TLG 2001 030 :: THEMISTIUS :: Θέσις εἰ γεωργητέον

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Θέσις εἰ γεωργητέον

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 181–186.

Citation: Harduin page — section — (line)

t

1

ΘΕΣΙΣ ΕΙ ΓΕΩΡΓΗΤΕΟΝ181

348

b

Ἡσίοδος ὁ Ἀσκραῖος, ὃς μετὰ τῆς δάφνης τὴν μουσικὴν

348

c

παρὰ τῶν Μουσῶν αὐτῶν δέξασθαι λέγεται, τὴν ποίησιν διανείμας εἰς ἡρώων τε καὶ Μουσῶν ἐπαίνους καὶ τὴν γεωρ‐ γίαν ἐν τούτοις ἔταξε, τὴν φύσιν τε ἐπαινῶν τοῦ πράγματος πᾶσαν καὶ μαθητὰς τῆς τέχνης ποιούμενος ἡμᾶς, καὶ τοὺς
5περὶ γεωργίας λόγους τοῖς περὶ ἀρετῆς καταμίξας, ὡς ταὐτὸν ὄν, γεωργίαν καὶ ἀρετὴν δι’ ἀλλήλων καὶ ἅμα μα‐ θόντας εἰδέναι. δεῖ δὲ ἤδη καὶ ἡμᾶς Ἡσιόδῳ καὶ Μούσαις ἀκολουθοῦντας ἐπιδεῖξαι διὰ πλειόνων ὡς ἄρα οὐ μάτην Ἡσίοδος σοφὸς ἐνομίσθη, ἀλλ’ εἰς τοσοῦτον εὐκλείας διὰ

348

d

τοὺς εἰς γεωργίαν λόγους προῆλθεν, ὥστε καὶ Ὁμήρῳ περὶ σοφίας καὶ μουσικῆς ἐν ταφαῖς Ἀμφιδάμαντος εἰς ἀγῶνα ἐλθὼν παρὰ τῶν κριτῶν τὸν στέφανον καὶ τὴν νίκην ἔχειν. ὁ μὲν γὰρ πολέμους καὶ μάχας καὶ τὸν συνασπισμὸν
5τοῖν Αἰάντοιν καὶ ἄλλα τοιαῦτα προσῇδεν, ὁ δὲ γῆς τε ὕμνησεν ἔργα καὶ ἡμέρας, ἐν αἷς τὰ ἔργα βελτίω γίνεται·

349

a

καὶ διὰ ταῦτα πᾶσι τοῖς κριταῖς κρατεῖ. κεκλήσθων δὲ ἐπίκουροι πρὸς τὸν λόγον οἵ τε ἔφοροι γεωργίας θεοὶ καὶ μούσης ἁπάσης εἰ δή τι κράτιστον, καὶ ὁ μουσηγέτης αὐ‐ τός, ἐπειδὴ καὶ τὰς ἐνιαυσίας [καὶ τὰς] ἀμοιβὰς οὐχ ὑπὲρ
5τούτου μόνον, ἀλλὰ καὶ ὑπὲρ πάντων ὧν ἐκ θεοῦ ἔχου‐ σιν ἄνθρωποι παρὰ γεωργίας κομίζονται, σπονδὰς καὶ
θυσίας καὶ δαῖτας, καὶ ὅσα φύουσιν ἐκ τῆς γῆς Ὧραι· εἰ δὲ καὶ Διόνυσον καλοῖμεν καὶ νύμφας καὶ Δήμητρος κόρην ὑέτιόν τε Δία καὶ Ποσειδῶνα φυτάλμιον, πλησιάζο‐182

349

b

μεν ἤδη ταῖς τελεταῖς καὶ τὴν Προδίκου σοφίαν τοῖς λόγοις ἐγκαταμίξομεν, ὃς ἱερουργίαν πᾶσαν ἀνθρώπων καὶ μυ‐ στήρια καὶ πανηγύρεις καὶ τελετὰς τῶν γεωργίας καλῶν ἐξάπτει, νομίζων καὶ θεῶν εὔνοιαν ἐντεῦθεν εἰς ἀνθρώ‐
5πους ἐλθεῖν καὶ πᾶσαν εὐσέβειαν ἐγγυώμενος. οὐ μὴν οὐδὲ Ὀρφέως τελετάς τε καὶ ὄργια γεωργίας ἐκτὸς συμ‐ βέβηκεν εἶναι, ἀλλὰ καὶ ὁ μῦθος τοῦτο αἰνίττεται, πάντα κηλεῖν τε καὶ θέλγειν τὸν Ὀρφέα λέγων, ὑπὸ τῶν καρπῶν

