TLG 2001 014 :: THEMISTIUS :: Πρεσβευτικὸς εἰς Θεοδόσιον αὐτοκράτορα THEMISTIUS Phil.
Rhet. Πρεσβευτικὸς εἰς Θεοδόσιον αὐτοκράτορα Citation: Harduin page — section — (line) | ||
t1 | ΠΡΕΣΒΕΥΤΙΚΟΣ ΕΙΣ ΘΕΟΔΟΣΙΟΝ | |
ΑΥΤΟΚΡΑΤΟΡΑ | 259 | |
180b(2) | Τέως μέν, ὦ θεοειδέστατε βασιλεῦ, ἐδυσχέραινον ἐγὼ | |
180c | πρὸς τὴν ἀρρωστίαν, ὅτι τῶν κοινωνούντων μοι τῆς πρε‐ σβείας ὑστερίζειν κατηναγκάσθην, νῦν δὲ ᾐσθόμην ὁπόσον ἄρα περίεστιν ἡ τῆς ψυχῆς εὐφροσύνη τῆς τοῦ σώματος ἀδυναμίας· ποιεῖ γοῦν μοι καὶ τὴν νόσον ῥᾳστώνην καὶ τὸ | |
5 | γῆρας ἀκμήν· καὶ μόλις προσδοκηθεὶς διαφεύξεσθαι τὴν περιέχουσαν τουτὶ τὸ σῶμα νεφέλην ἰσχυρότερος μὲν θαλάττης ἐφάνην, ἰσχυρότερος δὲ κλύδωνος καὶ τρικυ‐ μίας. ἡβᾶν δὲ αὖθις ὑπέλαβον, ἡνίκα ἐπυθόμην ἐν γράμ‐ μασι παρὰ τοῦ κρατίστου τῶν ἡμετέρων ζακόρων ὄψε‐ | |
---|---|---|
180d | σθαι τὴν χρυσῆν γενεὰν ἐπανήκουσαν, ὄψεσθαι ἡμᾶς βασι‐ λείαν ὁλόκληρον καὶ ἀρτίπουν, λάμπουσαν τοῖς κάλλεσιν ἀμφοτέροις, τοῖς τε ψυχῆς καὶ τοῦ σώματος. καὶ ταῦτα οὐκ ἦν ἄρα κόμπος διὰ κενῆς, ἀλλὰ πάρεστιν ὁρᾶν αὐτο‐ | |
5 | κράτορα, ἐφ’ οὗ τῆς Ὁμήρου ἐδεόμην φωνῆς, Καλὸν δ’ οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν, | |
181a | οὐδ’ οὕτω γεραρόν· βασιλῆι γὰρ ἀνδρὶ ἔοικας· καὶ δῆτα ἥκω συνεορτάσων τὰ προοίμια τῆς παλιρροίας, εἰς ἣν ἐπανάγει Ῥωμαίους ὁ τῆς δίκης ὀφθαλμὸς καὶ | |
μεθίστησι τὴν ἐπὶ τὰ ἀμείνω ῥοπήν. ἀνθ’ ἁπάντων ἡμῖν | 260 | |
5 | γέγονας εἷς ἀνήρ, ἀντὶ πάντων εἰς σὲ ὁρῶμεν, ἀντὶ Δακῶν, ἀντὶ Θρᾳκῶν, ἀντὶ Ἰλλυριῶν, ἀνθ’ ὁπλιτῶν, ἀντὶ τῆς ἄλλης παρασκευῆς, ὁπόση σκιᾶς ἀθροώτερον ἠφανίσθη, καὶ προτροπάδην ἐλαύνομεν οἱ τέως καὶ διωκόμενοι. διὰ | |
181b | τὰς περὶ σοῦ λειπομένας ἡμῖν ἐλπίδας ἑστήκαμεν, ἀνα‐ πνέομεν, τὸν δρόμον τῆς εὐπραγίας ἐφέξειν ἤδη Σκύθαις πιστεύομεν καὶ σβέσειν τὴν νεμομένην τὰ πάντα πυρκαϊάν, ἣν οὐκ ἔστησεν Αἷμος, οὐ Θρᾳκῶν ὅρια, καὶ Ἰλλυριῶν, | |
