TLG 2001 009 :: THEMISTIUS :: Προτρεπτικὸς Οὐαλεντινιανῷ νέῳ

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Προτρεπτικὸς Οὐαλεντινιανῷ νέῳ

Source: Schenkl, H., Downey, G. (eds.), Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965: 181–194.

Citation: Harduin page — section — (line)

t

1

ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΟΥΑΛΕΝΤΙΝΙΑΝΩΙ
ΝΕΩΙ181

120

c

Ὦ παῖ δυοῖν ἀηττήτων πατέρων, οὐκ οἶδα ὅ τι σὲ προσ‐ ειπὼν μᾶλλον τύχοιμι τοῦ προσήκοντος, πότερον τὸ μέλλον, ἢ τὸ ὁρώμενον. σοὶ γὰρ δὴ μόνῳ τὸ πέρας τῆς ἐν ἀνθρώποις τιμῆς ἁπάσης ἀρχὴ γίνεται καὶ ὑπόστασις,
5καὶ οὗ καταλύουσιν οἱ τὰ μήκιστα αὐξηθέντες, ἐντεῦθεν σὺ προοιμιάζῃ· ὁρᾷς δὲ δήπου καὶ τουτονὶ τὸν κοινω‐ νοῦντα τῆς παρούσης ἀρχῆς. τοῦτο μέντοι τὸ χρέος τῆς ἀρετῆς εἰ καὶ πάνυ φαίη τις ἐγκαιρότατα ἐκτετικέναι τοὺς

120

d

σοὺς πατέρας, ἀλλ’ ὅμως τὸ σεμνότατον αὐτῷ τῆς τιμῆς ἡ πρὸς σὲ γίνεται κοινωνία, καὶ τὸ σοῦ δεύτερος αἱρε‐ θῆναι μεῖζον εἰς δόξαν νενόμικε τοῦ πρῶτος ἑτέρου. καὶ πρός γε ἔτι τῷ μὲν τοῦτο μέγιστον ἁπάντων ἐστὶν ὧν
5τετύχηκε, σοὶ δὲ τὸ μέγιστον τοῦτο ἐλάχιστόν ἐστιν ὧν

121

a

ἐντεύξῃ προϊών· καὶ ταῦτα ἅπαντα καὶ ἀκόλουθα καὶ συμβαίνοντα ἑαυτοῖς. πρῶτος γὰρ δὴ τέως τῆς εὐδαί‐ μονος οἰκίας ἐσπαργανώθης ἐν ἁλουργίδι, καὶ νίκη μέν σε ὑπεδέξατο ἐκ τῶν ὠδίνων, νίκη δὲ εὐθὺς τιθηνεῖται·
5νίκης δὲ ἐπώνυμος ἀνήρ, μᾶλλον δὲ νίκης πολλάκις αἴτιος γεγονὼς συνάρχει σοι τὴν πρώτην ἀρχήν, ἀγαθὸν οἰώ‐
νισμα ὧν μετὰ ταῦτα στήσεις τροπαίων. Ἔτι δὲ ἐν ἀγκάλαις περιφερόμενος, συστρατεύῃ τῷ πα‐ τρὶ καὶ συστρατηγεῖς, καὶ τρέφει σε οὐκ ἐν θαλάμοις182

121

b

κατακοιμίζων, οὐδ’ ἐν δημῷ προβάτων καὶ μυελῷ, ἀλλ’ ἐπὶ τῷ Ἴστρῳ καὶ τοῖς χειμῶσι τοῖς Σκυθικοῖς τὰ αὐτὰ καὶ σιτία σιτούμενον καὶ ποτὰ πίνοντα τῷ πατρὶ καὶ τοῖς στρατιώταις. ἀνέχῃ δὲ εὐθαρσῶς καὶ βοῆς ἐνυαλίου καὶ
5ἀσπίδων δούπου καὶ θωράκων μαρμαρυγῆς καὶ λόφων. σὺ δὲ οὐδ’ ἂν ἐκπλαγείης
Δεινὸν ἀπ’ ἀκροτάτης κορυφῆς νεύοντα νοήσας οὐδὲ μορμολύττεταί σε ἀνὴρ σιδηροῦς φανταζόμενος, ὃν καὶ ταλασίφρων ἄν τις καθ’ Ὅμηρον ἰδὼν ταραχθείη. τό‐
10ξου δέ σε, ὦ γενναῖε, καὶ ἀποπειρώμενον εἶδον καὶ φιλο‐

