TLG 2001 031 :: THEMISTIUS :: Περὶ προεδρίας εἰς τὴν σύγκλητον

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Περὶ προεδρίας εἰς τὴν σύγκλητον

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 187–192.

Citation: Harduin page — section — (line)

t

1

ΠΕΡΙ ΠΡΟΕΔΡΙΑΣ
ΕΙΣ ΤΗΝ ΣΥΓΚΛΗΤΟΝ187

352

a

Πολλάκις ὑμῖν, ὦ πατέρες συγγεγραμμένοι, βουληθεὶς

352

b

ἐν κοινῷ διαλεχθῆναι περὶ ὧν ἰδίᾳ τινὲς πρὸς ἐμὲ δυσχε‐ ραίνουσι, τοῦτον εἶναι καιρὸν ἐπιτηδειότατον ὑπολαμβάνω, ἐν ᾧ δίδωσιν ἐκεχειρίαν ὁ νόμος καὶ τοῖς σφόδρα ὑπόπτως πρὸς ἀλλήλους διακειμένοις, τὴν ἱερομηνίαν τοῦ ἔτους.
5ἴσως γὰρ ἂν γένοιντο πραότεροι καταμαθόντες τὴν ἐμὴν γνώμην ὑπὲρ ὧν ἀμφισβητεῖν με νῦν πρὸς αὐτοὺς ὑπολαμ‐ βάνουσιν. ἐρῶ δὲ ὡς ἔνι μάλιστα συντόμως καὶ τοῦ καιροῦ στοχαζόμενος. Ἐγὼ τοῖς δοκιμωτάτοις τῶν ἀρχαίων φιλοσόφων ἀκο‐

352

c

λουθήσας, οἳ δύο εἶναι τῆς φιλοσοφίας ὁδοὺς ἐξηγοῦνται, τὴν μὲν θειοτέραν, τὴν δὲ τοῖς κοινοῖς ὠφελιμωτέραν, τὴν ὑμῖν λυσιτελοῦσαν προετίμησα τῆς μόνον τὸ ἐμὸν ἴδιον ἐξεταζούσης, καὶ ἐν πολιτείᾳ φιλοσοφίαν εἱλόμην, ἑπό‐
5μενος Σωκράτει καὶ Ἀριστοτέλει καὶ πρό γε τούτων τοῖς ὑμνουμένοις ἑπτὰ σοφοῖς, οἳ τὰ ἔργα τοῖς λόγοις ἐγκατα‐ μίξαντες οὔτε ἄπρακτον οὔτε ἀσυντελῆ τοῖς κοινοῖς ἐπ‐ εδείξαντο φιλοσοφίαν. τούτοις ἅπασιν ἀκολουθήσας τεσσα‐ ράκοντα ἔτη ταῦτα σχεδὸν ἐτέλεσα λειτουργῶν ὑμῖν ἐκ

352

d

τῶν λόγων καὶ πρεσβεύων ἐφεξῆς ὁπόσας αὐτοὶ ἴστε πρεσ‐ βείας οὐκ ἀτίμως οὐδὲ ἀδόξως οὐδὲ ἀναξίως τῆς ὑμετέρας χειροτονίας, τὰς μὲν καθ’ ἑαυτόν, τὰς δὲ τοῖς ἀρίστοις ὑμῶν κοινωνῶν.
5 Καὶ τὰ κεφάλαια τῶν κατορθωμάτων ἐκείνων ὑμῖν μὲν ἴσως μεμνῆσθαι καλόν, ἡμῖν δὲ ἐπιλελῆσθαι. ἐφ’ οἷς

