TLG 2001 026 :: THEMISTIUS :: 〈Ὑπὲρ τοῦ λέγειν ἢ πῶς τῷ φιλοσόφῳ λεκτέον〉 THEMISTIUS Phil.
Rhet. 〈Ὑπὲρ τοῦ λέγειν ἢ πῶς τῷ φιλοσόφῳ λεκτέον〉 Citation: Harduin page — section — (line) | ||
t1 | 〈ΥΠΕΡ ΤΟΥ ΛΕΓΕΙΝ Η ΠΩΣ ΤΩΙ ΦΙΛΟΣΟΦΩΙ | |
ΛΕΚΤΕΟΝ〉 | 117 | |
311b(1t) | Προθεωρία | |
2 | Οὐ δήπου με τὰ θέατρα οὕτως ἀγαπᾶν ἡγεῖσθε ὥστε ἀγνοεῖν ὅτι ὀλίγοι ἔμφρονες πολλῶν ἀφρόνων τῷ λέγοντι φοβερώτεροι, ὥσπερ, οἶμαι, καὶ τοὺς ἄρχοντας τῶν στρα‐ | |
---|---|---|
5 | τοπέδων ὀλίγοι τε καὶ λογάδες ἀντικαθήμενοι εὐλαβεστέ‐ | |
311c | ρους ποιοῦσιν ἢ πολὺς ὅμιλος συμπεφυρμένος ἀφράκτων καὶ ψιλῶν καὶ ἀνίππων, ἄλλων ἐξ ἄλλης γλώσσης θορυ‐ βούντων καὶ ἐπηχούντων· οἷον Ὅμηρος εἶναι λέγει τὸ βαρβαρικὸν στρατόπεδον, ἀπεικάζων αὐτῶν τὴν βοὴν ὄρνι‐ | |
5 | σιν ἅμα κλαγγῇ πετομένοις ἐπὶ Νεῖλον τὸν ποταμὸν διὰ τὸν μέγαν χειμῶνα. κἀγὼ οὖν ὑμᾶς, ὦ ἄνδρες, εὖ ἴστε ὅτι μᾶλλον ὀκνῶ τε καὶ δυσωποῦμαι ἢ πρώην τὸν πολὺν ὄχλον τὸν ἐν τῷ θεάτρῳ, τὸν κεκραγότα ῥᾳδίως καὶ θαμὰ ἐξαλ‐ λόμενον ἀπὸ τῶν πετρῶν. σεμνότερον δὲ ἦν καὶ Ἀθήνησι | |
10 | δικαστήριον τῶν εἰς ἕνα τε καὶ χιλίους ὁ Ἄρειος πάγος. | |
311d | τάχ’ οὖν οὐδ’ ὑμεῖς ἐπιτρέψετε προοιμιάζεσθαι ἐπὶ πλέον· | |
οὐδὲ γὰρ ἐν Ἀρείῳ πάγῳ ὁ νόμος ἐδίδου. Τί δήποτε ἄρα οἱ ἄνθρωποι τοὺς μὲν τέκτονας οὐ νουθετοῦσιν ὅ τι ποιητέον αὐτοῖς περὶ τὰ ξύλα, οὐδὲ δὴ | 118 | |
5 | τοὺς σκυτοτόμους ὅ τι ποιητέον αὐτοῖς περὶ τὰ σκύτη, | |
312a | ἀλλ’ οὐδὲ τοὺς ὑφάντας ὑπὲρ τῶν ἐρίων οὐδὲ τοὺς κιθα‐ ριστὰς ὑπὲρ τῶν κρουμάτων, ἀλλ’ ἐπιτρέπουσιν οἱ μὴ εἰδό‐ τες ἑκάστην τέχνην τοῖς ἐπισταμένοις, καθότι ἂν δοκιμά‐ ζωσι τὰ ἐκ τῆς τέχνης ἔργα μεταχειρίζεσθαι, μόνους δὲ | |
5 | τοὺς φιλοσόφους σχεδόν τι ἅπαντες ἄνθρωποι νουθετοῦσι καὶ διδάσκειν ἐπιχειροῦσι καὶ ἅττα ῥητέον αὐτοῖς καὶ πρὸς οὓς καὶ ὁπότε καὶ ἐν ᾧ χωρίῳ, καὶ οὐδεὶς ὅστις οὐκ ἀξιοῖ ταύτης μόνης τῆς ἐπιστήμης ἐξεταστὴς ἀκριβὴς εἶναι, καὶ ὧν λέγει καὶ ὧν ἐργάζεται; αὐτίκα τὸν μὲν ποιητὴν οὐχ | |
312b | ἅπαντες εὐθύνουσι τῶν ἐπῶν οὐδὲ τὸν ῥήτορα τῆς δεινότη‐ τος οὐδὲ τοὺς πρὶν νεανίσκους τοὺς ἀπαρξαμένους ὑμῖν ἐν τῷ θεάτρῳ καὶ εὐδοκίμους φανέντας ἐφ’ ἑκατέρᾳ τῇ τέχνῃ οἴεσθε δεῖν †κνισταρεύειν† καὶ διασκοπεῖν τῶν δειγ‐ | |
5 | μάτων, ἀλλ’ οἱ ποιηταὶ μόνοι καὶ λογογράφοι. εἰ δὲ εἰς τὸν αὐτὸν τοῦτον χῶρον συγκαλέσας ὑμᾶς ἀνὴρ φιλό‐ σοφος λόγον διαλεχθείη, φροντίσας τε καὶ μεριμνήσας καὶ πολλὰς νύκτας ἀύπνους ἰαύσας, πολλὰς δὲ ἐπιπόνους ἡμέρας καταμελετήσας, ὡς ἄν τι χρηστὸν ἐξ αὐτοῦ ἀπ‐ | |
312c | ενέγκησθε, τηνικαῦτα οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ οἱ ῥήτορες καὶ οἱ γραμματισταὶ καὶ οἱ παιδοτρίβαι καὶ οἱ στρατιῶται καὶ οἱ πάλαι στρατιῶται, καὶ τίς δὴ οὐ κρι‐ τὴς καὶ ἐξεταστὴς τῶν λόγων, ἀλλὰ καὶ τῶν ἀκροωμένων | 119 |
5 | ὅτι δῆμος ἦν καὶ τοῦ χωρίου ὅτι τὸ θέατρον. οὕτως ἄρα ἐξ ἁπάντων μαθημάτων μόνον τοῦτό ἐστι πρόχειρόν τε ἅπασι καὶ εὐμαθὲς καὶ ἐπίδρομον, μᾶλλον δὲ ἴσως τερά‐ στιον καὶ ἀλλόκοτον, εἰ οἱ μὲν ἄλλοι πάντες εἴσονται ἀκριβῶς τὰ ἁρμόζοντα τῇ τέχνῃ, μόνοι δὲ ἀγνοήσουσιν οἱ | |
10 | σύμπαντα ἐπ’ αὐτῇ τὸν βίον κατατριβόμενοι. | |
312d | Καίτοι ἴσως οὐκ ὀρθῶς λέγει ὁ λόγος οὐδὲ δικαίως· οὐδὲ γὰρ οἱ τοὺς φιλοσόφους παιδαγωγοῦντες λίαν πολλοί εἰσιν, οὐδὲ πάντες ὑμεῖς λίαν τετύφωσθε ἐξαισίως, ἀλλὰ τὸ πρᾶγμα ἐκείνῃ σχέτλιον, ὅτι μηδὲν ἄμεινον διακείμενοι | |
5 | τῶν πολλῶν οἱ ὀλίγοι οὗτοι, μηδ’ ἐγγύτερον ὄντες τῆς ἐπιστήμης ἢ ὁ ὄχλος, χειροτονοῦσιν ἑαυτοὺς νομοθέτας τοῖς φιλοσόφοις, καὶ ἀποφαίνονται ἀφώνους εἶναι καὶ στέ‐ γειν ἅττα ἂν εἰδῶσιν ἐν τῇ καρδίᾳ καὶ μὴ ἐξαγγέλλειν μηδὲ | |
313a | κοινωνεῖν, ὥσπερ οἱ τὰ χρήματα θησαυρίζοντες. εἰ οὖν ὑπὲρ ἄλλου του λεκτέον τῷ φιλοσόφῳ, πόσῳ δὴ μᾶλλον ὑπὲρ τοῦ λέγειν; καὶ εἰ παριτητέον ἐπ’ ἄλλῃ ὑποθέσει εἰς τὸ κοινόν, πόσῳ δὴ μᾶλλον ἐπὶ ταύτῃ αὐτῇ; ἥκω γοῦν ἐγὼ | |
5 | τήμερον, ὦ φίλοι Ἕλληνες, καὶ ἐμαυτῷ καὶ ὑμῖν βοηθήσων, | |
καὶ διαπραξόμενος ἐκ τοῦ λόγου, ἵνα ἐμοὶ μὲν ἐξείη λέγειν, ὑμῖν δὲ ἀκούειν. δίκαιον οὖν καὶ ὑμᾶς συμπροθυμεῖσθαι καὶ συλλαμβάνειν καὶ μὴ ῥᾳθυμοτέρους εἶναι περὶ τὴν | 120 | |
313b | ἑορτὴν τοὺς δαιτυμόνας τοῦ ἑστιάτορος. ἐγὼ γὰρ δὴ λέγω τό γε ἐμόν, ὅτι δυσαπαλλάκτως ἔχω σφόδρα ὑμῶν· εἰ δὲ καὶ ὑμεῖς φιλοσοφίας, αὐτοὶ ἴστε· καλὸν δὲ ἀντερᾶν τοῦ ἐρῶντος. | |
5 | Τὸ δ’ οὖν ἀληθὲς τοῦτό ἐστιν, ὅτι κοινὸν τὸ κινδύνευμα καὶ ἐπ’ ἴσης ἀποκλεισθῆναι τῇ τε πόλει τῇ τε φιλοσοφίᾳ τὴν συνουσίαν, καὶ διατελεῖν τὴν μὲν ἄναυδον, τὴν δὲ ἀν‐ ήκοον, ὥσπερ ἀπεχθανομένας, εἰ μὴ ἐγὼ ἀμφοτέραις ἐκτί‐ σαιμι τὰ χαριστήρια, καὶ τῇ μὲν φυλάξαιμι τὴν φωνὴν καὶ | |
313c | ἀποδοίην, τῇ δὲ παρασκευάσαιμι καὶ ἐκκαθάραιμι τὰ ὦτα, ἐπίτιμον ἑαυτὸν ἀποδείξας καὶ οὐκ ὀφείλοντα 〈τῷ κοινῷ〉 κοινωνοῦντα βουλευτηρίου καὶ ἐκκλησίας. Τυχὸν δ’ ἂν καὶ ὑπολιπὲς τοῦτο εἴη τοῦ πρὶν ἀγῶνος, καὶ | |
5 | μετὰ τὴν φάλαγγα τῶν μισθοφόρων, εἰ τοὺς ψιλοὺς σο‐ φιστὰς καὶ εὐζώνους ἀποδρασόμεθα, πάνυ ἂν φανεῖμεν ἀκέραιοι τοῦ ὀνόματος. πάλιν δὴ ὥσπερ ἐν δικαστηρίῳ τὴν | |
