TLG 2001 021 :: THEMISTIUS :: Βασανιστὴς ἢ φιλόσοφος

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Βασανιστὴς ἢ φιλόσοφος

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 17–49.

Citation: Harduin page — section — (line)

t

1

ΒΑΣΑΝΙΣΤΗΣ Η ΦΙΛΟΣΟΦΟΣ17

243

a

Ἄνδρες ὅσοι ξυνελέγητε ὑπ’ ἐμοῦ τήμερον εἰς τὸ θέατρον τῶν Μουσῶν, τί κάθησθε ἐκπεπληγμένοι; τί δὲ συνέχεσθε ὑπὸ θάμβους; οὔτι που ὑμῖν καινὸν καὶ ἀλλόκοτον κατα‐ φαίνεται ἄνδρα τοῦ φιλοσοφίας ὀνόματος ἀξιούμενον χθές
5τε ἀγείροντα ἑωρᾶσθαι καὶ νῦν καθήμενον ἐπὶ θρόνου τινὸς

243

b

ὑψηλοῦ μάλα σοφιστικῶς καὶ σοβαρῶς, μέλλοντα ὑμᾶς προ‐ καλέσεσθαι ἀφ’ ὧν ἂν λέγῃ εἰς ἐκβοήσεις τε καὶ κρότους, οἵων θαμὰ ἀπολαύουσι παρ’ ὑμῶν οἱ δαιμόνιοι σοφισταί; εἰ οὖν διὰ τοῦτο θαυμάζετε, εὖ ἴστε ὅτι εἰκότως θαυμάζετε
5τῷ ὄντι γὰρ οὐ φιλοσόφου οὔτε τὸ ἔργον οὔτε τὸ ἐπιθύ‐ μημα. ἀλλ’ οὐκ ἐγώ τοι ὁ παραχαράττων καὶ πλημμελῶν, ἀλλ’ ὁ τοῦτό μοι τὸ ὄνομα ἐξ ἀρχῆς περιθεὶς καὶ διδάξας ὑμᾶς νομίζειν. ἐπεὶ τό γε ἀληθὲς οὐ ταύτῃ ἔχει, ἀλλ’

244

a

ἐγὼ πατρὸς μὲν οἶδα ἐμαυτὸν γενέσθαι μάλα γενναίου τε καὶ ἀληθινοῦ φιλοσόφου, καὶ οὐκ ἀπιστῶ τῇ μητρί, καθ‐ άπερ ὁ Τηλέμαχος τῇ Πηνελόπῃ· φιλόσοφος δὲ οὔτε εἶναι ἡγοῦμαι τούς τε ἡγουμένους ἐξαπατᾶσθαι ὑπολαμ‐
5βάνω. τί οὖν πράγματα ἔχουσι καὶ παρέχουσιν; ἰδοὺ γὰρ ὑμῖν διαρρήδην αὐτὸς ἐγὼ λέγω κατ’ ἐμαυτοῦ ἐν κοινῷ θεάτρῳ ὅτι τούτου μοι τοῦ ὀνόματος οὐδὲν προσήκει, ἀλλ’ ὁ κατ’ ἀρχὰς αὐτὸ ἐπιρρίψας, ὡς ἔοικεν, οὐκ ἐσκέψατο ὅτι
οὐ μόνον ἀπόχρη τὸ γενέσθαι ἐκ πατρὸς φιλοσόφου, ἀλλὰ18
10δεῖ καὶ τραφῆναι καὶ παιδευθῆναι ὑπὸ τοιούτοις διδα‐

244

b

σκάλοις τε καὶ τροφεῦσι, καὶ τὴν ψυχὴν ἀναπλασθῆναι ἔτι νέαν τε καὶ ἁπαλήν. οὕτω γὰρ δὴ μάλιστ’ ἂν ὁ τύπος εἰσίοι τε καὶ ἐνδύοιτο ἐν τῷ βάθει καὶ οὐκ ἂν μένοι ἐπιπολῆς. Τούτων δὲ οὐκ οἶδα ὅπως ἔγωγε ἀπεστέρημαι, καὶ
5ταῦτα δύο πατέρων τυχὼν κορυφαίων, ὧν ὁ μὲν ἐγέννη‐ σεν, ὁ δὲ ἐξείλετο κηδεστήν. τῷ δὲ Ἀριστίππῳ ἐξήρκε‐ σεν ὑπὸ μητρὶ μόνῃ φιλοσοφούσῃ τραφέντι μητροδιδάκτῳ κληθῆναι. ἴστε ἄρα ὃν λέγω Ἀρίστιππον, οὐκ ἐκεῖνον τὸν πάνυ, τὸν Σωκράτους ὁμιλητήν, ἀλλὰ τὸν ἐκείνου θυγα‐

244

c

τριδοῦν. ἀλλ’ Ἀρίστιππον μέν, ὡς ἔοικεν, ἠγάπα ἡ μήτηρ καὶ τὰ μαθήματα ἐνετίθει, σπεύδουσα ἀποδεῖξαι ἑαυτῆς μὲν ἄξιον καὶ τοῦ πάππου, ἐμὲ δὲ ἐμισείτην τὼ πατέρε τούτω καὶ ἀπηχθέσθην. ἢ ἐκείνω μὲν οὐκ ἐμισείτην—
5οὐ γάρ, οἶμαι, θέμις ἄνδρας σοφούς τε καὶ μακαρίους τὰ ἔκγονα ἀπεχθαίρειν τὰ ἑαυτῶν—ἀλλ’ ἐγὼ νωθής τε πρὸς παιδείαν ἔφυν καὶ ἀτεράμων, καί μοι σκληρίας ὑπό‐ πλεων ξυνεπάγη τὸ ἐκμαγεῖον, ὥστε καὶ πάνυ βουλομέ‐ νους αὐτοὺς ἐγγράφειν μὴ δύνασθαι τὰ παιδεύματα. εἰ
10οὖν ταῦτα οὕτως ἔχει, παύσασθε παύσασθε, ὦ μακάριοι,

244

d

καὶ ὑμεῖς τῆς πλάνης· παύεσθε ἤδη πρὸς τῶν Μουσῶν, καί μοι τοῦ ὀνόματος τούτου μὴ πάνυ μεταδιδόναι, ἀλλ’
εἰς μὲν τὸ ἔργον, ὃ δηλοῦν ἐθέλητε τῷ ὀνόματι, ξυνελαύ‐ νεσθε, εἴ πη δύνασθε, καὶ ξυνωθεῖτε—ὡς οὐδέν με ἄλλο19
5τηλικοῦτον ἀγαθὸν ἐργάσεσθε—, τῆς δὲ προσηγορίας, εἰ ἄρα ἀναγκαία ὑμῖν ἐνδιαιτᾶσθαι, ἑτέροις πρὸ ἐμοῦ ξυγ‐ χωρεῖν, ἢ ἐγὼ καταγέλαστος ἔσομαι καθάπερ χιτῶνα ἀλλότριον καὶ πολὺ μείζω ἠμφιεσμένος, καὶ ὀλίγοι εἴ‐ σονται τἀληθές, ὅτι ὑμεῖς ἄρα φιλόδωροι ὀνομάτων, ἀλλ’

245

a

ἐμὲ ἐπιπηδᾶν ὑπολήψονται καὶ ἐπιβατεύειν καὶ ἀφαρ‐ πάζειν μὴ ἐθελόντων διδόναι. ἐγὼ δὲ οὐκ ἂν βουλοίμην ἄτοπόν τινα δόξαν ἐν ἀνθρώποις λαβεῖν. Ἀλλ’ εὖ ἴστε ὅτι πρῶτος καταγελῶ τῶν τοιαύτῃ νόσῳ
5ξυνεχομένων, καὶ οἶμαι αὐτοὺς μικρὸν διαφέρειν ἀνθρακέως τινὸς ἢ σιδηρέως, καπνοῦ γέμοντος καὶ μαρίλης, ἔπειτα ἀνθρακέως μὲν οὐκ ἀξιοῦντος καλεῖσθαι, ἀλλὰ καὶ πάνυ ἀγανακτοῦντος πρὸς τοὺς καλοῦντας, καὶ ἑτοίμου, εἰ λάβοι τινάς, κατατέμνειν, μάντεως δὲ ἢ ἰατροῦ ἢ ἄλλου
10του σεμνοτέρου δημιουργοῦ. νεμεσῶ γὰρ καὶ τῷ ὄνῳ

245

b

Αἰσώπου, ἀκούων ὅτι ὄνος ὢν ὅμως ἠμπίσχετο λεοντῆν. ταύτῃ τοι καὶ ξυνελθόντα παιδάρια ξαίνει τε αὐτὸν τοῖς ῥοπάλοις καὶ ἀφαιρεῖται τῆς δορᾶς τε καὶ τοῦ φρονήματος. ἀλλ’ ὅπερ λέγω, εἰ [μὴ] συγχωροίην ὑμῖν φιλόσοφος εἶναι,
5πάντως τέρας τὸ παρ’ ἐμοῦ γινόμενον. ἐφεῖται γάρ που τῶν γε ἄλλων τῷ βουλομένῳ προσιέναι τε ἀθρόοις ὑμῖν καὶ διαλέγεσθαι μετὰ πολλῆς ἐξουσίας, ἅτε καὶ ἐν εὐδαίμονι πόλει καὶ ἐλευθέρᾳ, ὥστε οὐδὲν θαυμαστὸν εἰ καὶ ἐγὼ
ταύτης ἀπολαύσομαι τῆς ἀδείας. οὔκουν δεῖ θορυβεῖσθαι20

245

c

ὅταν ἀκούητέ μου λέγοντος· ἀκούσεσθε γὰρ φιλοσόφου δή μου μὲν οὔ, ἀνδρὸς δὲ ἐμφορουμένου προκειμένης ἀφθό‐ νου καὶ πολυτελοῦς εὐωχίας. καίτοι εἰ καὶ τοῦ πράγμα‐ τος ἠμφισβήτουν καὶ τοὔνομα ὡς διαφέρον μοι προσιέμην,
5οὐ πρὸς αὐτὸ ἔδει μόνον ὁρῶντας τὸ λέγειν με ἐν κοινῷ τεταράχθαι, ἀλλὰ ξυνεπισκοπεῖν καὶ ἃ λέγω καὶ ὅτου ἕνεκα λέγω· τὰ μέν, εἰ χρηστὰ καὶ ὀνήσιμα τοῖς ἀκροω‐ μένοις· οὗ δὲ χάριν, εἰ τοῦ θαυμάζεσθαι ὀριγνώμενος· ἐπεὶ καὶ Πλάτωνα τὸν σοφὸν οὐδὲν ἐκώλυεν εἶναι σοφόν,
10ὅτι αὐτοῦ λέγοντος ἐν τῷ Πειραιεῖ ξυνέρρεόν τε καὶ

245

d

ξυνῄεσαν οὐ μόνον ἐκ τοῦ ἄστεος κατιὼν ὁ δῆμος, ἀλλὰ καὶ ἐκ τῶν ἀγρῶν καὶ ἐκ τῶν ἀμπελώνων καὶ ἐκ τῶν ἔργων τῶν ἀργυρείων· καὶ οὖν ὁπηνίκα τοὺς περὶ τἀγαθοῦ δι‐ εξῄει λόγους, ἰλιγγίασέ τε ὁ πολὺς ὅμιλος καὶ ἀπερρύησαν
5τοῦ χοροῦ, καὶ τελευτῶν δὴ κατέληξεν εἰς τοὺς συνήθεις ὁμιλητὰς τῷ Πλάτωνι μόνους τὸ θέατρον. ἀλλὰ τοῦτο ἀνδρὶ μὲν ἐπαίνους θηρεύοντι καὶ σφόδρα ἀλγεινὸν καὶ

