TLG 2001 024 :: THEMISTIUS :: Προτρεπτικὸς Νικομηδεῦσιν εἰς φιλοσοφίαν

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Προτρεπτικὸς Νικομηδεῦσιν εἰς φιλοσοφίαν

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 97–111.

Citation: Harduin page — section — (line)

t

1

ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΝΙΚΟΜΗΔΕΥΣΙΝ
ΕΙΣ ΦΙΛΟΣΟΦΙΑΝ97

300

d

Ἀλλὰ καὶ Προδίκου ποτὲ καὶ Γοργίου διατριβόντων Ἀθήνησι προσεῖχόν τινες οὐ φαύλως καὶ Σωκράτει τῷ Σωφρονίσκου. καίτοι Πρόδικος μὲν καὶ Γοργίας πολυ‐ τελεῖς τε ἐπεδείκνυντο καὶ γέμοντας ἡδονῆς λόγους, ὥστε

301

a

καὶ μισθὸν εἰσεπράττοντο τοὺς ἀκροωμένους, Σωκράτης δὲ οὐδὲν ποικίλον οὐδὲ σοφόν, ἀλλὰ ἁπλᾶ τινα καὶ συνήθη καὶ ὅπως ἔτυχε διεξῄει, καὶ ἡδέως ἂν καὶ ἀργύριον ἔδω‐ κεν, εἴ τις αὐτῷ προσέχειν ἐβούλετο. μὴ οὖν δὴ καὶ ὑμεῖς
5ὑπερίδητε τοῦ ξενίζειν ἐπιχειροῦντος οὐ λίαν κεχαρι‐ σμένοις ξενίοις οὐδὲ γοητεύειν δυναμένοις τὰς ἀκοάς, οἵων θαμὰ ἀπολαύετε συλλεγόμενοι, καὶ τοὺς ἑστιάτορας ἀγα‐ πᾶτε, ὅτι δεξιοὶ καὶ φιλάνθρωποι καὶ οὐ σμικρολόγοι ταῖς

301

b

παρασκευαῖς, ἀλλὰ [Συρακουσίαν] τράπεζαν Σικελικὴν ἀεὶ προτιθέντες πολλὰς καὶ ποικίλας μηχανὰς ἡμῖν μηχα‐ νῶνται, καὶ οἱ μέν τινες ἐπιχώριον ᾄδοντες μέλος, οἱ δὲ Ἀσσύριον καὶ ἐκ Λιβάνου, κηλοῦσιν ὑμᾶς τῇ τε οἴκοθεν
5ἁρμονίᾳ καὶ τῇ θύραθεν.
Εἰ μὲν δή τι καὶ παρ’ ἡμῶν τοιόνδε προσδοκῶντες συνεληλύθατε, ὥρα ὑμῖν ἀπιέναι μηδ’ ἐνοχλεῖσθαι μάτην· εἰ δὲ δή ποτε καὶ Λυκοῦργον ἑστιάτορα ὑπομεῖναι δυνήσε‐ σθε, τάχα ἂν ὑμᾶς ἀποδεξαίμεθα οὐχ οὕτω μὲν πολυτελέσι98

301

c

ξενίοις, ὑγιεινοτέροις δὲ ἴσως, ἃ μὴ θαυμάσαι μόνον ἔστιν, ἀλλὰ καὶ ὄνασθαί τι θαυμάσαντας. εἰσὶ γὰρ οἱ παρ’ ἡμῶν λόγοι Μνημοσύνης καὶ Διὸς ἔκγονοι, καθάπερ οἱ κομ‐ ψοί τε ἐκεῖνοι καὶ φιλοπαίγμονες, πάμπολυ δὲ τῶν ἀδελ‐
5φῶν διαφέρουσι· καὶ τὴν διαφοράν, εἰ βούλεσθε ἀκούειν, λέγειν ἂν ἔχοιμι. ἀλλ’ ὅπως μή με ἀδολέσχην καὶ περιττο‐ λόγον νομίσητε καὶ ἀποπλανώμενον εἰκῆ τῶν προκειμέ‐ νων. καὶ γὰρ καὶ τοῦτο τοῖς ἡμετέροις μάλιστα πρόσεστι λόγοις. ἐλεύθεροι σφόδρα εἰσὶν ὁμοῦ καὶ αὐτόνομοι, καὶ

