TLG 2001 017 :: THEMISTIUS :: Ἐπὶ τῇ χειροτονίᾳ τῆς πολιαρχίας

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Ἐπὶ τῇ χειροτονίᾳ τῆς πολιαρχίας

Source: Schenkl, H., Downey, G. (eds.), Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965: 305–309.

Citation: Harduin page — section — (line)

t

1

ΕΠΙ ΤΗΙ ΧΕΙΡΟΤΟΝΙΑΙ
ΤΗΣ ΠΟΛΙΑΡΧΙΑΣ305

213

c

Ἐπανήγαγεν αὖθις διὰ μακροῦ χρόνου φιλοσοφίαν ὁ θεο‐ ειδέστατος αὐτοκράτωρ εἰς τὴν τῶν κοινῶν ἐπιμέλειαν, ἐνδηλότερον τῶν ἔναγχος βεβασιλευκότων· οἱ μὲν γὰρ ἐτίμων μόνον ἐπὶ τοῖς λόγοις, εἰς δὲ τὰ ἔργα προελόμενοι
5πολλάκις κατελθεῖν οὐκ ἐδυσώπησαν, ἀλλ’ ἄχρι τῶν πρεσ‐

213

d

βειῶν τέως ἐπολιτεύετο καὶ ἐλειτούργει τῇ κοινῇ πατρίδι. βασιλεὺς δὲ καὶ τὴν ἀρχὴν αὐτῇ περιτίθησι καὶ παρεγγυᾷ γίνεσθαι αὐτουργὸν ὑπὲρ ὧν τέως ἄλλους ἠξίου. καὶ πάλαι μὲν ἐξῆν φιλοσοφίαν καθηγουμένην τοῖς ἀθλοῦσι τοὺς
5δημοσίους ἀγῶνας αὐτὴν θεωρεῖν ἡσυχῆ καὶ ἀπραγμόνως. κατάγει δὲ ταύτην βασιλεὺς ἀντὶ τῆς θεωρίας εἰς τὴν

214

a

κονίστραν καὶ δίδωσι πείθειν τοὺς πολλοὺς ἀνθρώπους ὅτι οὐ λόγος ἦν ἄρα ἔργων χωρίς, ἀλλ’ ἔργων ἀποδείξεις ὑπὸ λόγου ποδηγουμένων, οὐδὲ ἀκίνδυνος διδασκαλία τῶν ἀρχικῶν παραγγελμάτων, ἀλλὰ καὶ πρᾶξις ὧν παραγ‐
5γέλλει. Καὶ ἤνεγκεν ὁ καθ’ ἡμᾶς χρόνος βασιλείαν αἰσθανομένην τῶν τοῖς παλαιοῖς δεδογμένων, οἳ καλῶς ἕξειν τηνικαῦτα ταῖς πόλεσι τὰ πράγματα ὑπελάμβανον, ὅταν τῇ τοῦ λέγειν ἀρετῇ ἡ τοῦ πράττειν ἐξουσία συνδράμῃ καὶ εἰς ταὐτὸν
10ἔλθωσιν ἄμφω, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, ἃς

214

b

πρώτας ἐν ἑαυτῷ δεικνὺς συντρεχούσας ὁ φιλοσοφώτατος αὐτοκράτωρ παρακελεύεται καὶ ἡμῖν ἐν γήρᾳ γοῦν ἀκολου‐ θῆσαι νεότητι φιλοσοφούσῃ καὶ ἀπονέμει τὴν ἐλευθε‐ ριωτάτην τῶν ἑαυτοῦ φροντίδων ἡμῖν, τὴν σεμνὴν ταύτην
5καὶ εὐγενῆ πολιαρχίαν οἰκείαν τε καὶ ἀκόλουθον ταῖς δέκα
πρεσβείαις καὶ ταῖς ὑπερορίοις ἀποδημίαις, ἃς ὑπὲρ ὑμῶν, ὡς οἷόν τε ἦν, ἐκ νεότητος εἰς ταύτην τὴν ἡλικίαν οὐκ ἀναξίως τῆς χειροτονίας τῆς ὑμετέρας οὐδὲ ἀνωφελῶς διηνύσαμεν.306
10 Καὶ παρατρέχει τοὺς πρότερον αὐτοκράτορας ἀντὶ τῶν δυοῖν ἀνδριάντων καὶ τῶν συνεχῶν παρεδριῶν, ἐνεργῷ

