TLG 2001 020 :: THEMISTIUS :: Ἐπιτάφιος ἐπὶ τῷ πατρί

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Ἐπιτάφιος ἐπὶ τῷ πατρί

Source: Schenkl, H., Downey, G., Norman, A.F. (eds.), Themistii orationes quae supersunt, vol. 2. Leipzig: Teubner, 1971: 1–15.

Citation: Harduin page — section — (line)

t

1

ΕΠΙΤΑΦΙΟΣ ΕΠΙ ΤΩΙ ΠΑΤΡΙ1

233

c

(5t)

Θεωρία τοῦ λόγου
6 Ὁ λόγος ἡμῖν οὐ φιλοτιμίας καὶ ἐπιδείξεως, ἀλλὰ τῆς ὁσίας τῆς εἰς τὸν πατέρα στοχάζεται, ἣν μείζονα ἔσε‐ σθαι καὶ σεμνοτέραν ὑπέλαβε παρ’ ὑμῖν ἀκροαταῖς γινομένην. τοῦτο γὰρ τὸ θέατρον καὶ μόνον ἄξιον ἡγεῖται
10τῆς ἀρετῆς. φιλεῖ μὲν οὖν ὡς τὰ πολλὰ μὴ δέχεσθαι μῆ‐ κος ἡ τοιάδε ἐπαγόρευσις, ἡμῖν δὲ καὶ ἄλλως ἀναγκαῖον ἐγένετο φείσασθαι τοῦ πλήθους. οὔτε γὰρ ὁ 〈παρὼν〉 καιρὸς ἐνεδίδου, ταχυτέραν ἀπαιτῶν ἢ μακροτέραν τὴν εὐφημίαν· ἕωλος γὰρ ἐπικήδειος ἅπας μακρὰν ἀφιστάμενος τοῦ
15πάθους τῷ χρόνῳ· καὶ πρὸς τὴν ἀναγραφὴν τοῦ βίου τὰ καθέκαστον ἀνεθέμεθα· τῇ λέξει δὲ εἴ τι ἐλλείπειν εἰς παλαιότητα εὑρίσκοιτε, οὐ θαυμαστόν. χαλεπὸν γὰρ ἐφικέσθαι τῆς ἐν συγγραφῇ ἀκριβείας, μὴ τοῦτο συνεχῶς ἐκμελετῶντας, ἀλλὰ πρὸς ἕτερα τὴν πλείω σπουδὴν
20ποιουμένους. καὶ ἅμα οὐχ οὕτω φροντιστέον τῷ φιλοσόφῳ καλλιεπείας, ἀλλ’ ἐκεῖνο μάλιστα φυλακτέον ὑμῖν εἰ τὸ πρέπον ἁπανταχῆ διεσώσατο καὶ υἱεῖ καὶ φιλοσοφεῖν ἐπι‐ χειροῦντι καὶ εἰς φιλόσοφον.

233

d

Θρήνους μὲν δὴ ᾄδειν καὶ ὀδυρμοὺς οὔτε ὑμεῖς ἐάσειν φατὲ καὶ οὐ ξυγχωρεῖ φιλοσοφία, ἀλλ’ ὁπότε αἴσθοιτο
βαπτιζόμενόν τε ὑπὸ τῆς ὀδύνης καὶ εἰς δάκρυα κατα‐ φερόμενον, χαλεπαίνει τε καὶ ἐπαπειλεῖ δεινὰ ἄττα με2
5ἐργάσεσθαι καὶ ἀνήκεστα, διαγράψειν μὲν εὐθὺς τοῦ πατρῴου κλήρου (οὔτι λέγω τῆς γῆς τε καὶ τῶν ἀγρῶν καὶ τῶν ποιμνίων, ἀλλ’ οὗ ἐγὼ πάνυ γλίχομαι καὶ μετα‐

234

a

ποιοῦμαι καὶ ἐπιχειρῶ κληρονομεῖν μόνος τῶν ἀδελφῶν), ἐξαλείψειν δὲ τοῦ καταλόγου τῶν ζακόρων τῶν ἑαυτῆς. ἀνάγκη οὖν ἱστᾶν μοι τοὺς ὀφθαλμοὺς ὥσπερ σίδηρον ἠὲ κέρατα, καθάπερ ἐποίησεν Ὅμηρος τῷ Λαέρτου παιδὶ πε‐
5πηγέναι τὰ ὄμματα, τὸν οἶκτον ἐπικρυπτομένῳ τῆς γυναι‐ κός. καίτοι Ὀδυσσεὺς μὲν καρτερίας ἱκανῆς οὐκ ἐδεῖτο, μέλλων οὐκ εἰς μακρὰν ἀπολαύσεσθαι τῆς Πηνελόπης ξὺν παρρησίᾳ· σὺ δὲ ὦ πάλαι μὲν πατέρων, νῦν δὲ θεῶν ἀγανώτατε, πότε αὖθίς σοι ξυνεσόμεθα; εἰ γάρ τι δεῖ