301

d

ἔξεστιν αὐτοῖς ἐκ τοῦ πατρὸς μὴ μίαν τινὰ ὁδὸν βαδίζειν ἠναγκασμένην, ἀλλ’ ἐὰν αὐτοῖς ἑτέρα τῆς προκειμένης ἀρέσῃ, μεταβαίνουσιν εὐθέως καὶ οὐ πλανῶνται. τὴν δ’ οὖν μάλιστα διαφορὰν ὧδε ῥᾳδίως ἂν μάθοιτε.
5 Πάντα ὅσα ἐπίκηρα καὶ τῆς ἀσθενοῦς φύσεως μέτοχα, δυοῖν μάλιστα τούτων ἴσμεν δεόμενα, ἀναπαύλης τε τῶν
συνεχῶν πόνων καὶ αὖ ἐπιμελείας, εἰς τὸ μὴ χείρω γενέ‐99

302

a

σθαι. καὶ ψυχὴν τοίνυν οὕτως οἰηθῶμεν τῶν μέν τινων ἀναπαυόντων λόγων, τῶν δέ τινων ἐπιμελουμένων προσ‐ δεῖσθαι. διὰ τοῦτο οἱ μὲν ὅταν παρέλθωσιν εἰς τὸ τῶν Μουσῶν θέατρον—ποιοῦσι δὲ τοῦτο συνεχῶς καὶ πολλά‐
5κις—προσμειδιῶσί τε ὑμᾶς καὶ περισαίνουσι καὶ περι‐ χυθέντες ἀσπάζονται τὸν κορυφαῖον τῶν θεατῶν, οἱ δὲ τὰ μὲν πολλὰ οἰκουροῦσι καὶ ἰδίᾳ βούλονται τὰς ἐπιμε‐ λείας ποιεῖσθαι, ἢν δὲ πρὸς δῆμον αὐτοὺς ὁ θεὸς κινήσῃ, αὐστηρότεροί εἰσι καὶ οὐχ ἡδεῖς εὐθέως, καὶ τοσοῦτον

302

b

ἀπέχουσι τοῦ θωπεύειν ὥστε καὶ πολλάκις ἐπιτιμῶσι τοῖς θεαταῖς, ὅταν τι πλημμελὲς αὐτοῖς συγγινώσκωσιν. ἀλλ’ ἡμῖν γε, ἅτε πρὸς ἄνδρας φίλους ποιουμένοις τὸν λό‐ γον καὶ τὰ πολλὰ ὑγιαίνοντας, τοὺς σοφωτέρους μιμη‐
5τέον τῶν ἰατρῶν, οἳ τὰ πικρότερα τῶν φαρμάκων μέλιτι τὴν κύλικα περιχρίσαντες πίνειν διδόασι. τάχα δ’ ἂν καὶ ὑμεῖς ἑαυτοὺς πειθηνίους μᾶλλον παράσχοιτε μεθ’ ἡδονῆς θεραπεύοντι τῷ λόγῳ, καθάπερ ἡνιόχῳ δεξιῷ τὴν τέ‐ χνην, ἐξ ἡνίας ἄγειν ἐπιχειροῦντι τὸ ἅρμα, κέντρου δὲ

302

c

φειδομένῳ καὶ μάστιγος. τί ἂν οὖν λέγοντες ἅμα τε ὠφε‐ λοίημεν ὑμᾶς καὶ ἀρέσκοιμεν; πολλὴ γάρ μοι ἀνάγκη τὸν τοιόνδε τρόπον τῆς εἰς ὑμᾶς ὁμιλίας τιμᾶν. αἰτία δὲ τῆς ἀνάγκης ἥδε.
5Ἐμὲ θεῶν ὁ τῇδε τῇ πόλει προσθεῖναι βουληθεὶς καὶ
τὸν ἔρωτά μοι τὸν καλὸν τοῦτον κινήσας οὔτε μένειν ἀσύμβολον ὑμῖν εἰκῆ συγχωρεῖ τὰ αὐτὰ πράττοντα καθ‐ άπερ τοὺς πολλοὺς ὑμῶν ἐραστάς, οὔτε μὴν πικροτέροις φαρμάκοις πρὸς τὴν βοήθειαν †ἕλκεσθαι,† μὴ λάθωμεν πρὸ100
10τῆς θεραπείας δι’ ἀηδίαν ὑπὸ τῶν ἐρωμένων ἀποσεισθέν‐

302

d

τες. καὶ γὰρ εἰ μὲν μόνος ὑμῶν ἑάλων ἐγώ, κἂν ὑπῆρχεν ἄν μοι μετ’ ἐξουσίας τοῖς παιδικοῖς ἐναβρύνεσθαι, προτίμησιν ἀντεραστοῦ μὴ δεδιότι· νῦν δέ (ὁρᾶτε γὰρ ἤδη καὶ ἑτέρους ὁμοίως κεκινημένους) καί μοι τὸ σφόδρα αὐτῶν ἐπιδέξιόν
5τε καὶ εὔχαρι οἰχήσεσθαι ἄγον ὑμᾶς δοκεῖ, ὥστε ἡμῶν δὴ τῶν σεμνοτέρων ὑπερορᾶν. διόπερ ἀναγκάζομαι πρὸς ὑμᾶς ἐξειπεῖν ἃ πάλαι κατέχειν ἐδόκουν ἐν ἐμαυτῷ. οὐκ ἔστι χαρίτων ἔρημος παντελῶς ἡ φιλοσοφίας αὐλή, οὐδὲ