246

a

ἀτύχημα σοφιστοῦ, φιλοσόφου δὲ οὐδέν τι μεῖον ὁ λόγος εὖ ἔχει, κἂν ὑπὸ πλατάνῳ λέγηται μόνῃ, κἂν τεττίγων ἀκροωμένων. εἰ γὰρ δὴ καὶ ἐπαίνου προσδεῖται, δεῖ μὲν οὐδέν, ἀποχρήσει δὲ αὐτῷ καὶ εἷς ἐπαινέτης Φαῖδρος ὁ
5Μυρρινούσιος. οἱ τέττιγες δὴ ᾄσονται καὶ προσᾴσονται τῇ μεσημβρίᾳ καὶ τῷ ἡλίῳ. ἀλλὰ τί ταῦτά ἐστι πρὸς ἐμέ; πάλαι γὰρ ὑμῖν διατετέλεκα λέγων ὅτι οὔκ εἰμι ταύτης ἐγὼ τῆς μερίδος. χαλεπὸν γὰρ τὸ χρῆμα, χαλεπόν, ὦ
ἄνδρες, καὶ οὗ προτίθησιν Ἡσίοδος μὲν τὴν τραχεῖαν21

246

b

ἐκείνην ὁδὸν καὶ ἀνάντη, Πίνδαρος δὲ πόνους τε καὶ δα‐ πάνας, Σωκράτης δὲ ἐκεῖνος ὁ Σωφρονίσκου, θείᾳ μοίρᾳ μόνῃ παραγενέσθαι ἐς ἀνθρώπους. Ἵνα γὰρ δὴ μᾶλλον καταμάθητε ὅτι οὗτοί τε ἀληθῆ
5λέγουσιν ἐγώ τε οὐκ ἄπο τρόπου ποιῶ παρεξιὼν τοὔνομα καὶ πεφοβημένος, ἀκούσατε ὅσα καὶ οἷα χρεὼν τῷ μὴ αἰσχύνειν αὐτὸ μέλλοντι προσφῦναί τε ἐκ θεῶν γινομένῳ καὶ ὕστερον ἐκ διδαχῆς προσγενέσθαι. ἐρῶ δὲ οὐκ ἐμαυ‐ τοῦ λόγους (πάλιν γὰρ σοφιστὴς ἂν ἦν τοιούτους ἐπι‐
10στάμενος λόγους δι’ ὧν ἐθρυπτόμην ἂν τοὔνομα ἐξαρ‐

246

c

νούμενος), ἀλλ’ οὓς Σωκράτης καὶ Πλάτων ἐλεγέτην τε καὶ ὡριζέσθην, ἀπολυομένω τὰς τῆς φιλοσοφίας διαβο‐ λὰς καὶ ἀποδεικνύντε ὡς εἰκότως τὸ μὲν καθαρὸν τοῦτο καὶ ἄδολον γένος σμικρὸν δή τι ἐν ἀνθρώποις καὶ σπάνιον,
5πολλοὶ δὲ οἱ παράσημοι καὶ παρεγγράφοντες ἑαυτοὺς ἔκ τινων φαύλων καὶ ὀλίγου ἀξίων τεχνίων εἰς ἐπιτήδευσιν μείζω καὶ σεμνοτέραν εἰσβιαζόμενοι. καὶ ἐκ τούτων δὴ τὰ πολλὰ καὶ μεγάλα ὀνείδη πάλαι τε ἀπέλαυσε φιλο‐ σοφία καὶ νῦν ἀπολαύει, ὅταν δή τινες ἐνίοτε ἀνελευθέρως

246

d

τε καὶ δουλοπρεπῶς τεθραμμένοι τέχνην τινὰ αὐτοὶ μα‐ θόντες, ἢ τοῦ δεσπότου διδαξαμένου, ἐκπηδήσαντες τῆς δουλείας διὰ τὴν τέχνην, οὐκ ἀγαπήσωσι ταύτην, ἀλλὰ τοῦ φιλοσοφίας ὀρεχθῶσιν ἀξιώματος. τί γὰρ ἄλλο ἐστὶ
5πρὸς Διὸς ὁ χαλκεὺς ἐκεῖνος ὁ φαλακρὸς καὶ σμικρός, ὁ
νεωστὶ τῶν δεσμῶν λελυμένος, ὁ τὸ σεμνὸν ἱμάτιον περι‐ θέμενος μέλλων ἐπιχειρεῖν τῇ δεσποίνῃ; ὅταν οὖν οἱ τοιοῦτοι πλησιάζειν ἐπιχειρῶσι φιλοσοφίᾳ, τί οἰόμεθα τοὺς ὁρῶντάς τε καὶ ἀκούοντας φρονήσειν ὑπὲρ αὐτῆς;22

247

a

ἆρα οὐχ ὅσα ἂν οὗτοι κακὰ ἔχωσιν ἐν τῇ ψυχῇ, ταῦτα ἐκείνῃ προσάψειν; ἀνελευθέρους τε δὴ οὖν οὕτως εὑρί‐ σκοντες καὶ φιλοχρημάτους τε καὶ ἁρπαγέας λοιδόρους τε καὶ φιλαπεχθήμονας καὶ ἀλαζόνας δολερούς τε καὶ ἐπι‐
5βούλους, οὐκ οἰήσονται ἐκ φύσεως ἢ τῆς προτέρας βαναυ‐ σίας ἔχειν τὰς κῆρας, ἀλλ’ αἰτιάσονται ἐκ φιλοσοφίας προσγίνεσθαι. Ἀλλ’ ὑμᾶς γε οὐκ ἄξιον, ὦ θαυμάσιοι. τά τε γὰρ ἄλλα ἀγαθὰ ὑμῖν ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους ὑπάρχει καὶ
10πλείστου ἄξιον ἐν τοῖς καιριωτάτοις μὴ ἀπατᾶσθαι. ἢ πρὸς

247

b

Διός, εἰ μέν τις χρυσίον ὑπόχαλκον ἢ πορφύραν ἐψευσμένην τὸ ἄνθος ἢ λίθον ἐπιβουλεύσας εἰς τὴν ἀγορὰν ὑμῖν εἰσαγά‐ γοι, ὀργιεῖσθέ τε καὶ οὐκ ἀνέξεσθε, ἀλλ’ ὡς κακοῦργόν τινα καὶ παλίμβολον μαστιγοῦν παραδώσετε τῷ τεταγ‐
5μένῳ· καὶ διὰ τοῦτο ἐξεύρηται ὑμῖν πολλὰ μὲν τοῦ χρυσοῦ, πολλὰ δὲ πορφύρας, πολλὰ δὲ ὑακίνθων βασα‐ νιστήρια, καὶ βασανισταί τινες ἐπὶ τούτῳ καθήμενοι, οὕς, ὅταν ὠνῆσθε, παρακαλεῖτε ξυμπαρεῖναι ὑμῖν καὶ συν‐ δοκιμάζειν τὰ συναλλάγματα· εἰ δέ τις τὸ θειότατον τῶν

247

c

ἀνθρωπίνων ἀγαθῶν κιβδηλεύων τε καὶ αἰσχύνων καὶ κα‐ πηλεύων ἐν τῇ πόλει ὑμῖν περινοστήσει, προεδρίας τε μεταποιούμενος καὶ ἀξιῶν ὡς ἐν βοσκήμασιν ἄνθρωπος εἶναι, ὅτι τὰ ὁμώνυμα ἐπίσταται ἢ οὐκ ἐπίσταται καὶ
5ᾗ διαφέρει τὸ διότι καὶ τὸ καθότι καὶ τὰ τοιαῦτα ἄττα ἀτεχνῶς σκοτεινὰ καὶ λοξὰ ῥήματα τῆς Ἀριστοτέλους διαλεκτικῆς, τούτῳ δὲ οὐχ ἕξετε προσενεγκεῖν τι βασανι‐ στήριον οὐδὲ στάθμην τινὰ ἐπιστῆσαι, ἣ τὸ σκολιὸν αὐτοῦ καὶ διάστροφον ἐκφανὲς ποιήσει μὴ προσαρμόττουσα;23
10καίτοι οὐδὲ ἀπορεῖτε βασανιστῶν, ἀλλ’ οὐ πείθεσθε

247

d

αὐτοῖς οὐδὲ χρῆσθε. καὶ εἶπον ἂν ὑμῖν καὶ τὰ ὀνόματα τῶν ἐνθάδε ταύτην κεκτημένων τὴν ἐπιστήμην, εἰ εὖ ᾔδειν ὅτι ἀπολαύσετε αὐτῶν τῆς ἐμπειρίας· νῦν δ’ ἐμοὶ φαίνεσθε αὐτουργεῖν βούλεσθαι μᾶλλον ἢ ἑτέρων ἑρμηνέων
5προσδεῖσθαι. Αἰτώμεθα οὖν ἐγώ τε καὶ ὑμεῖς, ὥσπερ ἔφην, παρὰ Πλάτωνος τοῦ σοφοῦ τὴν ἀχλὺν ἀποσκεδάσαι ἡμῖν τῶν ὀμμάτων, ἵνα αὐτοὶ καθ’ ἑαυτοὺς διαγινώσκειν δυνηθῶ‐

248

a

μεν ἀτεχνῶς θεοὺς καὶ ἀνθρώπους. ἐπακούσεται δὲ ὁ ξυνοπαδὸς τοῦ Διός, μᾶλλον δὲ ἐπακήκοεν. ἰδοὺ γὰρ αἰσθάνομαι, ὦ μακάριοι, τὸ στῆθος ὑποπιμπλάμενος, καί μοι ξυρρεῖ ἐξαίφνης ἔνθεν καὶ ἔνθεν τῷ νῷ ἐξευρημένα
5βασανιστήρια, οἷς ἐκάθηρε τοὺς φιλοσόφους ἐν τῇ καλλιπό‐ λει καὶ ἀπειργάσατο τελειότερον ἢ Φειδίας τὰ ἀγάλματα. Πρῶτον δὴ ἁπάντων, φησίν, ἐκ γάμων ἔστωσαν ἱερῶν. γάμος δὲ ἱερὸς τοῦ ἀρίστου ἀνδρὸς τῇ ἀρίστῃ τῶν γυναι‐

248

b

κῶν συνερχθέντος τε καὶ συζυγέντος. ἀθρεῖτε δὴ τοῦτον
πρῶτον, ὦ ἄνδρες, τὸν τύπον καὶ ἐπισκοπήσαντες ἀκρι‐ βῶς, ἐὰν ὑμῖν φαίνηται ἀναγκαῖος, φυλάττειν τε καὶ πρό‐ χειρον ἔχειν. ἀθρεῖτε δὲ ὧδε. εἰσί που ὑμῶν ἐν ταῖς24
5οἰκίαις πολλοὶ μὲν ἵπποι, πολλοὶ δὲ κύνες, καὶ ἐν τοῖς ἀγροῖς γε αὖ βοῶν τε καὶ προβάτων ἀγέλαι. ὅταν οὖν βούλησθε ἐξ αὐτῶν τίκτεσθαι ὑμῖν μόσχους τε ἁδροὺς καὶ πώλους γενναίους καὶ σκυλάκια θηρευτικά, πότερον ἐξ ἁπάντων ὁμοίως γεννᾶτε, ἢ προθυμεῖσθε ὅτι μάλιστα ἐκ
10τῶν ἀρίστων; ἐγὼ μὲν γὰρ ὑμᾶς ὁρῶ τόν τε ἵππον ἐξ‐ ετάζοντας τὸν βησόμενον, εἰ γαῦρός τε καὶ ὑψαύχην καὶ