121

c

νεικοῦντα πρὸς τὴν ἡλικίαν·
Νευρὴν μὲν μαζῷ πέλασεν, οὐδ’ ἂν εἶπεν ὁ ποιητὴς τὼ σὼ χεῖρε τεθεαμένος ἀτρί‐ πτους εἶναι καὶ ἁπαλάς, οἵας τῶν ἐν Ἰθάκῃ μειρακίων
5φησί, μᾶλλον δὲ ἀνδρῶν ἤδη μνηστήρων, τάχιστα ὑπὸ τρυφῆς ἀπειπεῖν καὶ ἀποστῆναι τοῦ ἄθλου. οὐδὲν οὖν θαυμαστὸν εἰ 〈καὶ〉 προὐκάθισας πρώην ἐπὶ τοῦ βήματος, πρεσβύτου παντὸς στερεώτερον. ὥστε οἱ μὲν ἀκούοντες ἀπηυδήκεισαν, σὺ δὲ εὔδηλος ἦσθα καρτερήσων καὶ εἰς

121

d

ἑσπέραν. καλὰ μὲν δὴ ταῦτα καὶ βασιλικὰ τὰ παιδεύματα, γεύεσθαι ὥσπερ σκύλακα αἵματος θηρίων καὶ μελετᾶν
ὀργὴν κατὰ βαρβάρων. Ἐγὼ δέ σε εὐξαίμην ἂν ὅσον οὐδέπω καὶ τούτων βασι‐183
5λικώτερα διδάγματα ἐπιζητῆσαι. δεῖ μέν, οἶμαι, τὸν ποι‐ μένα ἔσεσθαι μέλλοντα καὶ τοὺς λύκους ἀποσοβεῖν ἐπί‐ στασθαι τῶν προβάτων· πρῶτον μέντοι γε τοὺς κύνας παιδεύειν, ὅπως ἂν τοῖς ποιμνίοις εἶεν πρᾷοι καὶ εὐμενεῖς. ταύτην δὲ τὴν παιδείαν φησὶν Ἡσίοδος ὁ ποιητὴς ὅτι

122

a

παιδεύει τοὺς βασιλέας ἡ Καλλιόπη, καὶ ἐν χρείᾳ μᾶλλόν ἐστι τοῖς ἄρχουσιν ἢ τοῖς ἀρχομένοις. καὶ τέως ἐπάκουε τῶν ἐπῶν, μικρὸν δὲ ὕστερον αὐτὰ καὶ συνήσεις· φησὶ δὲ λέγων ὑπὲρ τῆς Καλλιόπης ὅτι προφερεστάτη ἐστὶ τῶν
5Μουσῶν.
Ἡ γὰρ καὶ βασιλεῦσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ.
ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο,
γινόμενόν τ’ εἰσίδωσι διοτρεφέων βασιλήων,
τοῦ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χεύουσιν ἐέρσην,
10τοῦ δ’ ἔπε’ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ

122

b

πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας. παπαῖ, ἡλίκον ἀριθμὸν προξενεῖ τοῖς βασιλεῦσιν ὁ ποιητής, εἰ μὴ τῶν Μουσῶν ἀμελοῖεν. πρῶτον μὲν αἰδοίους αὐτοὺς ὀνομάζει. τοῦτο δέ, ὅτι ἄρξουσι τῶν ὑπηκόων αἰδοῖ
5μᾶλλον ἢ φόβῳ χρώμενοι· ἔστι δὲ τὸ μὲν αἰδοῖον τίμιον τοῖς αἰδουμένοις, τὸ φοβερὸν δὲ ἀπευκτὸν τοῖς δεδοικόσιν. ἔπειθ’ ὅτι καὶ θεοφιλεῖς ἀναγκαῖον εἶναι τοὺς βασιλέας184

122

c

ἅμα τῇ πρώτῃ γενέσει· ὃ σοί, παίδων μακαριώτατε, δια‐ φερόντως ὑπάρχον ὁρῶμεν. ἀντὶ γὰρ οἰωνῶν ἀγαθῶν, ἀντὶ χρησμῶν, ἀντὶ μαντείας τῇ σῇ γεννήσει προεφήτευσεν ὁ θεὸς τὴν καθαίρεσιν τοῦ παλαμναίου. καὶ δῆλον ὅτι τὰς
5σὰς ὠδῖνας ἐπεῖδον αἱ Μοῦσαι. ἐπεὶ πόθεν εὐθὺς τὴν τῆς ἀρχῆς ἁρμονίαν διεφθορυῖαν σχεδὸν ὁ πατὴρ ὁ σὸς ἀνεσώ‐ σατο, καὶ τοὺς μὲν ἀνείς, τοὺς δὲ ἐπιτείνας τῶν φθόγ‐ γων τῶν παρὰ μέλος ἠχησάντων εἰς τὴν ἀρίστην κρᾶσιν καὶ συμφωνίαν μεθήρμοσε; δῆλον γὰρ ὅτι σε γινόμενον