353

a

ἅπασι τὰς πρεπούσας τιμὰς καὶ παρ’ ὑμῶν καὶ παρὰ τῶν αὐτοκρατόρων ὥσπερ ἆθλα εὐμενῶς προσιέμην, οὐκ
ἐμαυτοῦ χάριν οὐδ’ ὡς βελτίων ἐσόμενος, ἀλλὰ τὸ Πλάτω‐ νος ἐννοῶν, καὶ βουλόμενος πολλοὺς ὑμῖν πολίτας τοιού‐188
5τους γενέσθαι. ἀσκεῖται γὰρ ἀεί, φησί, τὸ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον. καὶ διὰ τοῦτο οὐδὲ πρὸς τὰς χαλκᾶς ἐδυσκόλανα τὰς δύο ταύτας εἰκόνας, οὐδὲ ὁπη‐ νίκα πάροχον ἑαυτῷ ποιεῖσθαι δεῖν ᾤετό με ὁ αὐτοκρά‐ τωρ, οὐδὲ ὅτε τὰς δέλτους ἐδίδου τὰς πολυθρυλήτους· οἷς

353

b

μὲν οἷοί τε ἦσαν τιμᾶν τοὺς φιλοσοφοῦντας οἱ βασιλεύοντες ἐφιείς, σχολὴν δὲ παντάπασι μὴ ἐπιτρέπων καὶ μετάγων ἐπὶ φροντίδας ἐλάττους ἀντὶ μειζόνων. Εἶτα λέγει τις ὅτι ψευδεῖς αἱ πινακίδες. καὶ ἔστωσαν
5μὲν αἱ πινακίδες ψευδεῖς τῷ γε πινακίσιν ἰσχυριζομένῳ πρὸς ὑπεροχὴν ἀρετῆς, ἀλλ’ ὅμως πρὸς τοῦτον τὸν λόγον δότε μοι μικρὸν ἀποκρίνασθαι μετὰ παρρησίας. ἐγὼ ψευδῆ τιμὴν ἐκείνην ὑπολαμβάνω, ἣν ἄν τις ὠνησάμενος

353

c

ἔχοι χρημάτων, ἢ προσαιτήσας πολλὰ καὶ θυραυλήσας, ἢ μισθὸν αὐλικῆς διακονίας. ἣν δ’ ἄν τις ἀρετῆς καὶ παι‐ δείας ἆθλον κομίσαιτο, ὡς μόνον ἐνὸν τοῖς διδοῦσι, μήτε πραγματευσάμενος μήτε προθεὶς ἱκετηρίαν, ταύτην ἐγὼ
5τὴν τιμὴν ἐνδεεστέραν μέν φημι τῆς ἀξίας, ψευδῆ δὲ οὐδα‐ μῶς, εἰ μὴ καὶ τὰς εἰς τὸ θεῖον τιμὰς ψευδεῖς εἶναί τις ὑπο‐ λαμβάνει, ὅτι τῆς ἀξίας οὐκ ἐφικνοῦνται. Ἐμοὶ τῶν ἐπαργύρων ὀχημάτων καὶ τῶν μεγαλοφώνων

353

d

κηρύκων ὑψηλοτέρα ἀρχὴ ἡ ἀπὸ τῶν λόγων, ἣν οὔτε δοῦναι βασιλεῦσιν ἔστιν οὔτε ἀφελέσθαι. ταύτην γὰρ κἂν ἐπὶ χρυσοῦ καθέζωμαι κἂν ἐπὶ ξύλου κἂν ἐπὶ χαμαιζήλου θρο‐
νίδος, ἐμαυτῷ συμπεριφέρω, καὶ τὸ σῶμα ἀπολιπόντι189
5μόνη παραμένει. ταύτην ἄρχει τὴν ἀρχὴν μέχρι νῦν ὁ Ἀρίστωνος, ταύτην Ἀριστοτέλης, ταύτην Σπεύσιππος, ταύτην Ξενοκράτης. ἢ οὐ δοκοῦσιν ἄρχειν ὑμῖν οἱ νομο‐ θετοῦντες τῶν τοῖς νόμοις ὑπακουόντων, οἱ διδάσκοντες τῶν μανθανόντων, οἱ πείθοντες ἀρετὴν μεταδιώκειν τῶν