248

c

ἐλευθέριος, τήν τε κύνα ἐξ ἧς μέλλετε σκυλακεύεσθαι, εἰ Λάκαινα ὄντως γενναία καὶ μὴ πονηρὸν κυνίδιον, ἀλω‐ πεκίς ποθεν ἢ Μελιταία· καὶ τὸν ταῦρόν γε αὖ καὶ τὸν κριὸν παραπλησίως. πυροὺς δὲ αὖ καὶ κριθὰς καὶ ἄμπελον
5καὶ ἐλαίαν σπείροντές τε καὶ φυτευόμενοι, πρὸς Δήμη‐ τρός τε καὶ Διονύσου, τῶν φυτῶν καὶ τῶν σπερμάτων καταμελεῖτε, καὶ οὐχ ὅτι μάλιστα πεπιστεύκατε ἐκ μὲν τῶν χρηστῶν καὶ ἡμέρων χρηστὰ καὶ ἔγκαρπα φυήσεσθαι τὰ δένδρα τε καὶ τὰ ὄσπρια, ἐκ δὲ τῶν ἀγρίων καὶ δυσ‐

248

d

γενῶν δυσγενέστερά τε καὶ ἀγριώτερα; Ἆρα οὖν ἐλήρει Θέογνις, ἀγανακτῶν τε καὶ σχετλιά‐ ζων ὅτι ταῦτα ἐπὶ μὲν τῶν ἄλλων φροντίζομεν, ἐπ’ ἀν‐ θρώπων δὲ παρορῶμεν καὶ οὐκ οἰόμεθα νοῦν ἔχειν, ἀλλὰ
5τὸν ἐκ μαγείρου τυχὸν ἴσως ἢ ἀρτοκόπου, ἐντεθραμμένον
χοινικίοις τε καὶ κονδύλοις, οἰόμεθα ἱκανῶς ἔχειν πρὸς τὸ μεγαλεῖόν τε καὶ ὑψηλόνουν φιλοσοφίας, καὶ οὐκ ἴσμεν ὅτι τὸ βάναυσον ἐκεῖνο καὶ δουλοπρεπὲς τοῦ σπέρματος25

249

a

πάντως δή τι προσομόργνυται τῇ ψυχῇ καὶ οὐκ ἐᾷ κα‐ θαρὸν οὐδὲν καὶ εἰλικρινὲς ὑπὲρ τὴν ῥίζαν ἰδεῖν, ἀλλ’ ἕλκει πρὸς τὴν ἀρχαίαν φύσιν καὶ ἐπιστρέφειν ἐπίσταται, καθάπερ τῶν κλάδων τοὺς διαστρόφους φυέντας οὐκ ἄν
5ποτε εὐθεῖς μηχανήσαιο ταῖς χερσὶ μαλάττων τε καὶ ἐπι‐ κάμπτων, ἀλλ’ ἀνατρέχουσιν αὖθις ἐπὶ τὴν σκολιότητα τῆς γενέσεως. καὶ γὰρ ὡς ἀληθῶς τῷ γε τοιούτῳ διὰ τὴν συντροφίαν ἐστὶν ἀναγκαῖον κάτω βλέπειν εἰς δου‐ λικὰ ἄττα διακονήματα. τὸ γὰρ ἄνω αὐτῶν καὶ εὐθύ τε
10καὶ ἐλευθέριον ἡ ἐκ νέων δουλεία ἀφῄρηται, τὰ λαθραῖα

249

b

καὶ δολερὰ καὶ ὑπὸ σκότῳ διὰ τὸ ὁμόηθες ἀναγκάζουσα ἀγαπᾶν. περὶ ταῦτα οὖν ἔντονοι καὶ δριμεῖς γίνονται, ἅτε ἐπιστάμενοι ἐκ παίδων καὶ μελετήσαντες λόγῳ τε θω‐ πεῦσαι δεσπότην καὶ ἔργῳ ὑπελθεῖν, διαβαλεῖν τε ὁμο‐
5δούλους καὶ ἐξελάσαι τῆς οἰκίας, καὶ ταῦτα πάσχουσιν ὑπ’ ἀμηχάνου σοφίας πολλὰ καμπτόμενοί τε καὶ λυγι‐ ζόμενοι, καταβάλλοντες ἢ ἐπαίροντες τὴν ὀφρῦν, ταπει‐ νοί τε πρὸς τὸ ξυμφέρον καὶ αὖ ὑπερηφανοῦντες θεῶν καὶ ἀνθρώπων. τῷ τοι καὶ ἐμπέφυκεν αὐτοῖς ἀεὶ πρὸς τῇ

249

c

ἀνελευθερίῳ διαγωγῇ τεθραμμένοις δυσέκνιπτόν τι καὶ ἀμετάστατον μῖσος, καὶ διὰ τοῦτο ῥᾳδίως πρὸς ὁντιναοῦν φθόνου τε καὶ δυσμενείας ἐμπίπλανται· ὧν ἄλλα κακίω καὶ
ἀλλοτριώτερα φιλοσοφίας οὐ μή ποτε ἐν ἀνθρώποις φύηται.26
5 Αἰσχρὸν δὲ Ἠλείους μὲν καὶ Πισάτας οὕτω δή τι ἀπο‐ σεμνύνειν τὸν Ὀλυμπιακὸν κότινον, ὥστε μὴ ἐφιέναι γυμ‐ νοῦσθαι, εἰ μὴ ἔχει τις ἀποδεῖξαι πατέρα τε αὑτοῦ καὶ μητέρα καὶ τὴν ῥίζαν τῆς βλάστης ἀκέραιον, καὶ ταῦτα σωμάτων ἀγῶνα τιθέντας, ἐν ᾧ τῶν σωμάτων ἐξήρκει

249

d

ἐπιμελεῖσθαι, εἰ ἰσχυρά τε καὶ ῥωμαλέως ξυμπεπηγότα (ἀλλὰ τόν γε Φιλάμμονα ἐκεῖνον οὐκ ἄν ποτε ἠφίεσαν πρὸς τῷ Ἀλφειῷ κονίσασθαι, μὴ ξυμμαρτυρήσαντος Ἀριστοτέλους τῷ γένει καὶ παῖδα ποιησαμένου), ἡμεῖς δὲ
5εἰς τὸν ἀγῶνα τῆς ἀρετῆς καὶ ὅντινα ἔτυχεν ἐγκρινοῦμεν, οὐδὲ ἀπαμφιέσαντες πρότερον γυμνὴν τὴν ψυχὴν τῶν ἐπιθέτων ἀμφιεσμάτων περιαθρήσομέν τε εὖ μάλα καὶ περισκεψόμεθα ἀκριβῶς, μή πῃ κολοβός τε καὶ οὐκ ἄρ‐

250

a

τιος; Λακεδαιμονίους δὲ ἐγὼ πυνθάνομαι τά τε ἄλλα τὸν Λυκοῦργον αἰσχύνειν καὶ ἐπὶ τὸν βωμὸν τῆς Ὀρθίας ὁμοίως μὲν δούλους, ὁμοίως δὲ ἐλευθέρους ἀνάγειν, τόν τε εἵλωτα, εἰ τύχοι, τόν τε Εὐρυπωντίδην ἢ Ἀγιάδην. ἢ
5τοῦτό γε ἴσως οὐκ ἄπο τρόπου· μαστίγων γὰρ τὸ ἀγώ‐ νισμα καὶ ὁ στέφανος. προσακτέον δὴ τῷ λόγῳ καὶ ἀπὸ τῶν ἔργων τὴν πίστιν. πάντας γὰρ τοὺς κορυφαίους ἐν φιλοσοφίᾳ λάβοιτε ἄν, τοὺς προγόνους ἀνερευνῶντες, διο‐ τρεφεῖς τε καὶ διογενεῖς, καθάπερ Ὅμηρος λέγει, καὶ τῇ

250

b

παροιμίᾳ πρέποντας τῇ ἀπὸ Κόδρου, καθάπερ οἶμαι καὶ τῶν ναμάτων τὰ διαφανῆ τε καὶ καθαρὰ ἀνιχνεύοντές τε καὶ διαμώμενοι ἐκ πηγῶν ἀρχαίων εὑρίσκομεν ἀφει‐ μένα. ἀλλ’ ἵνα μή τις ἡμᾶς ἑνί που ἐναντίῳ παραδείγματι27
5βουκολοίη, τοῦτο μέν, εἰ δοκεῖ, ξυγχωρῶμεν, ὅτι χαλε‐ πὸν μέν, φύσιν δὲ ἔχει καὶ τούτῳ τῷ ἐλλείμματι μολυν‐ θέντα γενέσθαι ἐπήβολον ἀρετῆς. Τὰ δὲ λοιπὰ ζητητέον σύμβολά τε καὶ γνωρίσματα, ἃ πᾶσα ἀνάγκη τοῦ φιλοσόφου ἐγκεχαράχθαι τῇ διανοίᾳ
10μᾶλλον ἢ τοῖς Πελοπίδαις τὸν ἐλεφάντινον ὦμον. τί δὴ

250

c

μετὰ ταῦτα ὁ πάνσοφος Πλάτων ἐπίσημον ποιεῖ τῆς τῶν ψυχῶν εὐγενείας; ἐγὼ ὑμῖν ἀναγνώσομαι ἐφεξῆς ἐκ τῶν ἐκείνου ῥημάτων, ὥσπερ ἐν τοῖς δικαστηρίοις οἱ ῥήτορες ἐκ τῶν τοῦ νόμου γραμμάτων. τοῦτο μὲν δὴ ὁμολογείσθω
5τῆς φιλοσόφου φύσεως πέρι ὅτι μαθήματος δέοι, οὔτι παντός, ἀλλ’ ὃ ἂν ἐκείνην δηλοῖ τὴν οὐσίαν τὴν ἀεὶ οὖσαν καὶ μὴ πλανωμένην ὑπὸ φθορᾶς καὶ γενέσεως. ἀκούετε οὖν τοῦ νομοθέτου διοριζομένου τὰ μαθήματα, ὧν ἐρα‐ στὰς χρεὼν εἶναι τοὺς φιλοσόφους, καὶ μὴ ξυγχω‐
10ροῦντος συγχεῖν μηδὲ ξυμφύρειν ἅπαντα ὥσπερ εἰς Μύκο‐

250

d

νον μίαν. καὶ γὰρ δὴ καὶ τοῦτο ἐκεῖνος ἀπεφήνατο, ὅτι ἀδύνατον ἕνα πολλὰς καλῶς ἐργάζεσθαι τέχνας, οἷον τὰ σκυτικὰ τὸν χαλκέα, ἢ τὰ χαλκευτικὰ τὸν σκυτοτόμον, ἀλλὰ καὶ τὴν οἰκίαν ἐκείνην ῥᾷστα ἀπαυδήσειν, ἣν οὐκ
5ἐπήξατο οἰκοδόμος, ὑφάνται δέ τινες ἢ ἀμπελουργοὶ ξυλ‐
λεγέντες, καὶ τὸν χιτῶνα ἐκεῖνον πράγματα παρέξειν ταῖς ἀκεστρίαις, ὃν γυνὴ ἐξυφάνατο μουσικῆς ἔμπειρος καὶ ἀμαθὴς ἱστουργίας. οὐδὲ μὴν τὸν κυβερνήτην ναύτην τε ἅμα ἔσεσθαι καὶ κυβερνήτην, οὐδὲ τὸν ἰατρὸν γυμναστήν28