5 | δυσπόρευτα καὶ ὁδοιπόρῳ· ἀλλὰ νῦν ἐπανήκει μὲν τοῖς ἱππεῦσιν, ἐπανήκει δὲ τοῖς ὁπλίταις τὰ φρονήματα. ποιεῖς δὲ ἤδη καὶ τοὺς γεωργοὺς φοβεροὺς τοῖς βαρβάροις, καὶ τοὺς μεταλλέας, καὶ τὸν χρυσὸν ἀφέντας κελεύεις τὸν σίδη‐ ρον μεταλλεύειν. καὶ στρατὸς οὗτος ἄγευστος ἡδυπαθείας | |
181c | ἤδη συνερρύηκεν ἐθελοντὴς ἐκ πόνων κτήσασθαι τὰ ἀγαθὰ πεπαιδευμένος. οὐκ ἦν μῦθος ποιητικός, τάραχον ἐμβαλεῖν τὸν Ἀχιλλέα καὶ ἐμβοήσαντα μόνον τοῖς βαρβάροις τέως νικῶσιν. εἰ γὰρ οὔπω πρὸς τοὺς ἀλιτηρίους παραταξάμενος | |
5 | τῷ πλησίον αὐλίζεσθαι μόνον καὶ ἐφορμεῖν ἐνέκοψας αὐτῶν τὴν αὐθάδειαν, τί παθεῖν εἰκὸς τοὺς κάκιστα ἀπολουμένους, ὅταν ἴδωσι πάλλοντα τὸ δόρυ καὶ τὴν ἀσπίδα νωμῶντα καὶ | |
τῆς κόρυθος τὴν ἀστραπὴν ἐγγύθι λαμπομένην; | 261 | |
181d | Δύο δὲ ὀφειλούσης σοι τῆς πόλεως τῆς Κωνσταντίνου στεφάνους, τόν τε ἀπὸ τοῦ χρυσοῦ καὶ τὸν ἀπὸ τῆς εὐνοίας, τὸν μὲν ἀπὸ τοῦ πλούτου στέφανον εἰς τὴν ἡμέραν ἐκείνην ἡ καλλίπολις εὐτρεπίζεται, καθ’ ἣν ἀναδήσει λαμπρῶς | |
5 | ἐπανήκοντα τροπαιοφόρον ἀπὸ τῶν δυσωνύμων βαρβάρων· τὸν δὲ ἀπὸ τῆς εὐνοίας, ὃν προσήκει φιλοσοφίᾳ διακονεῖν, οἴκοι τε ἀκέραιον διαφυλάττει καὶ προὔπεμψεν ὅμως ἐνθάδε καὶ τοῖς διδοῦσιν ἀληθινῶς καὶ τῷ λαμβάνοντι | |
182a | κεχαρισμένως. χρυσίον μὲν γὰρ ἄν τις λειτουργήσειε καὶ δεδιώς, εὔνουν δὲ οὐκ ἔνεστιν εἶναι μὴ προαιρούμενον. προὔκρινε δὲ ὁ θεὸς τοὺς θυμιῶντας πολλάκις τῶν τοὺς τρίποδας ἀνατιθέντων. | |
5 | Πρόσεισι δὲ οὐκ αἰτήσουσα μόνον ὧν δεῖται, ἀλλὰ βεβαιοῦσα πρώτη τὴν ψῆφον τῆς ἀναρρήσεως. προσήκει γὰρ δήπου τῷ βασιλεῖ τῶν πόλεων συνᾴδειν τοὺς βασι‐ λεύσαντας τῶν ἀνθρώπων. καὶ τῶν γε δυοῖν μητροπόλεων τῆς οἰκουμένης—λέγω δὲ τῆς Ῥωμύλου καὶ τῆς Κων‐ | |