214

c

τιμῇ καὶ τηλικαύτῃ κοσμῶν τε ἡμᾶς καὶ παρ’ ἡμῶν κοσμεῖσθαι καταναγκάζων, οὐκ ἔπηλυν οὐδὲ ὀθνεῖον τὸν ἄρχοντα τῆς πόλεως τῆς βασιλίδος χειροτονῶν, ἀλλ’ ἐγγενῆ καὶ ἐντεθραμμένον ὑμῖν καὶ ἐναυξηθέντα καὶ ἐνοι‐
5κοῦντα, ὡς μηδὲν εἶναι τῆς παρούσης ἀρχῆς ἀγαθόν, ὃ μὴ κοινὸν ἁπάντων ἀναφανεῖται. οὐκοῦν οὐδὲ ἐμοὶ θεμιτὸν ἦν ἀπώσασθαι ταύτην τὴν ψῆφον. Βασιλέως γὰρ φιλοσόφου φιλόσοφος διακρουόμενος πολι‐ τικὴν χειροτονίαν ἀλλότριον ἑαυτὸν εὐθὺς δείκνυσι τοῦ
10προσρήματος, εἰ μὴ φιλοσοφίαν ἡμεῖς ἐν τῇ γλώττῃ μόνον

214

d

κεῖσθαι ὑπολαμβάνομεν καὶ οὐ πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ, ὅταν θυμὸς μὲν ᾖ κεκοιμισμένος, ὀργὴ δὲ ἐγκεχαλινωμένη τῷ λόγῳ, φιλοχρηματία δὲ ἐξοικίζηται τῆς ψυχῆς, ὠμότης δὲ μακράν που σκηνῇ, πανταχοῦ δὲ ὁ νόμος καὶ ἡ δίκη καὶ
5ἡ θέμις ἔχωσι τὴν προεδρίαν. ὁ τοιοῦτον βασιλέα μὴ φιλοσοφεῖν ὑπολαμβάνων οὐ μόνον Πλάτωνος ἀνήκοος οὐδὲ

215

a

Πυθαγόρου, ἀλλ’ οὐδὲ τὰ πρόχειρα ταῦτα γινώσκει, ὅτι πᾶσα ἀρετῆς ἐπιθυμία φιλοσοφία, καὶ περιάγει τὴν θειο‐ τάτην τῶν ἐπιστημῶν εἰς κόμην ἴσως καὶ πώγωνα καὶ τριβώνιον.
5 Ἀπολαυέτω τοίνυν ὁ καθ’ ἡμᾶς χρόνος τῶν Τραϊανοῦ καιρῶν ἐπανιόντων, τῶν Ἀδριανοῦ, τῶν Μάρκου, τῶν Ἀντωνίνου, οἳ τὸν Ἀρειανὸν καὶ τὸν Ῥούστικον ἐξαναστή‐ σαντες ἐκ τῶν βιβλίων μεριστὰς ἐποιοῦντο καὶ συνεργοὺς
τῆς τῶν κοινῶν ἐπιτροπείας, οὐδὲν οὗτοι καινουργοῦντες307
10οὐδὲ εἰσάγοντες πρᾶγμα ἄηθες εἰς τὴν πολιτείαν, ἀλλὰ

215

b

ζηλοῦντες τοὺς πάλαι Ῥωμαίους, ἐφ’ ὧν Σκηπίωνες καὶ Βάρωνες καὶ Κάτωνες φιλοσοφοῦντες ἐπολιτεύοντο καὶ ἦρχον τὰς μεγίστας ἀρχάς, καὶ Θρασέας καὶ Πρίσκος καὶ Βίβος καὶ Φαβώνιος ἀμοιβαδὸν ἀλλαττόμενοι τοὺς τρί‐
5βωνας καὶ τὰς τηβέννους, ὥσπερ Ξενοφῶν παρ’ Ἕλλησι καὶ Σωκράτης, ὁ μὲν στρατηγῶν, ὁ δὲ πρυτανεύων. ἐῶ γὰρ τὸν θεσπέσιον Πλάτωνα, ὃς εὔξατο μὲν βασιλέα τοιοῦτον εὑρήσειν, ᾧ κοινωνήσει τῶν δημοσίων φροντίδων, διήμαρτε δὲ τῆς εὐχῆς, καὶ ζητῶν, ὡς αὐτός πού φησι,