ἀντωμοσίαν ὑμῖν ἀναγνωστέον, ἣν ὑπογράφονται καθ’ ἡμῶν οἱ κομψοὶ κατήγοροι οὗτοι καὶ τεχνῖται τῆς σιωπῆς. | 121 | |
313d | ἀδικεῖ, φασὶν ἐμὲ λέγοντες, νεωτερίζων εἰς φιλοσοφίαν, καινὰ εἰσάγων δαιμόνια. οὐ γὰρ ἡσυχῆ κάθηται ἐν τῷ δωματίῳ οὐδὲ πρὸς μόνους τοὺς ὁμιλητὰς κοινολογεῖται, ἀλλὰ καὶ εἰς φῶς πρόεισι καὶ θαρρεῖ ἐν τῷ μέσῳ τῆς πόλεως, καὶ | |
5 | λέγειν ἐπιχειρεῖ ἐν παντοδαποῖς ἀνθρώποις. καὶ οὐ τοῦτό πω τὸ δεινόν, τηλικοῦτον ὄν, ἀλλὰ καὶ θέατρα ἤδη ἀγείρει | |
314a | καὶ πρότριτα ἐπαγγέλλει εἰς τὸ δικαστήριον συνιέναι καὶ ἀνέχεται ἐπαινούμενος καὶ περινοστεῖ τοὺς κεκραγότας. καὶ τί ἂν δέοισθε ἑτέρων εἰκότων καὶ τεκμηρίων τοῦ σο‐ φιστὴν εἶναι τὸν ἄνδρα γενναῖον, τὸν θρόνον καὶ τὸ βῆμα | |
5 | ὁρῶντες τὰ φώρια τοῦ ἀδικήματος; Ἰοὺ ἰοὺ τῶν κατηγόρων, ὡς πιθανοὶ καὶ εὐπρόσωποι, καὶ οὓς ἐγὼ μάλιστα δέδοικα μὴ ἐξαπατήσωσιν ὑμᾶς. οὐ γὰρ μάρτυρά μοι ἔστι πρὸς τούτους ἀναβιβάσασθαι τῶν νῦν ὁμοσκήνων, ἀλλὰ καὶ τούτων οἱ πολλοὶ πρὸς τὰ | |
314b | λοιπὰ ἐπαμύνοντες καὶ παριστάμενοι εὖ μάλα, ἡνίκ’ ἂν τοῦτο τὸ μέρος τῆς κατηγορίας ὑποκινῆται, φρίκης τε | |
ἐμπίπλανται καὶ ὡρακιῶσι καὶ αὐτομολοῦσιν εὐθὺς πρὸς τοὺς πολεμίους, καὶ ἐγκαταλείπουσί με ἔρημον καὶ ἄνευ | 122 | |
5 | ξυμμάχων καὶ εἰσί μοι χαλεπώτεροι τῶν ἐξ ἀρχῆς κατηγό‐ ρων, λεωργόν με ἀποκαλοῦντες καὶ ὑπερόπτην τῶν πατρίων ἐθῶν. τούτους μὲν οὖν δι’ ἥντινα αἰτίαν προδιδόασιν αἰσθά‐ νομαί τε καὶ ἐρῶ πρὸς ὑμᾶς· ἐμοὶ δὲ πρὸς ἅπαντας ἅμα ἀγωνιστέον καὶ αὐτομόλους καὶ πολεμίους. ἐπεὶ οὖν μοι | |
314c | χαλεπώτερος ὁ ἀγὼν καὶ ἔπεισιν ἀθρόον στῖφος σιγῇ παρα‐ ταττομένων ἀνθρώπων καὶ σιγὴν πνεόντων ἀντὶ μένους τε καὶ ἀλκῆς, εἰ πόρρωθεν ἀγοίμην καὶ ἐκ προοιμίων, καρτερεῖτε, ὦ φίλοι ἄνδρες· οὐ γὰρ κατεπείγει τὸν | |
5 | λόγον ὕδωρ ἀπορρέον μεμετρημένον καὶ οὐκ ἀποχρῶν τῷ ἀγῶνι· οἱ δικασταὶ κύριοι ταύτης τῆς δίκης, μᾶλλον δὲ αὐτὸς ὁ λέγων, ἐὰν οὕτω λέγῃ, ὥστε κατέχειν καὶ μὴ διώκειν. Ὡς οὖν ἐκεῖνο αὐτῶν πάνυ ἄγαμαι καὶ θαυμάζω, τὸ | |
314d | καινουργεῖν τε καὶ νεωτερίζειν εἰς ὁτιοῦν δυσχεραίνον‐ τες καὶ ἀδίκημα ἡγούμενοι αὐτοὶ καινουργοῦσι περὶ τοῦ νόμου τῆς γραφῆς, καὶ εἰσάγουσι μὲν ὡς σοφιστήν, τὸ δὲ ἔγκλημα ὡς σοφιστικὸν ποιοῦνται. τῷ γὰρ νομοθέτῃ, ὃν | |
5 | προὐστησάμεθα, Πλάτωνι τῷ θεσπεσίῳ, οὐχ ἕν τι χρῆμα | |
φαίνεται εἶναι πολιτικός τε καὶ δημολόγος καὶ σοφιστής, ἀλλὰ τὸν μὲν δημοσίᾳ καὶ σὺν μακροῖς λόγοις προσιόντα | 123 | |
315a | καὶ ὁμιλοῦντα τοῖς πλήθεσιν, εἰ μὲν δρῴη αὐτὸ προμηθού‐ μενος τῶν ἀκροωμένων, πολιτικὸν οἴεται καὶ ὀνομάζειν κελεύει, τὸν δὲ αὐτοῦ μόνου ἐρῶντα τοῦ δημοσίου θορύβου δημολόγον τε καὶ δημεραστήν. ὁ σοφιστὴς δὲ αὐτῷ βρα‐ | |
5 | χυρρήμων τε ὡς τὸ πολὺ καὶ πρὸς ἕνα ἀντίπαλον ἐσκευασ‐ μένος, καὶ τοῦτο ἐστὶν ἔσχατον τῶν ἐν τῷ ἄξονι ξυγγεγραμ‐ μένων. ὥστε ῥᾳδίως ἄν με ἐξαγορεύοιεν εἰ σκευωροῦμαι καὶ τεχνάζω περὶ τὸν νόμον. καὶ οὖν ἐγὼ ἐπὶ τούτῳ τῷ ἔργῳ, ἐφ’ ᾧ καὶ νῦν συγκαθήμεθα, σοφιστὴς μὲν οὐδαμοῦ, | |
10 | τῶν δὲ ἄλλων δυοῖν θάτερον ἄν μοι τιθεῖσθε εἶδος, ἢ τὸ | |
315b | σεμνὸν ἢ τὸ παιγνιῶδες· ὠφελοῦντι μὲν τὸ σεμνόν, εἰ δὲ ἐπ’ εὐδοκιμίᾳ, τὸ παιγνιῶδες. εἰ μὲν δή τι ὑπάρχει ὀνησιφόρον τοῖς ἐμοῖς λόγοις, αὐτοὶ ἂν εἰδείητε οἱ ἀκούοντες. ἐγὼ μέντοι ἐγρηγορόσιν ὑμῖν καὶ ἀντιλαμβανομένοις τῶν λό‐ | |
5 | γων ἀσμενέστερον 〈ἂν〉 διαλεγοίμην ἢ χασμωμένοις τε καὶ ναυτιῶσι. καὶ οὐχ ὁ θόρυβός μου τὸ μέρος ἀγαπητός, αὐτὸς δὴ ἐφ’ ἑαυτῷ μόνῳ ὁ θόρυβος, ἀλλ’ ὅτι σημεῖον | |
315c | αὐτὸ ποιοῦμαι τοῦ μὴ εἰκῆ λέγειν ἃ λέγω μηδὲ ἄλλως | |
ᾄδειν καὶ προσᾴδειν ὑμῖν, ἀλλ’ ἅπτεσθαι ἄχρι τοῦ βά‐ θους καὶ τῆς καρδίας. ὡς οὐδεμία μηχανὴ τὸν τῷ λόγῳ ὁμοπαθοῦντα κεῖσθαι ἄνω ἐπὶ τῆς πέτρας καὶ τοῦ βάθρου | 124 | |
5 | ἀκινητότερον. Τὸ μὲν δὴ ὄνομα τοῦ ἐγκλήματος οὕτως αὐτοὶ καινουρ‐ γοῦσι καὶ μεταφέρουσι τῆς συνηθείας οἱ φύλακες. τὸ δὲ δὴ πρᾶγμα ὅτι μὴ καινὸν μηδὲ ἐγὼ πρῶτος αὐτὸ μη‐ χανῶμαι καὶ ἐξευρίσκω, ὥστε προσαναγκάζειν τοὺς φιλο‐ | |
10 | λόγους μὴ οἴκοι φθέγγεσθαι μόνον μηδὲ ὑπὸ θυρωροῖς | |
315d | καὶ βαλανάγραις, ἀλλὰ καὶ εἰς τὸ κοινὸν μὴ ἀχρείους εἶναι, τοῦτο οὔπω λέγω, οὐδὲ καλῶ τοὺς μάρτυρας ἄνδρας ἤδη σεμνοὺς καὶ ἀρχαίους, καὶ οἷς εὖ οἶδ’ ὅτι οὐκ ἀπι‐ στήσετε, ἐὰν μόνον φανῶσιν ἐπὶ τοῦ βήματος. ἀλλ’ ἐκεῖνοι | |
5 | μὲν τὸν καιρὸν τοῦ λόγου περιμενέτωσαν, τὸ δ’ οὖν πρᾶγμα ἐγὼ συγχωρῶ καὶ τίθημι τοῖς κατηγόροις, ὅσον καινὸν τῷ ὄντι ἐστὶ καὶ αὐτὸς ἐπιβάλλομαι καὶ εἰσάγω εἰς τοὺς | |
316a | ἀνθρώπους. λεγέτωσαν ἡμῖν δευρὶ παρελθόντες πότερον ἑνὶ λόγῳ ἅπαν ἀδίκημα τὸ καινοτομεῖν τε καὶ προσμη‐ χανᾶσθαι, ἢ ὅταν πονηρόν, ζημιῶδες καὶ ἐπὶ βλάβῃ. εἰ γὰρ δὴ ἅπαν ἀδίκημα τὸ ἔξω τοῦ ἔθους, διὰ τί οὐχ | |
5 | ἁπάσαις ταῖς τέχναις αἰτιῶνται καὶ εὐθύνουσιν, ὅτι οὐκ | |
ἐνέμειναν οὐδὲ ἠγάπησαν ἐπὶ τῇ πρώτῃ εὑρέσει, ἀλλ’ αὔξοντες ἔτι καὶ ἐς τόδε ἐπιδιδόασι, καινόν τι ἀεὶ προσ‐ υφαίνοντες τοῖς ἀρχαίοις; καὶ πρὸ μὲν Δαιδάλου τετρά‐ γωνος ἦν οὐ μόνον ἡ τῶν Ἑρμῶν ἐργασία, ἀλλὰ καὶ ἡ | 125 | |
