TLG 2001 027 :: THEMISTIUS :: Περὶ τοῦ μὴ δεῖν τοῖς τόποις ἀλλὰ τοῖς ἀνδράσι προσέχειν THEMISTIUS Phil.
Rhet. Περὶ τοῦ μὴ δεῖν τοῖς τόποις ἀλλὰ τοῖς ἀνδράσι προσέχειν Citation: Harduin page — section — (line) | ||
t1 | ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ΤΟΙΣ ΤΟΠΟΙΣ ΑΛΛΑ | |
ΤΟΙΣ ΑΝΔΡΑΣΙ ΠΡΟΣΕΧΕΙΝ | 153 | |
331d | Τί ποτε ἄρα τὰς μὲν ἄλλας τέχνας οἱ ἄνθρωποι οὐχ ὅπως ἐν πόλει διδάξονται σεμνῇ καὶ ἐνδόξῳ φροντίζουσιν, ἀλλ’ ὅπως ὑπὸ τοῦ κάλλιστα ἑκάστην ἐπισταμένου, οἷον χαλκεύειν παρὰ τοῦ χαλκεύειν εἰδότος, αὐλεῖν τε αὖ καὶ | |
5 | κιθαρίζειν παρὰ τῶν ταῦτα εὖ δυναμένων, κἂν ὅπου ποτὲ | |
---|---|---|
332a | ὦσι γῆς καὶ θαλάττης, ἐπὶ δὲ τῆς καλουμένης παιδείας οὐ τὸ ἴσον ἀποδιδόασιν, οὐδὲ παρ’ ὅτου μάθοιεν, ἀλλ’ ὅπου, ζητοῦσι, καὶ ὑπὲρ μὲν τῶν λόγων αὐτῶν οὐδὲ εἷς λόγος αὐτοῖς, εἰ δὲ ἡ πόλις ἀρχαία καὶ παλαιῶν γέμουσα μυθο‐ | |
5 | λογημάτων, τοῦτο ἐξετάζουσί τε καὶ μεταποιοῦνται; καίτοι καθάπερ οὐδὲν κωλύει τὰ αὐτὰ ἐργάζεσθαι ὑποδήματα ἔν τε ἀδόξῳ πόλει καὶ ἐν σεμνοτέρᾳ καὶ τὰ αὐτὰ γράμματα γράφειν, οὕτως οὐδὲ τοὺς αὐτοὺς λόγους ἐκμελετᾶν. νῦν δὲ τεκταίνεσθαι μὲν καὶ οἰκοδομεῖν καὶ ὑφαίνειν ἁπαντα‐ | |
332b | χοῦ παραπλησίως ἐπιχειροῦσι, τοῖς λόγοις δὲ ἕν τι χωρίον ἐξελόντες ἢ μίαν πόλιν τοὺς ἀλλαχοῦ τι λέγοντας διαβάλ‐ λουσιν, ὥσπερ τοὺς ἐξορχουμένους τὰ μυστήρια ταῖν θεαῖν. ὁρῶ δὲ ἔγωγε νεὼς μὲν τῷ Ἑρμῇ κατὰ πᾶσαν ὁμοίως | |
5 | χώραν τε καὶ πόλιν δειμαμένους, τὰ διδασκαλεῖα δὲ τῶν λόγων οὐκ ἀξιοῦντας ὑπολαμβάνειν Ἑρμοῦ νεὼς ἀληθεστέ‐ ρους. ἀλλ’ εἰ μὲν χρυσοῦν ἢ ἀργυροῦν ἢ ἐλέφαντος τῷ θεῷ | |
τις ἐνταῦθα δημιουργήσειεν ἄγαλμα, προσκυνοῦσί τε αὐτὸ καὶ σέβονται οὐδὲν ἧττον, τὰ δὲ ἐκ τῶν λόγων ἀγάλματα | 154 | |
332c | τῆς ἐντεῦθεν τέχνης ὑπερορῶσί τε καὶ ἀτιμάζουσι. Ταῦτα δὲ ἐπῆλθέ μοι πρὸς ὑμᾶς λέγειν οὐχ οὕτως ἀδο‐ λεσχοῦντι μὰ Δία οὐδὲ εἰκῆ τι βουλομένῳ λέγειν καὶ κατὰ πράγματος οὐδενός· οὐ γὰρ οὕτως εἰμὶ σοφὸς οὐδὲ εὔπο‐ | |
5 | ρος ὡς οἱ μακάριοι σοφισταί· ἀλλ’ ὅτι καὶ τὰ ἐνθάδε τις μουσεῖα φαῦλα ποιεῖται καὶ ἀτιμάζει, ἄλλο μὲν ἴσως οὐδὲν οὔτε ἐγκαλῶν οὔτε ἔχων, ἔοικε δ’ οὖν καὶ οὗτος ἐξ‐ εταστὴς πόλεων καὶ οὐ λόγων. βούλεσθε οὖν αὐτὸν μετα‐ πείθωμεν, εἴ πη δυνάμεθα ἐξευρεῖν, ὅτι μὴ δέοι δυσχεραί‐ | |