251

a

τε καὶ ἰατρόν, ἀλλ’ ἐπιστατεῖν μὲν ἀνάγκη καὶ ἐπιτάττειν τὸν μὲν τοῖς ἐρέταις, τὸν ἰατρὸν δὲ τοῖς παιδοτρίβαις, οὐκ εἶναι δὲ ἐρέτην τε καὶ παιδοτρίβην, ὥσπερ, οἶμαι, καὶ τοὺς φιλοσόφους ἐπιστατέον μέν τισι διδασκάλοις τε καὶ
5διδάγμασιν, οἷον ῥήτορσί τε καὶ γραμματισταῖς, αὐτοὺς δὲ τὰ ῥητορικὰ ἢ τὰ γραμματιστικὰ οὐκ ἐργαστέον. τῷ γὰρ ὄντι πολλοῦ ἂν γέλωτος γέμοι τὸν τῆς ἀκραιφνοῦς καὶ ἀσωμάτου οὐσίας μεταποιούμενον καὶ περιφρονοῦντα τοῦ ἀνθρώπου προσκαθῆσθαι ταῖς συλλαβαῖς καὶ ἐκμελετᾶν

251

b

διὰ βίου συγκοπάς τε ὀνομάτων καὶ ἀποθλίψεις καὶ ῥήματα ἀποσμιλεύειν καὶ μειράκια ἀποτυμπανίζειν καὶ παιδαγωγοῖς ἀθλίοις χαλεπὸν εἶναι καὶ ἐπὶ ταύτῃ τῇ ἐξουσίᾳ ὑψηλὸν ἐξαίρειν αὑτὸν φρονηματισμοῦ ἐμπιπλά‐
5μενον. ὁ δὲ ἀληθῶς φιλόσοφος, οὗ τὰ πτερὰ εὐθαλῆ τῆς ψυχῆς, σχολῇ ἂν ἀνάσχοιτο βλέπειν εἰς παττάλους τε καὶ ἱμάντας. οἴεσθε γάρ, εἴ τις ἀμφότερα δύναιτο ποιεῖν, τό τε ἄμεινον καὶ τὸ φαυλότερον, ἐπὶ τῷ φαυλοτέρῳ ἂν ἑαυτὸν ἀφεῖναι σπουδάζειν, καὶ τοῦτο προστήσασθαι τοῦ
10αὑτοῦ βίου, τὸ βέλτιον καταλιπόντα;

251

c

Ὅταν δέ τινα ἴδητε διογκούμενον μὲν ὡς κορυφαῖόν τε
καὶ ἄκρον φιλοσοφίας, προστετηκότα δὲ οἷς ἄρτι εἶπον καὶ προσεδρεύοντα καὶ μηδέποτε ἀφιστάμενον, μηδ’ ἂν Διομήδεια αὐτῷ ἀνάγκη προσγένηται, εὖ ἴστε, ὦ ἄν‐29
5δρες, ὅτι ἐξαπατᾷ ὑμᾶς καὶ πρόσωπον Ἀγαμέμνονος ὑπο‐ κρίνεται Μίθαικός τις ὢν ἔνδοθεν ἢ Θεαρίων· ὑμεῖς οὖν αὐτῷ μὴ ξυγχωρεῖν μηδὲ φενακίζεσθαι λογαρίοις ὀλίγοις κεκομψευμένοις, ἃ μηδὲν προσήκοντα ὑποσπάσας καὶ περι‐ κρούσας τε καὶ μεταμορφώσας, ὥσπερ ὁ Αὐτόλυκος τὰ
10φώρια, τὰ αὐτὰ πανταχοῦ ξυμπεριφέρει, κυδρούμενός τε

251

d

καὶ γαυρούμενος πρὸς τοὺς ἀγνοοῦντας αὐτῶν τὸν ἀληθινὸν δεσπότην· ἀλλ’ ὧδε αὐτὸν ἐρωτᾶν πυνθανομένους, ὦ ἄν‐ θρωπε, ἐπειδὴ φιλόσοφος εἶναι τὴν ἀκροτάτην φιλοσοφίαν ποιῇ, πάνυ μὲν ἂν βουλοίμεθα καὶ τοῦτο ἡμῖν τὸ ἀγαθὸν
5ἄφθονον ἐν τῇ πόλει κατεσκευάσθαι· ἀλλ’ ὥσπερ εἴ σε ἰατρεύοντα ἑωρῶμεν, οὐκ ἂν δήπου σοι εἰκῆ τὰς οἰκίας ἐπ‐ ετρέψαμεν οὐδὲ τὰς γυναῖκάς τε καὶ τὰ παιδία, εἰ μὴ πρότε‐

252

a

ρον ἀπέδειξας ἡμῖν ὅτι πολλοὺς μὲν ὑγιεινοὺς ἐκ νοσερῶν ἀπειργάσω, πολλοὺς δὲ ἐξ ἀναπήρων ἀρτίους, ἀπέδειξας δὲ καὶ φαρμάκια ἄττα συγκείμενα καὶ ποτὰ ἐσκευασμένα ἐμπείρως τε καὶ ἐπωφελῶς, καί τινας δὴ καὶ μαθητὰς καὶ
5διαδόχους τῆς τέχνης· τούτων γὰρ τὰ μὲν ἔργα ἰατρικῆς, τὰ δὲ δείγματα, κρίνεται δὲ ἐξ ἀμφοῖν πᾶσα ἐπιστήμη· τοῦτον δὴ τὸν τρόπον καὶ νῦν, ὦ γενναῖε, λέγε πρῶτον ἡμῖν
ἔργον τι σεαυτοῦ, οἷα πολλὰ ἔργα φιλοσόφου ἀνδρός. πότε χρημάτων διδομένων κρείττων ἐφάνης, ὥσπερ Ξενοκράτης30

252

b

ἐκεῖνος τῶν πεντήκοντα παρ’ Ἀλεξάνδρου ταλάντων; πότε ἀφῆκας τῷ δεδανεισμένῳ, καθάπερ Ζήνων ὁ Κιτιεύς; ποίαν ἤνεγκας λοιδορίαν, οἵαν Σωκράτης τὴν Θρασυμάχου; πότε διεώσω χάριτας ἐμμίσθους ἀρχόντων, ὥσπερ
5Θεόφραστος τὰς παρὰ τοῦ Φαληρέως; ἀλλὰ τούτων μὲν οὐδέν, ἡδονῶν δὲ ὑπερφρονεῖς οὐδὲ ἐπρίω πόρνας οὐδὲ ἑταιρίδων ἑάλως οὐδὲ ἐποιήσω τοὺς αὐτοὺς υἱέας τε καὶ οἰκέτας; ἀλλ’ οἷα πολλὰ μὲν νέων, πολλὰ δὲ παλαιῶν φιλοσόφων δείγματά ἐστι τῆς σοφίας, συγγράμματα ἄττα
10σοι πεποίηται σμικρὰ ἢ μεγάλα περὶ ἀρετῆς καὶ κακίας, ἢ

252

c

περὶ φύσεως τῶν ὄντων, ἢ ὅπη τὸ ἀληθὲς διαφέρεσθον καὶ τὸ ψεῦδος; ἢ τί δὴ πρὸς τῶν Μουσῶν; ἀλλὰ δὴ εἰ μὴ ξυγ‐ γράμματα, μαθητάς γε ἀπειργάσω τινάς, τέτταρας ἢ τρεῖς ἢ δύο ἢ ἕνα, τὸν δεῖνα ὅς σε αἰτιᾶται τῆς αὑτοῦ
5φιλοσοφίας; Εἰ ταῦτα ἅπαντα προτεινόμενα ἀποροίη ἤ τι αὐτῶν ἀποδεῖξαι, ἀλλὰ βατταρίζοι τε καὶ ὑλακτοίη, μηκέτι θαυ‐ μάζειν τε καὶ πιστεύειν ὡς ἄρα ὁ Διὸς Ἑρμῆς καταλιπὼν τὸν Δία τε καὶ τὸν οὐρανὸν σαρκία μικρὰ περιθέμενος ἐν
10τῇ πόλει ἡμῖν περινοστεῖ, μηδ’ ἂν μυρία ἐπὶ μυρίοις ὀνό‐31

252

d

ματα εἴρῃ βιβλίων τε καὶ ξυγγραφέων. ταῦτα γάρ, οἶμαι, ἔνεστι καὶ τοὺς γραμματέας τῶν φιλοσόφων ἐπισταμένους μηδέν τι μᾶλλον τῶν λοιπῶν ἀνδραπόδων ἐπὶ σοφίᾳ δια‐ φέρειν. ἐπεὶ καὶ εἴ τις φιλοσόφῳ χρόνον τινὰ ξυνοικήσας,
5γράφοντι συνετῶς καὶ ἀναγινώσκοντι προσκαθίζων, ὀλίγα ἐκ τῆς γραφῆς συνερανίσαιτο ῥήματα, καὶ ταῦτα συγκολ‐ λᾶν πειρῷτο ἀεὶ καὶ συρράπτειν πρὸς ἕκαστα, 〈οἷσ〉 λέγει

253

a

μηδὲν ἐοικότα, οἷαι τῶν προσαιτούντων αἱ ἐφεστρίδες συμ‐ πεπερόνηνται ἐκ ῥακίων νεουργῶν τε ἅμα καὶ τετριμμένων, εἴ τις οὖν καὶ ἐπὶ τῇδε τῇ συλλογῇ κορυβαντιᾷ καὶ ἐξέστη‐ κεν, ἐλεητέον τε αὐτὸν τῆς πτωχείας τε καὶ παρανοίας,
5καὶ ἐννοητέον ὅτι οὐ ταύτῃ τὸν πλούσιον γνωματεύομεν, εἰ δακτύλιόν τις ἐπίχρυσον περιθέμενος ἐν ἀγορᾷ διαβαδί‐ ζοιτο προτεινόμενος ἐξεπίτηδες τὸν δακτύλιον ἀπαντῶσιν. ἐμφαίνεται γὰρ εὐθὺς ἡ πενία τῇ ἐπιτηδεύσει τε καὶ ἐπι‐ δείξει τοῦ κτήματος ὅτι τούτῳ τῷ ἀνθρώπῳ οἴκοι ἄρα
10ὑπάρχει οὐδὲν ἕτερον πολυτελέστερον ἀγαθόν· οὐ γὰρ 〈ἂν〉

253

b

φορτικῶς γε οὕτω δακτυλήθρῳ ἐκαλλωπίζετο. διὰ τί οὖν οὗτοι μὲν ἡμᾶς οὐκ ἀπατῶσιν, ἀλλ’ οὐδὲ ὀρχηστὴν ὀνομά‐ ζομεν τὸν σχηματίζεσθαι ἀδυνατοῦντα τορῶς καὶ ποικί‐ λως, οὐδὲ κιθαριστὴν τὸν οὐκ ἐπιστάμενον κιθαρίζειν, σο‐
5φὸν δὲ πειθόμεθα εἶναι καὶ τὸν μὴ ὄντα; ὅτι τὰ κρούματα μέν, οἶμαι, καὶ τὰ ὀρχήματα ὠσί τε καὶ ὀφθαλμοῖς δοκιμά‐ ζεται καὶ ἐξαρκεῖ αὐτοῖς τὰ ὄργανα ταῦτα τὸ σφέτερον ἡδὺ καὶ λυπηρὸν διαγινώσκειν, σοφία δὲ κρίνεται ἐπὶ σο‐ φίας. ἐπεὶ οὖν ἡμεῖς οἱ πολλοὶ ὦτα μὲν κεκτήμεθα καὶ32
10ὀφθαλμούς, σοφίαν δὲ οὐχ οὕτως, πάνυ τῇ ἀπειρίᾳ τῇ

253

c

ἡμετέρᾳ ἐπιτίθεται αὕτη ἡ γοητεία, καὶ αἰσθανομένη ξέ‐ νως ἔχοντας ἡμᾶς τῆς σοφωτέρας διαλέκτου, συσκευα‐ σαμένη ῥηματίσκια παμπάλαιά τε καὶ αἰνιγματώδη ὑπὸ χρόνου ἐκπαταγεῖ ἡμῖν τὰ ὦτα· τὸν ἄτοπον πευθῆνα ἔπει‐
5σι καὶ τἀμυντήριον καὶ τοιαῦτα ἄττα μορμολυκεῖα, ὥστε τοὺς ἀκούοντας φρίττειν τε καὶ ἀδημονεῖν καὶ μικροῦ γίνε‐ σθαι ἀναύδους, καθάπερ φασὶ τοὺς ὑπὸ λύκου προτέρους ὀφθέντας. εἰ δὲ δὴ καὶ ἐρέσθαι ἐπιχειρήσεις, μὴ συνεὶς ὅ τι εἴρηκεν, ἑτέρῳ πεπλήξῃ ὀνόματι δυσκολώτερον ὠνο‐

253

d

μασμένῳ. περανεῖς δὲ οὐδέποτε οὐδέν, οὐδὲ αὐτὸς ὁ λέγων ἐκεῖνος, ἀλλ’ εὖ μάλα ἀνακυκλήσας τὸ δήπουθεν καὶ τὸ κἄπειτα καὶ τὼ Διοσκόρω, οἰχήσεται ἀποτρέχων κατα‐ γελάσας σου πάνυ τῆς ἀμαθίας καὶ νωθείας.
5 Ὣς οὖν περὶ τὰ χρώματα ἀπατῶνται ῥᾷον οἱ μὴ πάνυ ὀξὺ βλέποντες, οὕτω περὶ τοὺς σοφιστὰς οἶμαι τούτους, οἷς ἐκ παιδείας τὸ ὄμμα οὐ κεκάθαρται τῆς ψυχῆς.