303

a

ἀποσκηνοῦσιν αἱ θεαὶ πόρρω που τῶν ἡμετέρων μουσείων, οὐδ’ ἂν στήσαιμέν ποτε ὑμῖν χορὸν ἀμοιροῦντα σώφρονος ἡδονῆς, ἀλλὰ τὴν Ἀφροδίτην ἀεὶ συμπλέκειν ταῖς Μούσαις προθυμησόμεθα· ἀδελφαὶ γὰρ ἀλλήλων καὶ τὴν κοινω‐
5νίαν ἀσπάζονται. Ὡς δ’ ἂν ὅτι καὶ οὐκ ἀδύνατος ἡμῖν ἡ ἁρμονία τῶν θεῶν τούτων εἰδείητε, ἐθέλω τι βραχὺ πρὸς ὑμᾶς τῶν τέως κε‐ κρυμμένων ὁμολογῆσαι λόγων. διττὸν ἡμῖν ἐνοικεῖ γένος,
ὦ φίλοι, διτταὶ δ’ αὐτῷ καταγωγαὶ καὶ διενείμαντο τὰ τῆς101

303

b

ψυχῆς οἰκητήρια. τιθηνοῦνται δέ μοι τοὺς μὲν ῥητορική, τοὺς δὲ ἡ παγκάλη φιλοσοφία. εἰ δὲ ὑμῖν καὶ τὰς μητέρας τῶν λόγων εἰδέναι φίλον καὶ οἵα τις ἑκατέρα τὴν φύσιν γινώσκειν, ἀκούοιτε ἂν τῶν εἰκόνων.
5 Φιλοσοφίᾳ μὲν δὴ καὶ σχῆμα σεμνὸν καὶ σῶμα εὐμέγε‐ θες καὶ στολὴ πρέπουσα, ἐν οἵᾳ δὴ καὶ τὰς ἀρετὰς οἱ γρα‐ φεῖς τὰς φιλοσοφίᾳ συννόμους δεικνύντες γράφουσι, πλό‐ καμοί τε οὔτε ἄφετοι μεθίενται πλανᾶσθαι οὔτε ἐκ ποικι‐

303

c

λίας κομμωτικῆς ἀναπλέκονται, ἀλλὰ μέσον τινὰ ἔχουσι κόσμον ἀταξίας τε καὶ τρυφῆς. φιλοσοφία γὰρ τὸ κατὰ φύσιν κάλλος ἄφραστον ἔχουσα πᾶν ὅ τι περ ἐπείσακ‐ τον ἀτιμάζει καὶ οὐ προσίεται. οὐκοῦν οὐδὲ ὑπογρά‐
5φει τὰ ὄμματα οὐδὲ τεχνητὸν ἔρευθος αὐτῇ τὰς παρειὰς χρώννυσιν, ἀλλὰ καὶ ἐπανθεῖ μὲν ἐρύθημα τῷ προσώπῳ σωφροσύνης πλῆρες, βλέμμα τε αἰδοῦς γέμει καὶ οἷον τὴν αἰδῶ καὶ τοῖς προσβλέψασιν ἐνδιδόναι. ἤδη γοῦν τισι καὶ

303

d

θέα ψιλὴ τῷ θεωμένῳ ταύτην ἤρκεσεν εἰς κοσμιότητα τὸν βίον μεταρρυθμίσαι. καὶ ὅ γε Πολέμων ὁ Ἀττικός, ὁ κώ‐ μοις καὶ αὐλοῖς καὶ μέθαις πολλὰ δὴ πρότερον ἐντρυφήσας, ὅτε τὴν Ξενοκράτους σύνοικον φιλοσοφίαν προσέβλεψεν,
5αὐλοὶ μὲν ἐκεῖνοι φροῦδοι καὶ κῶμοι καὶ ἔρως ὁ πάνδημος Πολέμωνος ἐκπεσόντες τῆς ψυχῆς ἠμελήθησαν, ὁ δὲ τὸ καθαρώτατον τῆς φιλοσοφίας ἀντιλαβὼν εἰς τοσοῦτον102