354

a

πειθομένων; καὶ ταύτην ἄρχουσι τὴν ἀρχὴν πλεῖν ἑπτα‐ κόσια ἔτη, καὶ ἄρξουσί γε ἔτι καὶ ἐφεξῆς, ἕως ἂν τίκτων‐ ται ἄνθρωποι διαφέροντες συῶν καὶ τῶν λοιπῶν ζῴων, ὅσον οὐκ ἦρξαν χρόνον Πέρσαι μετὰ Ἀσσυρίους, ὅσον οὐδ’
5οἱ ἐγγὺς Μακεδόνες, ὅσον οὐδέπω Ῥωμαῖοι. τί γὰρ δεῖ χρόνου γε ἕνεκεν τῆς ἀρχῆς ἢ Φίλιππον Πλάτωνι παρα‐ βάλλειν, ἢ Ἀλέξανδρον Ἀριστοτέλει; ἐκείνοις τήμερον οὐδεὶς ὑπακούει, ἀλλ’ οὐδὲ τὰ δόγματα αὐτῶν οὐδὲ οἱ

354

b

νόμοι ἔχουσί τινα δύναμιν ἐν τοῖς ἀνθρώποις. τὰ δὲ Πλά‐ τωνος δόγματα καὶ Ἀριστοτέλους ἐνεργὰ ἔτι καὶ ἀκραιφ‐ νῆ, καὶ ἐν τοσαύταις μεταβολαῖς αὐτοκρατόρων καὶ ἡγε‐ μόνων ἀμετάβλητα διαμένει καὶ ἀκίνητα καὶ ἀσάλευτα. τίς
5Ἀλεξάνδρῳ νῦν τὸν ἑαυτοῦ βίον ἐπονομάζει καθάπερ Πλάτωνι; τίς τὸ Φιλίππου νῦν ὄνομα ἐπιγράφεται καθ‐ άπερ Ἀριστοτέλους; τούτοις σεμνὸν ἐνάριθμον εἶναι, σὺν τούτοις καθίζειν, καὶ μετὰ τούτους καὶ ταῖς παρὰ τούτων πινακίσιν ἰσχυρίζεσθαι ὑψηλόν τε καὶ μεγαλεῖον· δι’ ἃς

354

c

ἔξεστί μοι παρακαλέσαντι τὴν Ἀδράστειαν ὑψηλολογῆσαι, οὔ τί μοι τῆς ἀνθρωπίνης
χρεὼ τιμῆς, φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ. εἰ δ’ οὖν καὶ ἀνθρωπίνης τιμῆς δεηθείην, εὐξαίμην ἂν
5ὑμᾶς, οὓς περὶ πλείστου ποιοῦμαι, δικαίους εἶναι κριτὰς
ἀρετῆς· ἄλλως δὲ ἐχόντων
παρ’ ἐμοί γε καὶ ἄλλοι,
οἵ κ’ ἐμὲ τιμήσουσι, μάλιστα δὲ οἱ πατέρες ὑμῶν καὶ ἀρχηγέται, Ῥωμαῖοι, ὧν
190
10ἐπέδειξα ὑμῖν τὰς φωνάς, ἐν αἷς οἱ πρὸς τὸν οὐρανὸν ἁμιλ‐ λώμενοι δεῖσθαι τῶν ἡμετέρων ἀγαθῶν ὁμολογοῦσι, καὶ

354

d

πρός γε Ῥωμαίοις οἱ αὐτοκράτορες. ἀρκεῖ μοι Κωνστάν‐ τιος, κόσμον τῆς ἑαυτοῦ βασιλείας τὴν ἐμὴν φιλοσοφίαν εἰπὼν πολλάκις, ἀρκεῖ βιασθεὶς Ἰουλιανὸς τῆς οἰκουμένης καλέσαι πρεσβευτὴν ἄξιον, οὐ μόνον τῆς καλλιπόλεως, καὶ
5τὰ πρῶτα φέρεσθαι φιλοσοφίας ἐν γράμμασιν ὁμολογήσας· ἀρκεῖ Οὐάλης, ἡττηθεὶς ὑπὸ τῶν ἐμῶν λόγων πολλάκις· ἱκανός μοι Γρατιανός, σεμνυνόμενος πρὸς Ῥωμαίους ὡς αἴτιος αὐτοῖς γεγονὼς τῆς ἐμῆς ἐπιδημίας· ἀντὶ τῶν ὑψη‐

