TLG 2001 007 :: THEMISTIUS :: Περὶ τῶν ἠτυχηκότων ἐπὶ Οὐάλεντος

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Περὶ τῶν ἠτυχηκότων ἐπὶ Οὐάλεντος

Source: Schenkl, H., Downey, G. (eds.), Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965: 127–151.

Citation: Harduin page — section — (line)

t

1

ΠΕΡΙ ΤΩΝ ΗΤΥΧΗΚΟΤΩΝ
ΕΠΙ ΟΥΑΛΕΝΤΟΣ127

84

b

Οἶμαι σὲ θαυμάζειν, ὦ βασιλεῦ, τί δή ποτε οὐ παρα‐ χρῆμα ἐπὶ τῇ νίκῃ καὶ ἐφεξῆς τοῖς πεπραγμένοις τὸ παρὰ

84

c

τῶν λόγων τοῖς ἔργοις χαριστήριον προσενήνοχα· ἀλλὰ τοσοῦτον χρόνον διαλιπὼν δόξαιμ’ ἂν ἴσως ἀπαντᾶν ὑπερ‐ ήμερος τοῖς τοὺς μῆνας ὥσπερ δανείσματα λογιζομένοις, μηκέτι δὲ ἐνθυμουμένοις ὅτι τὰ φιλοσοφίας ὀφλήματα
5τοὺς βραδύτερον ἐκτιννύντας οὐδὲν θαυμαστὸν τοῦ καιροῦ μᾶλλον τυγχάνειν τῶν λίαν ἐσπουδακότων. καὶ δὴ τοῦτο αὐτὸ πρῶτον δεῖν σοφώτερον καταστῆσαι, ὅτι βέλτιον δια‐ λύει τὸ χρέος ὁ λόγος εἰς τὸν παρόντα χρόνον ἀναβαλλό‐

84

d

μενος ἢ εἰ τῶν πραγμάτων εὐθὺς κατηπείχθη. Μικρὸν δὲ ἄνωθεν. πρέπει γάρ, οἶμαι, κατὰ τὴν Θη‐ βαίαν λύραν, τοῦ λόγου θέσθαι πρόσωπον τηλαυγές. δύο εἰσὶν ἀρχαί, φιλανθρωπότατε αὐτοκράτορ, διακυβερνῶ‐
5σαι τὸν βίον, ὡς ἔπος εἰπεῖν, τὸν ἀνθρώπινον, ὧν ἡ μὲν ἐξῆπται τῆς ἡμετέρας κρίσεως καὶ ὁρμῆς, ἡ δὲ ἐκ τῶν ἔξωθεν αἰωρεῖται. καὶ τῆς μὲν ἡμεῖς κύριοί τε καὶ αὐτο‐ κράτορες καὶ τὸ εὖ ἢ κακῶς παρ’ ἡμᾶς ἐπὶ ταύτης ἐστί,

85

a

τὴν δὲ ἐνείμαντο πλείους ἡγεμονίαι. ἢ γὰρ πρόνοια τοῦ κρείττονος, ἢ ἀνάγκη, ἢ τὸ αὐτόματον τὰς ἔξωθεν ἡμῖν αἰτίας ἐπιτροπεύουσιν. ἀγαθοὶ μὲν οὖν καὶ μοχθηροὶ καὶ ἐπαίνων ἄξιοι καὶ τοὔμπαλιν κατηγορίας κατ’ ἐκεί‐128
5νην ἐσμὲν τὴν μερίδα τὴν ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἧς ταυτὶ πάντα ὁρμητήρια, εὐτυχεῖς δὲ ἢ κακοδαίμονες καὶ μακαριστοὶ ἢ τοὐναντίον διὰ τὰς ἔξωθεν ἐπιτροπείας. εἰς ταύτας, ὦ βασιλεῦ, τὰς ἀρχὰς φιλοσοφία τὰ ἀνθρώ‐

85

b

πινα ἔργα διελομένη πάντα, μᾶλλον δὲ τῇ διαιρέσει τῆς φύσεως ἡμῖν ἀκολουθήσασα, καὶ ἐφ’ ἑκάστου παραδείγ‐ ματος περισκοπεῖν εἴωθεν ὧν πράττειν δοκοῦμεν, πόθεν ὁρμᾶται πᾶν, ἆρα ἔνδοθεν καὶ ἐκ τῶν ὁρίων τῆς ἡμετέ‐
5ρας ἐπικρατείας, ἤ τι τῶν ἔξωθεν ἡμῶν κυριεύει τοῦ πε‐ πραγμένου· πότερον ἀρετῆς μαρτύριον, ἢ εὐτυχίας, καὶ ψόγον ἢ οἶκτον μᾶλλον ἐπιζητεῖ. καὶ νῦν καὶ τῶν ἡμετέ‐ ρων ἔργων ἕκαστον ἐπισκοποῦντι ἕν τι τῆς ἑτέρας μερίδος

