TLG 2001 010 :: THEMISTIUS :: Ἐπὶ τῆς εἰρήνης Οὐάλεντι

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Ἐπὶ τῆς εἰρήνης Οὐάλεντι

Source: Schenkl, H., Downey, G. (eds.), Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965: 195–214.

Citation: Harduin page — section — (line)

t

1

ΕΠΙ ΤΗΣ ΕΙΡΗΝΗΣ ΟΥΑΛΕΝΤΙ195

129

a

Ὤιμην ἐγώ σοι κατακορὴς ἤδη καὶ πλήσμιος εἶναι, τοσ‐ αυτάκις ἔμπροσθεν διειλεγμένος. ὥστε διὰ τοῦτο ἀπ‐

129

b

ώκνουν καὶ νῦν ποιήσασθαι πρόοδον ἐπὶ τοῖς λόγοις, μὴ δόξαιμι διοχλεῖν οὐδὲν δεομένῳ. ἀλλ’ ἐπειδὴ καὶ πάνυ προθυμούμενον ἠρεμεῖν οὐκ ἐᾷς, ἀλλ’ ὥσπερ εἰσφορὰν ἐνιαύσιον φοιτᾶν οἴει σοι δεῖν καὶ τὴν ἐκ τῶν λόγων συν‐
5τέλειαν, εἴκειν μὲν ἀναγκαῖον, αὐτόθεν δὲ ἔστω μοι τὸ προοίμιον. οὐδὲ γὰρ ἄλλο τι πρότερον τῶν σῶν ἀγαθῶν ἀποδέχεσθαι προσήκει τοὺς λόγους ἢ τὴν περὶ ἑαυτοὺς προθυμίαν.

129

c

Καὶ δῆτα ἐπαινῶ σου τοῦτο πρῶτον, ὦ βασιλεῦ, ὅτι τοῖς γεωργοῖς ἀνιέναι προθυμῇ τὰ λειτουργήματα, τοῖς φιλοσοφοῦσι δὲ οὐ συγχωρεῖς, ἀλλὰ τοὺς μὲν ἥδιστ’ ἂν ἴδοις καθ’ ἕκαστον ἔτος ἔλαττον εἰσφέροντας ὧν προσ‐
5ήνεγκαν, παρὰ τῶν λόγων δὲ ἀεί τι πλεῖον εἰσπράττῃ. καὶ τό γε ἔτι τούτου θαυμασιώτερον, ὅτι καὶ τῶν λόγων αὐτῶν προτιμοτέρους ἄγεις τοὺς ἡμετέρους τῶν ὁμο‐ γλώττων. αἴτιον δέ· οὐ γὰρ ἐκκρέμασαι τῶν ὀνομάτων, ἀλλὰ τὸν ἐνδεδυκότα αὐτοῖς νοῦν ἐρευνᾷς, οὐδὲ τοῦ κάλ‐

129

d

λους τῶν ῥημάτων ἑάλωκας, ἀλλὰ τοῦ κόσμου τῆς δια‐
νοίας, καὶ διὰ τοῦτο, ὡς ἔοικεν, ἐντιμοτέραν ἔχει παρὰ σοὶ τάξιν φιλοσοφία ῥητορικῆς. ὃ γὰρ μάλιστα ἀγαπᾷς, τοῦτο μάλιστα ἐσπούδακεν αὕτη ἡ τέχνη, τὸν νοῦν παρ‐196
5έχεσθαι χρηστόν, οὐχὶ τὰ ῥήματα, καὶ σκοπεῖν οὐχ ὅπως ἂν ἥδιστα εἴποι τις τοῖς ἀκούσασιν, ἀλλ’ ὅπως ὠφελιμώ‐ τατα· ὅ σοι μάλιστα ἀρέσκον ὁρῶμεν. πρὸς γὰρ τοὺς κολακεύοντας ὕποπτος ὢν τοῖς νουθετοῦσιν εὔκολον σεαυ‐ τὸν παρέχεις καὶ χειροήθη. Καλλισθένην μὲν γὰρ Ἀλέξ‐

130

a

ανδρος, ὅτι παρῄνει τοῖς νομίμοις ἐμμένειν τῶν Μακε‐ δόνων, τὴν παρρησίαν οὐκ ἐνεγκὼν ἀπεσείσατο. σὺ δὲ προσκαλεῖς τοὺς φιλοσόφους, κἂν ἀποκνῶσι, καὶ ὁπόσον σὺ χρόνον τοῦ ἔτους ἐπὶ χώρας μένεις ἀνάγκῃ χειμερίζεις
5μετὰ τῶν λόγων. τοῖς στρατηγοῦσι δὲ οἱ φιλοσοφοῦντες ἐν ἴσῃ τῇ προεδρίᾳ, καὶ συμπλέκεται τὴν καλλίστην πλο‐ κὴν ἡ περὶ σὲ δορυφορία γνώμης ἅμα καὶ δυνάμεώς σε θεραπευούσης. διὰ γὰρ τοῦτο καὶ τὴν Ἀθηνᾶν ἐκ τῆς κε‐ φαλῆς γεννῶσιν οἱ ποιηταὶ τοῦ Διός, ἐνδεικνύμενοι καλῶς
10ὅτι προσήκει τῶν βασιλέων μήτε λόγον ἄπρακτον μήτε

130

b

πρᾶξιν ἄλογον ἐκφοιτᾶν, ἀλλὰ καὶ τὸν νοῦν ἐνεργὸν εἶναι καὶ γέμειν νοῦ τὸ δραστήριον. Πιστοῦται δὲ καὶ τοῦτο ὁ προλαβὼν χρόνος. εἴτε γὰρ τὸν Ἀλέξανδρον ἐννοήσεις εἴτε τὸν Σεβαστὸν εἴτε τὸν
5Μάρκον, δι’ οὐδὲν ἄλλο εὑρήσεις εἰς τοσοῦτον δόξης προ‐ εληλυθότας ἢ ὅτι τῶν χλαμύδων οὐκ ἀπεσκήνου πολὺ τὰ τριβώνια, οὐδὲ Παρμενίωνος Ἀριστοτέλης ἀτιμότερος ἦν οὐδὲ Ἄρειος Ἀγρίππου. ὅσοι δὲ ἢ φιλόσοφοι γεγόνασι πλέον ἢ φιλοπόλεμοι, καὶ τὸ δοκοῦν ὑπ’ αὐτῶν ἀξιοῦσθαι197