332d | νειν αὐτὸν μηδὲ ἀνιᾶσθαι τοῦτο τὸ μέρος, εἰ τά γε τιμιώ‐ τερα αὐτῷ κατὰ νοῦν ὑπάρχει; Ἐγὼ τοίνυν καὶ αὐτός, ὦ χρηστὲ νεανία, ἐν πολὺ τοῦδε ἀφανεστέρῳ χωρίῳ τοὺς ῥητορικοὺς λόγους ἀνεδρεψάμην, | |
5 | οὐδὲ ἐν ἡμέρῳ καὶ Ἕλληνι, ἀλλ’ ἐν τῇ ἐσχατιᾷ τοῦ Πόντου πλησίον Φάσιδος, ὅπου καὶ τὴν Ἀργὼ σωθεῖσαν ἐκ Θεσ‐ σαλίας ποιηταὶ ἐθαύμασαν καὶ οὐρανὸς ἀνηρείψατο· ἐκεῖ | |
333a | δέ που καὶ ὁ Θερμώδων καὶ τὰ Ἀμαζόνων ἔργα καὶ τὸ Θεμισκύριον. ἀλλ’ ὅμως οὕτω βάρβαρον καὶ ἀνήμερον χω‐ ρίον ἀνδρὸς ἑνὸς σοφία καὶ ἀρετὴ Ἑλληνικόν τε ἐποίησε καὶ ἀνάκτορον τῶν Μουσῶν, ὃς ἐν μέσῳ Κόλχων καὶ Ἀρμε‐ | |
5 | νίων καθιδρυμένος οὐ τοξεύειν οὐδὲ ἀκοντίζειν ἐδίδασκεν | |
οὐδὲ ἀναβαίνειν ἵππον κατὰ τὴν τῶν προσοίκων βαρβά‐ ρων παιδείαν, ἀλλὰ ῥητορικὴν ἐκπονεῖν καὶ πανηγύρεσιν ἐμπρέπειν. εἰ δὲ ἀληθῆ ταῦτα λέγω, δῆλον εὐθὺς εἴ τι | 155 | |
333b | λέγω. κἀκεῖσε ἀφικόμην οὐ κατ’ οἰκείαν ὁρμήν τε καὶ κρίσιν, ἀλλά με ἔστειλεν ἀνὴρ οὕτω μὲν εὔνους ὡς ἂν πατήρ, οὕτω δὲ ὀρθῶς δοκιμάζων ὡς ἂν φιλόσοφος. ἢ κἀκείνου σὺ πάντως καταφρονήσεις, ὅτι τὴν θρυλουμένην φιλοσο‐ | |
5 | φίαν τῇδέ που καὶ αὐτὸς συνελέξατο, ἐμοῦ δὲ ἴσως καὶ πολὺ μᾶλλον ἅτε οἴκοθεν καὶ ἀφ’ ἑστίας τὰ ὄργια τελεσθέντος. Φέρε δὴ ἴδωμεν ἐφ’ ὅτῳ καὶ ἀνιώμεθα· ἐγὼ μέντοι οὐδὲ αὐτός πω δύναμαι κατανοῆσαι ἡμῶν τὸ πάθος. εἰ | |
333c | τὰ σώματα ἐνοσοῦμεν καὶ ἐδεόμεθα τῆς παρὰ τοῦ θεοῦ βοηθείας, ὁ δὲ ἐνταῦθα παρῆν ἐν τῷ νεῷ καὶ τῇ ἀκροπόλει καὶ παρεῖχεν ἑαυτὸν τοῖς κάμνουσιν, ὥσπερ δήποτε καὶ λέγεται, πότερον ἦν ἀναγκαῖον εἰς Τρίκκην βαδίζειν καὶ | |
5 | διαπλεῖν εἰς Ἐπίδαυρον κατὰ τὸ παλαιὸν κλέος, ἢ δύο βή‐ ματα κινηθέντας ἀπηλλάχθαι τοῦ νοσήματος; τί δὲ εἰ τοῦ πατρὸς αὐτοῦ δεηθέντες ἐτύχομεν ὀλίγον πρότερον χρόνον, ἡνίκα ἐν γειτόνων τὴν μαντικὴν ἐπεδείκνυτο; ἆρα ἂν ἡμῖν | |
333d | ἄτιμον ἐφάνη τὸ Παφλαγόνων ὄνομα πρὸς τὸ Δελφῶν παραβάλλουσι καὶ ἀνάξιον τῆς θεωρίας τῆς ἡμετέρας; χρῆν οὖν, ὡς ἔοικεν, ἐπὶ Κασταλίαν σπεύδειν καὶ τὰ σεμνὰ ὀνόματα, καί που καὶ Πυθώδε ἐπείγεσθαι, καὶ τῆς | |
5 | παλαιότητος ἀπολαύειν τοῦ Παρνασοῦ, καὶ τὴν προφῆτιν ὁρᾶν τὴν σιωπῶσαν, αὐτὸν δὲ τὸν Ἀπόλλω καταλιμπάνειν, οὗ τῆς μαντικῆς ἐδεόμεθα, καὶ ἀγανακτεῖν πρὸς αὐτόν, | 156 |
334a | ὅτι τὰ μέσα Παφλαγονίας τῶν μέσων τῆς Ἑλλάδος προ‐ ετίμησε. γελοῖοι μεντἂν ἐδοκοῦμεν εἶναι οὐ διὰ τὸν θεὸν καὶ τὸ χωρίον τιμῶντες, ἀλλὰ διὰ τὸ χωρίον καὶ τὸν θεὸν ἀτιμάζοντες. ἐγὼ δὲ καὶ Μίλητον μὲν ἄγαμαι καὶ Κολο‐ | |