85

c

χωρίον ἀμφοτέρων μετέχειν ἀνάγκη. ἔστι γὰρ ὅτε καὶ πόρρωθεν διεστῶτε καὶ ἀναμίγνυσθον, καὶ δυοῖν ὄντων καιρῶν εἰς οὓς αἱ πράξεις ἡμῶν διαιροῦνται, πολέμου φημὶ καὶ εἰρήνης, τῆς μὲν ἐφ’ ἡμῖν τὰ πλείω, τοῦ δὲ πολέ‐
5μου ὁρῶμεν καὶ τὴν τύχην ἀμφισβητοῦσαν. ἤδη γάρ τισι καὶ μηδ’ ὁτιοῦν παραλιποῦσι τῆς εἰς νίκην βεβαίας ἐλ‐
πίδος, ἀλλὰ καὶ στρατηγῶν ἀρετῇ καὶ δυνάμεως περιου‐ σίᾳ καὶ αὐτῇ τῇ τοῦ πολέμου ἀφορμῇ νομιμώτερον χρω‐ μένοις τὸ τέλος ἀλλόκοτον ἀπήντησεν. ὥστε καὶ ἡνίκα129
10ἂν ἀκόλουθον ἐκβῇ ταῖς ἀμείνοσι παρασκευαῖς, ἀμφίβολον

85

d

εἶναι πότερον τῆς τύχης δῶρόν ἐστιν, ἢ τῆς γνώμης κατόρ‐ θωμα τοῦ κρατήσαντος. Διὰ ταῦτα τοίνυν, ὦ φιλανθρωπότατε αὐτοκράτορ, ἐπὶ μὲν τῇ νίκῃ τέως ἦγον τὴν ἡσυχίαν, δι’ ἧς κατέστησας
5τὸν πρώην χειμῶνα, εἰδὼς ὅτι πολλοὶ τῶν ἐπαίνων τού‐ των ἀμφισβητοῦσι. χωρὶς γὰρ τῆς ἔξωθεν καὶ δαιμο‐

86

a

νιωτέρας αἰτίας, ἣ τὰ πολλὰ τὰς ἐν τοῖς πολέμοις τροπὰς ταλαντεύει, οὐ μόνον λοχαγοὶ καὶ στρατηγοὶ καὶ ταξίαρ‐ χοι, ἀλλὰ καὶ τῶν ὁπλιτῶν ἕκαστος καὶ τῶν ἱππέων καὶ σφενδονήτης καὶ τοξότης μεταποιεῖται τῆς ἐπὶ τῇ νίκῃ
5φιλοτιμίας. καὶ οὐ μόνον Ἀχιλλέως ἀκούομεν ἀμφισβη‐ τοῦντος παρ’ Ὁμήρῳ τῶν αἰχμαλώτων, ἀλλ’ ἤδη καὶ τοῦ γελοίου Θερσίτου. καίτοι περὶ σοῦ λέγοντα ἦν καὶ ἐκ τοῦ μόνου τὸ ὅλον ἔργον ποιούμενον μὴ παντάπασι κολα‐ κεύειν δοκεῖν. ὁ γὰρ πολλάκις ὥσπερ ἐν τροπῇ πνευμάτων
10τῆς κρίσεως τῶν πραγμάτων μεταβαλλούσης καὶ οὐ μό‐