130

c

σπουδῆς μέρος τῷ παροφθέντι συνηφανίσθη. οὐ γὰρ οἷόν τε ἢ λόγους ἐνδόξους γενέσθαι μὴ τῶν ἔργων αὐτοὺς βεβαιούντων, ἢ τὰ ἔργα πρὸς τὸν χρόνον διαβῆναι τὸν ἐφεξῆς μὴ λόγου τὴν μνήμην αὐτῶν παραπέμποντος. οἱ
5μὲν τοίνυν τῶν ποιητῶν λόγοι καὶ οἱ τῶν ῥητόρων ἴσως μὲν ἄλλο τι χρηστὸν ἔχοιεν ἄν, οὗ δὲ μάλιστα ἐχρῆν πεφροντικέναι, τοῦτο παρορῶσι. τὸ γὰρ μέγεθος ἐν ταῖς πράξεσιν, οὐ τὴν ἀρετήν, ἐπιζητοῦσι, καὶ διὰ τοῦτο τὰς παρατάξεις καὶ τοὺς πολέμους καὶ τῶν νεκρῶν τὸν ἀριθ‐

130

d

μὸν διατριβὴν ποιοῦνται τοῖς λόγοις, καὶ τὸ πολὺ τῶν ἐγ‐ κωμίων αὐτοῖς οἱ φόνοι καὶ αἱ πορθήσεις· εἰρήνην δὲ ἐν καιρῷ γενομένην καὶ μετὰ τοῦ πρέποντος σχήματος οὐ‐ δεὶς πώποτε ὑπέλαβε πολλῶν τροπαίων τιμιωτέραν. τὸ
5δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τοῦ νικῆσαι πολλάκις τὸ τὴν νίκην ὑπεριδεῖν ἐντιμότερον. Ἐμοὶ δὲ τοῦτο ἔσται κεφάλαιον τοῦ παρόντος λόγου. οὐ γὰρ οὕτως ἀνήκοός εἰμι Πλάτωνος τοῦ θεσπεσίου ὥστε

131

a

τὰ αὐτοῦ μὴ μανθάνειν, ὅτι κολοβὸς καὶ βασιλεὺς καὶ νομοθέτης, ὃς πολεμεῖν μὲν ἱκανός, εἰρήνην δ’ ἄγειν οὐχ
οἷός τε. ταύτῃ γάρ, οἶμαι, καὶ Λυκοῦργον εὐθύνει τὸν Σπαρτιάτην, ὡς συστησάμενον πολιτείαν στρατευομένοις198
5μὲν ἐπιτήδειον, καταθεμένοις δὲ τὰ ὅπλα δυσμεταχεί‐ ριστον. τοῦτο δέ ἐστι τὸ βέλτιον τοῖν μεροῖν παρεορα‐ κότος καὶ οὗ χάριν θάτερον ἀναγκαῖον. πολέμου γὰρ ἆθλον εἰρήνη, καὶ στρατεύοιντο οἷς ἀνάγκη, οὐχ ἵνα διὰ

131

b

τέλους στρατεύοιντο, ἀλλ’ ἵνα ἀσφαλῶς ἡσυχάσωσιν. ὅστις οὖν πρὸς μὲν ἀσχολίαν παιδεύειν ἱκανός, σχολὴν δὲ οὐχ οἷός τε διατίθεσθαι, τῆς καλλίονος μοίρας ὀλιγωρεῖ. Καὶ τοῦτο οὖν ἐγὼ Πλάτωνος θαυμάζω καὶ ἔτι μᾶλλον,
5ὅταν διδάσκῃ ὅτι πολέμου καὶ εἰρήνης σπέρματα ἐν ἑκάστῃ ψυχῇ πρῶτόν ἐστι, καὶ ὅστις οἷός τε πρὸς ἑαυτὸν ἄγειν εἰ‐ ρήνην, οὗτος οἷός τε καὶ πρὸς τοὺς ἔξωθεν πολεμίους· ᾧ δὲ ἀδύνατος ἡ πρὸς ἑαυτὸν ἐκεχειρία, σχολῇ ποτ’ ἂν οὗτος τὰς πρὸς ἀλλήλους σπονδὰς ἀγαπήσειεν. εἶναι γάρ

131

c

τι καὶ ἐν ἑκάστῳ βάρβαρον φῦλον, λίαν αὐθάδες καὶ δυσ‐ πειθές, τὸν θυμὸν λέγω καὶ τὰς ἀπλήστους ἐπιθυμίας, ἀντικαθήμενα γένη τῷ λογισμῷ, καθάπερ Ῥωμαίοις Σκύ‐ θαι καὶ Γερμανοί. ὥσπερ οὖν τὰ πάθη ταῦτα, ἡνίκα
5ἐπανίσταται τῷ βελτίονι, παντάπασι μὲν ἐξελεῖν οὔτε δυνατὸν οὔτε συμφέρον, ἃ χρείας ἕνεκεν ἡ φύσις ἐγκατέ‐ σπειρε τῇ ψυχῇ, ὑποκύπτοντα δὲ παρέχεσθαι καὶ εὐήκοα
τοῖς ἐκ τοῦ νοῦ παραγγέλμασι τῆς ἀρετῆς ἔργον ἐστίν,199

131

d

οὕτω καὶ τῶν βασιλέων ἔργον, οἷς τοὔνομα τοῦτο ἐπαλη‐ θεύεται, ὅταν παρακινήσαντας καταλάβωσι τοὺς βαρβά‐ ρους, τὸ μὴ πρόρριζον ἐκκόπτειν παντελῶς τὸ συμπλή‐ ρωμα τῆς φύσεως τῆς ἀνθρωπίνης, ἀλλ’ ἐπικόψαντας τὴν
5αὐθάδειαν σῴζειν ἤδη καὶ περιστέλλειν, ὡς τῆς ἀρχῆς μοῖραν γεγενημένους. Ἔχει γὰρ οὕτως· ὅστις μὲν ἀχρείως ἐπέξεισιν ἀπαυ‐ θαδιασαμένοις τοῖς βαρβάροις, οὗτος Ῥωμαίων μόνων ἑαυ‐

132

a

τὸν βασιλέα ποιεῖ, ὅστις δὲ κρατεῖ μέν, φείδεται δέ, οἶδεν ἑαυτὸν βασιλέα πάντων ἀνθρώπων, καὶ μᾶλλον ἐκείνων οὓς διετήρησε καὶ διέσωσεν, ἐξὸν ἀνελεῖν παντελῶς. ὡς ἔγωγε οὐδὲ τὸν κομψὸν Ἀγαμέμνονα φαίην ἂν λέγειν βασι‐
5λικῶς, ἐπιτιμῶντα τῷ ἀδελφῷ μαλαττομένῳ πρὸς τὸν ἱκέτην, καὶ πικρὰν οὕτως εὐχὴν καὶ ἀλλόκοτον προσευχό‐ μενον, μηδένα τῶν Τρώων διαφυγεῖν,
μηδ’ ὅντινα γαστέρι μήτηρ
κοῦρον ἐόντα φέρει,
10μηδὲ τοῦτον διαφυγεῖν, ἀλλὰ καὶ τοὺς οὔπω τεχθέντας ἀπολέσθαι πρὸ τοῦ γενέσθαι. ἀλλ’, ὡς ἔοικεν, οὐκ ἦν εὐρυκρείων ἀληθινός, ἀλλ’ Ἀργείων μόνων βασιλεὺς καὶ