355

a

λοτάτων θρόνων ποιοῦμαι τὰς τοῦ θεοειδεστάτου Θεοδο‐ σίου φωνὰς τὰς πρώην ὑμῖν ἀναγνωσθείσας, ἃς εἰ μὲν μι‐ μοῖσθε καὶ δέχοισθε φιλοσοφίαν τὸν εἰκότα τρόπον, οὐδε‐ μία μοι ψῆφος τῆς παρ’ ὑμῶν ἀσμενιστοτέρα· εἰ δέ τινας
5ὑμῶν συμπείσουσι τῶν ἀρετῇ τεθαρρηκότων ἐπίπροσθεν ἄγειν τοὺς τῆς τύχης ἐκκρεμαμένους, οὐκ ἂν ἐγὼ τούτου βουλοίμην τοῦ χοροῦ κοινωνεῖν, ἐν ᾧ τὸ παρὰ μέλος ᾄδειν τοῦ σὺν ταῖς Μούσαις εὐδοκιμώτερον φαίνεται. Μούσαις λέγω· καὶ γὰρ οὐδὲ τοῦτο μικρόν· ὧν καλῶς ποιοῦντες
10νεὼν ἀπεδείξατε τὸ βουλευτήριον καὶ τὰ ἀγάλματα κατ‐ εστήσατε τῶν θεῶν ἐν τῷ σηκῷ ἔνθεν καὶ ἔνθεν. οὐδὲ γὰρ

355

b

ἀπέχρησεν ὑμῖν εἷς χορὸς τῶν Μουσῶν, ἀλλ’ Ὅμηρος μὲν ἐννέα ποιεῖ τὰς πάσας Μούσας ἐν τῷ οὐρανῷ, παρ’ ὑμῖν δὲ
ξενίζονται διπλασίους, καὶ μετελήλυθεν ὁ Ἑλικὼν εἰς τὸν Βόσπορον. καὶ οὗτος ἀμείνων κόσμος παρ’ ὑμῖν τῆς βουλῆς191
5ἢ παρὰ τοῖς πάλαι Ῥωμαίοις. Καίτοι νῦν ἐγὼ πέποιθα ὑμᾶς οὐκ ἐπίδειξιν ποιουμένους τοῦ κάλλους τῶν ἀγαλμάτων ἐνταῦθα τὰς θεὰς εἰσοικίσα‐ σθαι, οὗ μηδὲ εἰσιτητὸν οὐδενὶ πλὴν τῶν ἐκκρίτων, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι τοῖς κοινωνοῦσι τοῦ καταλόγου τίνι μάλιστα
10τῶν ἄθλων τὸν μετέχοντα τῆς γερουσίας πλεῖον ἔχειν τῶν ἄλλων προσήκει, ὅτι μὴ πλούτῳ μήτε ἀπήναις μήτε

355

c

ῥάβδοις μήτε πελέκεσιν, ἀλλὰ τῇ τῶν Μουσῶν εὐμενείᾳ. ἠκούσατε γὰρ τοῦ ὀνόματος, ὃ καλεῖται ὁ νεὼς οὗτος· κα‐ λεῖται γὰρ οὐ στρατήγιον οὐδὲ θέατρον οὐδὲ ταμιεῖον, ἀλλὰ γερουσία καὶ βουλευτήριον, ἐν ᾧ τῆς Καλλιόπης ἡ
5προεδρία καὶ ἀνδρὸς
ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο.192