254

a

ἐπεὶ τί δή ποτε πρὸς Διός, εἰ μέν τις ἀφίκοιτο εἰς τὴν πόλιν ῥητορικὸς εἶναι ποιούμενος, οὐ πολλῶν ἡμῖν ἐνιαυ‐ τῶν προσδεήσει ὥστε καταμαθεῖν ἀκριβῶς εἴτε ἀληθεύοι τὴν τέχνην εἴτε ἀπατηλός τε καὶ ἀλαζών; ὅτι, οἶμαι,33
5εἰσὶ πολλοὶ παρ’ ἡμῖν οἱ τούτων ἔμπειροι τῶν λόγων, οἳ αὐτοί τε ἐξευρίσκουσι ῥᾳδίως καὶ ἡμᾶς πείθουσι τοὺς ἄλλους. σοφίαν δὲ αὐτοὶ μὲν οὔπω κεκτήμεθα, τῷ δὲ ἔχοντι αὐτὴν ἀπιστοῦμεν, καὶ οἰόμεθα ὑπὸ ζήλου τε καὶ βασκανίας σκυβαλίζειν τε καὶ διαπτύειν ὃν ἡμεῖς διὰ ταύ‐
10την τὴν φαντασίαν μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περιφέρο‐

254

b

μεν, πόρρω ὄντες τοῦ εἰδέναι ὅτι οὐδεὶς σοφὸς δύσνους τῷ ὁμοίῳ. ἀλλὰ τῷ οὐ κατὰ νόμον μεμυημένῳ τὸν ναρθηκο‐ φόρον Βάκχον ἡγεῖσθαι συγχωρεῖ τὰ μυστήρια. Ἀλλ’ εὖ δὴ ποιῶν ὁ λόγος μεταβέβηκεν ἐφ’ ἕτερον τῶν
5γνωρισμάτων, μάλιστα καὶ τοῦτο ψυχὴν ἐξετάζον φιλό‐ σοφόν τε καὶ μή. ἐπισκέψει γὰρ εἰ κοινωνική τε καὶ ἥμερος πρὸς τοὺς παιδείας ἐπιθυμοῦντας, ἢ δυσκοινώνητός τε καὶ ἀγρία. χαλκέας καὶ τέκτονας, εἰ δὲ βούλει, καὶ ποιητὰς [τε]

254

c

καὶ τοὺς ἄλλους δημιουργοὺς συγχωρῶμεν, ἐάν τις λέγῃ, στασιάζειν τε καὶ ἐπιφθόνως ἔχειν πρὸς ἀλλήλους. τὰ γὰρ ἆθλα αὐτοῖς τῶν τεχνῶν τῶν μὲν ἀργύριόν ἐστι, τῶν δὲ
ἔπαινος πρὸς τῷ ἀργυρίῳ, ὧν οὐκ ἐγχωρεῖ ἐξ ἴσου τὸν34
5ἐλαττούμενον ἐπαυρίσκεσθαι. ἀνάγκη οὖν τῷ μεῖον ἔχοντι πρὸς τοὺς εὖ φερομένους τὸ πλέον ἀγανακτεῖν τε καὶ ἀνιᾶ‐ σθαι. ὅσοι δὲ πρὸς τὸ ὂν ἁμιλλῶνται γνησίως τε καὶ ἀλη‐ θινῶς καὶ ταύτην τρέφουσι τὴν ὠδῖνα ἐν τῇ ψυχῇ, οὗτοι ἀσπάζονται καὶ γανύσκονται καὶ ἐμπίπλανται χαρμονῆς,

254

d

ὅσῳ ἂν λάβωσι πλείους κοινωνούς τε καὶ βοηθοὺς ἐπὶ τὴν θήραν τῶν παιδικῶν. ὁρῶσι γὰρ καὶ ἐν ταῖς ἄγραις ὅτι τῷ μὲν κατὰ μόνας ἰχνηλατοῦντι ἐργῶδες ἐντυχεῖν τῷ θηρίῳ, τοῖς πλείοσι δὲ ὁμοῦ κυνηγέταις ῥᾷον κατάφωρος
5ἡ εὐνή. ἔστι δέ που καὶ ἐν τῷ κυνηγεσίῳ τῆς ἀληθείας πολλὰ δύσβατα καὶ ἐπίσκια καὶ τῷ καθ’ αὑτὸν μετιόντι δυσδιερεύνητα, ἐφ’ ἃ ἀνάγκη πλείους ἄρα καλεῖν συνθη‐

255

a

ρευτάς τε καὶ συλλήπτορας, ἢ πάλαι ἐπὶ τὸν σῦν συνελέγη‐ σαν οἱ τότε ἄριστοι τῶν Ἑλλήνων, ὃς τὰ ἔργα τοῦ Αἰτωλῶν βασιλέως ἔφθειρέ τε καὶ ἐλωβᾶτο· καὶ δὴ τοῦ θηρίου μὲν ἁλόντος ἐγίνετο τοῖς θηρευταῖς περὶ τῶν ἀκροθινίων δια‐
5μάχη τε καὶ ἀμφισβήτησις, καὶ ἐντεῦθεν ὁ πόλεμος ἐξερ‐ ράγη Ἀκαρνᾶσί τε καὶ Αἰτωλοῖς,
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, ἐκφανέντος δὲ ἐν φιλοσοφίᾳ καὶ ἐκλάμψαντος τοῦ ἀληθοῦς ἀναιμωτὶ πάντες ἀπολαύουσιν οἱ συλλαβόμενοι τοῦ ἔργου.

255

b

Διὰ τοῦτο ἠσπάζετο Ἀρίστων Κλεάνθην καὶ τῶν ὁμιλη‐
τῶν ἐκοινώνει, διὰ τοῦτο Κράντορα Κράτης, διὰ τοῦτο Σπεύσιππος ἐκ Χαλκηδόνος μετεπέμπετο Ξενοκράτην. Λύκων δὲ καὶ Ἀρίστων ὁ ἐκ Λυκείου ἄμφω μὲν περὶ τοὺς35
5Ἀριστοτέλους λόγους εἰχέτην, ἐν δόξῃ δὲ ὢν ὁ Λύκων ἐπὶ παιδείᾳ τοσαύτῃ ὥστε καὶ τοὺς πολεμίους διὰ τὸ κλέος ἐν τῇ θαλάττῃ καθάπερ ἱερῶν ἀπέχεσθαι τῶν Λύκωνος πλοίων, ὅμως οὐκ ἐδυσχέραινε πρὸς τὸν Ἀρίστωνα τοῦτον οὐδὲ ἐκνίζετο ἐκ προσεδρίας μᾶλλον ἐπιδιδόντα, ἀλλὰ

255

c

συνωμολόγει μετὰ παιδιᾶς καὶ χαρίτων ὅτι ὁ χωλὸς τὸν ἀρτίποδα παρατρέχει. συνέβη γὰρ τῷ Ἀρίστωνι καὶ πεπη‐ ρῶσθαι τὸ σκέλος. ταύτῃ τοι καὶ αἱ Μοῦσαι ἐννέα οὖσαι συγχορεύουσιν ἀλλήλαις καὶ τῷ Ἀπόλλωνι, καὶ οὐδεμία
5αὐτῶν ἀγανακτεῖ πρὸς τὰς ἄλλας, ὅτι μὴ μόνη σοφή ἐστι μηδὲ αὐτῇ μόνῃ προσεύχονται οἱ ποιηταί. οὐδὲ μεταποιεῖ‐ ται τῆς κιθάρας ἡ Καλλιόπη οὐδὲ ἡ Θάλεια τῶν αὐλῶν οὐδὲ τῆς λύρας ἡ Τερψιχόρη, ἀλλ’ ἑκάστη τὸ αὑτῆς ἀγαπᾷ συμβάλλεσθαι εἰς τὸν χορὸν καὶ συνεισφέρειν, καὶ ᾄδουσιν

255

d

ἀμειβόμεναι ἀλλήλας, φησὶν ὁ ποιητής, οὐ κολούουσαι καὶ βασκαίνουσαι καὶ ἀντηχοῦσαι. Ἀλλ’ οὐχ οἱ παράξενοι οὗτοι καὶ ψευδώνυμοι, ἀλλ’ ἐάν τις ὑπὸ φιλοτιμίας καὶ ἅμα οὐκ ἔχων ἕτερόν τι περιεργάζε‐
5σθαι, ἐν τῷ δωματίῳ αὐτοῦ καὶ τῷ κλινιδίῳ διαβουκο‐
λῆται Ἀριστοτέλει καὶ Θεοφράστῳ, ὀξέως τε ἐπύθοντο, καὶ ἐπαράμενοι πᾶσαν τὴν πόλιν ἐπικαλοῦνται τοὺς βα‐ σιλέως ὀφθαλμούς, εἰ ἀναπνεῖ ἔτι καὶ τὸν ἥλιον ἀφορᾷ36

256

a

ὁ μιαιφόνος καὶ ἀλιτήριος καὶ πατραλοίας καὶ φαρμακεύς. καὶ ἡ μεγίστη κατηγορία ὅτι ἐπέθετο, φησί, ταῖς κατηγο‐ ρίαις καὶ διελέχθη περὶ τοῦ ἐν ὑποκειμένῳ πρός τινα ξένον. εἰ δὲ δὴ καὶ συλλογισμοῦ ἅψαιτο καὶ περὶ φύσεώς τι συγ‐
5γράψαι, τοῦτο ἐκεῖνο ἐπανάστασις τὸ χρῆμα καὶ καθαιρε‐ τέον ἐξ ἀκροπόλεως τὴν τυραννίδα. ἀλλ’ εἰ προσποιῇ τι τὴν ἀλήθειαν καὶ τὴν σοφίαν καί σοι τῷ ὄντι προσήκει Πλάτωνος ἢ Σωκράτους ἢ Πυθαγόρου, μὴ κεντεῖν τε καὶ διολλύειν τὸν τὰ αὐτὰ ἀγαπῶντα, ἀλλὰ κυδαίνειν τε καὶ