132

b

Μυκηναίων, ἀνθρώπων δὲ οὔ. καίτοι γε Ὅμηρος ὅταν αὐτὸς ὀνομάζῃ τὸν Δία πατέρα, οὐ τῶν Ἑλλήνων μὲν λέγει
πατέρα, τοὺς βαρβάρους δὲ ἐξαιρεῖται, ἀλλ’ ἁπλῶς φησι πατέρα θεῶν καὶ ἀνθρώπων. ὅστις οὖν καὶ τῶν ἐπὶ γῆς βα‐200
5σιλέων οὐ Ῥωμαίοις μόνον ὡς πατὴρ προσενήνεκται, ἀλλ’ ἤδη καὶ Σκύθαις, οὗτός ἐστιν ὁ τοῦ Διὸς ζηλωτὴς καὶ οὗτος ὁ φιλάνθρωπος ἀτεχνῶς. τῶν δὲ ἄλλων Κῦρον μὲν φιλο‐ πέρσην καλῶ, ἀλλ’ οὐ φιλάνθρωπον, φιλομακέδονα δὲ Ἀλέξ‐

132

c

ανδρον, ἀλλ’ οὐ φιλέλληνα, τὸν δὲ Σεβαστὸν φιλορώμαιον, ἄλλον δὲ ἄλλου γένους ἐραστὴν ἢ ἔθνους οὗ καὶ βασιλεὺς ἐνομίσθη, φιλάνθρωπος δὲ ἁπλῶς, καὶ βασιλεὺς ὃς μηδένα ἀνθρώπων ὅλως ἀλλότριον τῆς ἑαυτοῦ προνοίας ποιεῖται.
5 Καλὸν μὲν οὖν καὶ τὸ περαιοῦσθαι τὸν Ἴστρον σὺν τῇ τοῦ πολέμου παρασκευῇ καὶ δὶς ἐφεξῆς ἀνάστατον ποιεῖ‐ σθαι τὴν πολεμίαν, σταθμοὺς τόσους καὶ τόσους ὅσους οὐδὲ πρεσβεύοντες πώποτε προελθεῖν ἐθαρρήσαμεν. ἀλλ’ εἰ καὶ σεμνὰ ταῦτα καὶ γενναῖα καὶ λίαν ὀλίγοις ὑπάρ‐
10ξαντα τῶν πώποτε αὐτοκρατόρων, ἀλλ’ ἔγωγε ὅταν ἐν‐

132

d

νοήσω τὴν ἡμέραν ἐκείνην ἧς ἐγενόμην αὐτόπτης, τότε μοι τῆς 〈τε〉 Ξέρξου σχεδίας, ἐφ’ ἧς διεβίβασε σὺν τῇ στρατιᾷ τὸν Ἑλλήσποντον, φαίνεται ἀμείνων ἡ μία ναῦς, ἐφ’ ἧς ὁ βασιλεὺς τὰς σπονδὰς ἐποιήσατο, καὶ τῆς γεφύ‐
5ρας τῆς διακομιζούσης τὸν πόλεμον ἡ διαδιδοῦσα ὁλκὰς τὴν εἰρήνην. ἐγὼ παρατάξεις μὲν οὐ τεθέαμαι Σκυθικάς, ἐκκλησίαν δὲ φόβου καὶ συνέδριον καταπλήξεως καὶ στρα‐

133

a

τηγὸν Ῥωμαίων ἐπιτάττοντα Σκυθῶν βασιλεῦσι, καὶ ἀλα‐ λαγμοῦ μὲν οὐκ ἀκήκοα βαρβαρικοῦ, θρήνων δὲ καὶ ὀδυρ‐ μῶν καὶ δεήσεων, καὶ φωνῆς αἰχμαλώτοις μᾶλλον ἢ σπεν‐ δομένοις πρεπούσης, ὑφ’ ὧν ἐπεκλάσθη τις ἂν καὶ ἀδά‐201
5μαντος στερεώτερος. ἀλλὰ βασιλεὺς τῶν μὲν βαρβάρων πολλὰς ἀπέπεμψεν εἰς τοὐπίσω πρεσβείας ἀπράκτους, τὴν δὲ ἡμετέραν κατῃδέσθη. καί, ὡς ἔοικεν, ὑπὲρ Σκυθῶν ὑμεῖς ἐχειροτονήσατε φιλοσοφίαν, τὴν μόνην θείαν τε οὖσαν καὶ δίκαιον θυμὸν καταπραΰνειν.
10Ὥστε μοι τότε μάλιστα ἔργον ἦν τοὺς ὑπὲρ φιλαν‐

133

b

θρωπίας λόγους ἐκμελετᾶν καὶ δεικνύναι τῷ βασιλεῖ ὅτι μᾶλλον θεῷ παραπλήσιοι τῶν ἀναιρούντων οἱ σῴζοντες. μόλις μὲν οὖν καὶ χαλεπῶς, ἀλλὰ συνεπείσθη καὶ εἶξε καὶ προσωρμίσατο πλησίον σὺν εὐμενεστέρῳ τῷ σχήματι.
5ὁ μὲν οὖν Τρωικὸς ποταμὸς ἐκποδὼν καθίστατο Ἀχιλλεῖ κατὰ τῶν Τρώων παροξυνομένῳ, θορυβῶν τῷ ἀφρῷ καὶ τοῖς κύμασι τὸν νεανίαν, Ἴστρος δὲ ἐπὶ πολέμῳ μὲν βασι‐ λέως περαιουμένου ἐζεύγνυτο ἄκων, σπένδεσθαι δὲ μέλ‐ λοντι συμπροεθυμεῖτο καὶ γαλήνην ἐθελοντὴς ὑπεστρών‐

133

c

νυε ταῖς τὴν εἰρήνην πρυτανευούσαις τριήρεσιν. ἐσάλευον μὲν οὖν ὥσπερ ἐν ὅρμῳ τῷ ῥείθρῳ, καὶ ἔδοξας ἂν ἐρρι‐ ζῶσθαι τὰς ναῦς ταῖς ἀγκύραις. εὐθὺς δὲ ἐκ προοιμίων ὅτι συνεχώρει τὰ σφέτερα αὐτοῖς καρποῦσθαι δῆλον ἐποίει,
5προσχὼν μὲν πλησίον, ἀποβῆναι δὲ μὴ θελήσας. οἱ δὲ
ἐξεκέχυντο ἀγεληδὸν ἐπὶ τῆς ὄχθης ἥμεροι καὶ χειροήθεις, πλῆθος οὐ ῥητὸν ἀριθμῷ, τότε δὴ πρῶτον Ῥωμαίοις μυ‐ ριάδες τοσαῦται Σκυθῶν ἄνευ φροντίδος ὁρώμεναι.202