5 | φῶνα τῆς παλαιᾶς ἐνδιαιτήσεως τοῦ Ἀπόλλωνος, εἰ δὲ πλησίον που νῦν ἱδρυθεὶς ὁ θεὸς φαίνοι τὴν μαντικήν, εἰς ἐκείνην βαδιοῦμαι τὴν πόλιν, καὶ ναὶ μὰ Δία τὴν κώμην καὶ τὸν ἀγρὸν καὶ τὸ ἄλσος καὶ τὸ δένδρον, εἴ γε δένδρον αὐτῷ προσφιλὲς γένοιτο, καθάπερ τῷ Διὶ τὴν δρῦν τὴν | |
10 | ἐν Δωδώνῃ πη γενέσθαι λόγος. ὁρᾷς δὲ ὅτι καὶ τὸν Ἥλιον | |
334b | οἱ προσκυνοῦντες, ἔνθα ἂν φαίνηται τοῦ οὐρανοῦ, ἐκεῖσε τὰς χεῖρας ἐκτείνουσι. καίτοι σεμνότερον ἡ ἀνατολὴ τῶν ἄλλων τόπων καὶ πρότερον ἡμῖν ἐκεῖθεν ἢ ἀλλαχόθεν ὁρᾶται. | |
5 | Σὺ δὲ παιδείας εἶναι φάσκων καὶ λόγων ἐραστὴς οὐ παιδείαν ζητήσεις καὶ λόγους, καὶ ὅπου ποτ’ ἂν εὑρίσκῃς, ἐνταῦθα ἀγαπήσεις μένειν καὶ ἐμπίπλασθαι τοῦ πόθου, κἂν Ἀθήνησι κἂν ἐν Πελοποννήσῳ κἂν ἐν Βοιωτίᾳ; καὶ γὰρ δὴ καὶ ἡ Βοιωτία χωρίον μὲν ἀμαθίας εἶναι ἐδόκει, | |
10 | καὶ ὗν τινα, οἶμαι, Βοιωτίαν ἐκάλουν, εἰς ἀπαιδευσίαν τὸ | |
334c | φῦλον ἐπισκώπτοντες. ἀλλ’ ὅμως Πίνδαρος καὶ Κορίννα καὶ Ἡσίοδος οὐκ ἐμολύνθησαν τῇ συΐ. Ἀνάχαρσιν δὲ τὸν | |
Σκύθην πάντως ἀκούεις ὅτι καὶ σοφὸς ἦν καὶ Σκύθης. ἀνδρὶ μὲν γάρ, οἶμαι, πολιτικῷ δεῖ γενέσθαι πρῶτον, κατὰ | 157 | |
5 | τὸν ποιητήν, τὴν πόλιν εὐδόκιμον· οἱ λόγοι δὲ οὐ δέονται πατρίδος ἐνδόξου, ἀλλὰ ἰσότιμοι, τυχὸν δὲ καὶ τιμιώτεροι τῶν ἐν ταῖς μεγίσταις πόλεσιν οἱ κατ’ ἐρημίαν φυέντες. καίτοι γε στρατηγὸν ἐν Σαλαμῖνι τραφέντα προτιμᾷ Ὅμηρος τοῦ Μυκηναίου, τόν τε ἐκ Φθίας καὶ ταῦτα ἐν ὄρεσι | |
10 | παιδευθέντα πάντων Ἑλλήνων τε καὶ βαρβάρων. καὶ ἐγὼ | |
334d | οὖν τὰ ἐκείνου ἔπη, εἴτε ἐν Χίῳ ταῦτα ἐποίησεν εἴτε ἐν Σμύρνῃ, τῶν Ἀθήνησι γενομένων ἁπάντων προτιμῶ τε καὶ πλείστου ἀναγινώσκειν ἐθέλοιμι. ἐν ἐκείνοις γάρ, οἶμαι, καὶ τοῦτο μαθήσομαι, ὡς οὐδὲν κωλύει καὶ ἐν | |
5 | Ἰθάκῃ διδαχθέντα πολύμητιν εἶναι καὶ ἐκ Πύλου γλύκιον μέλιτος φθέγγεσθαι. Σκόπει δὲ εἰ καὶ τοῦτο πρὸς τρόπον λέγω, ὅτι τὸν | |
335a | φιλοῦντά τι γνησίως τε καὶ ἀδόλως δεῖ φαίνεσθαι οὐ πὴ μὲν φιλοῦντα αὐτό, πὴ δὲ μή, ἀλλὰ πανταχοῦ στέργοντα, οἷον τὸν φιλόχρυσον ὁρῶμεν οὐ τὸ μὲν Ἀθήνησι χρυσίον τιμῶντα, τὸ δὲ ἐν Μεγάροις ἀτιμάζοντα, οὐδὲ τὸ μὲν ἐν | |
5 | Κορίνθῳ περὶ πολλοῦ ποιούμενον, τὸ δὲ ἐκ Σικυῶνος ὑπερορῶντα, ἀλλὰ κἂν ἐκ τοῦ Πακτωλοῦ διδῷς αὐτῷ καὶ τοῦ ψήγματος, ὃ ῥεῦσαι τὸν Πακτωλὸν ἐπὶ Κροίσου φασί, κἂν τῶν Θρᾳκῶν μετάλλων, ἃ πάλαι διορύττεται, μετὰ τῆς | |