316b | τῶν λοιπῶν ἀνδριάντων· Δαίδαλος δὲ ἐπειδὴ πρῶτος διήγαγε τὼ πόδε τῶν ἀγαλμάτων, ἔμπνοα δημιουργεῖν ἐνομίσθη. τὴν θάλασσαν δὲ οὐ πρώτως μὲν οἱ σχεδιουργοὶ πλόιμον ἐπέδειξαν τοῖς ἀνθρώποις, ἔπειτα Ἁρμονίδου | |
5 | τεκτηναμένου, ἢ ὅτου δὴ πρὸ Ἁρμονίδου, νῆες ἐφάνησαν στρογγύλαι τε καὶ ὁλκάδες, καὶ χρόνῳ ὕστερον ἐν Ἰσθμῷ Κορίνθιοι τριήρεις ἐναυπηγήσαντο καὶ Ἀμεινοκλῆς Σα‐ μίοις ἦλθεν ὁ Κορίνθου ναυπηγός; τὰ δὲ περὶ σίτων καὶ ποτῶν καὶ ξύμπασα ἡ δίαιτα ἡ ἀνθρωπίνη ἆρα ἀθρόως | |
316c | ἅπασα ἐλεπτουργήθη, καὶ οὐ πρῶτα μὲν βαλανηφάγοι ηὐνάζοντο ἐν σπηλαίοις, γυμνοὶ καὶ ἄστρωτοι καὶ ἀνυπό‐ δετοι, χρόνῳ δὲ ἄλλου ἄλλο τι εἰσφερομένου προέβη ὁ βίος εἰς τὴν παροῦσαν εὐδαιμονίαν; | |
5 | Ἀλλ’ αἱ μὲν βάναυσοι τέχναι ἴσως καὶ ἀναγκαῖαι διὰ τὴν χρείαν τῆς καινουργίας ἠνέσχοντο, αἱ δὲ κομψότε‐ | |
ραι καὶ ἐπὶ ῥᾳστώνῃ ὁλόκληροι ἀνεφάνησαν καὶ ἀρτι‐ μελεῖς ἀθρόως; καὶ τῇ γραφικῇ οὐδὲν εἰσήνεγκεν Ἀπελ‐ λῆς οὐδὲ Τέρπανδρος τῇ κιθάρᾳ οὐδὲ Τιμόθεος τοῖς | 126 | |
316d | αὐλοῖς; ἀλλὰ καὶ ἡ σεμνὴ τραγῳδία μετὰ πάσης ὁμοῦ τῆς σκευῆς καὶ τοῦ χοροῦ καὶ τῶν ὑποκριτῶν παρελήλυθεν εἰς τὸ θέατρον; καὶ οὐ προσέχομεν Ἀριστοτέλει ὅτι τὸ μὲν πρῶτον ὁ χορὸς εἰσιὼν ᾖδεν εἰς τοὺς θεούς, Θέσπις | |
5 | δὲ πρόλογόν τε καὶ ῥῆσιν ἐξεῦρεν, Αἰσχύλος δὲ τρίτον ὑποκριτὴν καὶ ὀκρίβαντας, τὰ δὲ πλείω τούτων Σοφοκλέους ἀπηλαύσαμεν καὶ Εὐριπίδου; οὕτω καὶ τῶν πρόσθεν ἐπυθόμεθα κλέα ἀνδρῶν, | |
317a | οἳ ἐξ ἀμυδρῶν καὶ ἀσθενῶν τὸ πάλαι σπερμάτων παρα‐ λαβόντες ὡρμημένην τὴν φιλοσοφίαν, τῷ μηδὲν ἀτρεμίζειν ἐν τοῖς ὑπάρχουσι καὶ καρτερεῖν, ἀλλ’ αἰεί τι προσεπι‐ βάλλεσθαι, τελευτῶντες ἅπαντα χρήματα ἐπεξῆλθον καὶ | |
5 | ἐφ’ ἑαυτοῖς ἐποιοῦντο θεῖά τε ὁμοῦ καὶ ἀνθρώπινα. πρότε‐ ρον μὲν γὰρ Θαλοῦ τοῦ Μιλησίου ὀλίγα ῥήματα περιφερό‐ μενα ἦν Θαλοῦ τε αὐτοῦ καὶ τῶν ἄλλων σοφῶν, ὧν καὶ νῦν ἐμπεπλησμένοι εἰσὶν οἱ τοῖχοι καὶ τὰ πινάκια, χρηστὰ | |
317b | μέν, νοῦν ἔχοντα ἱκανὸν καὶ ὅσος ἂν πλεῖστος γένοιτο νοῦς δυοῖν ὀνομάτων, ἀλλὰ ψιλά γε πίστει καὶ ἐπιτάγματι προσεοικότα καὶ νουθετοῦντα πρὸς μικρὸν μόριον ἀρε‐ τῆς. Θαλῆς δὲ ὕστερον καὶ πρὸς γήρᾳ φύσεώς τε ἥψατο | 127 |
5 | πρῶτος καὶ ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ τὰ ἄστρα ἐξήτασε, καὶ προεφήτευσεν ἐν κοινῷ ἅπασι Μιλησίοις ὅτι νὺξ ἔσοιτο ἐν ἡμέρᾳ καὶ δύσεται ἄνω ὁ ἥλιος καὶ ὑποθεύ‐ σεται αὐτὸν ἡ σελήνη, ὥστε ἀποτέμνεσθαι τὴν αὐγὴν καὶ τὰς ἀκτῖνας. Θαλῆς μὲν δὴ τοσαῦτα εἰσενεγκάμενος οὐ | |
317c | κατέθετο ὅμως εἰς συγγραφὴν τὰ εὑρήματα, οὔτε αὐτὸς ὁ Θαλῆς οὔτε ἄλλος τις τῶν εἰς ἐκεῖνον τὸν χρόνον. ἐκεί‐ νου γεγονὼς ζηλωτὴς Ἀναξίμανδρος ὁ Πραξιάδου οὐ πάντῃ ὁμοίως ἐζήλωσεν, ἀλλὰ τοῦτ’ εὐθὺς παρήλλαξέ τε | |
5 | καὶ ἐξετράπετο, ὅτι ἐθάρρησε πρῶτος ὧν ἴσμεν Ἑλλήνων λόγον ἐξενεγκεῖν περὶ φύσεως ξυγγεγραμμένον. πρὶν δ’ εἰς ὄνειδος καθειστήκει τὸ λόγους συγγράφειν, ἀλλ’ οὐκ ἐνομίζετο τοῖς πρόσθεν Ἕλλησι. καὶ ἐῶ τὸν Κλαζομένιον | |
Ἀναξαγόραν καὶ ἐφ’ ὅσον οὗτος ἐνεωτέρισε, νοῦν καὶ | 128 | |
317d | θεὸν πρῶτος ἐπαγόμενος τῇ κοσμοποιίᾳ, καὶ οὐ πάντ’ ἀνάψας τῆς φύσεως τῶν σωμάτων. Ἀλλὰ Σωκράτης ὁ γενναῖος ἆρα τὴν ἀρχαίαν καὶ τε‐ τριμμένην ἐβάδιζε καὶ ἐγκατέμενε τοῖς ἴχνεσι τοῦ Ἀρχε‐ | |
5 | λάου; ἢ τούτου γε ἔτι μείζων ἡ φιλοτιμία καὶ ἡ θρασύτης, καὶ οὐχ ὅσον ἐφευρεῖν τι καὶ ἐπανορθῶσαι, ἀλλ’ ὁλόκλη‐ | |
318a | ρον μεταθεῖναι καὶ μετενεγκεῖν τὴν τῶν λόγων ὑπόθεσιν; τῶν γὰρ πρὸ αὐτοῦ σχεδόν τι ἁπάντων φροντιζόντων περὶ τοῦ οὐρανοῦ καὶ ὅπως ἔχει ἡ γῆ θέσεώς τε καὶ σχήματος καὶ ἐξ ὧν γεννᾶται τὰ ζῷα καὶ ἐξ ὧν φύεται τὰ φυτά, | |
5 | οὗτος ταῦτα μὲν οὐκ ἐνόμιζεν εὑρετὰ εἶναι ἀνθρώπῳ, ἀλλὰ κατατρίβειν τὸν βίον καὶ τῶν ὠφελίμων ἀποκωλύειν. ὅθεν δὲ χρὴ γενέσθαι ἄνδρα καλόν τε καὶ ἀγαθόν, ταῦτα ἐφρόντισε πρῶτος καὶ ὑπετείνατο, καὶ ὅ τι ποτέ ἐστιν ἀρετὴ ἀνθρώπου καὶ ὅπως ἂν παραγένοιτο, καὶ ὅ τι ποτέ | |
10 | ἐστι κακία καὶ ὅπως ἂν αὐτὴν ἀποφυγγάνοι. αὐθάδη | |
318b | μὲν γὰρ ταῦτα Σωκράτους, αὐθαδέστερον δὲ ἔτι μᾶλλον ὅτι τοὺς λόγους τούτους οὐκ ἐν ἀπορρήτῳ ἐποιεῖτο οὐδὲ | |
πρὸς μόνους τοὺς μαθητάς, ἀλλὰ πρὸς πάντας ἀνθρώπους, ὥς που αὐτός φησιν, ἐκκεχυμένως καὶ ἐπὶ τῶν τραπεζῶν | 129 | |
5 | καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ ἐν ταῖς παλαίστραις. καὶ περιέρρεον αὐτὸν κύκλῳ οἱ κοροπλάσται καὶ οἱ χαλκο‐ τύποι, ὁπότε πράγματα παρέχοι ἢ στρατηγῷ, διαπειρώ‐ μενος εἴ τι ἐπίσταιτο ὑπὲρ ἀνδρείας, ἢ δημαγωγῷ, εἴ τι | |
318c | ἐπίσταιτο ὑπὲρ πολιτείας ὀρθῆς, ἢ ῥήτορι, εἰ γινώσκοι ἐξ ὁπόσων πείθεται καὶ ἀνάγεται ἀνθρώπου ψυχή, ἢ ποιητῇ, ὁποῖα ὠφέλιμα τῶν ποιημάτων. ὅθεν δὴ καὶ τὸ ἔχθος αὐτῷ πολὺ ξυνελέγη καὶ ἀπήλαυσε τῆς φιλανθρω‐ | |
5 | πίας ἅττα ἀπήλαυσεν. Ἆρ’ οὖν διὰ τοῦτο ὁ πάμμεγας Πλάτων ἡσυχῆ ἔμεινεν ἐπὶ τοῦ σκίμποδος καὶ τοῦ δωματίου; καὶ τίς οὕτω πολυ‐ πράγμων ἢ καινοτόμος; ὃς πρῶτον μὲν σποράδην οἰκοῦ‐ σαν φιλοσοφίαν ξυνῴκισε καὶ ξυνήγαγεν, ὥσπερ ὁ Θησεὺς | |