133

d

Ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον, εἶπεν ἄν τις ἀπιδὼν τηνικαῦτα εἰς ἄμφω τὰς ἠιόνας τοῦ ποταμοῦ, τὴν μὲν ἀστράπτουσαν τοῖς στρατιώταις ἐν κόσμῳ τὰ δρώμενα θεωμένοις μετὰ φρονήματος καὶ
5ἡσυχίας, τὴν δὲ ὁμάδου γέμουσαν συμμιγοῦς ἐπὶ γῆς ἐρριμμένων τῶν ἱκετῶν. μᾶλλον δὲ εἶπεν ἄν σε καὶ τοῦ Ἀγαμέμνονος ὀλβιώτερον· ὁ μὲν γὰρ οἷς ἦγε μόνον ἐμα‐ καρίζετο, σὺ δὲ καὶ οἷς εἶχες καὶ οἷς ξυνεχώρεις.

134

a

Ξέρξης μὲν οὖν τῆς πρὸς τοὺς Ἕλληνας ναυμαχίας οὔτε θεατὴς ἦν ἀνδρεῖος, ἀλλ’ ἐκάθητο ὑπὸ σκηνῇ χρυσῷ σκιαζόμενος ὀρόφῳ, μαλακίας μᾶλλον ἢ πλούτου ση‐ μεῖον, βασιλεὺς δὲ καὶ ἐν ταῖς σπονδαῖς ἐπεδείκνυτο τὴν
5καρτερίαν, ἣν οὐκ ἂν ἤνεγκαν οἱ Σκῦθαι πολεμούμενοι, ἐφ’ ἡλίῳ στὰς ἐπὶ τῆς νεώς, ἡνίκα μάλιστα ἑαυτοῦ φλο‐ γωδέστερος ἦν, ἐπὶ ταὐτοῦ σχήματος ἐξ ἕω μέχρι δείλης ὀψίας. καταστὰς δὲ ὑπὲρ τῶν δικαίων εἰς ἀγῶνα πρὸς τοὺς βαρβάρους, νίκην ἐνίκα σεμνοτέραν καθ’ ἑαυτόν,

134

b

ἧς οὐδεὶς ἔτι κοινωνὸς ἦν, οὐ στρατηγός, οὐ ταξίαρχος,
οὐχ ὁπλίτης. ἀλλ’ ἐγὼ πάλαι μὲν τὴν ἀγχίνοιαν μόνον ἐτεθαυμάκειν, ᾗ χρώμενον εἰς τὰ πράγματα καθεώρων, καὶ φύσεως ᾤμην κατόρθωμα εἶναι αὐτοφυῆ βασιλέα δημιουρ‐203
5γούσης. δεινότητα δὲ τοσαύτην καὶ βάθος ὁμοῦ διανοίας καὶ δρόμον ῥημάτων κεκραμένον καταπλήξει καὶ εὐμε‐ νείᾳ οὐδὲ ἐν ῥήτορι τοῦτο ἔργον ποιουμένῳ ῥᾳδίως κατ‐ εῖδον. ὥστε μοι μικρὸς ἐφαίνετο ὁ Περικλῆς καὶ ὁ τὸν

134

c

Περικλέα τεθαυμακώς, ὅτι καὶ θαρσοῦντας Ἀθηναίους λέγων κατέπλησσεν εἰς τὸ φοβεῖσθαι καὶ δεδιότας εἰς τὸ θαρσεῖν ἀντικαθίστη. Αἰσθανόμεθα οὖν πρὸς τοὺς λόγους τοῦ βασιλέως τὰ
5αὐτὰ τῶν βαρβάρων πασχόντων, ἃ πάσχειν οὐδὲν ἦν θαυ‐ μαστὸν ὑπὸ τοῦ δεινοτάτου τῶν τότε ῥητόρων τοὺς Ἕλ‐ ληνας καὶ Ἀθηναίους. καίτοι γε προήγορον εἶχον οὐδετέρᾳ ληπτόν, οὐδὲ ὥσπερ γλώττῃ βάρβαρον, οὕτω δὲ καὶ τῇ διανοίᾳ, ἀλλ’ ἐν τῷ συνεῖναι μᾶλλον σοφώτερον ἢ ἐν τοῖς
10ὅπλοις. οὕτω γοῦν τὴν μὲν τοῦ βασιλέως ἐπωνυμίαν ἀπ‐

134

d

αξιοῖ, τὴν τοῦ δικαστοῦ δὲ ἀγαπᾷ, ὡς ἐκεῖνο μὲν δυνάμεως πρόσρημα, τὸ δὲ σοφίας. ἀλλ’ ἐφάνη δὴ τότε λίαν τοῦ δικάζειν αὐτὸ τὸ δικάζεσθαι χαλεπώτερον, καὶ διηλέγ‐
χθη γελοῖος ὁ ῥήτωρ, ὁ κριτὴς ἄριστος εἶναι πεπιστευ‐204
5κώς. τοσοῦτον γὰρ αὐτοῦ τῇ δεινότητι περιῆν ὥστε τὸν συνήγορον τοῖς βαρβάροις ὕποπτον ποιῆσαι καὶ κατα‐ στῆσαι τοῦ μετὰ τῶν ὅπλων ἀγῶνος τὸν διὰ τῶν λόγων αὐτῷ χαλεπώτερον. ἀλλ’ ὅμως καταβαλὼν εἶτα ἀνίστη

135

a

καὶ χεῖρα ὤρεγε θορυβουμένῳ καὶ φίλον ὑπὸ μάρτυσιν ἐποιεῖτο τοῖς ἀδικεῖσθαι πεπιστευκόσι. τοῦτο δὲ ἦν δια‐ λύοντος τὴν ταραχήν, εἰς ἣν κατέστησεν. ἀπῄει οὖν λίαν ἀγαπητῶς, τοῖς ἐναντίοις πάθεσι κατειλημμένος, θαρσῶν
5ἅμα καὶ δεδιώς, περιφρονῶν τοὺς ἀρχομένους καὶ ὑφ‐ ορώμενος, οἷς μὲν διηλέγχθη, καταπεπτωκὼς τὴν ψυχήν, οἷς δὲ ἔτυχε τῶν σπονδῶν, ἀπαυθαδιαζόμενος. ἦν οὖν θέαμα ἰδεῖν ἄπιστον καὶ διὰ πολλοῦ συμβεβηκός, διδόντας τὴν εἰρήνην Ῥωμαίους, οὐκ ὠνουμένους. οὐδεὶς εἶδε χρυ‐

