TLG 2001 025 :: THEMISTIUS :: Πρὸς τὸν ἀξιώσαντα λέγειν ἐκ τοῦ παραχρῆμα

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Πρὸς τὸν ἀξιώσαντα λέγειν ἐκ τοῦ παραχρῆμα

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 113–115.

Citation: Harduin page — section — (line)

t

1

ΠΡΟΣ ΤΟΝ ΑΞΙΩΣΑΝΤΑ ΛΕΓΕΙΝ
ΕΚ ΤΟΥ ΠΑΡΑΧΡΗΜΑ113

309

d

Ἀλλ’ εἰ καὶ σφόδρα ἦν σοφὸς ὁ Φειδίας ἐν χρυσῷ καὶ ἐλέφαντι μορφὴν ἐπιδεῖξαι θείαν ἢ ἀνθρωπίνην, ὅμως χρόνου γε ἐδεῖτο καὶ σχολῆς πλείονος εἰς τὰ ἔργα. λέγεται

310

a

οὖν, ἡνίκα ἐδημιούργει τὴν Ἀθηνᾶν, οὐδὲ εἰς τὴν κρηπῖδα τῆς θεοῦ μόνην ὀλίγου χρόνου καὶ πόνου προσδεηθῆναι. εἰ οὖν τις αὐτὸν αὐθημερὸν ἐκέλευσεν ἐπιδείξασθαι τὴν τέ‐ χνην, τί ἂν ἔδρασεν; ἢ πῶς ἂν ἐπείσθη τῷ ἐπιτάγματι;
5σκόπει δῆτα εἰ καλῶς πρὸς τὸν ἐραστὴν ἀπεκρίνατο ὅτι, ὦ χρηστέ, ὁ τῶν ἐμῶν ἔργων φιλοθεάμων, εἰ μὴ συγχω‐ ρεῖς μηδὲ ἐπιτρέπεις καιρὸν ὥστε καινόν τι καὶ νέον δη‐ μιουργῆσαι, σὺ δὲ ἐπίσκεψαι τέως τὴν Ἀθηνᾶν τὴν ἐν πόλει

310

b

ἢ τὸν Δία τὸν Ὀλύμπιον, καί σοι ταῦτα ἀποχρήσει πρὸς τὸ Φειδίαν θαυμάσαι. Κἀγὼ σέ, ὦ μακάριε, τὸν ἐμὸν ἐραστήν, ἐπεὶ καὶ αὐ‐ τὸς οὕτως ἔχειν δοκεῖς ὡς καὶ τήμερόν τί μου ποθεῖν
5δημιούργημα, παρακαλέσαιμ’ ἂν προσεπιδεῖν τι τῶν ἤδη προειργασμένων. οὐ δεήσει δέ, οἶμαι, βαδίζειν εἰς τὸ χωρίον τοῦ ἔργου· φέρω γὰρ ἐν ἐμαυτῷ τὰ τῆς ἐμῆς τέχνης ἀγάλ‐

310

c

ματα, ἃ δημιουργεῖται μὲν καθ’ ἕνα τόπον, συμπερίεισι δὲ ἁπανταχόθεν τῷ τεχνίτῃ. τοσόνδε μέντοι μοι χάρισαι· ἔασόν με κατὰ χρόνον ἐργάσασθαι τὴν σὴν εἰκόνα. οὐ γὰρ οὕτως εἰμὶ σοφὸς οὐδὲ εὔπορος ὥστε αὐτοσχεδιάζειν ὥσπερ ἔτυχε114
5τὰς γραφάς, καθάπερ οἱ δαιμόνιοι σοφισταί. ἀλλ’ οὐδὲ ἅπαντα γράφειν ἄρχοντα δύναμαι, ἀλλ’ ὃς ἄν μοι τόνδε τὸν πίνακα εὐτρεπίσοι, ὃς χωρήσει μὲν δικαιοσύνην μετὰ τῆς εἰκόνος, χωρήσει δὲ πραότητα μετ’ ἐξουσίας, πολλῶν τε ἄλλων θεῶν καὶ δαιμόνων ἀγαθῶν ὅμιλον, ὧν δίχα γρά‐
10φειν οὐ θέμις τοῖς ἀπὸ Σωκράτους γραφεῦσιν.

310

d

Οὐ σφόδρα οὖν μοι σύνηθες τὸ ἔργον, ἅτε δὴ σφόδρα ὀλίγων εὐποροῦντι τῶν ἀρχετύπων. ὃν δὲ σύ μοι πίνακα πήγνυσαι, καλός ἐστι καὶ μέγας καὶ οὐ στενοχωρήσεται ἡ γραφή. ἀλλὰ στήσω μὲν ἐπὶ δεξιὰ τὸν νόμον, ὃς παιδόθεν
5τέ σε ἐθρέψατο καὶ νῦν συνθακεῖ, στήσω δὲ ἐπὶ θάτερα τὴν δίκην, ἥ σε μήποτε ἀπολείψειε, καὶ δὴ καὶ τὸν ἄλλον χορόν, ὃν ἄν μοι τὸ παράδειγμα ὑποδεικνύοι· ὑποδείξει δέ,

311

a

εὖ οἶδα, ὥστε μοι μὴ ἐπιλείπειν τὰ καίρια. νῦν δέ (οὐ γάρ μοι τοσαύτη σχολή) προχειριστέον τί σοι τῶν ἀπορρήτων. πάντως οὐκ ἔστι τὸ λόγων κάλλος, οἷον ἀρτιτόκοις μὲν [ἴσμεν] ἐπανθεῖν, πρεσβυτέρων δὲ ἀπομαραίνεσθαι, ἀλλ’
5οἷοί περ ἂν ἐξ ἀρχῆς τεχθῶσι, τοιοῦτοι καὶ τὸν ἅπαντα
μένουσι χρόνον.115