86

b

νον τῶν πολλῶν τούτων στρατιωτῶν πρὸς τὴν τοῦ μέλλον‐ τος ἐλπίδα κραδαινομένων, ἀλλ’ ἤδη καὶ τῶν ἐν σεμνο‐ τέρῳ προσχήματι ἐπὶ μιᾶς γνώμης μείνας ἀεὶ καὶ ἐπὶ τοῦ αὐτοῦ χρώματος, καὶ μήτε ἐπάρας μήτε ὑφεὶς τῆς
5φωνῆς, μόνος σὺ μάλιστα ἦσθα, ὦ βασιλεῦ. Καίτοι τίνα οὐκ ἂν ἐξέπληξε καὶ λίαν ὄντα καθ’ Ὅμη‐ ρον ταλασίφρονα ὁ κατακλυσμὸς ἐκεῖνος καὶ ἡ ζάλη καὶ
ἡ τρικυμία, ἀωρὶ μὲν ἀρξαμένη, πολλὴ δὲ ἐν ὥρᾳ κατα‐ σκευασθεῖσα, ὅτε θεοῖς ἐχθρὸς ἄνθρωπος ἐν ὑπογραφέως130

86

c

ἀεὶ μοίρᾳ διαβιοὺς ἐκ τοῦ μέλανος καὶ τῆς καλαμίδος ἐτόλμησεν εἰς νοῦν ἐμβαλέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν, ὄλεθρος ἐξ ὀλέθρων, τυφὼν ἀτεχνῶς ἐκ τοῦ Κιλικίου Κωρύκου, ἐκ τῶν πνιγέων ἀναδὺς καὶ μόνον τὸ παντα‐
5χόθεν ἀδόκητον τόλμης ποιησάμενος ὁρμητήριον ὑπὲρ τὸν Κρίξον, ὑπὲρ τὸν Σπάρτακον ἐθρασύνετο. καὶ γὰρ ἐκεῖνοι μαχαίρας ἁρπάσαντες ἐξ ὀπτανείου καὶ τοῖς τῶν δημιο‐ πράτων ὅπλοις ἐνσκευασάμενοι, τῶν μονομαχούντων ἐν τοῖς σταδίοις, τὸ μὲν αὐτίκα γελοῖοι τοῦ σχήματος ἐνο‐

86

d

μίσθησαν, τῆς καινουργίας δὲ αὐτοὺς συναυξούσης, τῆς ἐπισπωμένης ἀεὶ τὸν πολὺν συρφετὸν καὶ πρὸς τὰ ξένα καὶ παράλογα κεχηνότα, τοὺς μὲν ὁμοίους συμπείσαν‐ τες, τοὺς ἀμείνους δὲ βιασάμενοι, ἐν ἀκαρεῖ φοβεροὶ κατ‐
5έστησαν οὐ μόνον πρεσβύταις οὐδὲ στρατηγοῖς τῶν πάλαι

87

a

Ῥωμαίων, ἀλλ’ ἤδη καὶ ὑπάτοις καὶ αὐτοκράτορσιν. αἴ‐ τιον δὲ ἦν καὶ τηνικαῦτα οὐ δυοῖν οἰκοτρίβων ἀνδρεία, ἀλλ’ ἀλιτήριοι συκοφάνται καὶ παλαμναῖοι προσαγωγεῖς, οἱ συναναγκάσαντες Ἰταλιώτας ἅπασαν ἀσμένως προσ‐
5ίεσθαι τῶν καθεστηκότων μεταβολήν. Ὅθεν δ’ οὖν ἐξέβην, ἐξῆν μέν, οἶμαι, καὶ τῆς νίκης ταύτης σε μάλιστα αἰτιωμένους μὴ πάνυ δοκεῖν λέγειν
κεχαρισμένα. διὰ τοῦτο γάρ, ὡς ἔοικεν, ὁ συστρατηγῶν σοι θεὸς εἰς σὲ πανταχόθεν τὸ ἔργον περιωθῶν καὶ πάνυ131
10μεγάλην ἀπένειμε τοῖς ὅπλοις μερίδα τοῦ κατορθώματος. ἀλλ’ οἱ πῦρ πνέοντες, οἱ Μιθριδάτου χαλεπώτεροι Ῥω‐

87

b

μαίοις, οἱ τὴν Κύζικον αὐχοῦντες, ἅμα τῷ γενέσθαι ἐν‐ τὸς τῶν σῶν ὀφθαλμῶν ὑπὸ μάλης ἔκρυπτον τὰς ἀσπί‐ δας, ὥσπερ φώρια κακοῦργοι καταληφθέντες ἐπ’ αὐτο‐ φώρῳ, καὶ τοὔνομα ἀντὶ τῶν ὅπλων τὸ σὸν προὐβάλλοντο,
5ὀψέ, σὺν πόνῳ δὲ σωφρονήσαντες. τίς οὕτω παρ’ Ὁμήρῳ θεὸς ἐπιφανεὶς καὶ τῇ χειρὶ πλήξας γυμνὸν ἐποίησε τὸν τέως νικῶντα ὡς σὺ πόρρωθεν ὁρώμενος πλεῖν ἢ τριάκοντα μεταξὺ σταδίων κατῄδεσας μὲν τοὺς αὐθάδεις, ἐπράϋνας δὲ τοὺς παροξυνομένους, προσηγάγου δὲ τοὺς ἀποσκιρ‐
10τῶντας, εὐπειθεστέρους δ’ ἐποίησας ἢ πρότερον ἦσαν;