135

b

σίον ἀπαριθμούμενον τοῖς βαρβάροις, οὐκ ἀργύρου τά‐ λαντα τόσα καὶ τόσα, οὐκ ἐσθῆτος ναῦς γεμιζομένας, οὐχ ἃ πρότερον ὑπομένοντες διετελοῦμεν, βαρυτέραν τῶν κατα‐ δρομῶν ἐκκαρπούμενοι τὴν ἡσυχίαν καὶ φόρον ἐτήσιον
5φέροντες, οὗ τὸ ἔργον οὐκ αἰσχυνόμενοι τοὔνομα ἐξηρ‐ νούμεθα. βασιλεὺς δὲ καίτοι μεγαλοδωρότατος ὤν, ὅμως τηνικαῦτα οὐκ ᾐσχύνθη φειδωλότατος νομισθῆναι, ὅς γε καὶ τὸ σύνηθες αὐτῶν σιτηρέσιον παρῃρεῖτο, καὶ ἀντὶ τῶν τοσῶνδε τῶν πρότερον κομιζομένων μόλις ἑνὶ συνεχώ‐

135

c

ρει τῷ πρὸς τὴν γλῶτταν διακονοῦντι, ὡς οὐδὲν μᾶλλον τοῦ ἔργου Σκύθαις ἢ Ῥωμαίοις προσήκοντος. οὕτω δὲ
διὰ πάντων ἐφιλονείκησε δῆλον ποιῆσαι οὐκ ἀγαπήσας αὐτὸς τὴν εἰρήνην, ἀλλὰ φεισάμενος τῶν βαρβάρων, ὥστε205
5οὐδὲ τὰς ἐμπορίας αὐτοῖς οὐδὲ τὰς ἀγοράς, ἃς ἐπὶ τῆς προτέρας εἰρήνης ἐπ’ ἀδείας εἶχον ὅποι βούλοιντο ποιεῖ‐ σθαι, νῦν ἐπ’ ἐξουσίας ἔχειν ἀφῆκεν. Ἀλλὰ καίτοι τοῦ κέρδους ὑπάρχοντος κοινοῦ τοῖς ἔθ‐ νεσιν ἀμφοτέροις ἐκ τῆς ἀμοιβῆς τῶν ἐν χρείᾳ συναλλαγ‐
10μάτων, δύο μόνας πόλεις τῶν ποταμῷ προσῳκισμένων

135

d

ἐμπόρια κατεσκευάσατο. τοῦτο δὲ ἦν ἅμα μὲν σημεῖον τοῦ πάντα ἐπιτάττοντα τοῖς βαρβάροις τὰς σπονδὰς ποι‐ εῖσθαι, ἅμα δὲ πρόνοια τοῦ κακουργοῦντας ἧττον λαν‐ θάνειν, ἀποκεκλεισμένης αὐτοῖς εἰς τὰ ὡρισμένα χωρία
5τῆς ἐπιμιξίας. γινώσκει γάρ, οἶμαι, σῴζειν τοὺς βαρβά‐ ρους δυνάμεως ἔχων, τὴν φύσιν δὲ αὐτῶν ἀμείβειν οὐχ οἷός τε ὤν· ὥστε ἀφῄρητο αὐτῶν τὴν ῥᾳστώνην τῆς ἀπι‐ στίας. διὰ τοῦτο γὰρ καὶ τῶν φρουρίων τὰ μὲν ᾠκοδόμησεν

136

a

ἐκ καινῆς, τὰ δὲ ἀνέστησε κατατετριμμένα, τοῖς δὲ προσ‐ έθηκε τὸ ἐνδέον, ὕψους μὲν ᾗ χθαμαλώτερον ἦν, πάχους δὲ ὅπου τούτου προσέδει, ὕδατος δὲ ἀφθονίαν, ᾗ ταύτῃ πρότερον ἐπιέζετο, τροφῶν δὲ θησαυροὺς ἁπανταχοῦ καὶ
5λιμένας τῆς γειτνιώσης θαλάσσης, καὶ στρατιώτας ἐκ καταλόγου, καὶ φρουροὺς τὸν ἀριθμὸν οὐ ψευδομένους, καὶ ὅπλα καὶ βέλη καὶ μηχανήματα, ἅπαντα εἰς τὸ ἔσχα‐ τον ἐξητασμένα. τέως μὲν γὰρ ἐκ τῆς περὶ τὰς φρουρὰς
ὀλιγωρήσεως ἐπεπιστεύκεισαν οἱ πολέμιοι ἐπ’ αὐτοῖς ἀτε‐206

136

b

χνῶς κεῖσθαι καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην, ὁρῶντες τοὺς μὲν στρατιώτας οὐ μόνον ἀνόπλους, ἀλλὰ καὶ ἀχί‐ τωνας τοὺς πολλούς, καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασι καταπεπτωκότας· φρουράρχας δὲ καὶ ταξιάρχας ἐμπόρους
5μᾶλλον καὶ τῶν ἀνδραπόδων καπήλους, οἷς τοῦτο μόνον ἔργον προσέκειτο, πλεῖστα μὲν ὠνήσασθαι, πλεῖστα δὲ καὶ ἀπεμπολῆσαι· τῶν φυλάκων δὲ ἐλαττοῦσθαι τὸν ἀριθ‐ μόν, ὅπως ἂν γίνοιτο κέρδος αὐτοῖς ἡ μισθοφορὰ τῶν ἐκλειπόντων· ταῦτα δὲ τὰ φρούρια κατερρυηκότα, γυμνὰ

136

c

καὶ ἀνθρώπων καὶ ὅπλων. ταῦτ’ οὖν ὁρῶντες οὐκ ἀπει‐ κότως ἐφρόνουν ἑαυτοὺς εἶναι ἀμείνονας τῶν ἐκδρομῶν, κἂν ἄρα δοκῇ τὸν ἐκ τοῦ προφανοῦς πόλεμον τέως δυσω‐ πεῖσθαι, ἀλλὰ τό γε κλωπεύειν αὐτοῖς ἐπ’ ἀδείας καθ‐
5εστηκέναι. διεσπείροντο οὖν ἁπανταχόσε τῆς ὄχθης οὐ καθ’ ἕνα καὶ δύο μόνον, ἀλλ’ ἤδη καὶ κατὰ λόχους καὶ οὐλαμούς, λῃσταὶ δῆθεν, οὐ στρατιῶται, φώρια τὰ λάφυρα ὀνο‐ μάζοντες. ἀλλ’ οὐ νῦν, ἀλλ’ ἄνωθεν μέχρι θαλάττης δό‐ ξαις ἂν τεῖχος ἀδαμάντινον ἐληλάσθαι· τοιούτῳ κατα‐