304

a

τῷ πόθῳ προὔκοψεν ὥστε καὶ τελεταῖς τοῦ θεοῦ τιμηθῆναι. Ῥητορικὴ δέ—πάντως γάρ που καὶ ταύτης τὴν εἰκόνα ποθεῖτε—γενναία μέν τις καὶ αὕτη καὶ παγκάλη, ἀτὰρ οὐ τῇ φύσει μόνον ἀρκεῖται, πολλάκις δὲ θέλει καὶ τοῖς ἔξω‐
5θεν καλλωπίζεσθαι. καὶ αὐτῆς πολὺς μὲν καὶ ποικίλος κόσμος τὸ σῶμα σκέπει, ἀγάλλεται δὲ καὶ θεάτροις Ἑλλη‐ νικοῖς, καὶ παῖδας ἐκ νεαρᾶς ἡλικίας εἰς δημοσίας ὠθί‐

304

b

ζει παρόδους. οἱ δὲ οὕτως εἰσὶ τῆς μητρὸς γνήσιοι καὶ χορείας ἐρῶντες ὥστε πολλάκις καὶ τοὺς ἀδελφοὺς συνεκ‐ φοιτᾶν εἰς τὰ συνήθη σφίσι θέατρα ἀναπείθουσι, πολλάκις δὲ τὰς μητέρας συμπείσαντες καὶ ἀναμιχθέντες ἀλλήλοις
5ἕνα χορὸν θαυμάσιόν τινα καὶ οἷον τῶν Μουσῶν ἐκερά‐ σαντο. ἐὰν δὲ ἐθέλοιεν μὴ σὺν ἀλλήλοις χορεύειν, ζημιοῦν‐ ταί τε ὑπ’ ἀλλήλων καὶ ζημιοῦσιν ἀλλήλους τὰ ἴσα. καὶ ὁ μὲν τῶν φιλοσοφίας παίδων χορὸς σεμνότητος γέμων ἡδο‐ νῆς καὶ χάριτος ἀμοιρεῖ, ὁ δὲ ἀχαλίνωτος ὢν κοσμιότητι
10πολλάκις καὶ εἰς ἀταξίαν ἄμουσον ἐκβακχεύεται. κάλλι‐

304

c

στος δὴ χορῶν ἐκεῖνος, ὅταν ἀλλήλοις ξυναφθέντες οἱ ἀδελφοὶ ἡδονὴν εἰς τὸν χορὸν καὶ κοσμιότητα μίξωσιν, ἃς δὴ καὶ ὑμῖν στήσειν συνεχῶς ἐπαγγέλλονται. αἰτοῦσι δὲ ὑμᾶς ἀντὶ ταύτης τῆς προθυμίας οὔτε χρυσὸν οὔτε δόξαν
5(οὔτε γὰρ φιλόχρυσοί εἰσιν οὔτε φιλότιμοι), ἀλλὰ φιλίαν ἀληθινὴν καὶ ἴσον ἔρωτα. νῦν γὰρ ἔτι μοι ἀπειθοῦσι καὶ οὐκ οἴονται παρ’ ὑμῶν κατὰ τὸ ὅμοιον ἂν ἀντ‐ ερᾶσθαι, ἀλλά με εἰπεῖν λόγον τινὰ κελεύουσιν, ὃν ἐγὼ λέξω103

304

d

μάλα ἀρχαῖον ὄντα καὶ σπουδῆς ἄξιον. φιλόμυθόν τε γάρ πως γένος ἀεὶ τὸ ἡμέτερον, ἀδολεσχεῖν τε τὰ πολλὰ δο‐ κοῦσι κἀκρατῶς καὶ ἀκορέστως ἔχοντες τῶν παλαιῶν λόγων.
5 Ὅτε τὸν Ἔρωτα ἡ Ἀφροδίτη ἐγέννησε, τὰ μὲν ἄλλα καλός τε ἦν ὁ παῖς καὶ τῇ γεννησάσῃ προσήκων, ἀτὰρ οὐκ ηὔξετό γε εἰς μέγεθος τῷ κάλλει πρέπον, οὐδὲ ἐπεδίδου τὸ

305

a

σῶμα, ἀλλ’ ἔμενε πλεῖστον χρόνον οἷος ἐτέχθη. ἠπορεῖτο γοῦν πρὸς τὸ πρᾶγμα ἥ τε μήτηρ καὶ αἱ τροφοὶ τοῦ βρέφους αἱ Χάριτες, καὶ φοιτῶσαι παρὰ τὴν Θέμιν—οὔπω γὰρ εἶχε Δελφοὺς ὁ Ἀπόλλων—ἐδέοντο λύσιν τινὰ ἐξευρεῖν τῆς
5ἀτόπου καὶ θαυμαστῆς συμφορᾶς. εἶπεν οὖν ἡ Θέμις· ‘ἀλλ’ ἐγὼ παύσω ὑμᾶς ἀπορουμένας· νῦν γὰρ οὔπω ἴστε τὴν φύσιν τοῦ βρέφους. ὁ Ἔρως ὁ σὸς ὁ ἀληθινός, ὦ Ἀφρο‐ δίτη, τεχθείη μὲν ἂν ἴσως καὶ μόνος, αὐξηθείη δ’ ἂν οὐδα‐ μοῦ μόνος, ἀλλά σοι δεῖ καὶ Ἀντέρωτος, εἰ βούλει αὐξη‐