256

b

ἐπαίρειν καὶ συνεξορμᾶν καὶ συνεξοτρύνειν. οὕτω γὰρ μά‐ λιστ’ 〈ἂν〉 ἴοι καὶ οὐκ ἀμβλύνοιτο οὐδὲ ἀπολήγοι τοῦ ἔρω‐ τος, ὅταν ἔχῃ τὸν ἐπαινοῦντα καὶ ἐπιβοῶντα καὶ πρὸς ὃν φιλοτιμήσεται ἐκ τῶν πόνων. νῦν δὲ ὑπὸ τῆς δεινότητος
5τῆς περιττῆς ἔοικας εὐλαβεῖσθαι μή τινα ἄλλον ἐπαινέσας ἀφίστασθαι δόξῃς αὐτῷ τῆς σοφίας, καὶ μή τινα ἄλλον θαυμάσας ὑφ’ ἑτέρου αὐτὸν θαυμάζεσθαι παρασκευάσῃς, εἶτα παύσωνται οἱ ἄνθρωποι πρὸς σὲ μόνον ὁρῶντες καὶ σὲ μόνον θαυμάζοντες. διὰ τοῦτο ἂν μέν τινα αἴσθῃ κατα‐

256

c

γέλαστον καὶ τοῦ παντὸς ἡμαρτηκότα, τούτῳ καὶ εὐμενὴς εἶ καὶ φιλάνθρωπος καὶ ἄγασθαι οὐκ ὀκνεῖς τὴν σοφίαν
ἰδίᾳ τε καὶ δημοσίᾳ· ὅταν δέ τινα θαυμάσωσι μὲν οἱ ἄν‐ θρωποι, θαυμάσῃς δὲ αὐτὸς ἔνδον ἐν τῇ καρδίᾳ, τηνι‐37
5καῦτα ἡ δυσμένεια καὶ τὸ νέφος κατὰ τοῦ προσώπου καὶ τὸ βλέπειν ἐχθρῶς οὐ μόνον τὸν ἐπαινούμενον, ἀλλὰ καὶ τοὺς ἐπαινοῦντας. ὡς οὐδὲν ἄρα ἄλλο χαλεπώτερον τίκτει ψυχὴ νόσημα φθόνου τε καὶ βασκανίας, καὶ μᾶλλον ὅσῳπερ ὁ νοσῶν ὀξύτερον βλέπει μὴ τὰ πρὸς αὐτὸν μόνον καὶ τὰ

256

d

ἐγγύς, ἀλλὰ καὶ τὰ πόρρω καὶ τὰ μακρὰν ἀφεστῶτα. Ἐγὼ δὲ προσεῖχον Ἡσιόδῳ τῷ ποιητῇ χυτρέα χυτρεῖ κοτέειν καὶ ἰπνοποιὸν ἰπνοποιῷ. νῦν δὲ ἤδη τινὲς ὑπὸ θρά‐ σους μεταβαίνουσιν ἐκ τῶν τάξεων ἀναμὶξ δι’ ἀγκύλων
5ἱππόται. τάττετε οὖν αὐτοὺς ἵναπερ καὶ ἐτάχθησαν ἐξ ἀρχῆς, καὶ μὴ συγχωρεῖτε ἐπιχειρεῖν γυμνούς τε καὶ χα‐ μαιζήλους ἀναβεβηκόσι τε καὶ εὖ πεφραγμένοις, ἀλλ’

257

a

εἴπερ ἄρα ἀκρατῶς ἐπιθυμοῦσι τῶν σεμνοτέρων ἀγωνισ‐ μάτων, καταλιπεῖν μὲν τὰ λαισήια καὶ τὰς κτιδέας καὶ τὴν γρυμέαν, λαβεῖν δὲ ἀσπίδα ἀληθινήν, οἵαν Ὅμηρος λέ‐ γει τὴν Νέστορος, τὴν ἀκήρατον καὶ χρυσῆν καὶ τοῖς κανόσι
5συνηρμοσμένην, ἢ οἵαν Ἥφαιστος ἐχαλκεύσατο Ἀχιλλεῖ, ἐν ᾗ γῆ καὶ θάλασσα καὶ οὐρανὸς ἥλιός τε ὁπόσος καὶ σε‐ λήνη ἐξ ἐναντίας τά τε λοιπὰ σύμπαντα ἄστρα καὶ ἔτι τὰ ἀνθρώπεια πράγματα, οἱ πολεμοῦντες, οἱ γεωργοῦντες, οἱ

257

b

χορεύοντες, οἱ γαμοῦντες, οἱ ποιμαίνοντες, οἱ δικαζόμενοι.
ἀλλ’ ὁρᾶτε ὅτι τηλικαύτην ἀσπίδα οὔ τι παντὸς ἀνδρὸς ἐνεγκεῖν, οὐ μὴν οὐδὲ τὸ οἷον εἰς Κόρινθον πλεῦσαι, ἀλλὰ τοῦ Πηλείδου τε καὶ Αἰακίδου τοῦ τεθραμμένου παρὰ38
5Χείρωνι τῷ σοφῷ. ὅστις δὲ φυγάς τε ὢν καὶ ἀσθενέστερος τῶν ὅπλων ὅμως ὑπὸ φιλοτιμίας ἀποπειρᾶται, οὗτος τὸ μὲν πρῶτον παραφανεὶς διεπτόησέ τε καὶ διετάραξε τοὺς ἀντι‐ πάλους, καί τινες καὶ ἀλλήλοις περιέπεσον ἐν τῷ ταράχῳ· ἀκμάσαντος δὲ τοῦ ἀγῶνος καὶ καταστάσης τῆς μάχης δι‐

257

c

ηλέγχθη καὶ ἐγυμνώθη τῶν ἀλλοτρίων φραγμάτων. βασκα‐ νίαν μὲν δὴ τούτων ἕνεκα καὶ ἔτι πλειόνων κακῶν ἀποκρι‐ τέον καὶ φυλακτέον, καὶ ὅτῳ ἂν εὑρίσκητε προσοῦσαν τὴν κῆρα ταύτην ἀπελαύνειν τε καὶ ἐκβάλλειν τοῦτον τῶν
5ἱερῶν, ὡς χαλεπώτερον λεύκης τὸ νόσημα κεκτημένον. Τέταρτον δὲ τύπον εἶναί φησι τὴν ἀψευδίαν καὶ τὸ ἑκόντας εἶναι μηδὲν μηδαμῆ προσδέχεσθαι τὸ ψεῦδος, ἀλλὰ μισεῖν, τὴν δὲ ἀλήθειαν στέργειν. ἄγαμαι οὖν ἐγὼ καὶ ταύτῃ τὸν νομοθέτην οἵῳ θριγκῷ περιβάλλει τὴν

257

d

σοφίαν εἰς πάντα ἀληθῆ. σκοπῶμεν δὲ μικρὸν ἀναλα‐ βόντες. ἔστι που τἀληθὲς καὶ τὸ ψεῦδος πολὺ μὲν ἐν τοῖς μαθήμασι, πολὺ δὲ ἐν συμβολαίοις καὶ συναλλάγ‐
μασιν. ὁ οὖν μηδενὶ μηδαμῆ τῷ ψεύδει πάροδον ἀφιεὶς39
5μῶν τι ὑμῖν δοκεῖ ξυγχωρεῖν μέρη μέν, ὥστε τὰ ἄρ‐ τια καὶ περιττὰ ἀληθεύειν καὶ περὶ τὰς πλευράς γε οὖν καὶ τὰς διαμέτρους, περὶ δὲ ὠνὰς ἢ πράσεις καὶ τὰ λοιπὰ κοινωνήματα διαψεύδεσθαι καὶ ἐξαπατᾶν τοὺς κοινω‐

258

a

νοῦντας καὶ γράφοντα ἐν τοῖς γραμματείοις ἑκατὸν μνῶν ἐωνῆσθαι, τὰς πέντε καὶ εἴκοσιν ἀποστερεῖν; καίτοι τὸ μὲν ἐν τοῖς μαθήμασι ψεῦδος αὐτῷ μόνῳ βλαβερὸν τῷ ψευδομένῳ, τῳδὶ δὲ πρόσεστι καὶ ἡ κατ’ ἄλλου ἀδικία.
5τί γὰρ ἡμῖν διαφέρει πρὸς τῶν θεῶν, εἴ τις ἑαυτὸν ἐξ‐ απατᾷ, ὅτι τὰ ἐν τόπῳ Ἀριστοτέλης οὐκ ἔν τισι λέγει, ἢ ὅτι Πλάτων εἰς τετάρτην γενεὰν διαβιβάζει τὰς τιμωρίας, ἤ τινα ἄλλον ὅμοιον λῆρον; ταῦτα γὰρ οὐδέν, ὦ μακάριοι, πρὸς ἡμᾶς, ἐὰν μὴ πέμπωμεν ἐκεῖ μαθησόμενα τὰ παι‐

258

b

δία. ἀλλ’ ἐὰν ἃ μήποτε ἤκουσεν ὀμνύῃ λέγειν ἀκηκοὼς καὶ ῥᾷον ἐπιορκοίη Λυσάνδρου τοῦ Σπαρτιάτου καὶ μηδέ‐ ποτε ὁμοφωνοίη τῇ γλώττῃ πρὸς τὴν διάνοιαν, ταῦτα ἄρα τὰ ψεύδη βλαβερὰ φῶμεν τοῖς εἰς τὸ παιδαγωγεῖον
5ἀφικνουμένοις ἢ πᾶσιν ὅσοις διὰ τὴν συνοίκησιν ἀναγκαῖον ἢ λόγου τινὸς τῷ τοιῷδε ἢ ἔργου κοινωνεῖν; οὐδεμία γὰρ μοχθηρία μᾶλλον δυσκοινώνητος ἀπιστίας, ἀλλ’ αὕτη

258

c

ἐστὶν ἡ κακία, πρὸς ἣν μόνην καὶ φυλακῆς ἐξαποροῦμεν. καὶ γὰρ δὴ ὃ μόνον ἐπορισάμεθα φυλακτήριον—λέγω δὴ τὸν ὅρκον καὶ τὴν ἐπίκλησιν τῶν θεῶν—τούτῳ αὐτῷ μάλιστα καταχρῆται εἰς τὸ ῥᾷον διαλανθάνειν, καὶ γε‐40
5λοῖον μὲν τὸ Στυγὸς ὕδωρ, γελοία δὲ ἡ Στὺξ ἐκείνη, λῆροι δὲ οἱ Ταρτάριοι δαίμονες, λῆρος δὲ αὐτὸς ὁ Τάρ‐ ταρος, ὅταν δέῃ τι ἄπιστον ἄνδρα κακῶς δράσαντα ἐξαρ‐ νήσασθαι. διὰ ταύτην οὖν τὴν διπλόην καὶ θηρίου γίνε‐ ται ἄνθρωπος δυσμεταχειριστότερόν τε καὶ ἀγριώτε‐
10ρον. ἀκούομεν γὰρ σχετλιαζόντων τῶν ποιητῶν ὅτι
ὄφιν μὲν ἐν οὔρεσι καὶ λέοντα
θηρητὴρ ἀΐων τε καὶ εἰσορόων ἀλέοιτο.