136

d

πεπύκνωται χαρακώματι φρουρίων, ὅπλων, στρατιωτῶν. Ἵνα γὰρ τἄλλα παρῶ, ἓν ἐξαρκεῖ τεκμήριον ἐκλογίσα‐ σθαι τῆς περὶ ταῦτα ἐπιμελείας. ἐρῶ δὲ οὐκ ἀκοὴν ἀλλο‐ τρίαν, ἀλλ’ ὧν αὐτὸς γέγονα θεατής. ἴστε δήπου τοῦτο
5ὅσοι γεγόνατε ἐπὶ τῆς χώρας ἐκείνης, ἣ καλλίστη μέν ἐστι τῆς Σκυθικῆς τῆς ὑπηκόου, ἥκιστα δὲ ἀσφαλὴς πρὸς τοὺς βαρβάρους, οὐ καθαροῦ διαρρέοντος αὐτὴν τοῦ πο‐207

137

a

ταμοῦ, ἀλλ’ ἀναπεφυρμένου τῇ γῇ, καὶ τενάγους κόλπον ποιοῦντος εἰσέχοντα ἐπιπολὺ τῆς ἠπείρου, οὔτε ναυσὶν ὄντα πλωτὸν οὔτε βατὸν πορευσίμοις. αὕτη τοίνυν ἡ χώρα τέως μὲν ὁρμητήριον καθειστήκει ταῖς ἐκδρομαῖς τῶν
5πολεμίων, στρατῷ μὲν ἀθρόῳ καὶ προφανεῖ μὴ θαρρούν‐ των διὰ τὸ πρόσχημα τῆς εἰρήνης, κλωπείας δὲ καὶ κακουργίας ἐν τοῖς μονήρεσι πλοίοις ποιούμενοι καὶ ναυ‐ λοχοῦντες περὶ τὰς νησῖδας ἐνέπιπτον ἐξαίφνης τοῖς προσ‐ οικοῦσιν. εἶτα ἐν ὅσῳ συνῃσθάνοντο οἱ φρουροὶ πόρρω‐

137

b

θεν ἀλλήλων ἀφεστηκότες, καταδραμόντες ὅσα οἷόν τε ἦν ἐγκατεδύοντο τῷ ποταμῷ, τοὐντεῦθεν δὲ ἄπορον ἦν τὸ διώκειν, μήτε πλεῖν μήτε βαδίζειν συγχωροῦντος αὐ‐ τοῖς τοῦ τενάγους. καὶ τὸ πρᾶγμα οὐκ ἦν ἀνεκτόν, ἐν
5ὀφθαλμοῖς λεηλατεῖσθαι ἀμηχανοῦντας πρὸς τὴν τιμω‐ ρίαν. ἀλλ’ ὁ βασιλεὺς οὔτε πρὸς τὴν φύσιν τοῦ τόπου δυσμήχανος ἦν, ἀλλ’ ἐξευρὼν τῆς γῆς ἐκείνης λεπτὴν ταινίαν ἐς τὸ τέναγος προσιοῦσαν καὶ τελευτῶσαν εἰς ὄχθον ὑψηλόν, ἐξ οὗ πᾶν τὸ πέριξ ἄποπτον ἦν, ἐπετείχισε

137

c

φρούριον ἐκ καινῆς, ἀμυδροῖς τείχεσιν ἀκολουθήσας, ἃ
τῶν πρότερον τις αὐτοκρατόρων διὰ μὲν τὸ χρήσιμον κατεβάλετο, πρὸς δὲ τὴν δυσχέρειαν ἀπεῖπεν. ὅπου γὰρ οὐ λίθος πλησίον, οὐ πλίνθος ὀπτή, οὐ κονία μετὰ208
5ῥᾳστώνης, ἀλλὰ σκευαγωγεῖν ἅπαντα χρὴ σταδίους τό‐ σους καὶ τόσους μυριάσιν ὑποζυγίων, τίς οὐκ ἂν συνέγνω τοῖς ἀποστᾶσιν ὣς ἀμηχάνου τῆς ἐπινοίας; βασιλεὺς δὲ ἐνίκα τὴν Ἀμφίονος μουσικήν, ἣν ἐκεῖνος εἰς τὸν τειχι‐ σμὸν τῶν Θηβῶν ἐνεδείξατο. εἶπες ἂν αὐτομάτους μὲν
10φέρεσθαι τοὺς λίθους, αὐτομάτην δὲ τὴν πλίνθον, τεκτό‐

137

d

νων δὲ ἄνευ καὶ λιθολόγων ἀνιέναι τὸ ἐπιτείχισμα· το‐ σαύτη μὲν ἡ τῶν στρατιωτῶν εὐπείθεια, τοσαύτη δὲ ἡ τῶν χαλεπῶν εὐκολία. κατανείμας γὰρ εἰς ἅπαντας τὴν φροντίδα καὶ μηδὲν μέρος συγχωρήσας τῆς στρατιᾶς ὑπὲρ
5δύναμιν πιεσθῆναι, ἀλλ’ ὥσπερ φορτίον τὸ ἔργον εἰς μικρὰ διελών, οὐκ εἴασεν οὐδ’ ὁντιναοῦν αἰσθέσθαι τοῦ ἄχθους,

138

a

τῷ πάντας μερίτας ποιῆσαι, καὶ πρῶτόν γε ἑαυτὸν ἐκ τοῦ πλείονος. ἆρα πιστεύσαιτε ἄν μοι ὅτι μηδὲ τῶν κατευ‐ ναστῶν ἀπέσχετο μηδὲ τῶν προκοίτων, ἀλλὰ κἀκεῖνοι συν‐ εισήνεγκαν μέτρον ὡρισμένον κεράμου συντετριμμένου;
5ἐγὼ δὲ τέως ἐθαύμαζον τὸν Ἀλκίφρονος Δημοσθένην τοῦ προτειχίσματος τῆς Σφακτηρίας, ὅτι τοῖς στρατιώταις οὕτως ἐχρήσατο εὐηκόοις ὥστε δι’ ἀπορίαν σκευῶν τὸν πηλὸν φέρειν ἐπὶ τῶν νώτων ὀπίσω τὼ χεῖρε συμπλέκον‐ τας, ἀνθρώπους οὐ πλεῖν ἢ χιλίους, καὶ τούτους ἐρέτας
10μᾶλλον ἢ ὁπλίτας, ὑπὸ χειμῶνος ἀπειλημμένους, θριγκίον,209