305

b

θῆναι τὸν Ἔρωτα. ἔσται δὲ αὕτη φύσις τοῖσδε τοῖς ἀδελ‐
φοῖς· ἀλλήλοις αἴτιοι τῆς αὔξης ἄμφω γενήσονται. ὁρῶντες μὲν γὰρ ἀλλήλους ἴσα βλαστήσουσι, θατέρου δὲ ἀπο‐ λειφθέντος μειώσονται.‘ οὕτω δὴ κύει τὸν Ἀντέρωτα ἡ104
5Ἀφροδίτη, καὶ ἀνέδραμέ τε παραχρῆμα ὁ Ἔρως καὶ τὰ πτερὰ ἔφυσε καὶ ὑψηλὸς ἦν. ἅτε δὴ ἐν τοιαύτῃ τύχῃ καθ‐ εστηκὼς ἄτοπα ὑπομένει πολλάκις πάθη καὶ τοτὲ μὲν θάλλει, τοτὲ δὲ φθίνει, πάλιν δὲ αὔξεται. δεῖται δὲ ἀεὶ τἀδελφοῦ συνόντος, καὶ μέγαν μὲν ἐκεῖνον ὁρῶν μείζων

305

c

φαίνεσθαι φιλονεικεῖ, σμικρὸν δὲ καὶ ὀλίγον φωράσας πολλάκις οὐδὲ ἐθέλων ἀπομαραίνεται. οἴεσθε οὖν τι με ἴσως σεμνὸν εἰρηκέναι· ἐγὼ δὲ τὸν θεὸν ἐδεξάμην τε καὶ ἐνίδρυσα τῇ ψυχῇ, καὶ αὐτὸν οὐκ ἐθέλω ψεύσασθαι τῆς
5ὑποσχέσεως. ὑπεσχόμην δὲ εἰσοικιζομένῳ τὸ πρῶτον αὐτίκα οἱ καὶ τὸν ἀδελφὸν συμπαρέσεσθαι τοῖς παιδικοῖς ἐνοικήσοντα. Ἢ τίνι με ἄλλῳ δοκεῖτε πρὸς τὸν πόθον ὑμῶν ὑπάγε‐

305

d

σθαι; πότερον τῇ παραδόξῳ ταύτῃ καὶ μακρᾷ θαλάττῃ; ἀλλ’ οὐδὲν ἐμοὶ μᾶλλον προσήκει θαλαττουργίας ἢ τοῖς Ἀρ‐ καδικοῖς στρατιώταις. ἢ τοῦ ποταμοῦ τοῦ Φρυγὸς τῇ φιλαν‐ θρωπίᾳ; ἀλλὰ καὶ τὸν Νεῖλον ἐγὼ ἄγαμαι τὸν Αἰγύπτιον,
5οὐχ ὅτι ληίων πατήρ, ἀλλ’ ὅτι ῥεῖ διὰ τῶν σοφῶν Αἰγυπ‐ τίων. ἢ τῷ μεγέθει τῆς προσοίκου λίμνης; διὰ τί οὖν
οὐκ ἐπόθησα τὴν Μαιῶτιν λίμνην τὴν τῶν ἑξακισχιλίων105

306

a

σταδίων; μεγάλα μὲν γὰρ καὶ ταῦτα τῶν ὑμετέρων, καὶ προσθήσει γέ τις ἕτερα πλείονα τῶν τὰ τοιαῦτα τιμώντων, ἢ λουτρῶν τε ἀμήχανα κάλλη καὶ θεάτρων καὶ ἱπποδρό‐ μων. ἀτὰρ ὑμῖν γε, ὦ φίλοι (οὐδὲν γὰρ ὑμᾶς δέομαι ἀπο‐
5κρύπτεσθαι), ἄλλο τί ἐστι τὸ κινῆσαν τὸν ἔρωτα· ἐπεὶ πρός γε τὰ τοιαῦτα μεγαλοψυχία τις οὐκ ἀγεννὴς καὶ πάτριος ἡμῖν ὑπάρχει, καὶ οὔτε ἂν ἄνδρα ποτὲ ἀγαπήσαιμεν ὅτῳ τὰ μὲν τῆς ψυχῆς ἀγαθὰ μὴ σφόδρα παρείη, τὰ δὲ ἔξωθεν