318d | τὰς Ἀθήνας· τέως δὲ τριχῆ διέσπαστο, μᾶλλον δὲ τε‐ τραχῆ· καὶ χωρὶς μὲν ἦσαν αἱ Ἰταλιώτιδες Μοῦσαι, χωρὶς δὲ αἱ Σικελικαί, χωρὶς δὲ ὁ χορὸς τῶν Ἰάδων, αἱ μὲν τὰ θεῖα μόνα μαστεύουσαι, αἱ δὲ ὑπὲρ τῆς φύσεως μερι‐ | |
5 | μνῶσαι, τούτων δὲ μακρὰν ἀπεσκήνουν αἱ περὶ κακίας | |
καὶ ἀρετῆς. ἐν Αἰγύπτῳ δὲ μόνον ἐφιλοχώρει τὰ μαθή‐ ματα. ταῦτά τε οὖν ἅπαντα ξυνήρμοσε πρῶτος, ὥσπερ | 130 | |
319a | μέλη ἑνὸς ζῴου διερριμμένα, καὶ ξύμπνοα ἔδειξε καὶ ὁμοιοπαθῆ, καὶ οὐχ οἷόν τε ἕν τι αὐτῶν ἀποτεμόντα μὴ οὐ κολοβόν τε καὶ ἔμπηρον ἔχειν. πρὸς δὲ καὶ ἕτερα πάμ‐ πολλα ἐπεισηνέγκατο καὶ εἰσήγαγε, λόγου ἰδέαν κερασά‐ | |
5 | μενος ἐκ ποιήσεως καὶ ψιλομετρίας, τοὺς ἐρωτῶντας καὶ ἀποκρινομένους καὶ διηγουμένους, ὑφ’ ὧν κατεχόμεθα ἅπαντες ἄνθρωποι καὶ αἰρόμεθα ἀπὸ τῆς γῆς. Αὐτὸς δὲ δὴ ἐφ’ ἅπασιν Ἀριστοτέλης ἆρα ἄπορός τε καὶ ἀμήχανος ἐφάνη τοῦ καινόν τι προσαυτουργῆσαι, καὶ | |
319b | οὐ πρῶτος μὲν διέταξε χωρὶς τοὺς λόγους κατὰ φῦλα ἑκά‐ στους εἶναι, ὅσοι τε πρὸς ἕνα ἀγῶνα ὁρῶσι καὶ ὅσοι πρὸς ἐπιστήμην τῶν ὄντων καὶ ὅσοι πρὸς ἀρετὴν ἐξηγοῦν‐ ται; πρὶν δὲ ἀναμὶξ ἅπαντα ἦν συμπεφυρμένα, ὥσπερ ἡ | |
5 | Μήδων στρατιά, πρὶν Κυαξάρην διατάξαι τὸν Δηιόκεω. ἴδιον δὲ Ἀριστοτέλους καὶ τὸ μὴ τοὺς αὐτοὺς λόγους οἰη‐ θῆναι τοῖς τε πολλοῖς ὠφελίμους εἶναι καὶ τοῖς φιλοσό‐ φοις, ὥσπερ οὐδὲ φάρμακα οὐδὲ σιτία τοῖς τε εἰς ἄκρον ὑγιαίνουσι καὶ τοῖς ἀκροσφαλῶς διακειμένοις, ἀλλὰ τοῖς | |
319c | μὲν τὰ ὄντως ὑγιεινά, τοῖς δὲ τὰ ἁρμόζοντα τῇ προσούσῃ ἕξει τοῦ σώματος. διὸ καὶ τοὺς μὲν θυραίους ὠνόμασε καὶ ἀνέτους ἐποιήσατο, τοὺς δὲ εἴσω τε ἀπέκλεισε καὶ μετ‐ εδίδου ὀλίγοις σὺν ἀσφαλείᾳ. τὰ κλεῖθρα δὲ τὰ ἀναπεταν‐ | 131 |
5 | νύντα καὶ ἀποκλείοντα σαφηνείας ἐστὶ καὶ ἀσαφείας, αἷς ἐπιτέτραπται πρὸς τοὺς ἀκροωμένους, ὡς Ὥραις, ἀνοίγειν τε τὴν νεφέλην καὶ αὖ πάλιν ἐπιτιθέναι. καὶ δῆτα αὐτῶν οἱ μὲν δημωφελεῖς καὶ πρὸς τὸ πλῆθος ἐσκευασμένοι φωτός τέ εἰσιν ἀνάπλεῳ καὶ διαυγεῖς καὶ τὸ ὠφέλιμον | |
319d | αὐτῶν οὐ παντάπασιν ἀτερπὲς καὶ ἀνήδονον, ἀλλ’ ἐπι‐ κέχυται Ἀφροδίτη καὶ Χάριτες ἐπανθοῦσι τοῦ ἐφολκὸν εἶναι· τὸ δὲ αὖ μυστικόν τε καὶ ἐν ᾧ τὰ τέλεια ἱερά. τοῦτο δὲ ἐμηχανήσατο, ὅπως καὶ ἔχοντες μὴ ἔχωσιν οἱ ἀμύητοι. | |
5 | διὰ τοῦτο ἐν ποσὶ κυλινδούμενοι οὗτοι οἱ λόγοι πλείοσι πεφραγμένοι εἰσὶ περιβόλοις ἢ τὰ ἐν Ἐκβατάνοις βασίλεια. | |
320a | καινὸν δὲ δὴ καὶ τοῦτο Ἀριστοτέλους, ὅτι καὶ ὄργανον ἀπ‐ έδωκεν οἷον στάθμας ἐπὶ τοῖς λόγοις, οἷς τό τε ὄντως ἀληθὲς κρινοῦμεν καὶ τὸ δι’ ὁμοιότητα φανταζόμενον. συμβαίνει γὰρ δὴ ἡμῖν ἐπὶ τῶν λόγων ὅπερ καὶ ἐπὶ τῶν | |
5 | ἀνθρώπων. οἱ μέν εἰσι χρηστοὶ καὶ δοκοῦσιν, οἱ δὲ δο‐ κοῦσι μέν, εἰσὶ δ’ οὔ. ταὐτὸν δὲ καὶ ἐπὶ τῶν λόγων· οἱ μὲν φαίνονται ἀληθεῖς καὶ εἰσί, τοῖς δὲ ὑποδέδυκε μὲν τὸ ψεῦδος, ὅμως δὲ ὑποκρίνονται καὶ ἀπατῶσιν. ὅθεν δὴ ἔσται αὐτῶν ἡ γοητεία κατάφωρος, πρῶτος Ἀριστοτέλης | 132 |
10 | ὄργανον ἐμηχανήσατο. | |
320b | Τί οὖν ἐγὼ καινὸν διαπράττομαι ἢ καινόν τι προσ‐ εξευρίσκω, εἰ καταλαβὼν φιλοσοφίαν οἰκουροῦσαν καὶ δυσκολαίνουσαν καὶ τὰς ἀγορὰς ἀποφεύγουσαν, ὥσπερ τὴν Δίκην φασὶν οἱ ποιηταί, πείθω εἰς τὸ ἐμφανὲς προϊέναι | |
5 | καὶ μὴ βασκαίνειν τοῦ κάλλους τοῖς πολλοῖς ἀνθρώποις, καὶ συνεθίζων μὴ μόνον καθ’ ἕνα εὖ ποιεῖν, ὥσπερ ἰατρι‐ κή, ἀλλὰ καὶ ἀθρόον δῆμον, ὅσα ἂν δύνηται; ἰατρικὴ μὲν | |
320c | γὰρ οὐχ οἵα τε ἴσως συνάγειν ἅπαντας ἀθρόον εἰς ἕνα χῶρον τοῖς ὁμοίοις χρωμένους σώμασί τε καὶ ἀρρωστή‐ μασιν, ἀλλ’ ἀνάγκη αὐτῇ βαδιζούσῃ εἰς οἰκίας χωρὶς ἑκά‐ στῳ τῶν τὰ αὐτὰ ἀρρωστούντων. φιλοσοφία δὲ οὐ σωμά‐ | |
5 | των ἐπιμελεῖται, οἷς τὰ πολλὰ ἴδια τῶν νοσημάτων, καὶ δεῖται καὶ δωματίου καὶ σκίμποδος, ἀλλὰ ψυχῆς καθ‐ έστηκεν ἀρωγός, αἷς τὰ πολλὰ κοινὰ ἀρρωστήματα καὶ αἷς φύσις ἁπανταχοῦ ἰατρεύεσθαι. | |
Καὶ διὰ τοῦτο αὐτῇ πλείων ῥᾳστώνη συναγαγούσῃ εἰς | 133 | |
320d | ἐκκλησίαν ἄνευ σχοινίου μεμιλτωμένου ἀναβῆναι ἐπὶ βῆμα ὑψηλὸν καὶ ἀνειπεῖν ὥσπερ θεὸν ἐκ τραγικῆς μηχανῆς, Ποῖ φέρεσθε, ὦ ἄνθρωποι, καὶ ἀγνοεῖτε οὐδὲν τῶν δεόν‐ των πράττοντες; οἵτινες χρημάτων μὲν πέρι σπουδὴν | |
5 | ἔχετε ἅπασαν ὅπως ὑμῖν ἔσται, τῶν δὲ υἱέων οἷς αὐτὰ παραδώσετε οὐδεμίαν ποιεῖσθε ἐπιμέλειαν, ὅπως ἐπι‐ στήσονται χρῆσθαι δικαίως. οὐδέ γε πρότερον ὑμᾶς αὐτοὺς οὕτως ἐθεραπεύσατε, ἀλλ’ ὁρῶντες γράμματα | |
321a | καὶ ῥήματα καὶ ὀνόματα ὑμᾶς τε αὐτοὺς καὶ τοὺς παῖ‐ δας ὑμῶν ἱκανῶς μεμαθηκότας, ἃ δὴ παιδείαν ἀρετῆς τελείαν ἡγεῖσθε, κἄπειτα οὐδὲν ἧττον κακῶς γινομέ‐ νους περὶ τὰ χρήματα, πῶς οὐ καταφρονεῖτε τῆς νῦν | |
5 | παιδεύσεως οὐδὲ ζητεῖτε οἵτινες ὑμᾶς παύσουσι ταύτης τῆς ἀμουσίας; καίτοι διά γε ταύτην τὴν πλημμέλειαν καὶ ῥᾳθυμίαν, καὶ οὐ διὰ τὴν ἄγνοιαν τῶν συνδέσμων, ἔμπλεά ἐστι τὰ δικαστήρια τῶν μαχομένων καὶ πολεμούν‐ | |
321b | των. καὶ ὅταν λέγῃς τοὺς ἀσκοῦντας τὰ σώματα, τῆς δὲ ψυχῆς ἠμεληκότας, ἕτερόν τι πράττειν τοιοῦτον, τοῦ μὲν ἄρξοντος ἀμελεῖν, περὶ δὲ τὸ ἀρξόμενον ἐσπουδακέναι, καὶ ὡς ὅτῳ τις μὴ ἐπίσταται χρῆσθαι, κρεῖττον ἐᾶν τὴν | |