335b | ἴσης ἡδονῆς τε καὶ σπουδῆς λήψεται. τί δὲ τὸν φίλιππον | |
οὐκ αἰσθάνῃ ὅτι πάντα ἵππον ὁμοίως τὸν ἁπανταχόθεν ἀσπάζεται; καὶ ὅταν ἴδῃ πιπρασκόμενον ἵππον ἐν ἀγορᾷ, τοῦτο ὁρᾷ καὶ πρῶτον καὶ μάλιστα, εἰ μέγας τε καὶ καλὸς | 158 | |
5 | καὶ θεῖ ταχὺ καὶ ἐπὶ πλεῖστον, εἰ δὲ Θετταλὸς ἢ Σικελὸς ἢ Καππαδόκης, ἐν δευτέρῳ πεύσεται, ὅταν τὴν ἀρετὴν αὐτῷ ὑπάρχουσαν καταμάθῃ. ὅστις δὲ ἀγαπᾷ κύνας, τούτῳ προσφιλὲς μὲν κτῆμα καὶ Κελταὶ καὶ Λάκαιναι σκύλακες, | |
335c | δάκνει δὲ αὐτὸν καὶ τὸ Καστορίδων φῦλον καὶ τὸ Ἀρκαδι‐ κὸν αὐτὸ καὶ τὸ Κρητικόν, αἷς φύσις τῶν θηρίων ἐλέγχειν τὰς εὐνὰς κατὰ τὴν ὁδὸν ἐπισπομέναις, οὐ παρόψεται δὲ οὐδὲ τὰς οἴκοι σκυλακευθείσας, εἰ μήτε κάλλους ἐκείνων | |
5 | μήτε ὠκύτητος λείποιντο. ἆρά γ’ οὖν καὶ τὸν φιλόλογον λόγων φήσομεν ἐπιθυμητὴν εἶναι, οὐ τῶν ἐνθένδε ἢ τῶν ἐνθένδε, ἀλλὰ πάντων ἁπλῶς, τὸν δὲ ἔχοντα μὲν τοὺς λό‐ γους, δυσχεραίνοντα δὲ αὐτοὺς διὰ τὴν πόλιν, οὐ φήσομεν φιλομαθῆ οὐδὲ φιλόλογον εἶναι, ἀλλὰ φιλοκορίνθιον ἢ | |
335d | φιλαργεῖον ἢ τινὸς ἄλλης πόλεως ἐραστήν, ἀλλ’ οὐ παι‐ δείας ἧς προσποιεῖται; Καίτοι Μῆδος μὲν ἵππος γαυρότερος τοῦ Σαυρομάτου, καὶ ἕτερον μὲν κάλλος Καστορίδων κυνῶν, ἕτερον δὲ | |
5 | Ἀλωπεκίδων, καὶ διακρινεῖ σοι καθ’ ἕκαστον γένος τὴν εὐμορφίαν ὁ πάντα σοφὸς Ξενοφῶν, λόγων δὲ ἐγὼ οὐκ | |
336a | οἶδα κατὰ φῦλα καὶ κατὰ ἔθνη τινὰς διακρίσεις, ὥσπερ καὶ τὰ μέλη τινὲς διακρίνουσιν εἰς Δώρια καὶ Φρύγια καὶ Ἰάστια. κατ’ ἄνδρας μὲν γὰρ ἰδέας τινὰς καὶ τύπους ἐπίστα‐ μαι λόγων, οἷον Πλατωνικὴν ἁρμονίαν καὶ Δημοσθένειον | |
5 | τόνον καὶ ἄλλου του ἄλλο τι ἀγαθόν, τούτους δὲ ἔξεστι τοὺς τύπους ἐκπονεῖν καὶ συμπεριφέρεσθαι πανταχῆ καὶ ὁδοιποροῦντι καὶ πλέοντι, κἂν μήτε ναῦν μήτε ὑποζύγιον ἔχῃς· τοὺς δὲ ἡ ψυχὴ κομιεῖται καὶ ἐπιμελήσεται ἐὰν θέλῃς, καὶ οὐ δέος μήποτε αὐτὴν βαρύνωσι καθάπερ φορ‐ | 159 |
336b | τίον. ἢ οὐκ ἀκούεις Ὁμήρου πτερόεντας ὀνομάζοντος τοὺς λόγους; καὶ δὴ τὰ πλείω πτερὰ μᾶλλον αὐτὴν κουφιεῖ τε καὶ ὑψηλοτέραν ποιήσει. ἀλλά σε μηδὲ τὰ πτερὰ τῶν λό‐ γων εἰκῆ παρελθέτω, ἀλλ’ ἐκεῖνό μοι ἐνθυμήθητι, ὡς εἰ | |
5 | καθ’ ἕνα τόπον ἐχρῆν ἱδρύεσθαι τοὺς λόγους, οὐκ ἂν αὐτοῖς τὰ πτερὰ ἔδωκεν ὁ θεός. τί γὰρ ἂν καὶ ἐδέοντο μέλλοντές γε ὥσπερ τὰ φυτὰ ἐρριζῶσθαι; οὕτω δὲ ἡ πτεροῦ φύσις μουσικῇ συγγενὴς ὥστε καὶ τῶν ἄλλων ζῴων ὅσα μὲν | |