349

c

τῶν ἡμέρων ὧν γεωργία παρέχει πᾶσαν ἡμερῶσαι φύσιν καὶ θηρίων δίαιταν, καὶ τὸ ἐν ταῖς ψυχαῖς θηριῶδες ἐκκό‐ ψαι καὶ ἡμερῶσαι. καὶ τὰ θηρία γὰρ τῷ μέλει κηλεῖν ἐπι‐ στεύθη θυσίας τε πάσας καὶ τελετὰς διὰ τῶν ἐκ γεωργίας
5καλῶν εἰς θεοὺς ἀνάγων. πάντας γοῦν ἀνθρώπους ἐπῆλθε τῇ δόξῃ καὶ πάντες ἐδέξαντο γεωργίαν. κἂν εἰς Αἰθίοπας ἔλθῃς ἐξ ἀνατολῶν διὰ μεσημβρίας εἰς δύσιν παρατεταμέ‐ νους, κἂν Κελτοὺς τὸ ἀρκτῷον κατέχοντας μέρος, κἂν

349

d

τοὺς διὰ μέσου, γεωργοὶ καὶ ἀρόται καὶ φυτοσκάφοι· καὶ οἷς πλείω τὰ τῆς γεωργίας, οὗτοι μᾶλλον εὐδαίμονες. εἰ δέ τις ἄξενος Σκυθῶν καὶ ἀνήμερος βίον ἀλήτην γεωργίας προὐτίμησεν, ἐν οἷς ἁμαρτάνει τὴν δίκην ἔχει, ἀνέστιος,
5ἀλήτης, δίαιταν θηρίων μετιών· ὡς κἀν τούτῳ γεωργίαν θαυμασιωτέραν εἶναι, τῷ χαλεπώτατα εἶναι καὶ ἀγριώτατα

350

a

τῶν ἐθνῶν, εἴπερ ὄντως ἐστίν, ὅσα γηπονίαν ἠτίμασε. καί‐ τοι καὶ τούτους, εἰ καὶ οὐ πονοῦσι περὶ τὴν γῆν, τοὺς γεωρ‐
γίας καρποὺς ἑτέρωθεν εἰσκομιζομένους λέγουσι διαζῆν. καί τις ποιητὴς ὀδύρεται τούτους, ὅτι νήιδές εἰσιν ἀσταχύων183
5καὶ ἀνήκοοι σπορᾶς τε καὶ θέρους, παραχρῆμα ἐπαγαγὼν ὅτι τοῖς θηρίοις ἐξ ἴσης ἄνευ γεωργίας καὶ οἴκων διαζῶσιν. Οἷς δὲ ὁ βίος ἥμερος καὶ ὑπόστεγος, οὗτοι τῆς περὶ τροφὴν ἀνάγκης ἀπαλλαγέντες πρὸς οὐρανόν τε ἀνέβλεψαν θεούς τε ἐτίμησαν καὶ δίκῃ καὶ νόμοις ἐχρήσαντο πρῶτοι,

350

b

οὐκ ἔτ’ οὔσης ἀνάγκης τοῖς ἀναγκαίοις προσκαρτερεῖν, ἀλλ’ εὐπορίᾳ βίου σοφίαν ἀσκοῦντες. οἱ δὲ πόλεις τε ἐδείμαντο καὶ νεὼς ἤγειραν καὶ δίκῃ χρῶνται καὶ νόμους ἔθεντο· ὥστε καὶ τῶν νόμων αὐτῇ περίεστι μᾶλλον ἢ τοῖς
5ἄλλοις πᾶσιν. ἡδὶ καὶ εἶναι ἀνθρώπους καὶ γράψαι νόμιμα καὶ γραψαμένους κυρῶσαι παρέσχε. καὶ πλείω περὶ ταύτης οἱ νομοθέται σπουδὴν ἢ περὶ τῶν ἄλλων πεποίηνται. καὶ οἷς εἰρήνη δι’ ἐπιθυμίας καὶ οἷς πόλεμος ἀναγκαῖον, οἱ μὲν

350

c

ἀπωθοῦνται τὸν πόλεμον διὰ τὸν νόμον, οἱ δ’ ἐπὶ τῷδε τὸν πόλεμον συνέταξαν, ἵνα μηδεὶς φθείρῃ τὰ γηπόνων ἔργα, οἱ δὲ τὴν εἰρήνην ἐφύλαξαν, ὅπως ἐν ἀδείᾳ φυτο‐ σκάφος καὶ ἀρότης εἴη, καὶ ταῖς ὥραις ἐξείη τὰ τούτων
5ἐκτρέφειν. καὶ ἐμπορικοὶ νόμοι τοῦτο ἐθέλουσι, τὸ τῶν καρπῶν τοὺς ἐλλείποντας καὶ ἑκάστοις περιττεύοντας ἀδεῶς παρ’ ἀλλήλους διακομίζειν. Ἐκ δὲ τῶν νόμων ἄνθρωποι τὸ δίκαιον εὗρον καὶ εὑρόν‐ τες φυλάττουσιν· ὥστε καὶ δικαιοσύνην μάλιστα ἐντεῦθεν
10εἰκὸς περιγίνεσθαι τοῖς ἀνθρώποις. οὐδὲ γὰρ σχολὴ γεωρ‐

350

d

γοῖς ἀδικεῖν, οὐ δι’ ἔνδειαν ἀναγκαζομένοις, ἀλλ’ ἐν
ἀφθονίᾳ διάγουσιν. οἷς δὲ σχολὴ ἀπὸ τῶν ἔργων εἰς ἀδι‐ κίαν, ἀστικοί τε ἄνδρες καὶ εἰ δή τις ἄλλος γεωργίας ἐκτὸς συκοφαντίαν καὶ ἀδικίαν τιμῶσι. ὁ δὲ γεωργὸς ἁπλοῦν καὶ184
5γενναῖον ἓν ἀγαθὸν εἰδώς, ὃ παρὰ τῆς γῆς σὺν ταῖς ὥραις ἐπιμελούμενος κομίζεται, πολυπραγμοσύνην δὲ ἀρχὴν ἀδι‐ κίας πεπιστευμένος εἶναι καὶ πόρρωθεν φυλαττόμενος.