5 | τούτου χρῆσιν. ὅστις οὖν μὴ ἐπίσταται χρῆσθαι φαρμά‐ | |
κοις, ἀμείνων ἂν εἴη μὴ χρώμενος, ἀλλ’ ἐπιτρέπων τῷ ἰατρῷ, καὶ ὅστις αὐλοῖς μὴ ἐπίσταται, τῷ αὐλητῇ, καὶ ὅστις ἵπποις, τῷ ἱππικῷ, καὶ ὅστις δὴ ἑαυτῷ χρῆσθαι μὴ | 134 | |
321c | γινώσκει, δούλῳ ἄμεινον ἢ ἐλευθέρῳ διάγειν τῷ τοιούτῳ τὸν βίον ἐστὶν ἄρα καθάπερ πλοίου παραδιδόντι τὰ πηδά‐ λια τῆς διανοίας ἄλλῳ τῷ μαθόντι τὴν τῶν ἀνθρώπων κυβερνητικήν. ταῦτα γὰρ δὴ καὶ ὅσα τοιαῦτα τῶν Σωκρά‐ | |
5 | τους καὶ Πλάτωνος κηρυγμάτων οὐ τὸν δεῖνα μὲν ὀνή‐ σειεν ἄν, τῷ δεῖνι δὲ ἂν γένοιτο πρὸς κακοῦ, καθάπερ τὰ πολλὰ τῶν ἐπὶ τοῖς σώμασι φαρμάκων, ἀλλὰ καὶ ῥήτορα καὶ ἰδιώτην καὶ στρατηγόν, πενόμενόν τε αὖ καὶ πλού‐ σιον, νέον τε καὶ ἀκμάζοντα καὶ πρεσβύτην, βελτίους ἂν | |
10 | ποιήσειε καὶ θαρραλεωτέρους πρὸς ἀρετήν. κοινὰ γὰρ δὴ πᾶσιν ἀνθρώποις βοηθήματα καὶ ὠφελήματα καὶ προσ‐ | |
321d | ήκει τοῖς εὐπατρίδαις 〈οὐ μᾶλλον〉 ἢ τοῖς πεντακοσιομεδί‐ μνοις ἢ τοῖς ζευγίταις. οὐδὲ ἀπὸ τιμημάτων ἀκουστέον αὐτά, ἀλλ’ εἴπερ ἐφίει ὁ νόμος συνιέναι τοῦ ἐνιαυτοῦ εἰς ἐκκλησίαν σὺν γυναιξὶ καὶ παισὶν ἀθρόον τὸν δῆμον, τηνι‐ | |
5 | καῦτα ἐχρῆν τῶν τοιούτων λόγον παραβαλεῖν τὸν διαθε‐ τῆρα καὶ δημηγόρον. ὅσῳ γὰρ ἂν λέγῃ ἐν πλείοσι καὶ ἀθρουστέροις, τοσῷδε καὶ ἀνυσιμώτερος δόξει καὶ ἐχεγ‐ γυώτερος τοῖς ἀκούουσιν. | |
322a | Οὐ γὰρ ὥσπερ ἐπαινούμενοι μετὰ πλειόνων εὐφραί‐ | |
νονται ἧττον οἱ ἄνθρωποι, οὕτω καὶ ἐπιταττόμενοι ἢ νουθετούμενοι, ἀλλ’ ἐνταῦθα ἡ κοινωνία πολὺ ἀφαιρεῖ τοῦ ἄχθους καὶ τῆς ὑποψίας, ἣν πᾶσα ἐφέλκεται φύσει | 135 | |
5 | ἐπιτίμησις καὶ νουθεσία. καὶ ὥσπερ ἐν ταῖς στρατιαῖς ὅσα μὲν παραγγέλλει ὁ στρατηγὸς ἅπασι τοῖς στρατιώταις, αὐτίκα ἔργου ἔχεται ἕκαστος καὶ ἁμιλλᾶται διενεγκεῖν τοῦ παραστάτου, ὅσα δὲ ἑνὶ καὶ δυσί, μακρῶν μὲν αὐτῷ δεήσει λόγων, μακρᾶς δὲ ὑποθέσεως, μεγάλου δὲ τοῦ ἄθλου ἐπὶ | |
322b | τῷ ἔργῳ, ταὐτὸν δὲ καὶ ἐπὶ ταῖς συμβουλαῖς οἱ ἄνθρωποι ὑπομένουσιν· εἰ μὲν ἀπολαβὼν ἕνα τὸν δεῖνα τῶν πλου‐ σίων τε καὶ μακαρίων δοκούντων καὶ ἀποστησάμενος ἐν γωνίᾳ σμικρᾷ τῇ φωνῇ καθάπτοιτο καὶ νουθετοίη, ὅτι, ὦ | |
5 | θαυμάσιε, μᾶλλον προσήκει ἑκάστῳ τὴν ψυχὴν ἀξίαν πολ‐ λοῦ κατασκευάζεσθαι ἢ τὴν οἰκίαν, σὺ δὲ τοῖς μὲν τοίχοις ἐγγράφεις πολλὰ καὶ ποικίλα, τὴν ψυχὴν δὲ ἄγραφον περι‐ ορᾷς ὥσπερ γραμματεῖον ἀληλιμμένον, καὶ τὸν μὲν ἀνδρῶνα ἀνεπίξεστον καταλιπεῖν οὐκ ἀνέχῃ, πειθόμενος Ἡσιόδῳ | |
10 | τῷ ποιητῇ, τὸν νοῦν δὲ ἀνεπίξεστον περιφέρειν πρᾶγμα | |
322c | οὐδὲν ὑπολαμβάνεις. ταῦτα γοῦν εἰ μὲν μόνῳ ἐπιτιμῴης, ὑπόψεται καὶ ἀπεχθανεῖται καὶ νομιεῖ λοιδορίαν τὴν νουθεσίαν, εἰ δὲ ἀνατεινάμενος τὴν χεῖρα καὶ τὰ αὐτὰ | |
ταῦτα μεταρρυθμίσας πρὸς τὸ πλῆθος δημηγοροίης, | 136 | |
5 | ἧττον οὐδὲν μὲν ὁ ἄνθρωπος δήξεται καὶ ὀνήσεται, σὺ μέντοι γε οὐ τὸν δεῖνα ἔσῃ μεμψάμενος ἢ τὸν δεῖνα, ἀλλὰ τὸ πλημμέλημα νουθετήσας. Καὶ γὰρ δὴ τοῦτο ὑπάρχει ξένον καὶ ἄτοπον λίαν τοῖς ἐκ τῶν λόγων φαρμάκοις, ὅτι οὐδεμία ἀνάγκη αὐτὸν προσ‐ | |
322d | ιόντα τοῖς κάμνουσι τὸν τρίψαντα ἢ κεράσαντα καταπλάτ‐ τειν ἢ ἐπαλείφειν, ἀλλ’ ὁ μὲν εἰς μέσον φέρων κατέθετο μυρίων ἀνθρώπων ἐγκαθημένων, ὃς δ’ ἂν μάλιστα τῇ ἀρ‐ ρωστίᾳ ξυνέχηται, κἂν πάνυ ὕπουλόν τι νόσημα τρέφῃ καὶ | |
5 | ἐν τῷ βάθει κἂν ἅπαντες ἀγνοῶσιν οἱ ἄνθρωποι, αὐτὸς ἑαυτὸν ἐξελέγχει καὶ ἀναπηδᾷ ἐκ τοῦ ὁμίλου καὶ ἀντι‐ λαμβάνεται τοῦ φαρμάκου, καὶ εἴ τι νοσοίη, χαίρει τῷ | |
323a | φαρμάκῳ καὶ ἀπολαύει τῆς ἰατρείας. εἰ δὲ ἀμετάστατα καὶ ἀνήκεστα, λοιδορείσθω καὶ ἀπεχθανέσθω, καὶ πολεμεῖν καὶ λοιδορεῖν ἕτοιμός ἐστιν οὐχ ἑαυτῷ οὐδὲ τῷ ἀρρωστή‐ ματι, ἀλλὰ τῷ σκευάσαντι τὸ φάρμακον καὶ εἰσενέγκαντι | |
5 | εἰς τὸ κοινὸν ὑπὸ δεξιότητος καὶ φιλανθρωπίας. ἀλλ’ οὔτε τὸν ἰατρὸν ἀπαυδᾶν χρὴ καὶ ἀφίστασθαι τῶν καμνόντων, ὅτι ὀλίγοι κάμνουσιν ὑπὲρ τὴν τέχνην, οὔτε τοὺς φιλοσό‐ φους μὴ διαλέγεσθαι τοῖς πολλοῖς, ὅτι ἐν τοῖς πολλοῖς | |
323b | Μαμμάκυθος καὶ Κυρηβίων οὐκ ὀνίνασθον ὑπὸ τοῦ λόγου. Ἢ πρὸς Μουσῶν καὶ Ἀπόλλωνος ἀτρέμα οὑτωσὶ προσ‐ ιόντες σκοπῶμέν τε καὶ ἐξετάζωμεν, ὅπως ξυνᾴσεται ταῦτα ἀλλήλοις καὶ μιᾶς γνώμης φανεῖται καὶ διανοίας, τὸ | 137 |
5 | κοινωνικὸν τῆς φύσεως καὶ φιλάνθρωπον καὶ ἀγαπᾶν καὶ ὑμνεῖν καὶ πολλὰ καταλέγειν τεκμήρια, ὅπως τοὺς ἀνθρώπους μάλιστα ὁ θεὸς ἁπλοῦς τε καὶ εὔνους ἀλλή‐ λοις ὑπὲρ τὰ λοιπὰ ζῷα ἐδημιούργησεν, αὐτοὺς δὲ ἀπάν‐ θρωπα καὶ ἀνήμερα διανοεῖσθαι, καὶ τῷ κοινῷ ἀσυμβό‐ | |
323c | λους εἶναι ἐπιχειρεῖν, πρὸς ὃ μάλιστα συνέτασσε τὴν ἀρετὴν λόγος ἡμέτερος· καὶ ἐπαινεῖν μὲν τὸν Προμη‐ θέα, ὅντινα δὴ ὑπολαμβάνειν χρή, ὅτι οὐκ ἐποίησε τοὺς ἀνθρώπους μονήρεις καὶ μονοτρόπους ὥσπερ τοὺς λύ‐ | |
5 | κους ἢ τὰς παρδάλεις, αὐτοὺς δὲ ἰλιγγιᾶν πρὸς τὸ πλῆ‐ θος, καθάπερ τοὺς Ἀγρίους οὓς ἐδίδαξε Φερεκράτης· καὶ νῦν μὲν φωνῇ ἡμᾶς ὁμολογεῖν διὰ τοῦτο πολυτελεστέρᾳ κεχρῆσθαι, ἵνα μὴ μόνον σῖτα καὶ ποτὰ καὶ ἱμάτια καὶ | |
323d | ὑποδήματα, ἀλλὰ καὶ ἅττ’ ἂν ἐν τῇ ψυχῇ ἔνδον διανοώ‐ | |
μεθα, μεταδιδῶμέν τε καὶ μεταλαμβάνωμεν παρ’ ἀλλή‐ λων, ἀλλαττόμενοι διὰ τῶν ὀνομάτων ὥσπερ νομισμάτων, αὐτοὺς δὲ στεγανοὺς καὶ ἀφώνους διατελεῖν καὶ ἀπροσ‐ | 138 | |