122

d

ἐφορῶσαι συνεπεῖδόν σοι καὶ τὸν φύσαντα. οὐ γὰρ οἷόν τε τὸν μὲν καρπὸν ἀγαπᾶν, τῆς ῥίζης δὲ ὠλιγωρηκέναι. Ἀλλὰ καὶ διοτρεφεῖς ὀνομάζει τοὺς βασιλέας τοὺς ὑπὸ τῶν Μουσῶν ἑωραμένους καὶ ῥυήσεσθαι αὐτῶν φησιν ἀπὸ
5τῆς γλώττης δρόσον γλυκεῖαν, καὶ λόγους ἐγκάρπους καὶ ὠφελίμους λέγων τὴν δρόσον αὐτοῖς συνέσεσθαι καὶ τὴν θέμιν καὶ τὴν δίκην, καὶ ἐπιστρέψειν πρὸς ἑαυτοὺς τῶν

123

a

ὑπηκόων καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς γνώμας, ἄντικρυς ἐρώμενον μὲν τὸν βασιλέα ποιῶν, ἐρωμένους δὲ τοὺς
ἄρχοντας, καὶ ἥδιστον μὲν θεαμάτων τὴν ἐκείνων ὄψιν, ἥδιστον δὲ ἀκουσμάτων τὴν ἐκείνου φωνήν. ταῦτά ἐστί185
5σοι παρὰ τῆς Καλλιόπης, ὦ φίλε παῖ, πατρῷα σύμπαντα ἀγαθά. ἢ οὐχ ὁρᾷς αὐτῷ παρεδρεύουσαν μὲν τὴν θέμιν, συνθακοῦσαν δὲ τὴν δίκην, τὸν νόμον δὲ συνόντα ἀεί; αἰ‐ σθάνῃ δὲ ἴσως τηλικοῦτος ὤν, ὅτι πᾶσιν ἀνθρώποις ἐπι‐ τάττων καὶ τὴν γῆν καὶ τὴν θάλασσαν ὑπήκοον ἔχων,
10ὅμως οὐκ ἀτιμάζει καλεῖν ἑαυτοῦ καθηγεμόνα καὶ ἐπι‐

123

b

στάτην ἕνα πρεσβύτην, οὐχ ὅτι τὸ σῶμα ἔρρωται ὑπὲρ τοὺς πολλοὺς οὐδ’ ὅτι τῶν τακτικῶν ἐστιν ἐπιστήμων, ἀλλ’ ὅτι πρὸς τὰς Μούσας αὐτὸν ξεναγεῖ καὶ τῶν ἱερῶν τούτων ταμίας ἐστί, διὰ τοῦτο αὐτοῦ κατάκρας ἑάλωκεν.
5ἐπὶ τίνος γὰρ τῶν βασιλέων αἱ Μοῦσαι τοσοῦτον ὅσον ἐπὶ τοῦ σοῦ πατρὸς ἐξέλαμψαν καὶ ἐξήνθησαν; τίς δὲ οὕτως ἠρέθισε τὰς ψυχὰς τῶν νέων ἐπὶ τοὺς λόγους; τίς προὔ‐ θηκε τηλικαῦτα ἀγαθά; τίς ὁμοτίμους ἐποιήσατο τοὺς ἀπὸ τῆς γλώττης [ὁμοτίμους] τοῖς ἀπὸ τῶν ὅπλων; τίνι δὲ

123

c

θαρσοῦσα φιλοσοφία σεμνότερον ἐμαρτύρησε; μὴ τοίνυν ὅσια νομίσῃς τῆς πατρῴας σπουδῆς ὀλιγωρῆσαι. καὶ γὰρ ὑπάρχει σοι τὰ μὲν ἄλλα ἡττᾶσθαι τοῦ φύσαντος, ταύτῃ δὲ καὶ πλείω σχεῖν, εἰ προέλοιο· ὃ γὰρ τῷδε παρεγένετο
5οὐκ ἐκ τοῦ ῥᾴστου, σοὶ μετὰ ῥᾳστώνης ὑπάρξει, διδα‐ σκάλων ἀφθονία καὶ παιδευτῶν. Δεῦρ’ ἴθι παῖ, ἐπὶ τῶν ἐμῶν καθίζου γονάτων. οὐ φαυ‐
λότερος ἔσομαί σοι τοῦ Φοίνικος τοῦ θρεψαμένου τὸν Ἀχιλλέα, ἀνδρὸς φυγάδος καὶ τὸν πατέρα ἠδικηκότος,186
10οὐδὲ ὄψα ἀποτεμῶ καὶ οἶνον ἐφέξω· ἀλλ’ αὔξου, φησί,