306

b

περικέοιτο πολλὰ καὶ ποικίλα, καθάπερ τῷ κολοιῷ περι‐ τίθησιν ὁ μῦθος τὰ πτίλα, ἐν τῷ ἀγῶνι τοῦ κάλλους ἀλλό‐ τριον αὑτῷ περιεργαζομένῳ κόσμον χήτει ἰδίου καὶ συγ‐ γενοῦς, οὐδ’ ἂν οἴκησιν μὲν οἰκοίη τοῦ Σπαρτιάτου βασι‐
5λέως ἀμείνονα, ἀμφιέννοιτο δὲ λεπτότερα τῶν ἀραχνίων —οἷα τὰ Ἡφαίστου δεσμά φησιν Ὅμηρος, ἃ οὐχ ὁρώμενα ὅμως δέει τοὺς ἀκολάστους ἰσχυροῖς τισι καὶ ἀρρήκτοις δεσμοῖς—καὶ τὸν ἄλλον δὲ πολὺν ἀμπέχοιτο κόσμον καὶ τοιαύτην ἔχοι μορφὴν οἵαν ἐγώ ποτε εἶδον Περσικὴν γρα‐

306

c

φὴν τῶν Περσικῶν τινος βασιλέων. νεανίσκος ἐστὶν ὡραῖος ἐπικαθήμενος θρόνῳ βασιλικῷ, τιάραν ἔχων ἐξ ὑακίνθου τε καὶ σμαράγδου καὶ στρεπτὸν τοιοῦτον πλατὺν
καὶ χλαῖναν ἁλουργῆ τε καὶ χρυσόπαστον ἠμφιεσμένος.106
5ὅμως κἂν ταύτης τις τῆς εἰκόνος αὐτὸν ποικίλλῃ πολυτελέ‐ στερον, οὐ πάνυ τιμιώτερον αὐτὸν τῆς γραφῆς ἡγησόμεθα. καίτοι τί ἂν γένοιτο ἀηδέστερον ἢ ὡς μετέχειν δοκοῦντα ψυχῆς τοῖς τῶν ζωγράφων ἔργοις προσεοικέναι; ἃ βούλε‐ ται μὲν καὶ πᾶσιν ἀνοίγειν θέλει τὸν ὀφθαλμόν, ὡς ζῶντα

306

d

καὶ νοῦν ἔχοντα, ἂν δὲ μαθεῖν καὶ ἀνερέσθαι μετὰ πολλῆς σπουδάσῃς σεμνότητος, ἡσυχάζει. Οὔτ’ οὖν ἄνδρα τὸν τοιόνδε διὰ σπουδῆς ἂν ἔχοιμέν ποτε οὔτε πόλιν ἐν ᾗ μὴ τίμια τὰ Μουσῶν τε καὶ Ἑρμοῦ
5καὶ Ἀπόλλωνος τεμένη, θέατρα δὲ καὶ βαλανεῖα καὶ οἱ τῶν ἀθλίων ἱππαρίων δρόμοι, οὔτ’ ἂν ὑμᾶς ποτε ἠσπασά‐

307

a

μεθα, εἰ μή τι καὶ ἀρετῆς μεταποιουμένους ἔγνωμεν, οὔτ’ εἰ πολλὰ σεμνότερα ὁ κόλπος ἅμα καὶ καθαρώτερα οὔτε εἰ ὁ Σάγγαρις ἀντὶ σίτου χρυσοῦ ψῆγμα κατῆγεν. ἀρετὴ γὰρ κατὰ Σωκράτην ἐστὶ μὲν ἀνδρὸς ἑνός, ἐστὶ δὲ καὶ πόλεως.
5ὥσπερ οὖν ἄνθρωπον εἶναι σπουδαῖον λέγομεν οὐ τὸν
πολλοὺς μὲν ἀγρούς, πολλὰς δὲ οἰκίας πεπαμένον, πολλὰ δὲ ἱμάτια καὶ ὑποδήματα, καὶ δειπνοῦντα ἐκ πολυτελοῦς107

307

b

τραπέζης καὶ πίνοντα ἀπὸ χρυσῶν ἐκπωμάτων, ἀλλ’ ὅτι νοῦν ἔχει πολὺν καὶ παιδείας ἐπιμελεῖται, τὸν αὐτὸν δὴ τρόπον καὶ πόλιν οὐκ ἐν ᾗ πολλὰ μὲν ὤνια τρυφώσης ἀγορᾶς, πολὺς δὲ μεθυόντων ὄχλος, πολὺ δὲ ἀργύ‐
5ριον καὶ χρυσίον ἐπὶ τῶν τραπεζῶν εἰκῆ κείμενον, θεά‐ τρων τε ἄκλειστοι πύλαι καὶ ἵππων συνεχὴς ἅμιλλα τῶν ἀπολέμων, μᾶλλον δὲ πολεμοποιῶν ἀληθέστερον. οὐ γὰρ ἔνεστι τὴν τοιαύτην μὴ καὶ ὕπουλον εἶναι καὶ νοσεῖν τὸ ἔντοσθεν, ἀλλ’ ἐνίοτε μὲν αὐτῆς λανθάνει τὰ ὑποιδαίνοντα
10καὶ σφόδρα ἂν εὐδαίμων δόξειε τοῖς τὰ φαινόμενα θεω‐ μένοις, ἐνίοτε δὲ ἐκλάμψαντα καὶ ἐκραγέντα δίδωσιν αὐτῇ