234

b

φιλοσοφίᾳ πιστεύειν, ἥ σε διαπορθμεύσασα ἔναγχος τὴν μακαρίαν πορείαν ἐπανήκουσα ἐκεῖθεν ἡμῖν ἀπαγγέλλει, ὅτι ὁπηνίκα ὡς τάχιστα τοῦ δεσμοῦ τῆς φύσεως ἀπελύ‐ θης, οὐκ ἀπορρήξας οὐδὲ ἀποσπάσας κατέχοντος ἔτι, ἀλλ’
5αὐτοῦ χαλάσαντος καὶ ἀνέντος, αὐτίκα ἤιξας μετέωρος ἄνω πρός τε αἰθέρα καὶ οὐρανόν, τὴν ξυνωρίδα τῶν ἀθα‐ νάτων ἵππων ζευξάμενος, οὓς ἐν χρόνῳ τοσῷδε ἅμα ἔτρε‐
φες καὶ ἀτίταλλες, συνεξορμᾶν ἐθίζων καὶ ἄνω ἵεσθαι ἀμφοτέρους, καὶ μὴ τὸν μὲν ἐφ’ ὕψος ἕλκειν, τὸν δὲ κάτω3
10βρίθειν τὸν ζυγόν. ὅθεν που νῦν οὐδὲ κέντρων οὐδὲ χαλι‐

234

c

νοῦ ἐδεήθης πρὸς τὸν ἀλαζόνα ἵππον καὶ ὑβριστήν, ἀλλ’ εὐμενής τε καὶ τῷ ὁμοζύγῳ πράως ἔχων συνδιῆρέ σοι τὸ ὄχημα, καί σε ἐδέξατο ἱερὰ θεῶν ἀγορὰ καὶ δῆμος ἀγαθῶν δαιμόνων, εὐφημοῦντές τε καὶ προαπαντῶντες καὶ ἀσπα‐
5ζόμενοι, ὅτι σφίσιν ἐκτελέσας τὸ χρέος οὗ σε ἕνεκα ἔστειλαν ἐπὶ γῆς, ἀκήρατος εὐθὺς καὶ ἅγιος ἐπανῆκες. καὶ οὔτε ἔμπροσθεν οὔτε ὄπισθεν μόλυσμα ἐξεῦρεν ὁ Ῥαδάμανθυς ἢ ὁ Μίνως ἐνσεσημασμένον τε καὶ ἐγγε‐ γραμμένον τῇ ψυχῇ, καθίζουσί τε παρὰ Σωκράτει καὶ

234

d

Πλάτωνι, ἀγαγόντες καὶ τὰ σὰ παιδικὰ τὸν θεῖον Ἀριστο‐ τέλην, ᾧ καὶ ἐνθάδε ἐν τῇ μετοικήσει ξυνεῖναι τὰ πολλὰ ἐπεχείρεις, καὶ οὐκ ἐξήρκει τὸ σῶμα ἀποφράττειν τὴν συνουσίαν οὕτω πόρρωθεν ὄντων τῶν παιδικῶν.
5Ἦ που νῦν σε ἐκεῖνος, ὦ θεία κεφαλή, κυδαίνει τε καὶ
ὑπὲρ τοὺς ἄλλους ἀγαπᾷ καὶ οὐκ ἔχει ὅ τι χρήσεται ὑπὸ χαρμονῆς, ἀποτιννύων τὰ χαριστήρια τῆς προφητείας ἣν4