5 | ηγόρους τῷ δήμῳ ᾧ συνοικοῦμεν· καὶ λέγειν ἔν τισι λόγοις ταύτας οἰκήσεσθαι ἄριστα καὶ εὐδαιμονήσειν τὰς πόλεις, ἐν αἷς ἅπαντα κοινὰ ἔσται τῶν ἐνοικούντων, καὶ προϊέναι πόρρω καὶ μὴ ὀκνεῖν οὐ μόνον τὴν γῆν ποιεῖν κοινὴν καὶ | |
324a | τὰς οἰκίας καὶ τὰ σπέρματα καὶ τὰς ἀμπέλους, οὐδὲ τὸ ἀργύριον, οὐδὲ τὸ χρυσίον, ἀλλὰ καὶ τοὺς παῖδας κοινοὺς καὶ τὰς γυναῖκας, αὐτοὺς δὲ τὰ αὑτῶν ἔργα καὶ τὰ γεννή‐ ματα ἀποκρύπτεσθαι ἐν τοῖς κιβωτίοις· καὶ τῷ μὲν λόγῳ | |
5 | ἐξελαύνειν Ἐπίκουρον τὸν Νεοκλέους καὶ ἐκβάλλειν τοῦ καταλόγου, ὅτι Ἐπίκουρος ἐπῄνει τὸ λάθε βιώσας καὶ ἔθετο δόγμα μὴ φύσει εἶναι τὸν ἄνθρωπον κοινωνικόν τε καὶ ἥμερον, τῷ δὲ ἔργῳ ἐπαινεῖν τὴν γνώμην καὶ τῆς | |
324b | φύσεως αὐτῆς ἀνηκουστεῖν φανερώτερον. Εἰ γὰρ δή τι κοινὸν ποιητέον ἢ κτῆμα ἢ ἔργον, ὃ μάλιστα πολυαρκέστατόν τε ἀθρόον καὶ πολυωφελέστατον ἐδημιούργησεν ὁ θεός, οὐ γῆ τοῦτ’ ἔστιν οὐδὲ βοῶν ἀγέ‐ | |
5 | λαι οὐδὲ βοσκήματα, οὔτε μὴν πυροὶ οὔτε οἶνος οὔτε | |
ὄσπριον, ἀλλὰ λόγος ὁ ἔξω ῥέων ἀπὸ τῆς ψυχῆς. τῶν μὲν γὰρ οὐχ οἷόν τε κοινῇ ἀληθῶς ἀπολαύειν, ἀλλ’ ἀναγκαῖον κατακερματίσαντας ἢ κατατεμόντας τὸ κοινὸν τέως πολλὰ | 139 | |
324c | ἴδια ἀποφῆναι. τὸν δὲ λόγον εἰς ἄκρον ὁ δοὺς ἡμῖν ἐμη‐ χανήσατο, ὅπως ἂν ἐξαρκοίη διόλου κοινὸς τοῖς χρωμένοις, καὶ μὴ παραγίνοιτο χωρὶς ἑκάστῳ ἐν τῇ ἀπολαύσει. ὥστε οὐκ ἐντρεπόμεθα αὐτοῦ τῆς φύσεως οἰκουροῦντες, καὶ | |
5 | δέος μᾶλλον, εἰ καθειργνύοιμεν καὶ βιαζοίμεθα, διολέσθαι αὐτὸν παντάπασι καὶ ἀφανισθῆναι· ἡ γὰρ φυλακὴ αὐτοῦ καὶ σωτηρία ἐν κοινωνίᾳ. οὗ δὲ ἐγκατέμεινε τὸν ἅπαντα χρόνον καὶ οὐ προέβη ἔξω ἐκ τῶν ὠδίνων, καίτοι ἀθάνατος | |
324d | ὤν, συναποσβέννυται τῷ γεννήσαντι. ἕκαστον δὲ εἰς ἄκρον εὐθαλεῖ καὶ εὐθηνεῖται, εἰ μὴ κολούεται αὐτοῦ μηδ’ ἀπο‐ τυφλοῦται ἡ ὁρμὴ καὶ ἡ προθυμία τῆς φύσεως. εἰ μὲν οὖν ἐν σκότει πέφυκε καὶ ἐν ζόφῳ αὔξεσθαι λόγος καὶ ἐπιδι‐ | |
5 | δόναι, μηδὲ πρὸς τοὺς ὀλίγους ἐκφοιτᾶν αὐτῷ συγχωρῶμεν μηδὲ παρακύπτειν ἐφίωμεν, ἀλλὰ κελεύωμεν αὐτὸν ἐν‐ δεδυκότα τοῖς φωλεοῖς καταγηράσκειν καὶ δαπανᾶσθαι. | |
325a | εἰ δὲ ἐν φωτὶ καὶ αὐγῇ ἐθέλει πτεροφυεῖν καὶ σῴζεσθαι, | |
τί οὐκ ἀφελοῦμεν αὐτῷ τὸν ζόφον καὶ ἀναπετάννυμεν ὅλας τὰς πύλας; πάντως γὰρ εἴσεται λόγος ὢν πρὸς τίνας καὶ ὅτε καὶ ὅπως ἐξιτητέον. οὐδὲ γὰρ τοῖς αὐληταῖς, | 140 | |
5 | ὅτι ἐν κοινῷ ᾄδουσιν, ἐπιτιμῶμεν, οὐδὲ τοῖς ῥήτορσιν, ὅτι ἐν κοινῷ ῥητορεύουσιν, ἀλλ’ ὅτι ἀνωφελῆ καὶ †ἄγῃ† πρὸς ἀρετὴν οἱ μὲν ᾄδουσιν, οἱ δὲ λέγουσι. Καὶ μὲν δὴ ὅσοι τοὺς παῖδας, οὓς τίκτουσιν αἱ γυναῖκες, ἐκτιθέασιν εἰς ἐρημίαν, ψέγομέν τε καὶ ὀνειδίζομεν, ὅτι | |
10 | ἀδικοῦσι τὴν πόλιν, ταύτην ἀποστεροῦντες τοὺς πολίτας, | |
325b | οὓς ἐγεννήσαντο οὐ τρέφοντες οὐδὲ παρασκευάζοντες ὁπλίτας ἐσομένους τυχὸν ἢ σφενδονήτας ἢ γυμνήτας. εἰ δὲ τοὺς ἀμείνους τις καὶ σεμνοτέρους ἢ παῖδας τοὺς λόγους κατορύττει ἐν σκότει καὶ ἀποκλείει ὥσπερ τὰ νόθα καὶ | |
5 | μοιχίδια τῶν ἐγγόνων καὶ μὴ παράγει εἰς τὸ κοινὸν ἐπι‐ δώσων τὴν εὐπαιδίαν, πῶς οὐχὶ μᾶλλον δύσνους τε ἂν εἴη | |
325c | τῇ πόλει καὶ τῆς ἀρᾶς ἄξιος τῆς δημοσίας; καὶ γὰρ δὴ δυοῖν θάτερον ἀναγκαῖον, ἢ μηδὲ γράφειν λόγους πολι‐ τικούς, ἀλλὰ καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καταγελᾶν ἐπὶ ταύτῃ τῇ προθυμίᾳ, ἢ κατατιθέμενον ἐν τοῖς γράμ‐ | |
5 | μασι τὴν τοιαύτην ἰδέαν ῥίπτειν ἐν ταῖς ὁδοῖς τὴν τύχην | |
ἣν ἂν λάχωσιν ἀγαπήσαντα. τοῖς δὲ συμβαίη ἂν ἢ μαραί‐ νεσθαι παραχρῆμα ἀθεραπεύτοις καὶ ἀκοσμήτοις, ἢ δεί‐ κνυσθαι κακῶς ὑπ’ ἄλλων ἀναληφθέντας, οἷον ποιμένων τινῶν ἢ βουκόλων περιπεσόντων ἐπ’ ἐρημίας καὶ ἀνελομέ‐ | 141 | |
10 | νων παῖδας βασιλικούς, ἔπειτα ὑποβαλλομένων τε καὶ ἐκτρεφόντων τῆς φύσεως ἀναξίως. ἀτεχνῶς γὰρ δὴ τοῦτο | |
325d | συμβαίνει τοῖς λόγοις, οὓς ἂν μὴ ὁ γεννήσας αὐτὸς δεικνύῃ καὶ τιθηνῆται καὶ ὡς ἐγέννησεν οὕτως ἐκφέρῃ, συμ‐ πνέων τε καὶ ὁμοπαθῶν ταῖς ὠδῖσιν, ἀλλ’ ἕτεροι λαμβά‐ νοντες ἐν ταῖς χερσὶν ἀπαριθμοῖεν, οὐκ ἐνέντες νοῦν τοῖς | |
5 | ὀνόμασιν οὐδὲ ἐνσημαινόμενοι τὴν φροντίδα, μεθ’ ἧς ὁ πατὴρ αὐτοὺς ἐτεκνώσατο. Πρὸς θεῶν, εἰ δὲ αἰσθανομένη ἡ πόλις φιλοσοφίας ὅτι | |
326a | ἀτιμάζοι τὴν συνουσίαν καὶ αἰσχύνοιτο ὡς ἐπίψογον, συνελθοῦσα, ὅ τε δῆμος καὶ ἡ γερουσία, καὶ ἕλοιτο προ‐ ηγόρους, πολλοὶ δέ που ὑμῶν κεκοινωνήκασι τῆς φιλοσόφου μανίας τε καὶ βακχείας· εἰ οὖν τούτων τινὰς προστησαμέ‐ | |
5 | νη λέγοι πρὸς αὐτὴν καθαπτομένη καὶ ὀνειδίζουσα ὅτι, ὦ γενναία, πῶς οὖν ἔτι ἀγανακτήσεις, εἴ τις σὲ ἀχρεῖον νομί‐ ζει τῷ βίῳ τῷ ἀνθρωπίνῳ; πῶς δὲ ἔτι τῆς ἀχρηστίας κελεύ‐ | |
σεις αἰτιᾶσθαι τοὺς μὴ χρωμένους, ἀλλ’ οὐ σαυτήν; πῶς | 142 | |
326b | δὲ ναυκλήρῳ ὑποκώφῳ ἡμᾶς παραβάλλεις, κατακοιμηθέντι τε ὑπὸ μέθης καὶ ἐπιτρέψαντι τὰ πηδάλια τοῖς ἀνεπιστή‐ μοσι τῶν οἰάκων, ὅταν αὐτὴ μὲν μὴ ἄρχειν ἐθέλῃς μηδὲ ὁπλοφορεῖν μηδὲ βουλεύειν, ἀλλὰ καὶ ὃ μόνον σοι ἐν ῥᾳ‐ | |