307

c

τὸ τοῦ Σοφοκλέους ἀκούειν οἰκείως,
πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. Ἀλλὰ Φωκυλίδης τά τε ἄλλα ἀληθῆ λέγει καὶ ὅτι
5σμικρὰ πόλις μετὰ φρονήσεως ἐπὶ σκοπέλου κατοικοῦσα κρείττων Νίνου ἀφραινούσης. ἐγὼ δὲ ἐθέλω μὲν καὶ τὴν γῆν ὑμῶν καρπὸν ἀμείνονα τῶν ἄλλων ἐκτρέφειν, περὶ πλείονος μέντοι ποιοῦμαι τὰς ψυχὰς ὑμῶν παιδείαν βλαστά‐

307

d

νειν, ἣν ξυλλέγουσι μὲν ἐκ τῶν Ἀπόλλωνος λειμώνων αἱ Μοῦσαι, ψυχαῖς δὲ ἐρωτικαῖς καὶ φιλοκάλοις ἐννεοττεύουσί τε καὶ ἐνεργάζονται. αἳ δ’ ἂν τὸ σμῆνος αὐτῶν εὐμενῶς ὑποδέξωνται, πτεροφυοῦσί τε εὐθὺς καὶ τὰ ἐν ποσὶν ἀτι‐108
5μάσασαι περιπολοῦσι τὸν οὐρανόν. καὶ αὗταί εἰσιν ἃς Εὐριπίδης ὁ σοφὸς
οὔτε πολιτῶν, φησίν, ἐπὶ πημοσύνας
οὔτ’ εἰς ἀδίκους πρήξιας ὁρμᾶν,

308

a

ἀλλ’ ἀθανάτου καθορᾶν φύσιος
κόσμον ἀγήρω. τῷ γὰρ ὄντι παιδείας ἀληθινῆς μείλιχον καὶ γαληνὸν καὶ πρᾶον τὸ ὄμμα, οἷον ἐν ζάλῃ κονιορτοῦ καὶ πνεύματος
5ἀποσκεπομένης τινὶ καρτερῷ τειχίῳ, μᾶλλον δὲ αὐτῆς ἀποσκεπούσης τοὺς ἑαυτῆς θιασώτας καὶ φραγνυμένης ἕρκει παντὸς ἀδάμαντος ἀρρηκτοτέρῳ, ὃ μήτε ὕβρεως ἰσχυρὰ προσβολὴ μήτε ἡδονῆς δολερὰ μηχανήματα εὐπε‐ τῶς σαλεύσειεν ἄν· στέγειν δὲ δύναται καὶ τύχης φορὰς

308

b

ἀσταθμήτους. μόνον γὰρ τοῦτο τῶν τειχίων ἀτεχνῶς Ἀπόλλωνος ἔργον, ἐκεῖνο δὲ οὐκ ἦν, οἶμαι, τὸ Τρωϊκόν. οὐ γὰρ ἂν ἥλω ῥᾳδίως ἐκ μιᾶς ἀπάτης. Μὴ λεγέτω οὖν ἡμῖν Ὅμηρος ὅτι Λαομέδοντι θητεύοντες
5Ἀπόλλων καὶ Ποσειδῶν τὴν Ἴλιον ἐπυργώσαντο, μηδ’ ὅτι διὰ πυρὸς ἐξειργάσθη καὶ ὕδατος, καταψευδέσθω δου‐ λείαν ἔμμισθον τῶν θεῶν· τὰ παιδία γὰρ αὐτῷ προσέξει τε καὶ πεισθήσεται καὶ συνήσει κομψευομένῳ ποιητικῶς· ἀλλ’ ἐκεῖνα αὐτοῦ μᾶλλον ἀποδεχώμεθα, ἐν οἷς πεποίηκε109