123

d

παρ’ ἐμοῦ τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ, τοῖς οὐρανίοις σι‐ τίοις, ὑφ’ ὧν αὐξηθεὶς καὶ τραφεὶς κατὰ τὸν χρόνον τὸν ἐοικότα εἴσῃ μὲν ἃ χρὴ λέγειν, εἴσῃ δὲ ἃ χρὴ σιωπᾶν, καὶ ὅσα πράττειν καλὸν καὶ ὅσα μὴ πράττειν ὠφελιμώ‐
5τερον, καὶ ὁπότε ἐγείρειν χρὴ τὸν θυμὸν καὶ ὁπότε κατα‐ κοιμίζειν, καὶ τί διενήνοχεν ἀτύχημα καὶ ἁμάρτημα καὶ ἀδίκημα, καὶ ὅτι προσήκει τὸν βασιλέα τὸ μὲν οἰκτείρειν,

124

a

τὸ δὲ ἐπανορθοῦν, μόνον δὲ τὸ ἔσχατον τιμωρεῖσθαι, καὶ ὅτι ἄλλο μὲν ἐλευθέρων ἄρχειν, ἄλλο δὲ οἰκετῶν, καὶ τὸ μὲν ἀρετῆς ὑπεροχή, τὸ δὲ τύχης πλεονεξία. συμπαιδ‐ αγωγήσουσι δέ σε ἐμοὶ Πλάτων ὁ κλεινὸς καὶ ὁ θεσπέ‐
5σιος Ἀριστοτέλης, οἳ καὶ τὸν μέγαν Ἀλέξανδρον ἐπαιδ‐ αγώγησαν. οὗτοι Μακεδόνα ἄνθρωπον Δαρείου καὶ Περ‐ σῶν ἐποίησαν κρείττω. ἀλλὰ χρὴ προσιέναι τοῖς ἀνδράσι μετ’ εὐλαβείας τὸν μέλλοντα αὐτῶν ἀπολαύσεσθαι καὶ πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν, καὶ ἀκοῦσαι τῶν διδαγ‐

124

b

μάτων, οὐ παρακοῦσαι. πρὸς δὲ τοῦτο ἴσως μὲν καὶ ἄλλοι διακονήσονται, ἐγὼ δὲ ὀφλισκάνω πατρῷά σοι χαριστή‐ ρια καὶ ἀντεισφέρειν ἕτοιμος παρὰ τῶν λόγων ὧν τετύ‐
χηκα εἰς τοὺς λόγους.187
5 Ὑπάρχει δέ σοι τὰ μὲν ῥᾴω πρὸς τὸ γενέσθαι τῶν πατέρων εὐκλεεστέρῳ, τὰ δὲ καὶ πολλῷ δυσκολώτερα. καὶ πὴ μὲν πλεονεκτεῖς ἤδη τοὺς σοὺς γονέας, πὴ δὲ μεῖζόν σοι μὴ ἡττᾶσθαι. ὅτι μὲν γὰρ ἔφυς ἐκ βασιλέων, οἱ δὲ ἐξ ἰδιώτου, πλεονεκτεῖς· ὅτι δὲ οἱ μὲν ἀρετῆς ἆθλον ἐκαρ‐

124

c

πώσαντο τὴν βασιλείαν, σοὶ δὲ ἡ τοῦ γένους δίδωσι δια‐ δοχή, ταύτῃ φημί σοι καὶ τὴν ἅμιλλαν δυσκολωτέραν. χρὴ γὰρ καὶ τῆς τύχης καὶ τῶν πατέρων ἀμείνω φανῆναι, ὃ παρ’ ἐκείνων οὐδεὶς ἂν ἐπιζητήσειεν· ἀλλὰ τοῖς μὲν μι‐
5κρὸν τὸ πρὸς τοὺς γονέας φιλονεικεῖν, σοὶ δὲ καὶ πάνυ μέγα τὸ κατ’ ἴσον τοῖς πατράσιν ἐλθεῖν. τοῖς μὲν γὰρ πρὸς ἰδιώτην χρηστὸν ἤ, εἴπερ ἄρα, καὶ στρατηγὸν ἡ ἐξέτασις, σοὶ δὲ πρὸς αὐτοκράτορας τῆς Ῥωμαίων ἀρχῆς, καὶ τού‐