235

a

προεφήτευσας Ἀριστοτέλους λαμπρότερον ἢ Βάκις τε καὶ Ἀμφίλυτος τοῦ Λοξίου, καὶ τῆς σοφίας, ἣν ἐκεῖνος ἐξ‐ ευρών τε καὶ ἐξασκήσας ζόφῳ ἐκάλυψε καὶ ἠμφίασεν ἀσα‐ φείᾳ, φροντίσας μήτε βασκῆναι τοῖς ἀγαθοῖς μήτε ῥῖψαι
5εἰς τὰς τριόδους. σὺ δὲ γνωματεύων τοὺς ἐπαξίους περι‐ ῄρεις τε αὐτοῖς τὸν ζόφον καὶ ἐγύμνους τὰ ἀγάλματα. ὥστε ὁ μὲν ἄρτι προσιὼν τοῖς ἀδύτοις φρίκης τε ἐνεπίμ‐ πλατο καὶ ἰλίγγου, ἀδημονίᾳ τε ξυνείχετο καὶ ἀπορίᾳ ξυμπάσῃ, οὐδὲ ἴχνους λαβέσθαι οἷός τε ὢν οὐδὲ ἀρχῆς
10ἡστινοσοῦν ἐπιδράξασθαι εἴσω φερούσης, ὅτε δὲ ὁ προ‐ φήτης ἐκεῖνος ἀναπετάσας τὰ προπύλαια τοῦ ναοῦ καὶ

235

b

τοὺς χιτῶνας περιστείλας τοῦ ἀγάλματος καλλύνας τε αὐτὸ καὶ ἀποσμήξας πανταχόθεν ἐπεδείκνυε τῷ μυου‐ μένῳ μαρμαρύσσον τε ἤδη καὶ αὐγῇ καταλαμπόμενον θε‐
σπεσίᾳ, ἥ τε ὁμίχλη ἐκείνη καὶ τὸ νέφος ἀθρόως ὑπερρή‐5
5γνυτο καὶ ἐξεφαίνετο ὁ νοῦς ἐκ τοῦ βάθους, φέγγους ἀνάπλεως καὶ ἀγλαΐας ἀντὶ τοῦ προτέρου σκότου, Ἀφρο‐ δίτη δὲ παρῆν δᾳδουχοῦντι καὶ Χάριτες συνεθίγγανον τῆς τελετῆς.

235

c

Τὸ μὲν οὖν πρόσωπον καὶ τὸ σχῆμα ὅλον μονονοὺ δῆθεν ἐπῆν Ἀριστοτέλους τοῖς μυστηρίοις. ἅπαντα δὲ ὁμῶς συνανεῴγνυτο τῶν σοφῶν τὰ ἀνάκτορα, καὶ συνεπώπτευσε τὰ ἱερὰ καὶ ὅσα Πυθαγόρας ὁ Σάμιος ἐξ Αἰγύπτου
5ἐκόμισεν εἰς τὴν Ἑλλάδα καὶ ὅσα ὕστερον ἐν τῇ ποικίλῃ στοᾷ Ζήνων ὁ Κιτιεύς. τὰ μὲν γὰρ Πλάτωνος τοῦ μεγά‐ λου ἀγχίθυρά τε ἀεὶ ἐπεδείκνυε καὶ ἐν τῷ αὐτῷ περι‐ βόλῳ, καὶ οὐδὲ μετημφιέννυτο τὴν στολὴν μεταβαίνων εἰς τὴν Ἀκαδημίαν ἐκ τοῦ Λυκείου, ἀλλὰ πολλάκις Ἀρι‐

235

d

στοτέλει προθύσας εἰς τὴν Πλάτωνος ἔληγεν ἱερουργίαν. χαλεπῶς δὲ εἶχεν ἀεὶ τοῖς διοικοδομεῖν ἐπιχειροῦσι καὶ διαφράττειν ἀτεχνῶς ταυτὶ τὰ ἑρκία. εἶναι γὰρ δὴ τῆς Πλάτωνος βακχείας τὴν Ἀριστοτέλους φιλοσοφίαν ἅμα
5μὲν γενναῖον προτέλειον, ἅμα δὲ θριγκόν τε καὶ φυλακτή‐ ριον. εὐβάτου τε γὰρ οὔσης ἔτι καὶ εὐεπιδρόμου τοῖς σοφι‐ σταῖς, τειχίσαι τε Ἀριστοτέλη καὶ περιφράξασθαι παντα‐
χόθεν καὶ ἀποκλεῖσαι τὰς ἐπιβουλὰς τῶν δογμάτων, τοὺς δὲ πολλοὺς ὑπὸ ὄκνου τε καὶ ῥᾳθυμίας ἀφράκτους ἐθέλειν6
10καὶ ἀναλείφους διαγωνίζεσθαι· ὅθεν πολλάκις γενναίᾳ δόξῃ καὶ ἰσχυρᾷ ὑπὸ ἀσθενοῦς καὶ φαύλης ὑποσκελιζομένῃ τε