5 | στώνῃ, καὶ τούτου βασκαίνεις καὶ οὐκ ἐπιτρέπεις μετέχειν ἡμῖν τοῖς πολλοῖς, ἀλλὰ ζητεῖς ἀεὶ τειχία τε καὶ περιβό‐ λους ἐν οἷς αὐτὴ τὴν ζάλην ὑποστήσῃ καὶ τὸν κονιορτόν, ἡμῶν δὲ οὐ προβάλλῃ οὐδὲ ἐπαμύνεις κατὰ δύναμιν, καθ‐ | |
326c | άπερ ἀεὶ διατρίβουσα Ἀθήνησι καὶ παρ’ ἐκείνῳ τῷ δήμῳ, καὶ τηνικαῦτα ἡνίκα αὐτὸς κύριος ἦν καὶ ἀτάσθαλος διὰ τὴν ἐξουσίαν καὶ ὑβριστής, καὶ ἤγετο ὑπὸ Ἀνύτου μᾶλλον ἢ ὑπὸ Σωκράτους. ἐμοὶ δὲ εὐήνιος μὲν ὁ δῆμος καὶ | |
5 | εὐπειθής, εὐαγωγότατός τε ἁπάντων καὶ ὑπὸ λόγου εὐ‐ αλωτότατος. Ἡ δ’ οὖν γερουσία, ᾗ μάλιστα γέγηθα καὶ ἀγάλλομαι, | |
326d | τί δή ποτε παροπτέα σοι ἐνομίσθη καὶ αἰσχρὸν τὸ διαλέ‐ γεσθαι αὐτῇ δημοσίᾳ; ἢ αὕτη μέν σε οὐκ ἄλλου του χάριν ὁμότιμον ἐποιήσατο καὶ παρακαλεῖ ἐξ ἁπάσης γῆς καὶ | |
θαλάσσης καὶ λιπαροῦσα εἰσάγεται εἰς τὸ συνέδριον, οὐχ | 143 | |
5 | ἵνα αὐτῇ χορηγοίης ἱπποδρομίας καὶ θέατρα—μυρίοι γὰρ οἱ πρὸς ταῦτα ἁμιλλώμενοι καὶ φιλονεικοῦντες—ἀλλ’ ἵνα κόσμος τε ᾖς σφίσι καὶ ὠφέλεια καὶ μεταδιδῷς τῶν ἀγαθῶν ὅσα οἴεταί σε ἐπιτηδεύειν· σὺ δὲ οὐ φῂς συνελθού‐ | |
327a | σῃ αὐτῇ ὁμιλήσειν οὐδὲ ἑστιάσειν ἀθρόως, εἰ μὴ χωρὶς ἕκαστος εἰς τὴν οἰκίαν λανθάνων φοιτῴη, ὥσπερ ἀτεχνῶς σῖτα καὶ ὄψα καὶ ποτὰ παρεσκευασμένη, ἃ ἑνὶ μόνῳ καὶ δυοῖν ἱκανά, πλείοσι δὲ οὐκ ἀποχρῶντα. ἀλλ’ οἱ λόγοι | |
5 | πλείους οὐκ ἀναλίσκονται εἰς τοὺς πλείους. Τί δὲ καὶ ἐξαπατᾷς τοὺς ἀνθρώπους, καίτοι ἐν μεγάλῳ τὴν ἀλήθειαν ποιουμένη, καὶ λέγεις μὲν ὅτι σοι τῆς σο‐ φίας δύο μοῖραι εἰσίν, ἡ μὲν πρὸς τὰ θεῖα τεύξουσα, ἡ δὲ | |
327b | πρὸς τὰ ἀνθρώπινα, τριχθὰ δὲ διείλου καὶ ἐκόσμησας, καί σοι ἓν μὲν ἔργον τέτακται ἐφ’ ἑνὶ ἑκάστῳ χωρίς, ὅπως ἂν καλῶς καὶ ἀγαθῶς ἀπεργασθῇ, ἕτερον δέ, καθότι οἰκία μία ὅλη γένοιτ’ ἂν εὐδαίμων, τρίτον δὲ καὶ μέγιστον καὶ πρὸς | |
5 | ὃ τὰ λοιπὰ συντετάσθαι φασὶ καὶ ἀπευθύνειν, ὡς πόλεώς | |
τε ὅλης ἐπιμελεῖσθαι 〈δεῖ〉 καὶ δήμου, καὶ ἀπὸ τούτου ξυγ‐ γράφεις νόμους τε καὶ πολιτείας ἀνυποθέτους τε καὶ ἐξ ὑποθέσεως, καὶ αὖ πρὸς διόρθωσιν ἑτέρους ὁρῶντας, καὶ | 144 | |
327c | ἀνάκεινταί σοι κύρβεις αἱ μὲν ἐν τῇ Ποικίλῃ, αἱ δὲ ἐπὶ τῆς Ἀκαδήμου, αἱ δὲ ἐν Λυκείῳ; ἡμεῖς οὖν τῆς μὲν μιᾶς συν‐ όλως μοίρας οὐκ ἀμφισβητοῦμεν οὐδὲ κελεύομέν σε πράγ‐ ματα ἔχειν, ὅπως ἂν ἐξηγήσαιο, διὰ τί οὐχ ἅπαντες οἱ | |
5 | ἀστέρες συμφέρονται ἅμα τῷ οὐρανῷ· ἀλλ’ εἰσὶν οἳ ὀλίγοι ὄντες εἰς τοὔμπαλιν ἰέναι τοῖς πλείοσιν ἐπιχειροῦσιν, ἢ διὰ τί αὐτὸς οὗτος ὁ μέγας οὐρανὸς ἐνθένδε ἐκεῖσε πορεύεται καὶ οὐκ ἄμεινον αὐτῷ ἐφάνη τὸ ἐπὶ θάτερον, οὐδ’ αὖ τί σοι ἐμφανὲς κατέστη καὶ οὐρανοῦ ἀνώτερον· ἀλλ’ οὐδὲ τὰ | |
327d | ἐγγὺς ἡμῶν καὶ χαμαίζηλα καὶ ἐν ποσί, βροντῶν τε πέρι καὶ ἀστραπῶν καὶ πνευμάτων καὶ ὑετῶν, οὐδὲ τί ὑπομέ‐ νουσα ἡ χιὼν λευκὴ οὕτως ἐστὶ καίτοι ἐξ ὕδατος πεπηγυῖα, οὐδὲ τί παθοῦσα ἡ χάλαζα τοῦ μὲν χειμῶνος οὐ καταπί‐ | |
5 | πτει, θέρους δὲ τὰ πολλά, καίτοι ψυχρότητι ὑπερβάλλουσα· μηδὲ ὑπὲρ τῆς ἴριδος ἡμᾶς διδάσκειν πότερον ἴνδαλμά ἐστι καὶ δόκησις τῶν ὀμμάτων, ἢ τὰ χρώματα αὐτῆς ἀλη‐ | |
328a | θινὰ καὶ ἡ ποικιλία, μηδὲ ὑπὲρ τῆς θαλάσσης, καθότι ἁλμυρὰ ὑπὸ τῶν ποταμῶν ποιουμένη, μηδὲ ὑπὲρ τῆς γῆς αὐτῆς, ὅπως βρίθει τε εἰς τὸ κάτω καὶ ἵδρυται ἐν μετεώρῳ. ἀλλὰ ταῦτα ἀποκείσθω σοι πάντα ἐν τῷ διδασκαλείῳ | |
5 | πρὸς τοὺς συνήθεις ὁμιλητάς, ὡς ἡμεῖς ἀμαθέστεροι ἴσως | |
καὶ ἀφηλικέστεροι ἤδη τῆς ὑψηλοτέρας σοφίας. Ὅπως δὲ γίνεται εἷς ἀνὴρ εὐδαίμων καὶ ὅπως ξύμπασα οἰκία καὶ οἵοις πόλις χρωμένη ἐπιτηδεύμασιν εὖ ὀρθοῖτο | 145 | |
328b | ἄν, διὰ τί οὐ δημοσίᾳ κηρύττεις καί, εἰ οἷόν τε, ἀναβᾶσα ἐπὶ σκοπιὰν ὑψηλήν; ὅπου γὰρ ἂν λέγῃς, οἱ πολλοὶ ἡμῶν ἀκροάσονται, ἧττον μὲν ὑβρισταὶ ἢ Θρασύμαχος, ἧττον δὲ αὐθάδεις ἢ Πῶλος, ἧττον δὲ ἀναίσχυντοι ἢ Καλλικλῆς, | |
5 | τυχὸν δὲ καὶ ἧττον μὲν ῥᾳδιουργοὶ ἢ Ἀλκιβιάδης, ἧττον δὲ καὶ βίαιοι ἢ Κριτίας. ἀμαθὴς δὲ οὐδεὶς οὕτως ἐν τῷ δήμῳ τῷ ἡμετέρῳ ὡς τὸ Μένωνος ἀνδράποδον, ᾧ καὶ διά‐ | |
328c | γραμμα ἐσαφήνισας μόλις ἐπαΐοντι τῆς Ἑλληνικῆς διαλέ‐ κτου. καίτοι τὴν γενναίαν ῥητορικὴν οὐκ ἄλλου του ἕνεκεν μεταχειρίζῃ ἢ τοῦ ἄγειν τοὺς πολλοὺς ἐφ’ ὅτῳ ἄν σοι δοκῇ κάλλιον εἶναι, καὶ ἀντίστροφον αὐτῇ τὴν διαλεκτικὴν | |
5 | ὀνομάζεις, καὶ ἀμφοτέραν σεαυτῇ προσήκειν καὶ ὄργανα εἶναι, τὸ μὲν ὥστε καθ’ ἕνα χειροῦσθαι, τὸ δὲ ὥστε δῆμον ἀθρόον. Καὶ προσεπιλέγεις ἡμῖν τὴν αἰτίαν δι’ ἥν σοι ἀναγκαῖόν ἐστιν ἐπιμελεῖσθαι τῶν πιθανῶν λόγων, ὅτι οἱ πολλοὶ | |
328d | τούτοις μὲν ἄγονται καὶ κηλοῦνται καὶ τὰ ὦτα ὑπέχουσι, τοὺς δὲ ἀληθεῖς οὐ παραδέχονται εὐπετῶς, μὴ προειργασ‐ μένοι τὰς διανοίας. καὶ ταῦτα λέγουσα Κόρακος μὲν καὶ | |
Τισίου καταγελᾷς καὶ Θεόδωρον σκώπτεις τὸν Βυζάντιον | 146 | |
5 | ὡς μικρὰ ἄττα καὶ ὀλίγου ἄξια εἰς τὴν τέχνην πορισα‐ μένους, αὐτὴ δὲ ἄνωθεν διδάσκεις πῶς ἂν πειθὼ δη‐ | |
329a | μιουργοίη. καὶ οὐδὲ ῥᾳθυμότερόν σοι ἐκπεπόνηται αὐτὴ ἢ ἡ περὶ φύσεως θεωρία. τί οὖν παρασκευαζομένη τὰ ὅπλα κατατίθεσαι ὡς ἀχρεῖα; τί δὲ τεχνάζῃ ἃ περιφρονεῖς καὶ ἐπονείδιστα νομίζεις; οὐ γὰρ δὴ ὅμοια φαίης ἂν πρὸς τοὺς | |
