TLG 2001 028 :: THEMISTIUS :: Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις THEMISTIUS Phil.
Rhet. Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις Citation: Harduin page — section — (line) | ||
t1 | Η ΕΠΙ ΤΩΙ ΛΟΓΩΙ ΔΙΑΛΕΞΙΣ | 169 |
341b | Τίκτουσι δὲ οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ οἱ ποιηταὶ καὶ οἱ ῥήτορες πάνυ πολλοὺς λόγους. ἀλλ’ οἱ μὲν κυδροῦνται ἐπὶ ταύτῃ τῇ παιδείᾳ καὶ ἐγκαλλωπίζον‐ ται καὶ ἐναβρύνονται καὶ ἀνακοινοῦνται αὐτὴν τοῖς ἀν‐ | |
341c | θρώποις, θαμὰ ἐξάγοντες εἰς θέατρα καὶ πανηγύρεις, ἐσταλμένους χρυσῷ καὶ πορφύρᾳ καὶ μύρων ὄζοντας καὶ ὑπογεγραμμένους καὶ ἐντετριμμένους, στεφάνοις τε ἀν‐ θέων ἐστεφανωμένους. πρὸς δὲ τῷ κόσμῳ οὕτω λαμπρῷ | |
5 | ὄντι καὶ πολυτελεῖ καὶ αὐτοὶ οἱ λόγοι αἱμύλοι εἰσὶ καὶ ὑπερβάλλουσι δεξιότητι καὶ φιλανθρωπίᾳ, κυδαίνοντες καὶ ἐπαίροντες καὶ ἀσπαζόμενοι τοὺς θεωμένους καὶ πάσας ἱέντες φωνὰς καὶ ᾄσματα ᾄδοντες μεστὰ ἡδονῆς, ὥσπερ Σειρῆνες. ἅτε οὖν οὕτω δεξιοὺς ὄντας καὶ χειροήθεις καὶ | |
---|---|---|
10 | οἱ ἄνθρωποι ἀντασπάζονται καὶ ἀντεπαινοῦσι, καὶ ἐν‐ | |
341d | τεῦθεν πλείη μὲν γαῖα τούτων τῶν ἀνθρώπων, πλείη δὲ θάλασσα. Οἱ δὲ ἀπὸ τῆς Σωκράτους γενεᾶς εἰκότως ἄρα καὶ ἐν δίκῃ ἀπεφθίκασί τε καὶ ἀπερρυήκασιν ἐν τῷ παρόντι. οὐ | |
5 | γὰρ οἶδα ὅθεν φρίττουσί τε καὶ εὐλαβοῦνται τὰς ἀγοράς, ἐν αἷς φησιν ὁ ποιητὴς ἀριπρεπέας τελέθειν τοὺς ἄνδρας, καὶ οὐκ ἀνέχονται παρακύπτειν ἔξω τοῦ σκίμποδος καὶ τῆς γωνίας· οὕτως ἐκλελησμένοι εἰσὶ τῶν προγόνων, ὅτι ἐκεῖνοι ἐπὶ τῶν ἐργαστηρίων πρὸς τοὺς πολλοὺς δι‐ | |
342a | ελέγοντο καὶ ἐν ταῖς στοαῖς καὶ ἐν τοῖς βαλανείοις καὶ ἐν τοῖς θεάτροις. καὶ διὰ τοῦτο οὐ μόνους τοὺς εἰς τὸ διδα‐ σκαλεῖον φοιτῶντας προσήγοντο καὶ ἐχειροῦντο, ἀλλὰ καὶ | |
τὸν σκυτοτόμον ἐξανίστων ἀπὸ τῶν σκυτῶν καὶ τὸν ὀβο‐ | 170 | |
5 | λοστάτην ἀπὸ τῆς τραπέζης καὶ τὸν ἑταιροῦντα ἀπὸ τοῦ οἰκήματος. ἐφοίτων δὲ ὑπὸ φιλανθρωπίας καὶ Ὀλυμπίαζε καὶ Ἰσθμοῖ καὶ εἰς Αἴγιναν καὶ εἰς Ἐλευσῖνα καὶ ἐτέλουν δὲ καὶ αὐτοὶ μετὰ τῶν θεῶν 〈***〉 τοῖς πολλοῖς ἀνθρώ‐ ποις. ἐξ οὗ δὲ ὥσπερ οἱ φῶρες καὶ λωποδύται φεύγουσι | |
342b | τὰ μέσα 〈***〉 τοῦ ὀργάνου οὐκ ἀπεικότως καὶ ἀπιστοῦν‐ ται, εἰ μὴ καὶ τὴν γλῶτταν ἀπολλύουσιν ὑπὸ τῆς σοφίας. Ἐγὼ δὲ ἐπιχειρῶ μέν, ὦ ἄνδρες, καὶ προθυμοῦμαι εἰς τὴν τάξιν ἐπανάγειν αὐτοὺς τὴν ἀρχαίαν. δέδοικα δὲ αὖ | |