236

a

καὶ σφαλλομένῃ παρὸν ἀμύνειν μὴ δύνασθαι ἐπαμύνειν. πρὸς μὲν δὴ Πλάτωνα τὸν σοφὸν οὔτε αὐτός ποτε ἐστα‐ σίασεν οὔτε Ἀριστοτέλη ῥᾳδίως ᾤετο. Ἐπίκουρον δὲ τὸν Νεοκλέους κομψὸν μὲν ἡγεῖτο καὶ τῶν ἀτόμων οὐκ εἶναι
5τομόν, εἰσελκυσάμενος δ’ ἂν αὐτὸν πολλάκις, ὅσον ἐπιδεῖ‐ ξαι τοῖς ἀγνοοῦσιν, ὡς τάχιστα ἀπέπεμπεν ἐκ τοῦ καταλό‐ γου, μύρον κατὰ τῆς κεφαλῆς καταχέας ἅτε ἐραστοῦ τῆς ἡδονῆς. τοῦτο μὲν δὴ οὐχ οὕτως ἄγασθαι ἦν. οὐδεμία γὰρ

236

b

φιλοσοφία πόρρω ἀπῴκισται καὶ μακρὰν ἀποσκηνοῖ τῆς ἑτέρας, ἀλλ’ οἷον εὐρείας ὁδοῦ καὶ μεγάλης μικραὶ δια‐ σχίσεις τε καὶ ἀπονεύσεις, αἱ μὲν πλεῖον, αἱ δὲ ἔλαττον περιελθοῦσαι, εἰς ταὐτὸν ὅμως πέρας συνθέουσιν.
5 Ἀλλ’ ὁπότε Ὅμηρον τὸν ποιητὴν εἰσεκάλει τε καὶ ἐξένιζεν ὡς προπάτορα καὶ ἀρχέγονον τῶν Ἀριστοτέ‐ λους καὶ Πλάτωνος λόγων, τότε ἂν ἀκριβῶς ἐδεήθης τῆς Ὁμήρου φωνῆς, ὥστε εἰπεῖν λαβὼν παρ’ ἐκείνου,

236

c

ὢ πόποι, ὡς ὅ γε πᾶσι φίλος καὶ τίμιός ἐστιν. οὐδὲ γὰρ τῆς σκηνῆς ἀπείχετο τῆς ἀρχαίας οὐδὲ τοῦ θεά‐ τρου ὡς παντάπασι βεβήλων καὶ ἀλλοτρίων φιλοσοφίας, ἀλλὰ θαμὰ μὲν Μένανδρος ὁ χρυσοῦς, θαμὰ δ’ Εὐριπίδης
7
5καὶ Σοφοκλῆς Σαπφώ τε ἡ καλὴ καὶ Πίνδαρος ὁ γενναῖος συνεπήχουν τε καὶ συνωργίαζον. ὅθεν οὐδὲ μονόγλωττος ἦν οὐδὲ φιλοσόφων μόνον ἐπιτήδειος ἀκροατηρίῳ, ῥήτορσι δὲ ἀξύνετος ἢ γραμματισταῖς, ἀλλὰ τῶν μὲν ἄλλων, ὁπότε πειρῷντ’ ἐκ τῆς φιλοσοφίας τι λέγειν, χαλεπώτερον ἂν
10ξυνίης ἢ τῆς Περσικῆς διαλέκτου, ἐκείνου δὲ καὶ ἀμπε‐

236

d

λουργὸς ἐπακούων καὶ σιδηρεὺς εἶχεν ὅ τι οἴκαδε ἀπο‐ φέροι. καὶ ἄρχοντι μὲν τὰ ἀρχικὰ διελέγετο, πολιτικῷ δὲ τὰ πολιτικά, γεωργῷ δὲ ὁπόσα ἔχεται γεωργίας. Γεωργίας μὲν δὴ καὶ σφόδρα ἦν ἐπαινέτης τε καὶ ἐρα‐
5στής, καὶ τῷ φιλοσόφῳ ῥᾳστώνην ἐπὶ τοῖς πόνοις μόνην πρέπουσαν ἀπέφηνε τὴν γεωργίαν, καὶ μάλιστα γηρῶντι

