάσης τῷ παιδὶ ἀρρωστίας ὁ μὲν παῖς τὴν κεφαλὴν ὀδυνᾶται ἢ τὸν ὀφθαλμὸν ἢ τὴν χεῖρα, ὁ πατὴρ
5δὲ πρὸς ὅλῳ τῷ σώματι ὅλην τὴν ψυχήν. Ταῦτα δὲ ὑμῖν, ὦ ἄριστοι, ἕνεκα τοῦδε ἐμήκυνα, ὑπ‐ οπτεύων ὑμᾶς τῶν φιλοσόφων καταγελᾶν τε καὶ κατα‐ φρονεῖν, ὅταν ἴδητε ὁμοίως τοῖς πολλοῖς ἐξεχομένους τῶν υἱέων καὶ τῶν θυγατέρων· λέγω οὖν ὑμῖν ὅτι καὶ τοῦτο

361

c

αὐτῶν φιλοσοφώτατον τὸ πάθος, καὶ εἰ πολλοὶ αὐτὸ ὑπο‐
μένουσιν, οὐκ ἄλλοθέν ποι αὐτὸ ὑπομένουσιν ἢ ὅτι ἡ φύσις παντὶ ἀνθρώπῳ ἴχνος τι ἐγκατέσπειρε φιλοσοφίας. ἢ οὐ φιλόσοφον πρὸς θεῶν καὶ κομιδῆ θεῖον ὀριγνᾶσθαι ἀθανα‐200
5σίας; ἴστε ὅτι οὐδ’ ἐν τούτῳ ἀνὴρ φιλόσοφος ὅμοιος τοῖς πολλοῖς, ἀλλὰ ταύτῃ κρείττων πολὺ καὶ ἀμείνων. καὶ ἐρῶ ὑμῖν τοὐναντίον οὗ προσδοκᾶτε· κρείττων γάρ ἐστι καὶ ἀμείνων ὅτι ὑπερβάλλει τοὺς πολλοὺς τῇ φιλοτεκνίᾳ. ἐπεὶ τούς γε σκυτοτόμους καὶ τοὺς βαλανέας καὶ τοὺς
10τέκτονας καὶ τοὺς χαλκοτύπους ῥᾳδίως ἔστιν ἰδεῖν ὑπερ‐

361

d

ορῶντας τῆς φύσεως καὶ τὰ δεσμὰ οὐ χαλεπῶς ἀπορρη‐ γνύντας, οἷς ἐκείνη πρὸς τὰ ἔκγονα αὐτοὺς συνεδήσατο. καὶ ὥσπερ αἱ κύνες τὰ σκυλάκια θεραπεύουσι, μέχρις ἂν δέηται τῶν μαστῶν, μικρὸν δὲ ὕστερον δάκνουσι καὶ
5σπαράττουσι καὶ διακρίνονται ἀπὸ τῆς θοίνης, καὶ δῆλον ποιοῦσιν ὅτι καὶ ἡνίκα αὐτὰ ἐθεράπευον, οὐκ αὐτοὶ ἐθερά‐ πευον, ἀλλ’ ἡ φύσις τῆς ἀσθενείας τῶν νεογνῶν ζῴων ἐπεμελεῖτο, οὕτω δὲ καὶ οἱ πολλοὶ ἄνθρωποι τοὺς παῖδας,

362

a

ἕως μὲν ἂν ὦσι πάνυ μειράκια καὶ φθέγγηται κολοβὰ καὶ συγκεχυμένα, ὑπερασπάζονταί τε καὶ προτιμῶσιν οὐ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς ψυχῆς. ὅταν δὲ οἱ παῖδες ἐκβαίνωσι τῶν μειρακίων, συνεκβαίνουσι καὶ οἱ πατέρες
5τοῦ ἔρωτος καὶ ἅμα τε εἰς ἄνδρας ἐγγράφουσι καὶ ἐχθροὺς ποιοῦνται. καὶ τηνικαῦτα αὐτοῖς οὐ μόνον ὁ ἀγρὸς τιμιώ‐ τερος τοῦ υἱέως, οὐδὲ τὸ ἀργύριον οὐδὲ τὸ χρυσίον, ἀλλὰ καὶ ὁ μάγειρος καὶ ἡ θεράπαινα, τυχὸν δὲ καὶ ὁ ἵππος καὶ τὸ χιτώνιον. καὶ ταῦτα οὔπω χαλεπά ἐστιν, ἀλλὰ καὶ