124

d

τους οὐχ οἵους ἄν τις ἀριθμήσειε τῶν ἐπάνω. εἴτε γὰρ τὸν πρεσβύτερον πρῶτον ἐνθυμηθείης, οὐδεὶς οὕτως ἀθορύβου καὶ καθαρᾶς πρὸς βασιλείαν ἔτυχε ψήφου, οὐ Περσῶν ἐπικειμένων, οὐδὲ καταπεπληγμένης τῆς στρα‐
5τιᾶς, οὐδὲ ἀγνοούντων οἷ γῆς ἑστήκασι τῶν ἐκείνην φερόν‐ των τὴν ψῆφον, οὐδὲ τῆς τύχης, οὐχὶ τῆς γνώμης χειρο‐

125

a

τονούσης, ἀλλ’ ἐπ’ ἀδείας, ἐπ’ ἐξουσίας, ἐν ἐκκλησίᾳ κοινῇ καὶ συνόδῳ, αὐτῶν πρῶτον χειροτονούντων, ὅσοις
εἰκὸς ἦν ἀμφισβητεῖν. εἴτ’ οὖν ἐκεῖνον ἐννοήσεις εἴτε τὸν ὄντως πατέρα, ἐργῶδές σοι τὸ ἀγώνισμα. εἰ γὰρ ὁ τῆς188
5κοινῆς ψήφου τυχὼν οὐδὲ πρὸς μικρὸν ἐκαρτέρησε μὴ οὐχὶ κοινωνὸν προσελέσθαι, πῶς οὐ μᾶλλον τούτῳ τὸ τῆς χειροτονίας σεμνὸν βεβαιοῦται καὶ μιᾷ ψήφῳ πλεονεκτεῖ τιμιωτάτῃ τὸν προσελόμενον; ὥστε χαλεπὸν μὲν καὶ πρὸς ἕνα ἀγωνίζεσθαι τοιοῦτον ἀγῶνα, σοὶ δὲ πολλαπλασίονος

125

b

δεῖ τῆς σπουδῆς. χρὴ γὰρ μηδετέρου τῶν πατέρων ἀπο‐ λειφθῆναι. Ἀλλ’ ἐκεῖνα μὲν ἡμῖν αὖθις ῥᾴω πολλῷ. οἴκοθεν γὰρ εὐποροῦμεν τῶν παραδειγμάτων, καὶ ὁπόσα ἂν περι‐
5σκέψῃ σεαυτῷ, ἢ θεῖος ἢ βασιλεὺς ἢ πατὴρ ἢ ἀνεψιὸς πρὸς ζῆλόν σε ἐκκαλέσεται. ἵνα γὰρ τοὺς ἀρχηγέτας ἀφείς, ἐπὶ τὸν ὁμόστοιχόν σοι λαμπτῆρα τοῦ γένους ἀπίδω, ἀπο‐ χρήσει τέως νέῳ πρὸς νέον διαμιλλᾶσθαι. ἐκεῖνον μέντοι

125

c

πυνθάνομαι προσκυνεῖσθαι μὲν ὑφ’ ἁπάντων Ἑλλήνων τε καὶ βαρβάρων, ὑποκύπτειν δὲ τῷ διδασκάλῳ, καὶ φοβε‐ ρὸν μὲν εἶναι Κελτοῖς καὶ Γερμανοῖς, κάτω δὲ ὁρᾶν φανέν‐ τος τοῦ τῶν μαθημάτων καθηγεμόνος, κατιόντα ἐκ τοῦ
5θρόνου τοῦ ὑψηλοῦ, ἡνίκα ἂν χρηματίσειε τοῖς βαρβάροις, εὐλαβέστερον δὲ τῶν ἰδιωτικῶν μειρακίων ὑπέχειν ἑαυ‐ τὸν τῷ παιδεύοντι. ὦ μακάριος τούτου τοῦ δέους, εἰς ὁπό‐
σον θάρσος αὐτὸν ὁ φόβος οὗτος προάξεται. ὁπότε οὖν189