237

a

ἤδη καὶ ἐκλυομένῳ ὑπὸ χρόνου τῷ σώματι γυμνασίαν τε ἱκανὴν εἶναι καὶ γέμουσαν τῆς σώφρονος ἡδονῆς. καὶ πολ‐ λάκις ἂν φοιτήσας παρὰ τὸν πρεσβύτην κατέλαβες ἢ φυ‐ τεύοντα ἢ περικαθαίροντα ἢ μεταφέροντα ἢ ὕδωρ διεξ‐
5άγοντα ἐπὶ τοὺς ὀχετούς, ὥστε ἐπάρδειν τὰ φυόμενα· καὶ
ὤρεξεν ἄν τί σοι τῶν ὡραίων καὶ περιαγαγὼν τοὺς ὀρχά‐ τους ὑπέδειξεν ἂν τῶν βοτρύων ὑπερφυὲς τὸ κάλλος καὶ τὸ μέγεθος, καὶ ἀνήγαγεν εἰς τὰς μητροπόλεις ὥσπερ οἱ8

237

b

γενεαλόγοι τῶν στεμφύλων [εἰς] τὰς ἀποικίας. ἦν δὲ καὶ ἀγρὸς αὐτῷ, ὃν αὐτὸς ἐποιήσατο, πηγάς τε ὕδατος ἐξελ‐ κύσας οὔπω πρότερον φαινομένας καὶ τἆλλα ἐπιμεληθείς, ὥστε καλὴν εἶναι καὶ πρέπουσαν φιλοσόφῳ καταγωγήν.
5οὗτος ὁ ἀγρὸς εἰ καὶ οὐ πάνυ οὐδὲ Ἑλληνικὸν τοὔνομα, ὅμως ἐν στόματί ἐστιν ἐκείνων τῶν ἄγαν Ἑλλήνων. Ὁ μὲν οὖν Ὀδυσσεὺς πρὸς τὸν ἑαυτοῦ πατέρα φησὶ τὰ μὲν φυτὰ αὐτῷ καὶ σφόδρα ἱκανῶς τεθεραπεῦσθαι, αὐτὸν δὲ οὐκ ἔχειν ἀγαθὴν κομιδήν, ὅτι ῥάκια ἠμφίεστο καὶ φαῦλα
10ὑπέρραπτο ὑποδήματα. ἐγὼ δὲ ἐπίσταμαι τὸν ἐμὸν πατέρα ὅτι

237

c

αὐτὸς ἄρα πρὸ τῶν φυτῶν ἐκεκαλλιούργητο καὶ εὖ ἤσκητο, οὐκ ἐπειδὴ χιτῶνα ἠμφίεστο λεπτὸν καὶ εὐήτριον, ἀλλ’ ὅτι μὴ τὴν ψυχὴν ἀκόσμητον εἶχε μηδὲ ἔμπλεων ἀγροικίας. οὐ γὰρ αἱ ἄμπελοι μὲν αὐτῷ καὶ ὁ κῆπος ἥμεροί τε
5καὶ ἔγκαρποι ἦσαν, τυφλὴ δὲ ἡ διάνοια καὶ ἀγρία, ἀλλ’ οὐδὲ τὴν Ἀλκινόου ὀπώραν τὴν ἐπιβλαστάνουσαν συνεχῶς, οὐδὲ τὰ χρυσᾶ μῆλα τῶν Ἑσπερίδων εἴκασας ἂν μικρῷ ἐκείνου ῥήματι καὶ νουθετήματι. οὐ γὰρ δὴ καλλονῆς
μόνης ἐφρόντιζεν ἐν τοῖς λόγοις, ἀλλ’ ὥσπερ ἔφασκεν ἐν9
10τῇ περὶ τὴν γῆν ἐργασίᾳ τοὺς τὰ ἄλση μόνα φυτευομέ‐

237

d

νους πλατάνων ἀμφιλαφῶν ἢ κυπαρίττων, πυρῶν δὲ καὶ ἀμπέλων ἐξαμελοῦντας, πλέον στοχάζεσθαι τέρψεως ἢ τροφῆς, οὕτω καὶ ἐν τοῖς λόγοις τοὺς ἡδονὴν μόνην θη‐ ρεύοντας καὶ ὅπως κηλήσειαν τοὺς ἀκροωμένους, ἐξ ὧν δὲ
5τρέφεται ψυχὴ καὶ ἀμείνων γίνεται ἑαυτῆς, οὔτ’ εἰδότας λέγειν οὔτε πειρωμένους, τούτους δὲ οὐκέτι εἶναι φιλοσό‐ φους, ὥσπερ οὐδὲ ἐκείνους γεωργούς, ἀλλὰ κόλακάς τε καὶ θῶπας καὶ ὀψοποιοὺς ἀντὶ ἰατρῶν καὶ ἀντὶ γυμνα‐