215

c

νέον, σώφρονα, πρᾷον, ἥμερον, μεγαλοπρεπῆ, μεγαλό‐ φρονα, ἄντικρυς Θεοδόσιον, τρὶς ἐξέπεσεν εἰς Διονύσιον καὶ Σικελίαν, ἔρωτι βασιλείας ἀληθινῆς εἰς τυραννικὴν περιω‐ θούμενος συνουσίαν. ἐῶ δὲ Πιττακὸν καὶ Βίαντα καὶ
5Κλεόβουλον, ἐῶ δὲ Ἀρχύταν τὸν Ταραντῖνον, οἳ πλείοσι πράγμασιν ὡμίλησαν ἢ συγγράμμασι. Τούτων ἁπάντων οὐχ ἧττον ἀοίδιμος ὁ παρὼν καιρὸς καὶ τοῦ διδόντος ἕνεκα τὴν τιμὴν καὶ τοῦ λαμβάνοντος, οἷς συναγωνίζεσθαι καὶ ὑμᾶς ἐστιν ἀναγκαῖον, ὦ πατέρες
10συγγεγραμμένοι. ὡς οἰκίαις μὲν καὶ χρυσῷ καὶ ἀργύρῳ

215

d

πρωτεύειν ὑμᾶς τῶν πολλῶν ἀνθρώπων οὐδὲν σεμνὸν οὐδὲ μεγαλεῖον· εἰ δὲ τὸ φιλοσοφίαν τιμᾶν καὶ ἀρετὴν ἐπίπρο‐ σθεν ἄγειν φανεροὶ γινόμεθα ἐσπουδακότες, τότε οὐ ψευσό‐ μεθα τὴν ἐπίκλησιν τῶν πατέρων, ἀλλὰ τηνικαῦτα ἔσται
5πρόκριτος ἡ βουλή, τηνικαῦτα νεὼς τῶν Μουσῶν, οὐ χαλκῶν ἔμπλεως ἀγαλμάτων, ἀλλ’ αὐτῶν γέμων τῶν ἀρχετύπων. Μιμώμεθα τὸν ἀρχηγέτην, ὦ πρόβολοι τῆς οἰκουμένης,
ἀκολουθήσωμεν τῇ ψήφῳ τῇ θεοσδότῳ, φαινώμεθα308

216

a

αὐτῷ καθ’ ἡμέραν ἐρασμιώτεροι. οὐκ ἐρᾷ θησαυρῶν ὁ νεανίας, οὐκ ἐρᾷ λίθων πολυτίμων, οὐκ ἐρᾷ ποικίλης ἐσθῆτος. ἀλλὰ ταῦτα καὶ ἀναλίσκει γανύμενος καὶ προΐεται. ἐρᾷ δὲ ἑνὸς μόνου καὶ ἥττων ἐστίν, ἀρετῆς, καὶ ὧν καθη‐
5γεμών ἐστιν ἀρετή, φιλανθρωπίας, πρᾳότητος, ἀνεξικα‐ κίας· δι’ ὃν μέλαν ἱμάτιον οὐδεὶς ἠμφιάσατο, δι’ ὃν οὐδεὶς ἀπάτωρ, ὀρφανὸς παντελῶς, ἀλλὰ καὶ οἷς ἀνάγκη τις οὐκ εὐδαίμων ἔτι νηπίοις ταύτην ἐπέκλωσε τὴν δυσπονίαν,

216

b

ἀντὶ ἰδιώτου πατρὸς ἀντικατηλλάξαντο βασιλέα. τούτων βούλεται τῶν ἀγαθῶν τοὺς θησαυροὺς καὶ τὸ ταμιεῖον αὔξεσθαι αὐτῷ καὶ πληθύνειν· οὓς πρώτους ἐν ἑαυτῷ θησαυρίσας οὕτω καὶ ἡμᾶς αὐτῶν πλουτεῖν ἀξιοῖ. οὕτω
5γὰρ ἂν μόνως ὧν κεκτήμεθα ἀγαθῶν αὐτῷ φανούμεθα τιμιώτατοι. Τάξιν μὲν οὖν καὶ κόσμον εἰς τὴν γερουσίαν ὑμῖν ἐπα‐ νακτέον, καὶ παρὰ μὲν τῶν κορυφαίων ἀπαιτητέον αἰδῶ τῆς ἀρχῆς, ἣν ἐκόσμησαν, παρὰ δὲ τῶν πολλῶν εὐπεί‐
10θειαν. καὶ οἰητέον ὑγιαίνοντος ζῴου μηδὲν διαφέρειν τὴν

216

c

μεγάλην βουλήν, ἐν ᾧ τοῖς ὄμμασι τὸ λοιπὸν ἀκολουθεῖν σῶμα προσήκει, καὶ μὴ τὼ χεῖρε ἢ τὼ πόδε προεξανίστα‐ σθαι τῶν ὀφθαλμῶν, ἀλλ’ ὅταν ἕκαστον τῶν μερῶν ἀγαπᾷ τὸν οἰκεῖον καιρόν, τότε καὶ τὸ σύμπαν ζῷον εὖ πράττειν
5ἀνάγκη.309