125

d

ἔχομεν οἴκοθεν οἷς ἀκολουθεῖν ἀναγκαῖον, ἡμέτερον ἂν εἴη μὴ μαλακίζεσθαι. Τούτῳ μὲν δὴ πρῶτον πλεονεκτοῦμεν καὶ τῶν γονέων καὶ τοῦ ἀδελφοῦ, τῷ βαδίζειν ὁδὸν ἤδη τετριμμένην. ἔπειθ’
5ὅτι καὶ χωρίων μετειλήφαμεν εὐμουσοτέρων, καὶ οὐ μετα‐ πέμπειν ἀναγκαῖον ἐκ περάτων γῆς τοὺς διδάσκοντας, ἀλλ’ ὅποι ποτ’ ἂν διατρίβῃς, παρεστῶτας ἔχεις καὶ ἀγα‐ πῶντας, καὶ μάλιστα δὴ τοὺς τῆς τέχνης τῆς βασιλικῆς

126

a

ἐπιστήμονας· ἧς ὑπὸ τὴν σὴν μερίδα τὰ ζώπυρα διασῴ‐ ζεται. εἰσὶ γάρ, ὦ φίλε παῖ, καὶ ἐν τοῖς λόγοις οἱ μὲν βασιλικοὶ καὶ διοτρεφεῖς ἀτεχνῶς, οἱ δὲ ὑπηκόοις πρέ‐ ποντες καὶ ἰδιώταις. ὅσοι μὲν πρὸς μέγεθος αἴρουσι τὴν
5ψυχὴν καὶ σεμνότητος ἐμπιπλᾶσι καὶ βασιλέα ποιοῦσιν ἑαυτοῦ πρῶτον τὸν μέλλοντα ἔσεσθαι καὶ τῶν ἄλλων, οὗτοι βασιλεῖ πρέποντα ἀκούσματα καὶ διδάγματα, ὅσοι δὲ τὴν γλῶτταν μὲν θεραπεύουσι, τὴν ψυχὴν δὲ ἐῶσιν ἀκόσμη‐ τον, οὗτοι δὴ ἅπαντες χθαμαλοὶ καὶ μικροπρεπεῖς καὶ ἐπ’

126

b

ὀλίγον ἀναγκαῖοι τῷ βασιλεῖ. ὥσπερ οὖν ὅπλα οὐ τὰ αὐτὰ ἀναλήψῃ τοῖς ὑπηκόοις οὐδὲ ἐσθῆτα ἀμφιέσῃ παραπλη‐ σίαν, οὐδὲ οἴκησιν ὁμοίαν οἰκήσεις, ἀλλὰ πάντα ἔσται σοι παρὰ τοὺς ἀρχομένους διαφανέστερα, καὶ ἵπποι καὶ κύνες
5καὶ διάκονοι καὶ ὀχήματα, οὕτω καὶ τῶν λόγων τοὺς ἀρίστους καὶ θειοτάτους κτητέον ἐστί σοι, δι’ οὓς ἐπὶ σοὶ
τὴν θειότητα ἀληθεύσομεν. Οὐδὲ γὰρ τὸν πατέρα τὸν σὸν τὸ μὴ τοῖς ῥήμασιν ἀττι‐ κίζειν διεκώλυσε πρᾳότερον νομισθῆναι τῶν πώποτε αὐτο‐190
10κρατόρων, ἀλλ’ ὅτι τοῖς πράγμασι φιλοσοφεῖ μᾶλλον ἢ

126

c

τοῖς ὀνόμασι, ταύτῃ πάμπολυ διενήνοχεν, ὥσπερ καὶ ὁ τοῦ παντὸς οὐρανοῦ βασιλεὺς οὐχ ὅτι δοκιμώτατα φθέγ‐ γεται προσκυνεῖται παρὰ τῶν ἀνθρώπων, ἀλλ’ ὅτι φιλαν‐ θρωπότατός ἐστι, δυνατώτατος ὤν, καὶ ὅτι ζωῆς χορη‐
5γὸς καὶ ὅτι πρύτανις εὐδαιμονίας καὶ ὅτι ταμίας τῶν ἀγαθῶν, καὶ ὅτι πρὸς ἐκεῖνον ὁρῶμεν ἐν τοῖς δεινοῖς τεθαρ‐ ρηκότες. τραγῳδίας δὲ [ἱκανῶς] γράφειν καὶ Διονύσιος ὁ τύραννος ἱκανὸς ἦν, ἀλλ’ ἐνέπλησε δραμάτων Σικελίαν μᾶλλον ἢ τὴν σκηνήν. ὃν δὲ χρὴ καλεῖσθαι σωτῆρα, ὃν