336c | ἄπτερα, καὶ ἄμουσα πάντα, ὅσα δὲ μουσικά, καὶ πτηνά, ἡ ἀηδών, ὁ κύκνος, ὁ τέττιξ. καὶ μή με ἄλλως νομίσῃς ὡραΐζεσθαι τῷ κύκνῳ καὶ τῇ ἀηδόνι, καθάπερ οἱ κομψοὶ σοφισταὶ οἱ κομμοῦντες τοὺς λόγους οἷον φυκίῳ κέχρηνται | |
5 | τούτοις τοῖς ὀρνέοις, ἀλλ’ ἐκεῖνό σοι ἐκ τούτων ἐνδεί‐ κνυμι, μὴ στερεόν τι μηδὲ ἀκίνητον πρᾶγμα μουσικὴν μηδὲ ἐφ’ ἑνὸς ἰσχύειν τόπου, ὥσπερ τὰ ὕδατα ὅσα μαντικὰ καὶ τὰ πνεύματα. Εἰ δὲ ὅθεν πρῶτον ἐφάνησαν λόγοι, μόνην ἐκείνην | |
336d | πρέπειν τὴν πόλιν εἰς παιδείαν ὑπολαμβάνεις, ἀλλ’ οὐδ’ ὅθεν σῖτος ἐφάνη τὸ πρῶτον οὐδ’ ὅθεν οἶνος, ἐκεῖσε μόνον πυροὶ καὶ ἄμπελοι φύονται, ἀλλ’ ὄψει τοὺς σιταγωγοῦν‐ τας, ὅτι ἐπ’ Αἴγυπτον πλέουσι καὶ Θρᾴκην καὶ Βόσπορον | |
5 | καὶ Χερρόνησον. γνοίης δ’ ἂν καὶ αὐτοὺς Ἀθηναίους παρ’ ἄλλων τὸν σῖτον ἐπαγομένους, παρ’ ὧν ὁ Τριπτόλεμος | 160 |
337a | ἦν καὶ τὸ ἅρμα τῶν δρακόντων ἀνίπτατο. καίτοι καὶ ἵππων ἅρμα ὑπ’ Ἐρεχθέως πρῶτον ζευχθῆναι λέγεται, ἀλλὰ νῦν ἐν ἁπάσαις σχεδὸν ταῖς πόλεσιν ἡνιοχοῦσιν Ἰλλυριοί, πόσοι δὲ Αἰγύπτιοι, πόσοι δὲ Θρᾷκες. καὶ | |
5 | ὅπλισιν δὲ λόγος ἐν τῇ Ἀττικῇ πρῶτον φανῆναι, καὶ τί γὰρ οὐ πρῶτον, ὁπότε καὶ αὐτὸν τὸν ἄνθρωπον; ὥρα τοίνυν σοι καὶ ἀνθρώπους τοὺς ἀλλαχόθεν ὑπερορᾶν τε καὶ ἀτιμάζειν. ἀλλ’ οὐδὲν ἴσως κωλύει τὰ παρ’ ἑτέροις ἀρχὴν λαβόντα πλείονος σπουδῆς παρ’ ἄλλοις τυγχάνειν, | |
337b | ἐπεὶ καὶ κωμῳδία τὸ παλαιὸν ἤρξατο μὲν ἐκ Σικελίας (ἐκεῖθεν γὰρ ἤστην Ἐπίχαρμός τε καὶ Φόρμος), κάλλιον δὲ Ἀθήναζε συνηυξήθη. καὶ τραγῳδίας εὑρεταὶ μὲν Σι‐ κυώνιοι, τελεσιουργοὶ δὲ Ἀττικοὶ ποιηταί. σὺ δὲ τὸν μὲν | |
5 | Δία τὸν Φειδίου τὸν Ὀλύμπιον θεασάμενος οὐ δεήσῃ τῆς Ἀττικῆς πρὸς τὸ Φειδίαν θαυμάσαι, τὰ δὲ Πλάτωνος ἐν‐ ταῦθα ἔχων δημιουργήματα οὐκ ἀγασθήσῃ τὸν δημιουρ‐ γὸν τῶν ἀγαλμάτων, εἰ μὴ τὴν πατρίδα αὐτοῦ καὶ τὴν | |
337c | οἰκίαν καταμάθοις; ἔπειτα καὶ ἐν Χίῳ σοι παιδευτέον ἂν εἴη δι’ Ὅμηρον καὶ δι’ Ἡσίοδον ἐν Ἄσκρῃ καὶ διὰ Πίνδαρον ἐν Βοιωτίᾳ. πῶς δὲ Στάγειραν ἀτιμάσεις, τὸν Σταγειρίτην γινώσκων; πῶς δὲ τὴν Κύπρον, ὅθεν ἦν | |
5 | Ζήνων ὁ Κιτιεύς; Εἰ δὲ τοσαῦτα ἀγαθὰ λέγων οὐδὲν περαίνω, ἀλλά σε | |
δριμὺς ἔρως ἔχει ξενικῶν διηγημάτων, οὐκ εἰς Ἕλληνάς σοι μόνον πλευστέον, ἀλλὰ καὶ εἰς Αἴγυπτον καὶ εἰς Αἰθιο‐ πίαν καὶ εἰς Ἰνδούς, ἵνα ἡμῖν ἐκεῖθεν ἐπανελθὼν μὴ | 161 | |
10 | σμικρὰ καὶ πολυθρύλητα λέγῃς, ἀλλ’ ὑπὲρ δρακόντων καὶ ἐλεφάντων. ἔσται δέ σοι καὶ μύρμηξ ὁ Ἰνδός, μέγα καὶ | |