308

c

τὸν βασιλέα τῶν Ἀχαιῶν αἰτοῦντά οἱ παρὰ τῶν θεῶν δέκα γενέσθαι οὐ πολεμιστὰς οἷος ὁ Ἀχιλλεύς, ἀλλὰ συμβούλους οἷος ὁ Νέστωρ ὁ πάνυ πρεσβύτης καὶ πρὸς τὰς μάχας ἀχρεῖος, ὃν οὕτω φησὶ τῷ γήρᾳ βαρύνεσθαι ὥστε καὶ σει‐
5ραῖον ἱμάντα μόλις διατεμεῖν. φρόνησιν γάρ, οἶμαι, ῥώμης τιμιωτέραν ἡγεῖται καὶ τὸ πεπαιδεῦσθαι καλῶς τοῦ γεγε‐ νῆσθαι. οὕτω δὲ αὐτῷ ὁ μὲν Νέστωρ ἅπαντα καὶ λέγει καὶ πράττει τῆς εὐχῆς ἐπαξίως· ὁ δὲ γενναῖος Ἀχιλλεύς, ὁ τὴν μελίαν ἐκείνην πάλλων καὶ τοῖς ἀθανάτοις ἵπποις

308

d

ὀχούμενος καὶ τὰς τρεῖς καὶ εἴκοσιν ἐκπορθήσας πόλεις, ὅμως, ἐπειδὴ παιδείας ἐνδεῶς εἶχεν ἔτι, οὐδὲν πάνυ προσ‐ εῖχε τῷ Φοίνικι, ἀλλὰ κλάει μὲν δι’ αἰχμάλωτον κόρην, κυλινδεῖται δὲ χαμαὶ δι’ ἑταίρου θάνατον ἀναγκαῖον, καὶ
5αὐτοῦ κατέχουσιν ἕτεροι πρὸς βίαν τὰς χεῖρας ὥσπερ μεμη‐ νότος· νεκρὸν δὲ ἀπολύει χρυσίου καὶ μισθοῦ διαλλάττεται
καὶ ἄλλα πλείω πεποίηται πλημμελῶν, ἐνδεικνυμένου τοῦ ποιητοῦ ὡς οὔτε γονέων ἐπιφάνεια οὔτε σώματος ῥώμη110

309

a

οὔτε ποδῶν ὠκύτης οὔτε κάλλους ὑπερβολὴ ὄφελος μέγα τῷ κεκτημένῳ δίχα φρονήσεως, ἀλλὰ τὰ λαμπρὰ ταῦτα καὶ σεμνὰ παιδείας μὲν κατακοσμούσης οὐ πάντη ἂν ἄτιμα δό‐ ξειεν, ἄνευ δὲ ταύτης ἐπιφανεστέραν ποιεῖ τὴν μοχθηρίαν.
5 Οὔκουν οὐδὲ διὰ τῆς ἑτέρας ποιήσεως καὶ θατέρου τοῖν φιλοσόφοιν οὕτω τεταγμένου καὶ καρτερῶς ἀμυνομένου τὴν τύχην ἄλλο τι ἐμοὶ δοκεῖ λέγειν ὁ ποιητὴς ἢ ὅτι φρόνη‐ σις καὶ ἡ ξύμπασα ἀρετὴ ἄμαχός τέ ἐστι πρὸς ἅπαντα καὶ

309

b

ἀήττητος, καὶ ὁ ταύτην ἰσχυρῶς περιβεβλημένος βαδίζει, φησίν, οὐκ ἀγεννὲς οὐδὲ κάτω βλέπων, ἀλλ’ ὡς ἐκεῖνος ἐβάδιζε πρὸς τὴν Ναυσικάαν, ἡνίκα γυμνὸς καὶ μόνος δια‐ φυγὼν τὸ κλυδώνιον, ὅμως, ἐπειδήπερ ἀρετὴν ἀντὶ ἱματίων
5ἠμφίεστο, ἀπῄει πρὸς τὴν θυγατέρα τοῦ βασιλέως, οὐ πτωχῷ, φησίν, ἐναλίγκιος οὐδὲ ἱκέτου ἐν σχήματι κατ‐ επτηχότος, ἀλλά τινα ἐξεῦρεν εἰκόνα, οἷα τῆς ἀρετῆς εἰκο‐ νογράφος·
ἤϊεν ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς.

309

c

ἡ δὲ ἀλκὴ ἦν ἄρα ὁ λόγος, ὃν ἀφελέσθαι μόνον τὸ δαιμό‐ νιον οὐκ ἐξίσχυσε, καίτοι τὰ χρήματα ἀφελόμενον καὶ τὰς ναῦς καὶ τοὺς στρατιώτας καὶ νὴ Δία γε τὸν χιτῶνα τὸ τελευταῖον, ἐν οἷς οὐκ ἦν ἡ δύναμις ἡ Ὀδυσσέως. τῇ γοῦν
5ἀλκῇ ἐπεποίθει ἐκείνων ἀπολωλότων.111