87

c

τέως δὲ ἠπίστουν ἐγὼ Ἡροδότῳ τῷ συγγραφεῖ τοὺς ἀποστάντας οἰκέτας Σκυθῶν ὑποκύψαι μετὰ τῶν ὅπλων δίχα σιδήρου τοῖς δεσπόταις ἐπιφανεῖσιν. Ἀλλ’ ἵνα μὴ αὖθις ὁ λόγος τῆς πρώτης ὁρμῆς ἀπορ‐
5ρυῇ, τὴν μὲν νίκην εἶναι κοινὴν συγχωρῶμεν τοῖς στρατη‐ γοῖς καὶ τοῖς στρατιώταις, εἰ δὲ βούλει, καὶ τοῖς σιτοποιοῖς καὶ τοῖς σκευοφόροις· πάντως οὐδὲ οὗτοι φαύλης μερίδος ἑαυτοὺς ποιήσονται. πρὸς τί τοίνυν ἀφεώρων καὶ ποῖον ἔργον ἐκαραδόκουν, ὃ μόνου σοῦ καὶ μάλιστα σοῦ καὶ

87

d

οὐδενὸς ἑτέρου μᾶλλον ἢ σοῦ; καὶ ποίους ἐπαίνους διενοού‐ μην ὡς σοὶ μόνῳ φαινομένους προσήκοντας; πρὸς οὓς οὐ δεῖ σοι τῆς φάλαγγος οὐδὲ τῶν ἱππέων οὐδὲ ναὶ μὰ Δία
τῶν δορυφόρων, καὶ ἐξαρκεῖ προελέσθαι καὶ βουληθῆναι.132
5οὐ γάρ ἐστι χειρῶν ἔργον φιλανθρωπία, ἀλλὰ μόνης τῆς γνώμης τοῦ τὴν ὀργὴν ἀφεῖναι κυρίου. καὶ οὐ Πλάτων πρῶτος, ὡς ἔοικε, λόγῳ μὲν ἀπεικάζει τοὺς βασιλέας,

88

a

θυμῷ δὲ τοὺς στρατιώτας, ἀλλὰ προλαβοῦσα ἡ Ῥωμαίων φωνὴ καὶ ὁ θεσμὸς τῆς πολιτείας τὴν ἑκατέρῳ πρέπουσαν ἀρετὴν ταῖς ἐπικλήσεσιν ἐνεδείξατο ὑμᾶς μὲν εὐσεβεῖς καὶ φιλανθρώπους προσαγορεύων, τοῖς στρατιώταις δὲ ἐξ
5ἀνδρείας μόνης τὰς ἐπωνυμίας νομοθετήσας. ἐπεὶ καὶ νῦν πρὸς μὲν τὸ κρατῆσαι τῶν πολεμίων ῥοπήν τινα συνεισ‐ ήνεγκαν οἱ συμμετασχόντες σοι τοῦ κινδύνου, τὸ δὲ περι‐ σῶσαι τοὺς κρατηθέντας τοῦ σοῦ μόνου νεύματος ἤρτη‐ ται.

88

b

Δυοῖν τοίνυν ὄντοιν τοῖν εἰρημένοιν, τοῦ τε νικᾶν καὶ τοῦ τῇ νίκῃ χρῆσθαι δεόντως, καὶ τοῦ μὲν κοινοῦ πρὸς τὰ ὅπλα, τοῦ δὲ τῷ βασιλεῖ μόνῳ προσήκοντος, οὕτω τὸ σὸν τιμιώτερον, ὥστε καὶ ὁ τοῦ κοινοῦ καρπὸς εἰς τὸ
5σὸν ἴδιον περιίσταται. νίκης γὰρ ὄφελος οὐδὲ ἓν τοῖς κα‐ λῶς αὐτὴν μὴ διενεγκοῦσιν, ἀλλὰ καὶ τοὐναντίον πολλά‐ κις εἰς βλάβην κατέστη τοῖς εὐτυχήσασιν. ἢ πόθεν εἰσ‐ εφοίτησεν ἡ παροιμία, καὶ τί ποτέ ἐστιν ἕτερον ἡ Καδμεία νίκη ἢ ὅταν τινὲς ὑπὸ τῆς νίκης ὥσπερ μέθης κατακλυ‐
10σθέντες ἀγνοήσωσι τὸ μέτρον τῆς τοῦ κρατεῖν ἀπολαύσεως
καὶ τελευτήσῃ τὸ κέρδος αὐτοῖς εἰς ζημίαν χαλεπωτέραν;133