337d | ζῷον καὶ διήγημα. οἱ Βραχμᾶνες μὲν γὰρ οὐ προσήσον‐ ταί σε ἄνω πρὸς ἑαυτούς, ἀλλὰ καταστράψουσι καὶ κατα‐ βροντήσονται. εἰ δ’ ὄντως διψῇς τοῦ Μουσῶν νάματος καὶ μὴ σχηματίζῃ τὸν πόθον, ἐκ τῆς παραρρεούσης ἄρυσαι κρή‐ | |
5 | νης, ἧς τὸ νᾶμα αὐτῆς πότιμόν τε καὶ διαυγές, καὶ μή μοι τὴν Πειρήνην μηδὲ τὴν Ἀρέθουσαν ἐπιζήτει. καίτοι πάλαι γε ταῦτα ἐξ ἀρχῆς διατέτακται, καὶ θεσμὸς ἐκ θεῶν. ὅθεν | |
338a | τοὺς λόγους ἐν ἀνθρώποις, ἀλλ’ οὐκ ἐν χωρίοις ἐπιζήτει. Καὶ διὰ τοῦτο ἐρῶ σοι βραχὺν μέν, ἀρχαῖον δὲ λόγον. ἦν ποτε ἀκόσμητος ἡ γῆ καὶ κάλλους ἐρήμη· θεοῖς δὲ ἔδοξε καὶ ταύτης ἐπιμεληθῆναι. πέμπουσιν οὖν τὼ παῖδε | |
5 | τοῦ Ἰαπετοῦ, τὴν ἐπιμέλειαν ἐπιτρέψαντες, δόντες ἄλλα τε ἀγαθὰ εἰς τὸν κόσμον καὶ δὴ καὶ ζῴων ἁπάντων γένεσιν, ὅσα βιώσεσθαι ἀπὸ γῆς ἔμελλε καὶ κοσμήσειν αὐτήν. διαιροῦνται οὖν ὅ τε Ἐπιμηθεὺς καὶ ὁ Προμηθεὺς | |
338b | τὸ ἔργον, καὶ ὁ μὲν τὰ ζῷα διέπλαττε καὶ ξυνεύθυνε μίσγων ἐκ γῆς καὶ πυρὸς καὶ τῶν ἐκείνοις ξυμφύλων, ὁ | |
δὲ αὐτὴν τὴν γῆν κατεποίκιλλε καὶ διένεμεν ἑκάστῳ μέρει τὰ παρὰ τῶν θεῶν δεδομένα. νέμων δὲ τὴν μὲν ληίων | 162 | |
5 | εὔπορον ἀπειργάζετο, τὴν δὲ ἀμπέλοις ἐκόσμει, τὴν δὲ τῷ καρπῷ τῆς Ἀθηνᾶς, ἄλλην δὲ ἀκροδρύων πλήθεσιν, ἄλλην δὲ ὕλης εὐτροφίᾳ καθάπερ κόμῃ· καὶ τῇ μὲν χρυσὸν ἐγκατέσπειρε, τῇ δὲ χαλκόν, τῇ δὲ ἄργυρον, τῇ δὲ ἄλλο τι τοιοῦτον, ἐπανισῶν ὅτι μάλιστα ἑκάστῳ μέρει τὸν κόσ‐ | |
10 | μον. ἐπεὶ δὲ ἅπαντα διένειμε τὰ καλούμενα ἀγαθά, ὁ Ζεὺς | |
338c | ὁ πατὴρ ἐλεήσας τὴν γῆν καὶ βουληθεὶς αὐτῇ καὶ θείου τινὸς μεταδοῦναι, δίδωσιν αὐτῇ τὸν δεύτερον κρατῆρα νοῦ τε καὶ φρονήσεως· δίδωσι δὲ ἐφ’ ᾧ τε ἅπασαν τὴν γῆν τοῦ δώρου τοῦδε μεταλαβεῖν. ἀπορουμένου οὖν | |
5 | Ἐπιμηθέως πρὸς τὸ ἐπίταγμα τοῦ Διός, ξυννοήσας ὁ Προμηθεὺς τὴν φρόνησιν καὶ τὸν λόγον ἐν γῇ μὲν οὐχ οἷόν τε ὥσπερ τὰ ἄλλα σπέρματα φύεσθαι, ψυχὴν δὲ ζῴου δύνασθαι μόνην τὸ σπέρμα τοῦτο φέρειν καὶ τρέφειν, τῷ ἀνθρώπῳ φέρων ἐγχεῖ τοῦ κρατῆρος, καὶ διὰ τοῦτο | |
10 | καὶ λόγος ὅπου καὶ ἄνθρωπος. γέγονε γὰρ ἄνθρωπος | |
338d | μόνος, ὡς ἔοικε, ὑποδοχή τις καὶ χώρα παιδείας καὶ λόγου, καὶ διὰ τοῦτο ὄσπρια μὲν καὶ φυτὰ ἕτερον χωρίον ἑτέρου γενναιότερον ἐκτρέφει, οἱ λόγοι δέ εἰσι καρπὸς ψυχῶν ἀνθρωπίνων, καὶ ἐν ταύταις ζητητέον τούς τε | |