126

d

βουλαῖον, ὃν πολιοῦχον, τὰς τοῦ Διὸς ἐπωνυμίας, τὴν τοῦ Διὸς αὐτῷ κτητέον σωφροσύνην καὶ φιλοσοφίαν ἐστί. Ταύτην δὲ ὁ μὲν πατὴρ ὁ σὸς ἐπιδείκνυται, σοὶ δὲ ἔνεστι προσλαβεῖν καὶ τὴν ἐπιστήμην. καὶ εἴ γε σεαυτὸν ἐπι‐
5τρέψειας Πλάτωνι καὶ Ἀριστοτέλει, οἱ δὲ ἔτι σε βαδί‐ ζοντα ἐπὶ τῆς γῆς ἀνάξουσιν εἰς τὰ ἀνάκτορα τῆς τοῦ οὐρανοῦ βασιλείας καὶ τὴν ἐκεῖ τάξιν περιηγήσονται καὶ

127

a

πρὸς τὸν κόσμον ἐκεῖνον μυσταγωγήσουσι. ἐκεῖνα τὰ βασί‐ λεια δορυφοροῦσι πρᾳότης καὶ εὐμένεια καὶ φιλανθρωπία, ἐκείνοις οὐ πρόσεισι κακοήθεια, ἐκείνοις οὐ πλησιάζει
συκοφαντία, διαβολὴ δὲ καὶ πόρρωθεν ἀπελήλαται.191
5 Εἰς ἐκείνην τὴν τάξιν ὁρῶντες οἱ πατέρες διευθύνουσι τὰ ἀνθρώπινα, πρῶτον ἀφ’ ἑστίας καὶ πρὸς ἀλλήλους τὸν κόσμον τοῦτον ἐπιδεικνύμενοι, καὶ κοινωνοῦντες ἀψο‐ φητὶ τῶν τέως ἀκοινωνήτων εἶναι δοκούντων, τιμῆς καὶ

127

b

δόξης καὶ βασιλείας. καὶ μόνοι δὴ βασιλέων οὐκ ἐν γράμ‐ μασι τίθενται νόμους, ὥστε κοινωνεῖν ἀλλήλοις τοὺς ὑπ‐ ηκόους, ἀλλ’ ἑαυτοὺς νόμους πεποιήκασι κοινωνίας. οὐδεὶς γὰρ εἰς τοὺς προστάτας ὁρῶν πλέον ἔχειν ἐφίεται τοῦ
5προσήκοντος. καὶ γὰρ τοῦ τοιούτου καρποῦ καὶ τῆς τοι‐ αύτης δικαιοσύνης αὐτόθεν ἀπολαύειν ὑμῶν περίεστιν· ἑκάτερος γὰρ τῆς ἀσφαλείας τῆς ἑαυτοῦ φύλακα τὸν ἕτε‐ ρον κέκτηται, καὶ δυοῖν ἑνὸς μέλει, μᾶλλον δὲ ἤδη τρισί, μελήσει δὲ ὅσον οὐδέπω καὶ τέτταρσιν ἑνός.

127

c

Ναὶ πρὸς Διὸς βασιλείου, ὦ πάντα σὺ τὸν ἀδελφὸν ἐζηλωκώς, οὔτοι δίκαιον καὶ πολλῷ βραδυτέρους τῆς φύσεως ὑμᾶς νομισθῆναι. τοῦτον ἐκείνη προλαβοῦσα ἐχειροτόνησεν αὐτοκράτορα, καὶ τέτακται βασιλεῖ ὥσπερ
5ἀετῶν νεοττός, ὀξὺ μὲν ὁρῶν ἤδη, περιμένων δὲ τὰ ὠκύπτερα. καὶ οὐκ ἐφ’ ἡμῖν ταῦτα ψηφίζεσθαι, ἀλλ’ ἡ φύσις ἐπαναγκάζει τὸν σκύμνον τοῦ λέοντος λέοντα εἶναι, καὶ τὸν βλαστὸν ταῖς ἐνεγκούσαις ῥίζαις ὁμοφυῆ. δότε
οὖν τοῖς παισὶν ὑμῶν τὸ κάλλιστον τῶν ὑμετέρων ζηλῶ‐192