182b | σταντίνου—μᾶλλον ἄν σοι φαίην ἁρμόττειν τὴν ἡμετέραν. καὶ γὰρ ἐκείνη μηδ’ ὁτιοῦν τῷ γένει τῶν κρατούντων προσήκουσα κοινωνὸς γέγονε τῇ μεγάλῃ πόλει τῆς βασι‐ λείας δι’ ἀρετήν· προήγαγε δέ σε εἰς τὴν ἁλουργίδα οὐκ | |
5 | ἀγχιστεία γένους, ἀλλ’ ἀρετῆς ὑπεροχή, οὐδὲ οἰκειότητος | |
ἐγγύτης, ἀλλὰ ῥώμης ἀπόδειξις καὶ ἀνδρείας. καὶ σοφῶς Γρατιανὸς καὶ πολιᾶς, οὐ νεότητος ἐπαξίως, ὅτι μὴ τὸν οἰκειότατον ἄριστον, ἀλλὰ τὸν ἄριστον ὑπέλαβεν οἰκειό‐ | 262 | |
182c | τατον. καὶ καλῶς ἑαυτοῦ πεποίηται ψῆφον, ἣν προλαβὼν ὁ καιρὸς ἐπεψηφίζετο. οὕτω καὶ τὸν Θηβαῖον Ἐπαμινώνδαν στρατευόμενον ἐν τοῖς ὁπλίταις ἐκάλεσεν ὁ κίνδυνος εἰς στρατηγίαν. ἐξ ἐκείνου δὲ καὶ σὲ ἐκάλουν ἐπὶ τὴν βασιλείαν | |
5 | Ῥωμαῖοι, ἐξότου Σαυρομάτας λυττῶντας καὶ τὴν πρὸς τῷ ποταμῷ γῆν ἅπασαν ἐπιδραμόντας μόνος ἀνέστειλας, ὑποστὰς σὺν ὀλίγῃ δυνάμει καὶ οὐδὲ ταύτῃ ἐξειλεγμένῃ. Καὶ νῦν ἐπὶ τοιαύτῃ πίστει παρακεκλημένος εἰς τὴν βασιλείαν δίκαιος εἶ μηδὲν ἄλλο ὁρᾶν, ἀλλ’ ἐπιδεικνύναι | |
182d | πᾶσιν ἀνθρώποις ὅτι ἡ μὲν ἀρετή σε ἐποίησεν αὐτοκρά‐ τορα, Γρατιανὸς δὲ ἐκήρυξε. καὶ γὰρ ἐν τοῖς ἀγῶσι τοὺς στεφανηφόρους ποιεῖ μὲν ἡ ῥώμη τοῦ σώματος, ἀναδοῦσι δὲ οἱ κήρυκες. ἀλλ’ ἐκεῖ μὲν οὐ μέτοχός ἐστιν ὁ κήρυξ τοῦ | |
5 | στεφάνου· ὥστε δίδωσιν ὃ μὴ κέκτηται· βασιλέα δὲ βασιλεὺς ἀναδεῖ καὶ οὐκ ἐλαττοῦται διδούς, ἀλλὰ προσ‐ λαμβάνει. διδοὺς γὰρ τιμὴν προσλαμβάνει κοινωνίαν | |
183a | φροντίδων. διὰ τοῦτό τοι Γρατιανὸς τὴν ἀρετὴν ὁρῶν οὐχ ὑπείδετο ἡλικίαν, οὐδὲ ὅτι νεώτερος πρεσβύτερον ἀναδήσει λελόγισται, ἀλλ’ ὅτι καλλίων ἐστὶ πατὴρ τοῦ τῇ φύσει γεννῶντος ὁ τῇ γνώμῃ προαιρούμενος. καὶ ἀμφοῖν ἴσος | |
5 | ὁ ἔπαινος, τοῦ μέν, ὅτι πρεσβύτερον ἀνεῖπε, τοῦ δέ, ὅτι | |