351

a

οὕτω δὲ ἀκριβῶς ἀλλότριος ἀδικίας κατὰ φύσιν ἐστὶν ὥστε καθάπερ τὰ φύσει πολέμια τῶν στοιχείων, οἷον ὕδωρ καὶ πῦρ, ἄμικτα πρὸς ἄλληλά ἐστι, κἂν πλησιάσωσι, θάτερον ἀνῄρηται πάντως, οὕτως ἀδικίας ἐγγινομένης πόλεμοί τε
5αὐτίκα καὶ στάσεις καὶ φθορὰ γεωργίας ἀκολουθεῖ, δι‐ καιοσύνης δὲ καὶ εὐνομίας κρατούσης ἔρρωται ἡ γῆ τοῖς καρποῖς. Φησὶ δὲ Ὅμηρος καὶ Ἡσίοδος καὶ τὰ ἐξ οὐρανοῦ τοῖς τοιούτοις ἵλεώ τε εἶναι καὶ σὺν εὐμενείᾳ χωρεῖν, χαλαζῶν
10μὲν καλινδουμένων ἐπὶ τοὺς ἀδίκους καὶ ὄμβρων ἀγόνων καὶ

351

b

λοιμῶν, τοῖς δικαίοις δὲ εἰς γεωργίαν τῆς ἀμοιβῆς οὔσης, ὑετῶν μὲν ἐκ τοῦ Διὸς ἐπιχεομένων ἡμέρων, δρυῶν δὲ καὶ τὰ οἰκεῖα καὶ μέλι φερουσῶν, ἐπειδὴ τὰ κοῖλα τῶν δέν‐ δρων καὶ ἅμα ἄκαρπα κηρίων τὰ σμήνη πληροῦσιν.
5 Ἐκ δὴ τούτων οὐκ ἔτι χαλεπὸν γνωρίζειν ὡς οὐδὲν ἀνθρώποις οὕτω λυσιτελές ἐστιν ὡς γηπονίας τε ἐπιμελη‐ θῆναι καὶ ἐμβιῶναι τῇ τέχνῃ. εἴτε γὰρ τὸ αὔταρκες τίμιον, ἐντεῦθεν ἀφθονία τῶν ἐπιτηδείων, εἴτε εὐπορία διὰ σπου‐ δῆς, Δήμητρος παῖδα τὸν Πλοῦτον ποιηταὶ ᾄδουσιν, ὡς

351

c

οὐδαμόθεν ἔξωθεν οὕτως αὐξανομένης περιουσίας ὡς διὰ τῶν ἐκ γεωργίας καλῶν. αἱ μὲν γὰρ ἄλλαι τέχναι ἐπι‐ νοίας πᾶσαι προσδέονται, καὶ οὐ μόνον τέχναι, ἀλλὰ καὶ ἐπιτηδεύματα, καὶ οἱ τὰς δυνάμεις ἔχοντες καὶ οἱ τὰ σκῆπ‐185
5τρα κομίζοντες ἐν ἐκείνοις ἔχουσι καὶ τῆς βασιλείας καὶ τῆς δυνάμεως 〈καὶ〉 τῶν ἐπιτηδευμάτων καὶ τῶν τεχνῶν τὰς ἐλπίδας· γεωργία δὲ ἀπὸ περιττῶν τοῖς λοιποῖς χορη‐ γεῖ. οὐκοῦν οὐδὲ τῷ βασιλεῖ ὄφελος οὐδὲ ἕν, κἂν Ἀχαιμενί‐ δης, κἂν Ἡρακλείδης, κἂν ὁστισοῦν εἶναι αὐχῇ, εἰ μὴ
10τοῖς ὅπλοις τὰ τῶν τροφῶν τῆς παρασκευῆς ἁπάσης

351

d

ἡγοῖτο. καὶ ὅστις γραφεύς ἐστιν, ἢ ποιητὴς ἀγαλμάτων, καὶ ἐμπορία καὶ ναυτιλία, καὶ τί δεῖ πᾶσιν ἐπεξελθεῖν; οὐκ ἔστιν ὃς μὴ γεωργίας προσδεῖται. καὶ παρούσης μὲν καὶ χορηγούσης τὴν ἀφθονίαν ἀνθεῖ τὸ οἰκεῖον ἔργον
5ἑκάστοις καὶ τὴν σπουδὴν εἰς πέρας ἀγαθὸν προάγει· εἰ
δὲ τὰ ἐκεῖθεν ἐλλείποι, οὐδὲν εἰς τὸν βίον ὑπόλοιπον.186