5 | ἀμείνους καὶ τοὺς χείρους αὐτῶν. δεῖ μέντοι ἐπὶ τούτων καὶ τέχνης τινός, καθάπερ ἐπ’ ἐκείνων γεωργικῆς. σκοπεῖν δὲ ὡς ἄμφω τὰ ἔργα σφόδρα ἐμφερῶς ἔχει πρὸς ἄλληλα. Πρῶτον μὲν δεῖ σε διεργάσασθαι τὴν ψυχὴν καὶ πα‐ | |
339a | ρασχεῖν ἐπιτήδειον εἰς τὸν σπόρον. διεργάσῃ δὲ αὐτὴν εὐμαθείᾳ καὶ προσοχῇ. ὡς ἐὰν σκληρὰν ἐάσῃς καὶ στύ‐ φουσαν, ἀπολεῖ μὲν ὁ καταβάλλων τὰ σπέρματα, φύσει δὲ ἐκείνη ἀντὶ φρονήσεως καὶ ἀρετῆς κακίαν τε καὶ ἀμαθίαν | 163 |
5 | καθάπερ ἀκάνθας. ἔπειτα ὅταν σπαρῇ τε καὶ φυτευθῇ, κινεῖν τε αὐτὴν καὶ ἀνανεοῦσθαι τὰ καταβληθέντα τῇ μνήμῃ, καὶ τῶν ἀγρίων βλαστημάτων ἀποκαθαίρειν, ἵνα μὴ πολλῶν φύντων καὶ ἰσχυρῶν ἀποπνιγείη τὰ χρηστὰ καὶ τὰ ἥμερα. μάλιστα δὲ ἁπάντων ἐπιμελεῖσθαι μήτε | |
339b | σπείρειν ἁπλῶς μήτε φυτεύειν ἐξ ὅσων οὐδέν τι χρήσιμον ἀποδρέψεται. εἰσὶ γὰρ καὶ ἐν τοῖς λόγοις, ὥσπερ καὶ ἐν τοῖς φυτοῖς, πολλοὶ χαρίεντες μὲν καὶ ἀμφιλαφεῖς, ἄκαρ‐ ποι δὲ καὶ ἀνόνητοι, καθάπερ τὰ ἐκ τῶν πλατάνων καὶ | |
5 | αἰγείρων ἄλση γεωργοῖς μὲν οὐ σφόδρα τίμια, κόραις δὲ παιζούσαις καὶ ὁδοιπόρῳ καμόντι καὶ βασιλεῖ Μήδων, ᾧ καὶ χρυσῆ πλάτανος ἦν. ἀλλ’ ἐκλέγεσθαι καὶ σκοπεῖν, ὁπόσα χρήσιμα τῶν σπερμάτων. καὶ εἰ μὲν πρὸς ἀργύριον | |
339c | βλέπεις καὶ τὸ χρήσιμον τούτῳ μετρεῖς, ζητεῖν ἐκείνους τοὺς λόγους οἳ χρήματά σοι βλαστήσουσιν. ἔστι δὲ πολὺ τὸ σπέρμα τοῦτο καὶ ἐν δικαστηρίοις καὶ ἐν ἐκκλησίαις, καὶ μάλιστα εὐθαλεῖ περὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα. μη‐ | |
5 | νύσαιμι δ’ ἄν σοι καὶ ἐγὼ τοὺς ἐνθάδε ἄφθονον αὐτὸ κε‐ κτημένους· οἷς εἰ προσίοις τε καὶ θεραπεύοις, ταχύ σου μεγάλην τὴν γλῶτταν καὶ περιττὴν ἀποδείξουσι. καὶ λέ‐ | |
γων αἱρήσεις οὐκ ἐκ δέκα μόνον ποδῶν, ἀλλὰ καὶ | 164 | |
339d | ἐξ εἴκοσιν ἴσως, τυχὸν δὲ καὶ ἀπ’ αὐτοῦ τοῦ σταδίου τοὺς ῥήτορας τοὺς ἀλλαχόθεν· οὕτως ἡμῖν οἱ σοφισταὶ δεξιοί εἰσιν. Εἰ δὲ πρὸς ἑαυτὸν ὁρᾷς καὶ ὅπως σεαυτοῦ ἔσῃ βελτίων, | |
5 | ἄλλο αὖ σοι φυτὸν ζητητέον οὐκ ἔγγειον, ἀλλ’ οὐράνιον, ὃ κἂν μή τις ὠνῆται κἂν μή τις θαυμάζῃ, αὐτὸ καθ’ ἑαυτὸ ἀποκείμενον τῇ ψυχῇ πολλοῦ σοι ἄξιον ἔσται. σπάνιον δὲ τοῦτο· καὶ γὰρ παρ’ ὀλίγοις. οὐ γὰρ σφόδρα αὐτὸ θαυμάζουσιν ἄνθρωποι. αἴτιον δέ· οὐ ποιεῖ χρυσὸν | |
340a | οὐδὲ ἄργυρον, ἀλλὰ καὶ ἀτιμάζει καὶ λῆρον ἡγεῖται. διὰ τοῦτο οὖν αὐτὸ καὶ οἱ ἄνθρωποι ἀτιμάζουσιν. εἰ δὲ ᾔσθον‐ το τοῦ καρποῦ καὶ ἐγεύσαντο, εἶπον ἂν ἴσθι καὶ αὐτοὶ τὴν φωνὴν ἐκείνην, ὅτι πᾶς ὁ ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸς | |
5 | ἀρετῆς οὐκ ἀντάξιος. νῦν δὲ ἀγνοίᾳ τούτου τοῦ κέρδους καὶ ἀπειρίᾳ περὶ τὰ φύλλα στρέφονται, κἀκεῖνα θαυμά‐ ζουσι καὶ μόνα ἡγοῦνται. τούτου τοῦ φυτοῦ τὴν ῥίζαν δί‐ δωσι μὲν Ὅμηρος, μᾶλλον δὲ Ἑρμῆς, Ὀδυσσεῖ, ἡνίκα παρὰ τὴν Κίρκην τῆς ἐξ ἡδονῆς ἀλογίας τοὺς ἑταίρους ἀπο‐ | |
10 | λυσόμενος ἧκε. λάβοις δ’ ἂν καὶ σὺ παρὰ τοῦ θεοῦ σπου‐ | |
340b | δάσας, καί σοι δείξει τὴν φύσιν αὐτοῦ καθάπερ τῷ τοῦ Λαέρτου· μὴ γὰρ ἀχρεῖον ἔσεσθαι τὸ κτῆμα νομίσῃς, ὅτι σύ γε οὐ παραπλεύσει τὴν νῆσον ἐκείνην, οὐδὲ τὴν Κίρ‐ | |
κην ὄψει ποτέ, οὐδ’ ἐκπίῃ τοῦ κυκεῶνος. ἀλλ’ εὖ τοι | 165 | |
5 | γίνωσκε, ὦ χρηστέ, ὡς εἰ μὴ ἔχεις πολὺ τὸ ἀλεξιφάρμα‐ κον τοῦτο, ἀντὶ μιᾶς σοι Κίρκης πολλαὶ τὸν κυκεῶνα κερά‐ σουσι, καὶ αὗται οὐ πόρρωθεν ἀπῳκισμέναι, ὥστε πολλῇ πλάνῃ παραγενέσθαι, ἀλλὰ ξυνοῦσαι συνεχῶς καὶ περι‐ | |
340c | έπουσαι κύκλῳ καὶ καλοῦσαι πρὸς ἑαυτάς. ἆρ’ οὖν Αἴγυπ‐ τος φέρει τὴν ῥίζαν ἐκείνην ἤ τις Ὁμήρου νῆσος πόρρωθεν ἀπῳκισμένη, καὶ δεῖ σοι πάλιν μακροτέρας ἀποδημίας; ἀλλ’ εἰ ξυνιέναι τῶν ἐπῶν ἐθέλεις, κἀνταῦθα ὀρύττειν | |
5 | οἷός τε ἔσῃ τὸ φάρμακον. δίδωσι γὰρ καὶ σύμβολα αὐτοῦ καὶ σημεῖα, ῥίζην μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος. εἰ δὲ οὐκ ἐξευρίσκεις τὸν νοῦν τοῦ ἔπους, βούλει σὲ ἀνα‐ μνήσω καὶ ἄλλον λόγον, ὃν ἔτι μειράκιον ὢν ἔμαθες ἐν | |
340d | διδασκάλου; καί σοι εὔδηλός τε φανεῖται καὶ ἑρμηνεύσει τὸ ἔπος. φησὶ δὲ τῆς ἀληθινῆς παιδείας πικρὰν μὲν τὴν ῥίζαν, γλυκὺν δὲ καὶ προσηνῆ τὸν καρπόν. εἰ οὖν τὸ μὲν πικρὸν εἰς τὸ μέλαν, τὸ γλυκὺ δὲ εἰς τὸ λευκὸν μεταλάβοις | |
5 | καὶ προσέτι τὸν δοτῆρα τῆς πόας θεὸν ἐννοήσαις, φανερόν σοι τὸ βούλημα ἔσται τὸ τοῦ ποιητοῦ. καὶ εὕροις ἂν αὐτῷ | |
μαρτυροῦντα καὶ τὸν Ἡσίοδον τῆς ἀρετῆς πόνον μὲν ἐπ’ ἀρχῆς προτιθέντα, ῥᾳστώνην δὲ ἐπὶ τέλει ἐγγυώμενον. | 166 | |
341a | ὥστε εἰ πανταχοῦ δυνατὸν ἀρετὴν ἐξασκεῖν, πανταχοῦ καὶ τὸ φάρμακον ὀρύττειν ἐκεῖνο. τοῦτο δὲ οἶμαι καὶ τὸν Ὅμηρον ἐνδείκνυσθαι, ἡνίκα ἂν παραινέσαντα τὸν Ἑρμῆν Ὀδυσσεῖ καὶ διδόναι ποιήσῃ τὴν πόαν οὔτε κομίσαντα | |
5 | ἀλλαχόθεν οὔτε πορευθέντα ὑπὲρ τοῦ λαβεῖν πορρωτέρω, ἀλλ’ ἐξελκύσαντα τῆς γῆς ἔνθα εἱστήκει. τί γὰρ ἄλλο ἐστὶ λέγοντος ἢ ὅτι παρὰ πόδας ἐστὶ καὶ πλησίον ἀεὶ τῷ | |
δυναμένῳ λαμβάνειν; | 167 |