238

a

στῶν κομμωτάς. Καὶ μὴν ὅσοι τοὺς μὲν λόγους αὐτοὺς συνείροιέν τε καὶ ἀποστοματίζοιεν ἱκανῶς τοὺς ὑπὸ φιλοσοφίας παραγγελλο‐ μένους, τῶν δὲ ἔργων ἀμελοῖεν ὑπὲρ ὧν οἱ λόγοι, τούτους
5δὲ αὐτοὺς τῷδέ τινι ἐοικέναι ἐπεδείκνυεν, οἷον εἴ τις ὑγιαί‐ νειν τὸ σῶμα αὑτῷ ἐπιθυμῶν φάρμακα μὲν συνάγοι καὶ βο‐ τάνας, ὁπόσαι ἱκαναὶ τριβόμεναι καὶ μιγνύμεναι ἀλλήλαις βοηθεῖν τῇ τοῦ σώματος πονηρίᾳ, καὶ σιδήρια δὲ ἰατρικὰ φιλοτίμως κατασκευάζοιτο, ἔχοι δὲ λέγειν καὶ ὅσα Ἱππο‐
10κράτης ὁ Κῶος καὶ ὅσα Ἐρασίστρατος καὶ ὅσα Διοκλῆς

238

b

ἐν τοῖς γράμμασι παραγγέλλουσιν ὑπὲρ ὑγείας· ὁπότε
δ’ αὐτῷ τὸ σῶμα εἰς ἀρρωστίαν ὑπενεχθείη καὶ πάσης ἐκείνης ἀπολαύειν δέοιτο τῆς παρασκευῆς, ὁ δὲ τὰ φάρ‐ μακα μὲν καὶ τὰ σιδήρια χαίρειν εἴασε καὶ τὸν Ἱππο‐10
5κράτη, κατακλινεὶς δὲ ἐπὶ στιβάδος ἐστρωμένης τάπησι καὶ πορφύρᾳ, καὶ τράπεζαν παραθέμενος Σικελικὴν πίνει τε ἄδην καὶ εὐωχεῖται, κόρης αὐτῷ τινος Κορινθίας ἢ παιδὸς Ἰωνικοῦ διακονουμένων. οὔτε γὰρ τούτῳ πλέον τι εἶναι τῆς κτήσεως ἕνεκεν τῶν φαρμάκων οὔτε ὅστις τοὺς

238

c

λόγους αὐτοὺς τῶν φιλοσόφων ἀναλαβὼν καὶ ἱκανῶς ἐκμελετήσας μὴ θέλοι ἔργῳ αὐτοὺς βεβαιοῦσθαι, οὐδὲ τούτῳ πλέον τι φιλοσοφίας μετεῖναι ἢ τῷ πρόσθεν ἐκείνῳ ἰατρικῆς. καὶ ἀθλητὴν δὲ ὁμοίως καταγέλαστον εἶναι,
5ὅστις ἐπιδεικνύμενος τοὺς ἁλτῆρας καὶ ἐξαριθμούμε‐ νος τὰ γυμνάσια τοὺς ὤμους τε αὐτοὺς περιφέροι μαλθα‐ κούς τε καὶ ἀγεννεῖς, καὶ τὸν αὐχένα λυγίζοιτο ὑπὸ τρυφῆς καὶ ἀκρασίας, κᾆτα εἰς τὸ στάδιον μὲν παριέναι ἀγωνιούμενος οὔτε δύναιτο οὔτε ἐθέλοι, καθήμενος δὲ ἐν
10βαλανείῳ καὶ ἐν γωνίᾳ παιδικῆς παλαίστρας πρὸς τοὺς

238

d

λουομένους καταλέγοι τὰ παλαίσματα. τοῦτον οὖν τὸν τρόπον καὶ ἐπὶ φιλοσοφίας οὐχὶ λόγων χρῆναι ἐπίδειξιν ποιεῖσθαι, οὐδὲ ἐνθένδε ποθὲν τεκμαίρεσθαι ὅστις πόρρω
ἥκοι σοφίας, οἷον εἰ μετ’ ἐπιστήμης διαιροῖτο τἀγαθὰ11
5καὶ φάσκοι τὴν ἀρετὴν μέγιστον εἶναι τῶν λοιπῶν καὶ ὑπερφέρειν μακρῷ τὰ ἄλλα, τά τε τοῦ σώματος λεγόμενα καὶ ὅσων ἔξωθεν τύχη βασιλεύει, ἀλλ’ εἰ φρονοίη τοῦ‐