127

d

σαι, τὴν πρὸς ἀλλήλους ὁμόνοιαν. νῦν δὲ τὰ ἄλλα παρ’ ὑμῶν εἰληφὼς ὁ σὸς ἀδελφιδοῦς, οὔπω πρὸς ὁντιναοῦν ὁμότιμον ἐπιδείξεται τὴν φιλαδελφίαν 〈ἣν〉 προσείληφεν. ἀλλ’ ἀγαθῇ τύχῃ, καὶ δέχομαι τὸ προοίμιον. προοίμιον
5γὰρ ὀνομάζω τὴν τήβεννον τῆς ἁλουργίδος καὶ τοῦ στε‐ φάνου τὸ σκῆπτρον καὶ τῶν δορυφόρων τοὺς ῥαβδοφόρους. ἔπος γὰρ οὐδὲν παλινάγρετον τοῦ Διός, οὐδὲ ἀπατηλόν,
Οὐδ’ ἀτελεύτητον, ὅ τι κεφαλῇ κατανεύσῃ.

128

a

κατένευσε δὲ ἡ θεία κεφαλὴ περιμένειν ἕτερον σχῆμα τοῦ παρόντος αὐτοῦ τιμιώτερον. οἷον ὄψονται ἐπὶ τῆς παρ‐ ούσης περιόδου θέαμα ἄνθρωποι, τέτρωρον βασιλέων, ποιη‐ τὴς ἂν εἴποι, δύο ξυνωρίδας ὁμηλίκων σχεδὸν ἑκατέρων
5καὶ ὁμοχρόνων, ἴσα βαινόντων, ἴσα πνεόντων, ἰσαρίθ‐ μων τοῖς πέρασι τῆς γῆς ἣν φυλάττουσιν. ἀλλ’ εἰς τοῦτον μὲν τὸν ἀριθμὸν τὴν βασιλείαν ὁ φήνας θεὸς ὡς τάχιστα καὶ αὐξήσειεν. ἃ δὴ νῦν ἀντιβολεῖ μὲν ὁ δῆμος, ἀντιβολεῖ

128

b

δὲ ἡ μεγάλη βουλή, προσθείς, ἵνα μὴ πέρα τοῦ καιροῦ διοχλοίην, ἀπαλλάξομαι. Ἡμεῖς, ὦ θειότατε βασιλεῦ, πρῶτοι μέν σε αὐτοκρά‐ τορα πάντων ἀνθρώπων, πρῶτοι δὲ ὕπατον προσειρή‐
5καμεν. παρ’ ἡμῖν δὲ ἄμφω τῆς ἀρετῆς τὴν ὑπεροχὴν ἐπεδείξασθε, ὁ μὲν ὥστε μὴ μόνος ἔχειν τὸ τιμιώτατον, σὺ δὲ ὥστε μόνος τῆς κοινωνίας ἄξιος κριθῆναι. δίκαιον οὖν τὴν πόλιν τὴν βασιλίδα, καὶ ἣν μάρτυρα παρεστή‐ σασθε τῆς θείας ὑμῶν ὁμολογίας, καὶ νῦν τὰ δρώμενα193

128

c

ἐπιψηφίσαι, καὶ τὸν ἑαυτῆς ὕπατον προσειπεῖν ἐπὶ τοῦ πατρῴου θρόνου καθήμενον ἐν τῷ πρώτῳ βουλευτηρίῳ, πρὶν τὴν ἱερὰν στολὴν καταθέσθαι, καὶ τὰς ῥάβδους ἀνα‐ μὶξ ταῖς πατρῴαις καθιερῶσαι. ἔα πρὸς Διὸς ἀνασχεῖν
5ἐκ τῆς Κωνσταντίνου κρηπῖδος τὸν νεανίαν, λαμπρὸν παμ‐ φαίνοντα, ὥσπερ ἀστέρα ἐν οὐρανῷ· ἔα δήμου φωνῆς ἀκοῦσαι βασιλεῦσιν ὁμιλεῖν εἰθισμένου· ἔα πομπεῦσαι τῆς ἐλπίδος πομπὴν ἐπαξίαν. ἦ που καὶ στρατηγῷ συγχω‐ ρήσεις μικρὸν ἀνακλίναντι τὴν ἀσπίδα καὶ τῷ σῶμα

128

d

ἀναπαύσαντι, ὃ πολλάκις ὑπὲρ τῶν κοινῶν ἐπιδέδωκεν, ἐφέστιον ἡμῖν στῆσαι κρατῆρα, καὶ ἐγκαλλωπίσασθαι τῇ
πατρίδι, ὥσπερ οἱ νικήσαντες Ὀλυμπίασιν.194