πρεσβύτερος ὢν παιδὸς εὔνοιαν ἕξειν ἐπιστεύθη. Δεῖται δὲ ἀμφοτέρων ἡ μεγαλόπολις, σοῦ μὲν ὡς κυρίου διδόναι, τοῦ δὲ ὡς σὲ κύριον πεποιηκότος, πρῶτον μὲν ὑποδέξασθαι ὡς τάχιστα τὸν προστάτην καὶ τῆς ἑῴας | 263 | |
183b | ἁπάσης προαπαντῆσαι, δεύτερον δὲ βεβαίας αὐτῇ μένειν τὰς δωρεὰς πάσας, ἃς οἱ σοὶ προπάτορες ἐψηφίσαντο· προ‐ πάτορας δὲ σοὺς ὀνομάζω οὐχ ἅπαντας ἁπλῶς τοὺς πρότερον αὐτοκράτορας, ἀλλὰ τοὺς εὐδοκίμους ἐπὶ πρᾳό‐ | |
5 | τητι καὶ φιλανθρωπίᾳ, ὧν δὴ γνήσιον κληρονόμον σαυτὸν ἀποφαίνεις· τρίτον συναυξηθῆναι τιμαῖς τὴν γερουσίαν, βασιλικωτάτην ἁπασῶν ταύτην τὴν χάριν αἰτοῦσα. μόνος γὰρ οὗτος ὁ θησαυρὸς δαπανώμενος οὐκ ἐλαττοῦται οὐδὲ δεῖσθε πρὸς αὐτὸν εἰσφορᾶς, ἀλλ’ ὅσῳπερ ἂν δαψιλε‐ | |
183c | στέρᾳ χρῆσθε ταύτῃ τῇ δαπάνῃ, τοσούτῳ πλέων καὶ μείζων ὑμῖν περιγίνεται. κιόνων μὲν γὰρ πλῆθος καὶ ἀνδριάντων καὶ ὕδατος περιουσίαν οἱ πρότερον βασιλεῖς ἡμῖν ἐδωρή‐ σαντο, τιμαῖς δὲ καὶ ἀξιώμασι σὺ καταπύκνωσον ἡμῖν τὴν | |
5 | γερουσίαν καὶ τὴν ἔνδειαν ἴασαι ταύτην οὐχ ἧττον ἀνιῶσαν ἡμᾶς ἢ πρότερον ἡ τῶν ναμάτων. καὶ οὓς πατέρας ὠνόμασας συγγεγραμμένους, ποίησον ἀξίους τῆς ἐπι‐ κλήσεως. οὔτοι φανήσῃ Κωνσταντίνου καταδεέστερος, ὅποι στήσῃ, εἰ τιμαῖς τὴν πόλιν ὑψηλοτέραν ποιήσειας ἢ | |
183d | Κωνσταντῖνος οἰκοδομήμασιν. οὕτω καὶ τῇ μεγάλῃ Ῥώμῃ | |
θέατρα μὲν καὶ ἀγοραὶ καὶ γυμνάσια χθές που καὶ πρώην προσγέγονε, τιμαὶ δὲ καὶ τὸ ἄρχειν ἀεὶ καὶ τὸ διαλαγχάνειν τὰς τῶν ἐθνῶν ἐπιτροπείας ἐξ ἀρχῆς οἰκιζομένῃ τῇ πόλει | 264 | |
5 | συνερριζώθησαν. νῦν δὲ ἐπὶ μὲν τοῖς τῶν ἀνδριάντων μεγέ‐ θεσι σεμνυνόμεθα, ἐπὶ δὲ τοῖς τῶν ἀνδρῶν ἀξιώμασιν οὐ θαρροῦμεν, ἀλλ’ εἰ σὺ τοιαῦτα ἀναθείης, ὦ θεία κεφαλή, | |
184a | τῇ μεγάλῃ βουλῇ νικητήρια, τότε ἀληθινῶς ἔσται δευτέρα Ῥώμη σὴ πόλις, εἴ γε ἄνδρες ἡ πόλις· ὡς νῦν γε οὐ λίαν | |
οἰκείως τῇ ἐπικλήσει ταύτῃ φιλοτιμούμεθα. | 265 |