239

a

τον τὸν τρόπον καὶ προαιροῖτο καὶ τὴν ἀγαθὴν πρᾶξιν ἀεὶ ἐπίπροσθεν ἄγοι τῆς χρήματα ἢ δόξαν φερούσης. ἄλλως δ’ ἔχοντα τῇ μὲν γλώττῃ φιλοσοφήσειν, τῇ καρδίᾳ δὲ οὐδαμῶς.
5 Τούτων δὲ ἁπάντων παραδείγματα ἀπέφαινε Σωκράτη τὸν Ἀθηναῖον, ὃς οὔτε οἴκοι ὑπὸ Ξανθίππης λοιδορούμενος οὔτε ὑπὸ Κριτίου καὶ τῶν τριάκοντα τυράννων ἀπειλούν‐ των, εἰ μὴ μεταθήσεται καὶ θεραπεύσει τὴν καθεστῶ‐ σαν πολιτείαν, ἀποκτενεῖν τε καὶ ἐξελάσειν καὶ ἀνήκεστα

239

b

ἔργα ἐργάσεσθαι, ὅμως οὐκ ἔδεισέ ποτε οὐδὲ ἐξεπλάγη οὐδὲ κίνδυνον ἄλλον ἐνόμισεν οὕτω δεινόν τε καὶ φοβερὸν ὡς τὸ κακὸν ἀντ’ ἀγαθοῦ γενέσθαι καὶ δυσσεβῆ ἀντ’ εὐσεβοῦς. διὰ τοῦτο οὔτε Λέοντα ἤγαγε τὸν Σαλαμίνιον
5οὔτε ἐπιψηφίσαι ἐξεβιάσθη κατὰ τῶν ἀμφὶ Περικλέα καὶ Ἐρασινίδην καὶ Διομέδοντα στρατηγῶν· καίτοι οὕτω γε ὁ δῆμος αὐτὸς ἐπεκελεύετο, βοῶντες ἄνωθεν ἐκ τῆς ἐκ‐ κλησίας. ἀλλ’ οὐδ’ ὅτε κατεδίκασαν αὐτοῦ Ἀθηναῖοι,
οὐδ’ ὅτε ἐν τῷ ξύλῳ ἦν, οὐδὲν ἀγεννὲς ἢ ταπεινὸν12
10ἔπραξεν ἢ εἶπε πρὸς τοὺς ἑταίρους τοὺς εἰς τὸ δεσμωτή‐

239

c

ριον συνιόντας, ἀλλὰ περὶ ψυχῆς ἐφιλοσόφει καὶ περὶ τῶν ἐν Ἅιδου ἐξηγεῖτο, ὁπόσα μὲν ἀγαθὰ ἀρετὴν ἐκεῖσε μένει, ὁπόσα δὲ κακίαν τιμωρήματα καὶ κολαστήρια. τοι‐ γαροῦν οὐκ εἰς μακρὰν Ἀθηναῖοι μετέγνωσαν ἀμφὶ Σω‐
5κράτους καὶ δίκην ἐπράξαντο Μέλητον τῆς δίκης ἐκείνης καὶ 〈Ἄνυτοσ〉 ἔφυγεν αὐτὸς ἐκ τοῦ ἄστεος καὶ αὐτὸν κατ‐ έλευσαν διὰ Σωκράτην οἱ Ἡρακλεῶται οἱ ἐν τῷ Πόντῳ, καὶ νῦν δείκνυται Ἀνύτου αὐτόθι σῆμα ἐν τῷ προαστείῳ οὐ μακρὰν θαλάττης, οὗπερ καὶ ἔβαλλον τὸν αὐτὸν Ἄνυτον
10οἱ Ἡρακλεῶται. τοιαῦτα δὲ ἀπέφαινε καὶ τὰ ἑαυτοῦ καὶ

239

d

ἄντικρυς παραπλήσια τοῖς Σωκρατικοῖς. εἶναι γὰρ αὐτῷ πολλὰ μὲν ὕπαιθρα καὶ δημόσια ἀγωνίσματα, οὐ φαυλό‐ τερα δὲ τὰ οἴκοι καὶ εἴσω τῆς αὐλῆς, καὶ ταῦτα πάντα ὑπομένειν τε καὶ ἀνέχεσθαι ῥᾳδίως, ὅτι δεῖ φιλοσοφίαν
5οὐ λόγῳ, ἀλλ’ ἔργῳ ἑλέσθαι. Δίκαια μὲν δὴ καὶ οἱ πάλαι ἔπραξαν ἄνθρωποι ἐφ’ Ἡρακλεῖ τῷ Διὸς καὶ Ἀλκμήνης, ἀποθειάσαντές τε αὐτὸν καὶ ἱερὰ ἴδια κατασκευάσαντες, καὶ θυσίας θύοντες οὐ μό‐ νον ὅσας ἥρωϊ θύειν καλὸν ἦν, ἀλλὰ καὶ ὅσας δαίμονι ἤδη