362

b

μικρόν τι ἐξαμαρτάνοντα καὶ παροξύναντα εἰς δικαστήριον ἄγει τὸν παῖδα ὁ πατὴρ καὶ θανάτου τιμᾶται, καὶ οὐ δέ‐ δοικε κροτῆσαι τὴν δίκην. Εἰ δὲ μὴ σεμνὸν τῶν ἐμπόρων καὶ τῶν κναφέων ἀμεί‐
5νους εἶναι τοὺς φιλοσόφους, ἐγὼ δὲ ὑμῖν ἐρῶ σατράπας καὶ τυράννους, Ἀριοβαρζάνην τὸν Μιθριδάτου καὶ Περίαν‐ δρον τὸν Κυψέλου, ὧν ὁ μὲν ἐξεδίωξε τὸν υἱὸν καὶ εὐφράνθη ἑαυτὸν κατακναίων, Περίανδρος δὲ Λυκόφρονα πυρὸς καὶ ὕδατος εἶρξεν. εἰ δὲ καὶ ταῦτα οὔπω μεγάλα ἡμῖν τὰ ὀνό‐201
10ματα ὁ σατράπης καὶ ὁ τύραννος, ἀλλ’ ἐκεῖνό γε ἤδη λαμ‐

362

c

πρὸν καὶ μέγα, βασιλεὺς ὁ τῆς γῆς τῆς ἡμισείας δεσπότης Ἀρταξέρξης ὁ Δαρείου καὶ Παρυσάτιδος. ἢ οὐκ ἴστε ὅτι οὗτος ὁ Ἀρταξέρξης τὸν μὲν ἀπέσφαξε τῶν υἱέων, τὸν δὲ ἑκόντα ἀποθανεῖν κατηνάγκασεν; Εὐριπίδου δὲ ἀκούετε
5ἐν ταῖς τραγῳδίαις οἷα κατεύξασθαι λέγει Θησέα τῷ πα‐ τρὶ Ποσειδῶνι κατὰ τοῦ παιδὸς Ἱππολύτου, καὶ αὖ καὶ τοῦτο ἀκούετε, ὅτι σωφροσύνης τε καὶ δικαιοσύνης αὕτη ἦν ἡ ἀρὰ τιμωρία. ὁ μὲν γὰρ Ἀμύντωρ ὁ θαυμαστὸς σφόδρα ἂν εἴη θαυμαστὸς ἐπὶ τηλικῇδε ἐξαμαρτίᾳ παροξυν‐

362

d

θεὶς τῷ Φοίνικι ἐπαράσασθαι ἀγονίαν τε καὶ ἀτεκνίαν καὶ τὸ μὴ φῦναι ἐκείνῳ μὲν παῖδας, αὑτῷ δὲ ἐκγόνους, ὅτι καταιδεσθεὶς τὴν μητέρα διαβαλεῖν ὑπέμεινεν αὐτῷ τὴν παλλακίδα.
5 Μῶν οὖν ἔτι σμικρολογοῦμαι εἰ ἐπαινοίην τοὺς φιλοσό‐ φους, ὅτι μηδὲ ἐν τῷ τοιῷδε ἐξαμαρτάνουσιν, ἐν ᾧ φαίνον‐ ται πλημμελοῦντες καὶ ἰδιῶται καὶ δυνάσται καὶ βασιλεῖς καὶ ἥρωες καὶ θεῶν παῖδες, οἱ μὲν χρήματα τῶν υἱέων περὶ πλείονος ποιούμενοι, οἱ δὲ τιμάς, οἱ δὲ τυραννίδας,

363

a

οἱ δὲ ἀκόλαστον ἡδονήν; ὀκνῶ δὲ ἐγὼ πιστεύειν πάνυ τοῖς ποιηταῖς, ἐπεί τοι οὐδὲ τοὺς θεοὺς αὐτοὺς ἐξαιροῦνται τοῦ ἀρρωστήματος, οὐδὲ τὸν πρεσβύτατον τῶν θεῶν· καὶ
δῆλον ὅτι μεστοὶ καὶ ὑμεῖς ἐστε Ἡσιόδου καὶ ὧν λέγει ἐκεῖ‐202
5νος περὶ τοῦ Κρόνου, ὅτι ἐσιτεῖτο ἐπὶ πολὺ ἃ γεννῴη· μόλις δὲ ἐξέθρεψεν ἡ Ῥέα τὸν Δία. ἀλλ’ Ἡσίοδος μὲν χαιρέτω ταῦτα ᾄδων περὶ τῶν θεῶν, εἰ μὴ ὅτι ὁ Κρόνος αὐτῷ ἄλλο τί ἐστι, καὶ λόγον τινὰ ἁπλοῦν τε καὶ ἀρχαῖον λέγων ἀτόπῳ αὐτὸν ἐπικρύπτεται παραπετάσματι. ἔστι δὲ