258

d

γνωστὴ μὲν γὰρ τῶν βουλή, γνωστὸν δὲ νόημα.
ἀνὴρ δ’ ἄλλα κέκευθεν ἐνὶ φρεσίν, ἄλλα δὲ βάζει·
μῦθοι μὲν λεῖοι καὶ μείλιχοι, ἐχθρὰ δὲ ἔργα ἐπιβουλεύουσι καὶ συνοικοῦσι καὶ περισαίνουσι. δεινὴ δὲ
5ἡ παρρησία καὶ τὸ πρὸς πάντα ἰταμῶς ἔχειν, ὅσα μέσῃ τῇ

259

a

ἀγορᾷ καὶ ὅσα ὑπὸ μάρτυσιν Ἕλλησί τε καὶ βαρβάροις ἔγραψέ τε καὶ ἐτεκτήνατο. τοῦτο μὲν δὴ τὸ κακόηθες ψεῦδος πάμπαν ἐξελατέον φιλοσόφου ψυχῆς. Ἔστι δὲ δή τι καὶ ἕτερον ψεῦδος, ὃ τοὺς μὲν ἄλλους οὐ
5πάνυ δή τι λυμαίνεται, αἶσχος δέ ἐστι τῷ χρωμένῳ. γίνε‐
ται γὰρ οὐκ ἐν τῷ καθ’ ἑτέρου τι λέγειν ἢ πράττειν, ἀλλ’ ἐν τῷ περὶ ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ. διπλοῦν δὲ τοῦτο καὶ δισχιδές· ἢ γὰρ ἐν τῷ φαυλότερα καὶ ἐλάττω λέγειν τῶν προσόντων ἀληθινῶς, ἢ ἐν τῷ μείζω τε καὶ σεμνότερα. κα‐41
10λεῖται δὲ τὸ μὲν ἐνδεέστερον εἰρωνεία, τὸ δὲ πλέον ἀλαζο‐

259

b

νεία. τὸ μὲν δὴ ἐλλεῖπον τοῦ ἀληθοῦς κομψόν τέ ἐστι καὶ αἱμύλον καὶ ἐνίοτε οὐκ ἄχρηστον τῷ φιλοσόφῳ· καὶ διὰ τοῦτο 〈αὐτὸ〉 καὶ Σωκράτης παρελάμβανεν 〈ἐν〉 τοῖς λόγοις, ὁπότε ἐδεῖτο ἐπισκῶψαί τινα σοφιστὴν τύφου μεστὸν καὶ
5γέμοντα περισσοφροσύνης. μᾶλλον γὰρ αἰσθάνονται τῆς ἑαυτῶν οὐδενείας, ὅταν ἀμαθέστεροι διεξελέγχωνται τοῦ μηδὲν εἰδέναι προσποιουμένου. τὸ δὲ ἕτερον τὸ ὑπερβάλλον βαρύ τε καὶ ἐπαχθές, καὶ οὐδὲν οὕτως ἄκουσμα φορτικὸν ὡς ὁ καθ’ ἑαυτοῦ ἔπαινος, καὶ ταῦτα ἐπὶ παιδείᾳ, ἐφ’ ᾗ

259

c

καὶ ἄλλων ἐπαινούντων ἐρυθριᾶν χρεὼν τοὺς ἀληθινῶς αὐτῆς ἐπηβόλους. χαλεπὸν μὲν γὰρ καὶ χρηματιστῇ συγ‐ γενέσθαι οὐδὲν ἐθέλοντι ἐπαινεῖν ἀλλ’ ἢ τὸν πλοῦτον καὶ τὰ κυμβία καὶ τὰ ῥυτὰ καὶ τὴν πορφύραν καὶ τὰ χρυσία·
5ἀποκναίσειε δ’ ἂν καὶ στρατιώτης ἀλαζὼν καὶ οἷος ἐν τῇ κωμῳδίᾳ· ἀλλ’ οὐδὲν οὕτω πλήσμιον καὶ ἐμποιοῦν πολ‐ λὴν ναυτίαν ὡς τὸ ἄγασθαι καὶ ὑπεράγασθαι ἀγχίνοιάν τε ἑαυτοῦ καὶ ὀξύτητα καὶ εὐμάθειαν καὶ πολυμάθειαν καὶ μνήμην, βιβλία δὲ ἐξαριθμεῖσθαι τόσα καὶ τόσα τῶν
10Ἀριστοτέλους ἢ Πλάτωνος, ἀεί τε δὴ καὶ ἐφ’ ἅπαντι, κἂν συλλουσόμενον παρακαλῇς, κἂν συνδειπνήσοντα ἄγῃς,42

259

d

κἂν ὑπὲρ Αἰσχύλου πυνθάνῃ, κἂν ποία νῆσος Σιμωνί‐ δου τοῦ μελοποιοῦ. οὐδὲ προσειπεῖν τοὺς τοιούτους ἄνευ τῆς δυσχερείας ταύτης ὑπάρχει, ἀλλ’ εὐθὺς ὑπηχεῖ τὸ Δωδωναῖον χαλκεῖον, αἱ δύο καταφάσεις, καὶ ὁτιοῦν
5συνάγει οὕτω τὸ δεύτερον σχῆμα. Οὐ μὲν δὴ δωροδόκον γε ἐατέον τὸν ἄνδρα οὐδὲ φιλο‐

260

a

κερδῆ τε καὶ φιλοχρήματον, ἢ πᾶσαι αὐτοῦ αἱ τῆς ψυχῆς ἐπιθυμίαι ἀπὸ τῶν μαθημάτων ἐκεῖσε ἀποχετεύσονται, ὥσπερ ῥεῦμα ἐπὶ τὸν πρανέστερον τόπον. ἀλλ’ ὅσα μὲν σὺν δίκῃ παραλάβοιεν ἐκ πατέρων, τούτων προορᾶσθαι
5καὶ ἐπιμελεῖσθαι χρεὼν ὑπηρεσίαν φιλοσοφίᾳ κτωμέ‐ νους, αὐτοὺς δὲ πλοῦτον οὐκ ἐργαστέον, οὐδ’ εἰς τὴν οἰκίαν παραδεκτέον τὸν ἕτοιμόν τε καὶ βρύοντα ἐκ τῆς ἀγορᾶς. οὐ γὰρ ἔχει φύσιν τοῦ ἔνθεν ῥέοντος καθαρὰς εἶναι τὰς πηγὰς καὶ δικαίας, ἅτε οὐχ ὑπὸ σκαπάνης ἢ
10δικέλλης ὀρωρυγμένας, ἀλλ’ ἔκ τινων ζοφερῶν τε καὶ ὀλε‐

260

b

θρίων πόρων διὰ σκότου τε καὶ ὑπονόμων συλλεγομένας. εἰ ἄρα τὸν νόμον τοῦτον διασώσομεν, οὐκ ἐπιτρέψομεν τοῖς φιλοσοφεῖν προσποιουμένοις δικῶν τε γίνεσθαι ἐργο‐ λάβοις καὶ ἀποκλείσαντας τὰ μουσεῖα περικυλινδεῖσθαι
5τῷ βήματι, διαπληκτιζομένους καὶ λοιδορουμένους ῥήτορ‐ σιν ὁμοῦ καὶ στρατιώταις, οὐδὲ ὑπομένειν ὅσα καὶ οἷα ὑπομένουσιν οἱ ἐπὶ ταύταις ταῖς ἐργασίαις νυκτηγρετοῦν‐
τές τε καὶ διημερεύοντες ἐν ταῖς δίκαις, ἐνίοτε εἰς τοὐπίσω43

260

c

ἀποπραττόμενοι τὸν μισθόν, ὅταν ἕλωνται οἱ μισθωσά‐ μενοι τὰς εἰρηνικὰς συναλλαγάς. πολλοῦ δὲ δεῖ συγχω‐ ρήσομεν αὐτὰ τὰ μουσεῖα δικαστήρια καθιστάναι καὶ πρατήριον ποιεῖν τοῦ δικαίου τὰ ἀνάκτορα τῶν Μουσῶν
5καὶ ἀναφύρειν τοὺς μανθάνοντας τοῖς δικαζομένοις, οὐδὲ τὸν Περσικὸν νόμον αἰσχυνομένους, ὃς διεχώρισε τῆς ἀγο‐ ραίου τύρβης τὰς ἐλευθέρους διατριβάς. Οὐκ ἐπιτρέψομεν δὲ οὔτε οἰκίαν οἰκοδομεῖσθαι εἰς ἣν οὔτε μεταλλέας ἐμισθώσαντο οὔτε τέκτονας οὔτε οἰκο‐
10δόμους,

260

d

ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, οὐδὲ λιμῷ ἄγχειν δημιουργούς, μηδὲ ζωγράφους εἰργνύ‐ ναι, ὅτι μὴ δωτίνην τὰ φάρμακα ἐπαλείφουσιν. ἀφήσομεν
5δὲ οὔτε ἀγρὸν δωρεὰν λαβόντας ὑπὲρ τῶν ὁρίων δια‐ μάχεσθαι τῷ δεδωκότι, οὐδὲ τὸν κύαθον ποιεῖν ἀμφορέα, περιτεμνομένους ἀεὶ τῶν πλησίον, καθάπερ δή ποτε λέγε‐

261

a

ται Καρχηδονίους χωρίον ἰσομέτρητον βύρσῃ παρὰ Λι‐ βύων αἰτησαμένους εἰς λεπτὸν ἱμάντα κατατεμόντας τὴν βύρσαν πολυπλασιάσαι τὴν δωρεάν· καὶ νῦν ἔτι Καρχη‐ δόνιοι Βύρσαν τὸν τόπον ἐπονομάζουσιν, εἰρωνευόμενοι
5τὴν σμικρότητα τοῦ ὀνόματος πρὸς τὸ μέγεθος τοῦ χω‐ ρίου. εἰ γάρ, ὦ φίλοι, τὰ τοιαῦτα ἡμῖν ὁ φιλόσοφος σπου‐ δῇ ἀγαπήσει καὶ κατατενεῖται ὑπὲρ μιᾶς βώλου πρὸς τοὺς
γειτνιῶντας, πότε οἷός τε ἔσται εἰς ἅπασαν τὴν γῆν ἐνιδεῖν; πότε τὴν ὅλην περιαθρῆσαι; πότε σμικρὰν ὑπολαβεῖν σὺν44

261

b

τῇ θαλάττῃ τριῶν ἢ τεττάρων πήχεων 〈ἕνεκα〉 μερμέρια κακὰ ἐργαζόμενος; πᾶσα γὰρ ἡ τοιαύτη ἀνανδρία σμι‐ κρᾶς τε καὶ ἀνελευθέρου ψυχῆς καὶ σφόδρα τὸ ὄστριον τοῦτο τιμώσης, καὶ δὴ καὶ ἐφ’ ὅσοις καλλωπίζονται ὡς
5κομψοῖς καὶ δεινοῖς καὶ πανούργοις, πλειστηριάζειν τε καὶ ὑπωνεῖσθαι, ἀποστερεῖν δὲ τοῦ σύμπαντος, καταδεῖν τε ἐν ἀφύκτοις ἄρκυσι τοὺς πρατῆρας, τοῦ μὴ τὸ ἔλλειμμα ἀποτῖσαι. Εἰ δὲ δὴ συμβαίη τῷ οὕτω φιλοχρημάτῳ καὶ ὁμιλητὰς
10προσφοιτᾶν θριξὶν ὀλίγαις καθάπερ ἰχθῦς δελεασθέντας,

261

c

ἰχθύων μὲν ἔσονται ἀναυδότεροι, μισθὸν δὲ ὅμως εἰσπρά‐ ξεται ὁ διδάσκαλος τῆς ἀφωνίας, διαβριμώμενός τε καὶ τὴν αἰγίδα πυκνὰ ἐπισείων, μεταστρέφων τοὺς στατῆρας ἔνθεν καὶ ἔνθεν, μὴ παράσημοί τε καὶ ἐνδεεῖς, καὶ παιδά‐
5ρια δυστυχῆ προσπατταλεύων, ὑπὸ πενίας καὶ ὀρφανίας πολλάκις ἐξαπορούμενα τοῦ μισθοῦ. εἶτα ἀπὸ τοῦ ῥυτῆ‐ ρος ἐξελθὼν διαλέξεται ὅτι πᾶς ὁ ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος. καὶ τί γὰρ ὁ πλοῦτος; πρᾶγ‐
μα γήινον καὶ ἐπίκηρον. καὶ ταῦτα ἐρεῖ παρεστηκότων45