240

a

καὶ ὅσας θεῷ, ὅτι Ἡρακλῆς παράδειγμα ἐγένετο ἀρετῆς
καὶ τὴν γῆν ἅπασαν ἐπιφοιτήσας τυράννων τε ὠμότητος καὶ θηρίων ἐκάθηρεν ἀλλοκότων. δοκῶ δὲ ἔγωγε ὡς σφοδρότερον μὲν κάπρων κακία, βιαιότερον δὲ λεόντων,13
5ἰταμώτερον δὲ πολυμόρφου κυνός, πολυκεφαλώτερον δὲ ὕδρας· ἄξιον δὲ εἶναι καὶ τοῖς τοῦτο τὸ θηρίον καταμαχη‐ σαμένοις τε καὶ ἀσθενὲς ἀποδείξασι τεμένη τε ἱδρύεσθαι δημοσίᾳ καὶ ἱερέας καθίστασθαι. εἶναι γὰρ δὴ καὶ τού‐

240

b

τους οὐκ ἀπεικὸς ἔν τινι θείᾳ μοίρᾳ τοῦ σώματος ἀπαλλα‐ γέντας ἐσθλούς, ἀλεξικάκους, φύλακας μερόπων ἀνθρώ‐ πων. καί μοι δοκοῦσιν οἱ θεοὶ βουληθέντες αὖθις ἐνδείξα‐ σθαι καὶ ὑπομνῆσαι τοὺς ἀνθρώπους ἐς ὅσον ἐφικνεῖται
5ἀρετὴ ψυχῆς ἀνθρωπίνης, ὥσπερ τὸ παλαιὸν Ἡρακλέα καὶ αὖθις Σωκράτη, οὕτω νῦν σε, ὦ πάτερ, διὰ μακροῦ χρόνου παραγαγεῖν καὶ φῆναι ἐπὶ γῆς. Ἀλλὰ σοὶ μὲν μακάριός τε καὶ εὐδαίμων ὁ ἀγὼν καὶ πρὸς ὀλβίους τε ἀνέδραμες καὶ εὐδαίμονας τοὺς κατα‐

240

c

πέμψαντας, ἡμᾶς δὲ ἀπέλιπες ἐν τῷ κλύδωνι καὶ τῷ λειμῶνι τῆς Ἄτης οὐδὲ ἔχοντας ὅστις χεῖρα ἄλλῳ ὀρέξει, ἀνακύπτειν τε πειρωμένους καὶ ἐξαναδῦναι ποτὲ τῆς ἰλύος καὶ τοῦ βορβόρου. δεῖ δὴ λοιπὸν τὰ ἴχνη τὰ σὰ διώκειν,
5εἰ δὴ ἐκείνοις ποτὲ ἐμβιβάσαι καὶ τὰ ἡμέτερα δυνηθείημεν. καίτοι συχνά γέ μου ἀπεπειρῶ, καθάπερ οἱ ἀετοὶ τῶν νεοττῶν, εἰ δύναταί μοι στέγειν τὰ ὄμματα καὶ ἀνέχεσθαι τὴν αὐγὴν τῆς ἀληθείας, καὶ πολλάκις ἀπέπεμπες ἐλπί‐ δος γεμίσας ἀγαθῆς, καὶ ἐγεγάνυσο καὶ ἐγεγήθεις ὅτι σοι14

240

d

γνησίους ἤλεγχον τὰς γονάς, πρὸς τὸν ἥλιον οὐ σκαρδα‐ μύττων. οὐ δὴ οὖν τότε μὲν ἐχρῆν ἀνοίγειν τὼ ὀφθαλμώ, νῦν δὲ καταμύειν, ἀλλὰ καὶ ὑπὲρ τῆς σῆς σπουδῆς ἢ ψήφου ἀγωνιστέον ὡς μὴ παντάπασι πατρὸς φαινοίμην
5ἀφιλοσόφου. ἐπαμύνοις δὲ αὐτὸς ἄνωθεν τῷ παιδὶ καὶ ἐν‐ στάξαις, ὦ μάκαρ, προσευχομένῳ ἀλκήν τε καὶ ἀνδρείαν
εἰς τὸν ἀγῶνα.15