5 | πάλιν καὶ ὑποπτεύω μὴ καὶ διαλέγεσθαι ὑμῖν ἐπιχειρή‐ σαντες ἀτοπώτεροι φανείημεν τῶν σιωπώντων. ἐπίστα‐ μαι γὰρ ἀκριβῶς αὐτῶν τὴν φύσιν, ὅτι σκληρὰ καὶ αὐθ‐ έκαστος καὶ ἀτενής. οἵ γε οὐδὲ τὰ ῥήματα ἀνέδην χαρί‐ ζεσθαι ὑπομένουσι τοῖς ἀνθρώποις, ἀλλὰ φείδονται ὑπ’ | |
342c | ἀγροικίας τῶν ὀνομάτων μᾶλλον ἢ τοῦ χρυσίου, καὶ ἀκρι‐ βῶς ἐξετάζουσι καὶ ἐπιμελοῦνται ὅπως ἂν μήτε μεῖζον μήτε ἔλαττον ἀποδοῖεν μηδενὶ τοῦ προσήκοντος. συμ‐ βαίνει οὖν αὐτοῖς παρὰ ταύτην τὴν σμικρολογίαν πάνυ | |
5 | ὀλίγους ποιεῖσθαι προσηγόρους τε καὶ εὐμενεῖς. ἀλλ’ ὅμως τηλικαύτη αὐτῶν ἡ αὐθάδεια ὥστε αὐτοὶ πιστεύουσι καὶ πρὸς τοὺς ἄλλους ἀπισχυρίζονται, ὅτι ὃν μὲν αὐτοὶ ἐπ‐ αινοῦσιν οἰκεῖός ἐστιν ὁ ἔπαινος τοῦ ἀνθρώπου, ὃν δ’ ἂν οἱ κομψοὶ ἐκεῖνοι καὶ πολυτελεῖς, ἀλλότριός τε καὶ μηδὲν | |
10 | ἐοικώς· καὶ οὐκ ἂν ἐξεύροις ἐκ τούτου τίς ὁ ὑμνούμενος, | |
342d | εἰ μὴ τοὔνομα ἐγγεγραμμένον εἴη τῇ κολακείᾳ, καθάπερ αἱ | |
τῶν φαύλων ζωγράφων εἰκόνες οὐ γνωρίζονται ἐκ τῆς τέχνης, ἀλλ’ ἐκ τοῦ ἐπιγράμματος. ἡ δὲ ἀληθὴς εὐφημία οὕτως ἄρα ἔμπνους ἐστὶ καὶ τῶν Δαιδάλου ἔργων ἐμψυ‐ | 171 | |
5 | χοτέρα, ὥστε κἂν εἰς τὸ μέσον οὕτω ῥιπτῆται, αὐτὴ προ‐ πηδᾷ καὶ προσφύεται ᾧ προσήκει. καὶ οὖν εἰ λέγοι αὐτὴν ὁ λέγων ἀλλαχοῦ ἀποτρέπων τὼ ὀφθαλμώ, ἀλλ’ οἵ γε | |
343a | ἀκροώμενοι ἐκεῖνον ἀπέβλεψαν παραχρῆμα, ᾧ ὁ τοῦ στόμα‐ τος ἐκπεσὼν λόγος προσέφυ τε καὶ προσηρμόσθη. Ἰδοὺ οὖν καὶ ἐγὼ τὸν μὲν ἔπαινον ἀφίημι εἰς τὴν ἐκ‐ κλησίαν, ὅτι μοι δοκεῖ ὁ ἄρχων ἐκεῖνος ἐπαληθεύειν τοὔ‐ | |
5 | νομα τῆς ἀρχῆς, ὅστις δυσάλωτος μὲν ὑπὸ χρυσίου, εὐάλω‐ τος δὲ ὑπὸ λόγου, ἐλευθερίας δὲ ἐραστής, μεγαλοφρο‐ σύνην δὲ ἐπαινῶν φυλάττεται ἐγγὺς οὖσαν τὴν αὐθάδειαν. καὶ ἐγὼ μὲν οὐ λέγω ὅντινα λέγω, ἀλλ’ οὔτε προσορῶ | |
343b | οὔτε προσμειδιῶ, οὐδὲ δείκνυμι τῷ δακτύλῳ, οὐδὲ ἀνα‐ στὰς ἅπτομαι ταῖν χεροῖν· ὑμεῖς δὲ ἐπέγνωτε παραχρῆμα καὶ ἐκεῖσε ὑμῶν ἀπηνέχθησαν οἱ ὀφθαλμοί, καὶ οὕτως ἄρα ἰσχυρὸν ἡ ἀλήθεια ὥστ’ οὐ παύεσθε κεκραγότες καὶ | |
5 | ἐκβοῶντες καὶ ἐξαλλόμενοι ἀπὸ τῶν πετρῶν. καίτοι λιτὰ ῥήματα προηκάμην, καὶ ταῦτα εἰκῆ οὑτωσὶ καὶ λίαν ἀρ‐ χαίως, οὔτε περιστείλας οὔτε κομμώσας. ἀλλ’ ἐοίκατε μὴ τὰ ῥήματα θαυμάζειν, ἀλλὰ τὸν ἄνδρα ἐν ᾧ τὰ ῥήματα ἐξέλαμψε καὶ ἐξεφάνη. καὶ εὖ οἶδ’ ὅτι καὶ ὀμεῖσθε ὑπὲρ | |
343c | τοῦ λόγου, ὅτι οὐκ ἐξηπάτησεν οὐδὲ ἐθώπευσεν, ἀλλ’ οἷον ἀγωνιστῇ γενναίῳ καθήμενος ἄνωθεν ἐπεβόησε καὶ ξυν‐ ώρμησε καὶ ἐδίδαξεν ἃ φυλάττεσθαι χρεὼν καὶ προὔτρεψεν | |
ἐμμένειν τῇ εὐψυχίᾳ. | 172 |