5 | ῥήτορας ὑπομένειν ὁποῖα πρὸς τοὺς κιθαριστὰς καὶ τοὺς αὐλητὰς οἱ λυροποιοί, ὅτι τὰ μὲν ὄργανα ἐκπορίζουσι, χρῆ‐ σθαι δὲ ἑτέροις ἐπιτρέπουσι τὸ ὄργανον τοῖς χρωμένοις. καὶ ὑπηρέτης ὁ μὲν χαλινοποιὸς τοῦ ἱππέως, ὁ δὲ φαρμα‐ κοπώλης τοῦ ἰατροῦ, ὁ δὲ ναυπηγὸς τοῦ κυβερνήτου. | |
329b | Διὰ τί δὲ τοὺς μὲν περὶ τὰς ἔριδας διατρίβοντας δυσχε‐ ραίνουσα οὐ τέχνην ὑφηγῇ λόγων ἐριστικῶν, ἀλλ’ ἐλέγχους, ῥητορικὴν δὲ ἀποδοκιμάζουσα ὅμως ἐμπίπλης τῶν ὑπὲρ αὐτῆς ξυγγραμμάτων τὰ ταμιεῖα τῆς μνημοσύνης; καὶ | |
5 | διδάσκεις μὲν ὡς ἐπωφελῆ καὶ χρειώδη, οὐκ αὐτουργεῖς δὲ ὡς περίεργον καὶ ματαίαν. οὕτως ἐκλελησμένη εἶ τοῦ φρονήματος οὗ πάλαι ἐφρόνεις καὶ σεαυτὴν ἐν δίκῃ ἠξίους, οὐδὲ ἄλλῳ τῳ συγχωροῦσα μεταποιεῖσθαι τῆς | |
329c | τέχνης ἢ μόνοις τοῖς σοῖς θιασώταις; καὶ τηνικαῦτα οὐκ ὤκνεις οὐδὲ ἐδεδοίκεις μή τίς σε μειρακιεύεσθαι ὑπο‐ | |
λάβοι ἁμιλλωμένην πρὸς Λυσίαν καὶ Θουκυδίδην, καὶ τοὺς μὲν ἀποσκορακίζουσάν τε καὶ μόνον οὐχὶ ἐπιρραπί‐ | 147 | |
5 | ζουσαν αὐτῷ Γοργίᾳ καὶ Ἀντιφῶντι, Περικλέα δὲ ἐπαι‐ νοῦσαν μόνον καὶ Ἀσπασίαν ὡς ῥήτορας τελεσιουργούς τε καὶ ὑψηλόνους, ὅτι ἐκ τῆς Ἀναξαγόρου ἀδολεσχίας ταῦτα προσειλκύσατο εἰς τὴν τέχνην. Ὅρα δὲ οἷα πεισόμεθα καὶ ὡς χαλεπὰ ἡμᾶς ἐργάσῃ, | |
329d | εἰ τὴν μὲν ὠφέλιμον ῥητορικὴν ἑκοῦσα αὐτὴ ἀποκρύψῃ, προήσῃ δὲ ἡμᾶς τῷ τετάρτῳ τῆς κολακείας τεμαχίῳ τῷ εἰδώλῳ τοῦ μορίου τῆς πολιτικῆς, ὃ ἀντίστροφον ὀνομά‐ ζεις ὀψοποιίας. εἶτα τῶν μὲν σκιαμαχούντων ἐπὶ τοῦ βή‐ | |
5 | ματος ὑπὲρ τοῦ Κίμωνος ἢ Νικίου ἢ Μιλτιάδου, καὶ μινυρι‐ ζόντων ἐν τοῖς προλόγοις ἦρος ἐπαίνους καὶ χελιδόνων | |
330a | καὶ ἀηδόνων, σπουδῇ ἁλιζόμενοι ἀκροασόμεθα, λόγου δὲ κέντρον ἐγκαταλιπεῖν δυναμένου πρὸς ἀρετὴν οὐδεπώ‐ ποτε ἀπολαύσομεν; ἀλλ’ ἀφίης νέμεσθαι ἡμῶν τὴν φιλη‐ κοΐαν καὶ προσέχειν τοῖς κατακηλοῦσι λόγοις καὶ γοη‐ | |
5 | τεύουσιν, ὥσπερ αἱ σειρῆνες, καὶ οὐκ ἀντιτάσσεις αὐτοῖς παρελθοῦσα τὸν ὄρθιον νόμον, οὐδὲ ἐξεγείρεις ἐμβοήσασα καὶ ἀποτρέπεις καταβουκολουμένους ὑπὸ τῶν εἰδώλων καὶ | |
τῆς ἀκάρπου πιθανουργίας, οὐδὲ ἀποκλύσεις, τὸ λεγόμε‐ νον, καὶ ἀπονίψεις ποτίμῳ τὴν ἁλμυρὰν ἀκοήν; ἀλλ’ | 148 | |
330b | Ὁμήρου μὲν ὑφορᾷ καὶ δυσωπῇ τὴν γοητείαν, ὡς ἀλλοκό‐ τους ἐμποιοῦσαν δόξας περὶ θεῶν, αὐτὴ δὲ οὐδὲν ἀντεισ‐ άγεις τοῖς θεάτροις ἀλεξιφάρμακον, οὐδὲ μῶλύ τι ἐξευρί‐ σκεις οἷον ἐκεῖνος παρὰ τοῦ Ἑρμοῦ δίδωσιν Ὀδυσσεῖ, ὡς | |
5 | διαφυγεῖν τῆς Κίρκης τὴν μαγγανείαν; καίτοι χαριέντως γε ἀκούομεν ἀποκρίνασθαι Καρνεάδην πρὸς τὸ μειράκιον τὸ ἐρόμενον, εἰ καὶ σοφὸς παιδικῶν ἐρασθήσεται, ὅτι δεινὰ μεντἂν πάθοιτε ὑμεῖς οἱ καλοί, εἰ μόνοι περὶ ὑμᾶς σπουδάζουσιν οἱ ἀνόητοι. τλημονέστερον δὲ δήπου καὶ τὸ | |
330c | εἰρημένον πάθος, εἰ τῶν μὲν Ἀριστείδου ἐγγόνων ἀκροα‐ σόμεθα, τῶν δὲ Πλάτωνος οὐδεὶς ἐάσει. Μὴ πρὸς θεῶν, ὦ γενναία, μὴ ἀποκάμῃς, ἀλλ’ ἐπάμυνε τάχιστα, σάω δ’ ἐρίηρας ἑταίρους· | |
5 | οὔτοι κακῶς σοι κείσεται, φησὶ Σωκράτης, ὅτι ἂν ἡμᾶς | |
τοσούσδε ὄντας εὐεργετήσῃς. μηδὲ εὐλαβοῦ τοὺς σκώ‐ πτοντας καὶ κωμῳδοῦντας· πολὺ γάρ τοι πλείους ἡμεῖς οἱ χάριν εἰσόμενοι καὶ ὀνησόμενοι ἀφ’ ὧν ἂν λέγῃς. σὺ δὲ τοιούτοις μὲν μὴ προσέχειν, μιμεῖσθαι δὲ τὸν Ἀπόλλω | 149 | |
330d | τὸν Πύθιον. ἐκεῖνος χωρὶς οὐ μόνον ἑκάστῳ ἀνθρώπων, ἀλλὰ καὶ δήμοις ἀθρόοις ἐν μέσῳ τῆς γῆς ἐπὶ τοῦ ὀμφαλοῦ καθήμενος ἐξηγεῖται, οὐδὲ φιλοκρινεῖ ἀναιρῶν τοὺς χρη‐ σμούς, ὅτι ἀκούσονται αὐτῶν ἐν τῇ Ἀθηναίων ἐκκλησίᾳ | |
5 | οὐ μόνον Θεμιστοκλῆς, ἀλλὰ καὶ Ὑπέρβολος ὁ λυχνοποιὸς καὶ Διοκλῆς ὁ λωποδύτης καὶ Μελιτίδης ὁ ἀνόητος. Καὶ τί σοι λέγομεν τὸν Ἀπόλλω; ὁρᾷς τουτονὶ τὸν Ἥλιον τὸν πρόγονον τοῦ Ἀπόλλωνος, ὡς ἔστι τἀγαθὸν ἀνάλογον | |
331a | αὐτῷ; ἢ οὐ δοκεῖ σοι ὁ θεὸς οὗτος δημοσίᾳ ἐφ’ ἑκάστης ἡμέρας ἐπιδείκνυσθαι τὴν σοφίαν; οὐκ εἰς τὴν πνύκα συλ‐ λέγων, οὐδ’ εἰς τὴν θυμέλην παριὼν Ἀθήνησιν, ὥσπερ Γοργίας, ἀλλ’ εἰς τὸ μέγα θέατρον τοῦτο καὶ ἀτεχνῶς | |
5 | Ὀλύμπιον, ἐν ᾧ συγκαλῶν καὶ ἀγείρων πάντας ἀνθρώ‐ πους καὶ διδάσκει καὶ ἐξηγεῖται πηνίκα μὲν δέοι σπείρειν, πηνίκα δὲ φυτεύειν, πηνίκα δὲ ἀμᾶν, πηνίκα δὲ τῶν βο‐ τρύων ἐπιμελεῖσθαι, καὶ ὅτε πλοΐζεσθαι ἔγκαιρον καὶ ὅτε | |
κρεμαννύειν ὑπὲρ καπνοῦ τὰ πηδάλια. λέγει δὲ καὶ ἔτι | 150 | |
331b | σμικρότερα ὅσα σχεδόν τι οἱ φιλόσοφοι γράφουσιν ἐν τοῖς ποιητέοις καὶ οὐ ποιητέοις. ταῦτα πάντα ἄνωθεν ἐξ οὐρανοῦ τρανότερόν τε καὶ ἀριδηλότερον ἐξηγεῖται, καὶ ὁπότε βαδιστέον εἰς ἀγορὰν καὶ ὁπότε οἴκαδε ἐπανιτέον, | |
5 | καὶ ὁπηνίκα ἄμεινον ἐγρηγορέναι καὶ πηνίκα ὕπνῳ ἐπι‐ τρεπτέον· οἱ δὲ ἄνθρωποι μεθ’ ἡδονῆς ὑπακούουσιν ἐπι‐ δεικνυμένου ταύτην αὐτοῖς τὴν σοφίαν καὶ θαυμάζουσι τὰ διδάγματα, οὐ τῷ λόγῳ, ἀλλὰ τῷ ἔργῳ. πείθονται γὰρ καὶ | |
331c | ὑπουργοῦσιν ὅ τι ἂν σημήνῃ καὶ παραγγείλῃ. οὐδὲν δὲ κωλύει τοὺς πολλοὺς πείθεσθαι εὐθέως φανέντι καὶ ἐξαν‐ ίστασθαι καὶ ἐνεργὸν εἶναι, Σαρδανάπαλον δὲ καὶ Σμινδυ‐ ρίδην καθεύδειν καὶ ἐν μέσῳ ὄντος τοῦ θεοῦ τῇ ἐπιδείξει, | |
5 | ὥσπερ, οἶμαι, καὶ ἐπὶ τῶν σοφιστῶν οἱ μὲν προσέχουσιν, | |
οἱ δὲ οὔ. | 151 |