138

b

οὐ τεῖχος κατασκευάζοντας. ὅπου δὲ ταξίαρχοι καὶ στρα‐ τηγοὶ ἀχθοφορεῖν οὐ παρῃτοῦντο, πῶς ἄν τις ἀγάσαιτο πρὸς ἀξίαν ἢ τὸν παιδεύσαντα οὕτως ἢ τοὺς οὕτω πεπαι‐ δευμένους;
5 Καὶ νῦν παρατέταται μὲν ἡ εἰρήνη διὰ πάντων σχεδὸν τῶν μεθορίων, παρατέταται δὲ ἡ τοῦ πολέμου παρασκευή. οἶδε γὰρ βασιλεὺς ὡς ἐκεῖνοι μάλιστα ἀληθεύουσιν ὅσοι μάλιστά εἰσι πρὸς τὸν πόλεμον ηὐτρεπισμένοι· γέμει δὲ ἡ μὲν ὄχθη φρουρίων, τὰ δὲ φρούρια στρατιωτῶν,
10οἱ στρατιῶται δὲ ὅπλων, τὰ δὲ ὅπλα κάλλους ἅμα καὶ ἀσφαλείας. καὶ τρυφὴ μὲν ἐξελήλαται τῶν καταλόγων,

138

c

περιουσία δὲ ἀντεισῆκται τῶν ἀναγκαίων, δι’ ἣν οἱ φρου‐ ροῦντες οὐκ ἀναγκάζονται ἀντὶ τῶν βαρβάρων πολεμεῖν τοῖς ὑπηκόοις, κἀκείνων μὲν ἀπέχεσθαι διὰ τὰς σπονδάς, φέρειν δὲ καὶ ἄγειν τοὺς γεωργοῦντας διὰ τὴν ἔνδειαν,
5ἀλλ’ ἀντέστραπται οὐκ οἶδ’ ὅπως τοῖς στρατιώταις πρὸς τὴν εἰωθυῖαν τάξιν ὁ φόβος καὶ ἡ θρασύτης. καταφρονοῦσι μὲν γὰρ τῶν βαρβάρων, ὑπερδεδοίκασι δὲ τοὺς γεωργούς. καὶ τὸ παρ’ ἐκείνων μέμψιν ὑπομεῖναι φοβερώτερον αὐ‐ τοῖς ἢ μυριάδες Σκυθῶν ἐπιοῦσαι. οὕτω καὶ ἔξωθεν καὶ

138

d

ἔνδοθεν ἡμᾶς εἰρήνη κατέχει, τοὺς πολεμίους μὲν ὁ τῶν ὅπλων φόβος, τοὺς στρατιώτας δὲ ὁ τῶν νόμων. διείργει δὲ Σκύθας Ῥωμαίων οὐ ποταμός, οὐ τέναγος, οὐ θριγκία·
ταῦτα μὲν γὰρ ἄν τις καὶ διακόψειε καὶ διαπλεύσειε καὶ210
5ὑπερβαίη· ἀλλὰ φόβος ὃν οὐδεὶς πώποτε ὑπερέβη κατα‐ δεέστερον εἶναι πεπιστευκώς. καὶ τρόπαιον ἕστηκε ταύ‐ της τῆς νίκης οὐκ ἐκ λίθου πεποιημένον οὐδὲ χαλκοῦν

139

a

ἢ χρυσοῦν πεπηγὸς ἐφ’ ἑνὸς χωρίου, ἀλλ’ ἅπασι μὲν βαρ‐ βάροις, ἅπασι δὲ Ῥωμαίοις ἐνδιαιτώμενον. καὶ τοῦτο ἀν‐ έστησε βασιλεὺς οὐ πλήθει φόνων καὶ τραυμάτων οὐδὲ σωροῖς νεκρῶν ἀδιηγήτων, ἀλλὰ μόνῃ τῇ προσεδρίᾳ καὶ
5τῇ καρτερίᾳ. Ἦν τις ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων πύκτης ἀνήρ, Μελαγκόμας ὄνομα αὐτῷ, κάλλιστός τε καὶ μέγιστος καὶ τὴν τέχνην εὐδοκιμώτατος, οὗ καὶ τὸν Τίτον φασὶν ἐρα‐

139

b

στὴν γενέσθαι τὸν αὐτοκράτορα. οὗτος οὐδένα πώποτε τρώσας οὐδὲ πατάξας μόνῃ τῇ στάσει καὶ τῇ τῶν χειρῶν ἀνατάσει πάντας ἀπέκναιε τοὺς ἀντιπάλους. ἀπῄεσαν οὖν τῇ μὲν φειδοῖ χαίροντες, τῆς δὲ παρασκευῆς ἡττημένοι.
5τοῦτο καὶ πρὸς τὸν βασιλέα νῦν πεπόνθασιν οἱ πολέμιοι. νενίκηνται γὰρ ἄνευ τοῦ παρατάξασθαι καὶ πεπτώκα‐ σιν ἄνευ τοῦ στῆναι. οὐ γὰρ τοῖς σώμασιν ἥττηνται οὐδὲ τοῖς ὅπλοις, ὑφ’ ὧν καὶ οἱ βελτίους πολλάκις ἐλαττοῦνται τῶν φαυλοτέρων, ἀλλὰ τῇ γνώμῃ καὶ τῇ διανοίᾳ καὶ τῷ
10πολὺ χείρους εἶναι πεισθῆναι. οὔκουν περίεστιν αὐτοῖς ἢ κλέμμα στρατηγῶν αἰτιάσασθαι ἢ ἐνέδραν ἢ δυσχωρίαν

139

c

ἢ τὸ ἀδοκήτοις ἐπιπεσεῖν, ἃ δίδωσιν ἐλπίδα τοῖς ἡττη‐
μένοις τοῦ πάλιν ἐκ τῆς ἥσσης ἀναμαχέσασθαι, ἀλλὰ καὶ χρόνον προσλαβόντες εἰς παρασκευὴν καὶ πόλεμον νό‐ μιμον καὶ προφανῆ πολεμούμενοι οὐκ ἤνεγκαν τὴν προ‐211
5βολὴν τοῦ βασιλέως, ἣν προβαλλόμενος ἐν τρισὶν ὅλοις ἐνιαυτοῖς ἀπειπεῖν ἠνάγκασε τοὺς δειλαίους, ἐν οἷς οὔτε χειμῶνος ἀντεπελθεῖν οὔτε θέρους ἀντιστῆναι τολμήσαν‐ τες δὶς καθ’ ἕκαστον ἔτος ἡττῶντο. Καὶ νῦν περίεστιν ἡμῖν οὐ τοὺς νεκροὺς ἀριθμεῖν, ὅσων
10κρείττους γεγόναμεν, ἀλλὰ τοὺς ζῶντας, οὐδὲ κεκρατη‐

139

d

κέναι μέν, οὓς δὲ ἐκρατήσαμεν μὴ ἔχειν. οὕτω γίνονται κρείττους ἄνθρωποι ἀνθρώπων, ἐκείνως δὲ ἄρκτων καὶ συῶν καὶ παρδάλεων. καίτοι γε ἐκείνων σπέρμα κυνηγε‐ τοῦντες ὑπολιμπάνομεν, ὁ δ’ ἐξαιρῶν παντελῶς ἀλιτήριος
5τῆς ἄγρας νομίζεται. εἶτα θηρίων μὲν τῶν ἀγριωτάτων, ἃ διείργει πρὸς ἡμᾶς οὐκ Ἴστρος οὐδὲ Ῥῆνος, ἀλλ’ ἡ