363

b

ὁ λόγος—οὐ γὰρ ἀνέξομαι ὑμᾶς ὑπὸ τῶν ποιητῶν ἐξαπατᾶ‐ σθαι—οὐδὲν σεμνὸν ἔχων οὐδὲ μεγαλεῖον, ἀλλ’ ὅτι ὁ χρόνος οὑτοσί· τοῦτον λέγω, οὗ ἐν μέρει καὶ ἐγὼ καὶ ὑμεῖς καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτά· πρεσβύτατός ἐστι
5τῶν ἄλλων ἁπάντων καὶ σὺν ἀπαύστῳ ῥοῇ τὰ μὲν ἄλλα ὅσα φύει καὶ ἀφανίζει, μόνος δὲ αὐτοῦ γίγνεται κρείττων ὁ λόγος καὶ μένει αὐτός τε ἀπαθὴς ὑπὸ τοῦ χρόνου καὶ τὰ φθαρέντα τῇ μνήμῃ ἀνακομίζεται. εἴπερ δὲ ὅλως τὰ τοιαῦτα ψεύδεσθαι συγχωρητέον τοῖς ποιηταῖς, πολλῷ

363

c

τὸ Ὁμήρου ψεῦδος ὠφελιμώτερον τοῖς ἀνθρώποις, ὅτι τὸν Δία ποιήσας πατέρα τοῦ Σαρπηδόνος δυσχεραίνειν τε ὅμως φησὶν ἐπὶ τῷ παιδὶ καὶ ἀνιᾶσθαι μέλλοντι ἀπο‐ σφαγήσεσθαι ὑπὸ τοῦ Πατρόκλου, καὶ οὐχ οἷός τε ἦν
5ἀναλύειν τὴν πεπρωμένην. Ἵν’ οὖν μὴ πολλὰ τοιαῦτα λέγω, εὖ ἴστε, ὦ ἄνδρες, ὅτι ὁ φιλότεκνος ἀξιέπαινον πάθος ἐστὶ καὶ οὐκ ἔοικε τῷ φιλοχρημάτῳ ἢ τῷ φιλαργύρῳ. ἐκεῖνα μὲν γὰρ τὰ ὀνό‐ ματα εἰκότως παρὰ τοῖς ἀνθρώποις ὀνείδη λέγεται καὶ

363

d

ἔστιν· οὐ γὰρ ποιεῖ αὐτὰ ἡ φύσις, ἀλλ’ ἡ μοχθηρία ἡ ἡμετέρα. τοῦτο δὲ ἄνωθεν αὐτῇ ἐνδέδεται ἐκ τοῦ οὐρανοῦ
καὶ ἐξῆπται ἐκείνης ἀτεχνῶς τῆς χρυσῆς καὶ ἀρρήκτου σειρᾶς, δι’ ἧς ξυρράπτουσα ἀεὶ καὶ ξυγκολλῶσα τῷ203
5φθίνοντι τὸ φυόμενον οὐκ ἀπολισθάνειν ἐᾷ εἰς τὸ μὴ εἶναι. Ὥστε οὐκ αἰσχύνεται ὁ φιλόσοφος τῇ φιλοτεκνίᾳ, ὥσπερ οὐδὲ τῇ φιλοσοφίᾳ τε καὶ φιλολογίᾳ, ἐπεὶ καὶ τῶν

364

a

λόγων αὐτῶν ἐκείνους μάλιστα ἀγαπᾷ, οὓς ἂν αὐτὸς γεννήσῃ τε καὶ ἐκθρέψηται, καὶ αὕτη γνησία ἐστὶν αὐτῷ ἡ
παιδοποιία, καθάπερ ἡ τῆς Ἀθηνᾶς τῷ Διί.204