261

d

ἔτι τυχὸν μειρακίων, ἃ ἀνηλεῶς κατεχόρδευσεν ἐν ταῖς βασάνοις, ὅτι ῥύπου τι προσῆν τῷ νομίσματι. καὶ οὐκ εἴσεται ὅτι ὁ λόγος, ἂν μὴ τῷ τρόπῳ σύμφωνος ᾖ, ἀλ‐ λότριος γίνεται καὶ οὐ τοῦ λέγοντος, ὥσπερ ὁ Θερσίτης
5ἔλεγε τοῖς Ἀχαιοῖς,
ὅν κεν ἐγὼ δήσας ἀγάγω. οὗτος γὰρ Ἀχιλλέως καὶ Αἴαντος ἦν· ὁ κυφὸς δὲ αὐτὸν

262

a

οὐδὲν προσήκοντα ὑπεβάλετο. ταύτῃ τοι καὶ κλαυθμυ‐ ρίζεται ὁ γεννάδας καὶ ὑψηλολόγος καὶ ἀριστεύς, καὶ μαστιγοῖ αὐτὸν ὁ σοφώτατος τῶν Ἀχαιῶν, ἵνα μὴ λάλος καὶ περίεργος ᾖ καὶ ἐπεσβόλος καὶ δυσμεναίνῃ τοῖς ἀρί‐
5στοις καὶ θορυβῇ τὰς ἐκκλησίας. Ἀλλὰ γὰρ ἐν καιρῷ ὁ Θερσίτης αὐτόματός ποθεν εἰσ‐ ερρύη τῷ λόγῳ καὶ ἔδωκεν αὐτῷ ἀψοφητὶ μεταβῆναι εἰς ἕτερον τύπον. κακηγόρους γὰρ δὴ περιέργους καὶ πολυ‐ πράγμονας οὐδὲ τοὺς ἀκολούθους τῶν φιλοσόφων ἐάσομεν
10εἶναι, ἀλλὰ πάντων μάλιστα ἀναγκάσομεν ἐκεῖνα τῶν Πλάτωνος καταμανθάνειν τε καὶ ἐπίστασθαι· οὐδὲ γὰρ

262

b

εἰ κακῶς τις γέγονεν ἐν τῇ πόλει ἢ τῴ τι κακόν ἐστιν ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν, μᾶλ‐ λον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες. σοφὸς γὰρ ἦν Αἴσωπος ὁ μυθοποιός, ὃς ἔφη τοὺς ἀνθρώ‐
5πους δύο πήρας ἕκαστον φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὀπίσω· γέμειν δὲ κακῶν ἑκατέραν, ἀλλὰ τὴν μὲν ἔμ‐ προσθεν τῶν ἀλλοτρίων, τὴν δὲ ὄπισθεν τῶν αὐτοῦ τοῦ φέροντος. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἐξ αὑτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται.46

262

c

ἐγὼ δὲ ἐβουλόμην περιτετράφθαι μοι τὰς πήρας, ἵνα τὰ ἐμαυτοῦ μόνον ὁρῴην, τὰ τῶν ἄλλων δὲ μὴ δυναίμην. οὐκ ἔστι γάρ, φασί, γλυκερώτερον ἢ πάντ’ εἰδέναι· καὶ ἐγώ φημι τἀγαθά. οἷα δὲ λέγει ὁ μάγειρος ὁ κωμῳδικὸς οὐδὲ
5ἐκεῖνα πάνυ ἐλυσιτέλει 〈τῷ〉 πυνθανομένῳ, ἀλλ’ ἐπέτριβε τοὺς δαιτυμόνας, ἐξαλλάττων τὰ ἡδύσματα. ἀλλ’ οὐκ ἐν‐ ταῦθα Καρίωνος τὸ κακὸν τὸ μέγα, ὅτι μοχθηρὰ ἡ τέχνη αὐτοῦ καὶ ἀλλόκοτος, ἀλλ’ ὅτι πονηρὸν ἀνθρώπιον ἦν καὶ 〈οὐκ〉 ἐπὶ τῷ ἔργῳ εἰς τὰς οἰκίας παρερχόμενον, ἀλλ’ ἵνα

262

d

λαλήσῃ καὶ ψιθυρίσῃ καὶ διαβάλῃ καὶ ἐξενέγκῃ οὐχ ὅσα μάγειρον εἰκὸς μαστιγίαν, ὃς δικαίως ἐκρέματο, ἂν οὕτω τύχῃ, διὰ τὴν χρηστὴν φιλομάθειαν, ἐν τῇ σπυρίδι, ἀλλὰ καὶ τὰ ἀπόρρητα τῆς οἰκίας, οὐδ’ ὅσα ἀκήκοε μόνον, ἀλλὰ
5πολλὴ ἡ προσθήκη καὶ ἡ τῶν κακῶν ἐποικοδόμησις. ἀλλ’, ὦ μοχθηρὲ καὶ ἀπόπληκτε Καρίων, ἀκήκοας ὅτι ὁ δεῖνα λιβανωτοῦ τοῖς θεοῖς ἔθυσε· λέγε οὖν ὅτι λιβανωτοῦ·

263

a

μόνον γὰρ τοῦτο ἀκήκοας, καὶ μὴ ὅτι παμμέλανας ταύ‐
ρους, μηδὲ ὅτι κριοὺς ἐκτομίας. σὺ δὲ καὶ εἴδωλα κατα‐ λέγεις ὅσα ἐκίνησε τὸν Πλάτωνα γοητεύσας. ἔπειτα ἂν μὲν ἀγαθὸν πύθῃ, στεγανὸς εἶ καὶ Ἀρεοπαγίτου σιωπηλότερος,47
5ἐὰν δέ τινος κακοῦ ἐπιλάβῃ, καὶ Ἰλιάδα ἐξ αὐτοῦ ποιεῖς καὶ Ὀδύσσειαν, πολλὰ δὲ οὔτ’ αὐτὸς ἀκούσας οὔτε παρ‐ ακούσας, ἀλλ’ αὐτὸς τεκὼν καὶ αὐτὸς ὑφήνας. ἔπειτα ἄχθῃ δῆθεν πρὸς τὸν εἰπόντα, κακοδαίμονά τε καὶ θεοῖς ἐχθρὸν ὀνομάζων, καὶ ἀπιστεῖν προσποιῇ καὶ ἀγανακτεῖς καὶ σχε‐

263

b

τλιάζεις. ὅμως δὲ τὰ μὲν ἄπιστα καὶ σχέτλια καὶ ὀργῆς ἄξια λέγεις τε καὶ ἐκτραγῳδεῖς, καὶ ἐμπίπλης αὐτῶν μόνον οὐχὶ τοὺς νευρορράφους καὶ τοὺς βαλανέας, τὸν δὲ κακοδαίμονα ἐκεῖνον καὶ θεοῖς ἐχθρόν, ᾧ πάνυ χαλεπαίνῃ
5καὶ πρὸς ὃν πάνυ ἀγανακτεῖς, ἐάν τις πυνθάνηται καὶ ἐκ‐ λιπαρῇ, ἧττον ἂν εἰς φῶς ἀνάγοις ἢ τὴν μητέρα Πριάμου, ὅτι, οἶμαι, αὐτὸς ἐκεῖνος ὑπάρχεις, αὐτὸς ὁ ποιητὴς καὶ ὑποκριτὴς τῶν δραμάτων· ὀκνῶν δὲ αὐτοπρόσωπος ἀγωνί‐ ζεσθαι, ἐπὶ τὰ ἀνώνυμα πρόσωπα καταφυγγάνεις, ὥσπερ
10ἐν ταῖς τραγῳδίαις, ὅταν ὀνομάτων ἀπορῶσιν οἱ ποιη‐

263

c

ταί. πολλάκις δὲ ὅλην ἄρας τὴν μηχανὴν θεούς τε καὶ δαίμονας τῷ δράματι ἐπεισάγεις. ἦ γὰρ οὐ τοιοῦτόν τι πρὸς Διὸς ἡ κατὰ τῶν ὀνειράτων συκοφαντία; καί, ὡς ἔοικεν, ὁ λυσιμελὴς ὕπνος καὶ ὁ πανδαμάτωρ τοὺς μὲν
5ἄλλους κακούργους κατακοιμίζει, τῷ κακηγόρῳ δὲ ἀφορμὴ γίνεται τῆς μοχθηρίας. καὶ εἰ μέν τι αὐτῷ χρηστὸν καὶ εὔφημον ὄναρ ἐπισταίη τῇ κεφαλῇ, ἀμένηνόν τε ὄντως ἐστὶ
καὶ διὰ τῶν ἐλεφαντίνων ἥκει πυλῶν, τοῖς δὲ λοιδόροις τε καὶ βασκάνοις ἀναπεπταμέναι εἰσὶν αἱ πύλαι τῶν κεράτων,48

263

d

μᾶλλον δὲ οἱ μὲν ὄνειροι οὔτε ἥκουσιν οὔτε βούλονται, αὐτοὶ δὲ ἕλκουσι καὶ παράγουσι. καὶ ἀκούσῃ ἕωθεν ἀνδρὸς κακηγόρου σκυθρωποῦ τε καὶ συννεφοῦς, ὅτι πράγματα ἔσχεν ἐν τῇ νυκτὶ τῇ προτέρᾳ ὑπὸ τῶν δαιμόνων, ὅτι συν‐
5εβάδιζε τῷ δεῖνι, καὶ συνειστιάθη ἀνδρὶ ἐξαγίστῳ τε καὶ ἀλάστορι καὶ τὰ καὶ τὰ ἐργαζομένῳ, καὶ δέος μὴ σύμ‐ πασα ἡ πόλις ἀπολαύσει τι κακὸν τοῦ ἀνθρώπου. ἆρα ὑμῖν ὁ τοιοῦτος ὕπαρ τε καὶ ὄναρ δοκεῖ ἄν ποτε δυνηθῆναι ἀφέμενος τοῦ σκαιοῦ τε καὶ ἐπαριστεροῦ τρόπου ἐπιδέξια

264

a

ἀναβάλλεσθαι καὶ λαβὼν ἁρμονίαν λόγων ἀληθινὴν ὑμνῆ‐ σαι βίον θεῶν καὶ ἀνθρώπων, οἷα καὶ Ὁμήρῳ Ἀχιλλεὺς ᾄδει, ἡνίκα ἀπόμαχος ἦν, ἢ μᾶλλον οἷα καὶ αὐτὸς Ὅμηρος; ἴστε γάρ που ὅτι Ὅμηρος πάντα ὅσα ὀνομάζει καὶ ἐπαινεῖ
5καὶ οὐδὲ τὰ πάνυ φαῦλα ἀπαξιοῖ τῆς ἀγαθῆς μαρτυρίας, ἀλλὰ καὶ τὰ πέδιλα αὐτῷ καλὰ καὶ αἱ μάστιγες ἅπασαι φαειναί, ὑπεράγαται δὲ καὶ φυτὸν ἐν Δήλῳ πεφυτευμένον, καὶ οὐδὲ ὁ συβώτης αὐτῷ ὁ χρηστὸς ἀμοιρεῖ ἐν τοῖς ἔπεσιν

264

b

εὐφημίας, ἀλλὰ πειρᾶται πείθειν ὑμᾶς ὅτι ὁ συφορβὸς τῶν ὑῶν ὄρχαμος ἦν τῶν ἀνθρώπων. Θερσίτῃ δὲ ἄρα ἐλοιδορή‐ σατο μόνῳ, ὅτι, οἶμαι, αὐτὸς ἐκεῖνος λοίδορός τε ἦν καὶ ὑβριστὴς καὶ ἔπη πολλὰ ἄκοσμα ᾔδει καὶ οὐκ ἐν τάξει
5αὐτοῖς οὐδὲ ἐν κόσμῳ ἐχρῆτο.49