140

a

φύσις αὐτή, φειδὼ ποιούμεθα, ὅπως ἂν τῷ γένει σῴζοιτο καὶ διαμένοι, καὶ δυσχεραίνομεν ἐξῃρημένων ἐκ Λιβύης μὲν ἐλεφάντων, ἐκ Θετταλίας δὲ λεόντων, ἐκ δὲ τῶν ἑλῶν τῶν περὶ τὸν Νεῖλον τῶν ἵππων τῶν ποταμίων, ἔθνος δὲ
5ἀνθρώπων, καὶ εἰ πάνυ φαίη τις βαρβάρων, ἀλλὰ ἀνθρώ‐ πων, ἐπτηχός, ὑποκῦπτον, ἐφ’ ἡμῶν κεῖσθαι ὁμολογοῦν, οὐ θαυμασόμεθα τὸν μὴ παντελῶς ἐξελόντα, ἀλλὰ περι‐
ποιήσαντα καὶ φεισάμενον; Ἀναμιμνήσκομαι δὲ ὅτι τῶν παλαιῶν αὐτοκρατόρων ὁ212
10μέν τις Ἀχαϊκὸς ἐπεκλήθη, ὅτι τὴν Ἑλλάδα ἀνάστατον

140

b

ἐποίησε, Μακεδονικὸς δέ τις ἕτερος, ὅτι τὴν Μακεδονίαν ἔρημον καὶ ἀοίκητον, Σκηπίων δὲ ὁ μέγας ἐκεῖνος ὁ τοῦ πάνυ Σκηπίωνος υἱϊδοῦς τὸν Ἀφρικανὸν ἐκτήσατο ἐπώνυ‐ μον παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας, ὅτι Καρχηδόνα
5ἀπειποῦσαν καὶ παντελῶς ἐκτετρυχωμένην εἰς ἔδαφος κατήρραξε καὶ ἠφάνισεν. εἰ δὲ ἐξ ὧν ἀπώλλυον οὗτοι τὰς ἐπικλήσεις ἐκομίζοντο δικαίως, πολλῷ σὺ δικαιότερον ἂν ἐξ ὧν περιεποίησας ὀνομάζοιο. οὕτω γὰρ καὶ τοὺς θεούς,

140

c

οἶμαι, καλοῦμεν, τὸν μὲν Δία Πελασγικόν, Ἀμυκλαῖον δὲ τὸν Ἀπόλλωνα, Κυλλήνιον δὲ τὸν Ἑρμῆν, ἐξ ὧν μάλιστα ἀγαπῶσι χωρίων καὶ ἃ μάλιστα διασῴζουσι. τίνα οὖν ἐπι‐ καλεῖσθαι μάλιστα Γοτθικὸν προσήκει; δι’ ὅν εἰσι Γότθοι
5καὶ σῴζονται, ἢ δι’ ὃν οὐκέτ’ ἂν ἦσαν, εἰ προείλετο; Πύρ‐ ρος ἦν Ἠπειρωτῶν βασιλεύς, πολλὰ μὲν Μακεδόσι, πολλὰ δὲ Ἕλλησιν ἐνοχλήσας, τὰ δὲ τελευταῖα καὶ Ῥωμαίοις παρασχὼν πράγματα· οὗτος πολλῶν κρατήσας πολλάκις οὐδεπώποτε ἠγάπησε τὰ παρόντα, ἀλλ’ ὧν οὔπω κύριος
10ἦν μόνα ἑώρα. συνέβη τοίνυν αὐτῷ πολέμους ἐκ πολέμων

140

d

ἀλλαττομένῳ ἐν τῷ νικᾶν ἀναλωθῆναι, καὶ οὐδὲν ὤνησε Κινέας πόρρωθεν αὐτοῦ τὴν ἀπληστίαν ἐπιρραπίζων, ὅτι
τῶν πολλῶν καὶ ἀνηνύτων κινδύνων ἐκείνων τὸ πέρας ὁ κώθων ἐστίν, ὅταν εὐπραγήσῃ, οὗ καὶ νῦν ἔξεστιν οἴκοι213
5καθημένῳ καὶ ἣν παρέλαβεν ἀρχὴν διασῴζοντι ἀπολαύειν μετὰ ἀσφαλείας. Ἀλλ’ οὐχ ἵστησι τοὺς ἀεὶ τοῦ πλείονος ὀρεγομένους

141

a

πέρας οὐδέν, οὐδὲ ὅρος οὐδείς, οὐδ’ ἂν πέλαγος εἴπῃς Ἀτλαντικόν. οἷς γὰρ οὐ πέπηγεν ὅρος ἐν τῇ ψυχῇ, οὐδὲ ἐν τῇ γῇ. πολεμοῦσι δὲ τὴν ἑαυτῶν ἐμπιπλάντες ἐπιθυ‐ μίαν, οὐ τοῦ κοινῇ συμφέροντος προνοούμενοι. ἀλλ’ οὐ
5βασιλεύς, ἀλλ’ ἄχρι τούτου χαλεπὸς καὶ ἀπαραίτητος ἄχρι ἂν τὸ κοινὸν ὕποπτον ᾖ, τούτου δὲ αὐτῷ εὖ τιθεμένου τὰ λοιπὰ εἶναι δοκεῖ περιττὴ φιλοτιμία. ἀλλὰ τὰ μὲν πρὸς τοὺς βαρβάρους εὖ ἔχει καὶ ἕξει, σὺ δέ μοι τὴν εἰ‐

141

b

ρήνην τοῖς ὑπηκόοις ἔγκαρπον ποίει καὶ ἐνεργόν, καὶ χω‐ ρείτω διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς ἀρχῆς. ἄκουε γὰρ Πλάτωνος τοῦ θεσπεσίου, ὅτι μήτε Κῦρος μήτε Δαρεῖος βασιλεὺς ἦν· πολλῷ δὲ μᾶλλον τὸν Ἀλέξανδρον οὐκ ἂν
5ἔφη. ἐοίκασι γὰρ ἅπαντες οὗτοι καθάπερ σώματος τῆς ἀρχῆς ὅπως μὲν τοῖς ἔξωθεν καλὸν φανήσεται προϊδεῖν, ὅπως δὲ καὶ ἔνδοθεν ὑγιαίνοι μὴ φροντίσαι. καὶ δῆτα συμβέβηκεν αὐτοῖς στρατηγοῖς μὲν γενέσθαι, βασιλεῦσι

141

c

δὲ μή. ἔστι δὲ στρατηγίας μὲν ἔπαινος ἡ τῶν πολεμίων
καταστροφή, βασιλείας δὲ ἡ τῶν ὑπηκόων εὐδαιμονία.214