88

c

οὕτω γὰρ αὐτοί τε ἔπραξαν οἱ τότε Καδμεῖοι καὶ ὁ μετὰ ταῦτα χρόνος ἐνεπλήσθη τοῦ παραδείγματος. ὀρθῶς ἄρα ὁ Θηβαῖος Ἐπαμεινώνδας μετὰ τὴν ἐν Λεύκτροις μάχην μόνος Θηβαίων ἐσκυθρωπακὼς περιῄει καὶ πρὸς
5τὸν ἐρόμενον τὴν αἰτίαν, Νῦν γάρ, φησίν, ἐμοὶ νήφειν καιρός, ὅτε τοὺς ἄλλους μεθύειν ἀνάγκη. καὶ οὐδὲ χρή‐ ματα εἰσεπράξατο τοὺς αἰχμαλώτους, ἀλλὰ καὶ τὸν ὑπ‐ ασπιστὴν αἰσθόμενος τῆς φάλαγγος ἀπεσείσατο. Ἀλεξάνδρῳ δὲ τῷ Φιλίππου πλείονος δόξης τοῦ νικᾶν

88

d

αἴτιον ἦν ἀεὶ τὸ μετριάζειν ἐπὶ ταῖς νίκαις. ὅς γε καὶ Πῶρον τὸν Ἰνδὸν οὐχ ὑφιέμενον ἐν τῇ μάχῃ, ἀλλ’ ἄχρι τῶν ἐσχάτων ἐγκαρτερήσαντα, παρεθέντα τε ὑπὸ πλή‐ θους τραυμάτων, ζῶντα λαβὼν ἤρετο εὐθὺς ἐν τῷ μέσῳ,
5πῶς σοι, ὦ Πῶρε, χρήσομαι; ἀποκριναμένου δὲ ὅτι βασι‐ λικῶς, αὖθις ἤρετο, πῶς καὶ ἑτέρως; τοῦ δὲ φήσαντος

89

a

ἐν τῷ βασιλικῶς πάντα εἶναι, οὐχ ἧττον ἠγάσθη τὸν ἄνδρα τῆς ἀποκρίσεως ἢ τῶν τραυμάτων, γνοὺς ὅτι πάντα ἔνεστιν ἀτεχνῶς ἐν τῷ βασιλικῶς ὧν ἐδεῖτο. ἐδεῖτο δὲ τοῦ φιλανθρώπως, αἰδημόνως, πρᾴως, μειλιχίως μεῖναι
5πρὸς τὴν παροῦσαν εὐτυχίαν, ἀνεπιφθόνως, μεμνημένον μάλιστα πρὸ πάντων τῆς περὶ τὴν τύχην ἀπίστου ῥοπῆς. ταῦτα γὰρ ἅπαντα δι’ ἑνὸς τούτου ῥήματος συλλαβὼν ὁ μὲν Πῶρος ᾔτησεν, ὁ δὲ Ἀλέξανδρος ἔπραξε, καὶ οὐκ ἠρνήσατο· οὐδὲ γὰρ οἷός τε ἦν. βασιλέα γὰρ ἀξιοῦντα

89

b

εἶναι πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων, ἔπειτα ἐξαρνεῖσθαι
πρᾶξαί γε βασιλικῶς, αἰσχρὸν ἦν καὶ μαχομένου πρὸς τοὔνομα. ἐπεὶ καὶ ἰατροῦ τί ἂν εἴη γελοιότερον ἀρνου‐ μένου τι ποιῆσαι περὶ τὸν ἀρρωστοῦντα ἰατρικῶς, καὶ134
5μουσικοῦ δυσχεραίνοντος πρὸς τὸ μουσικῶς; ἑκάστου γάρ, οἶμαι, τεχνίτου ἡ μὴ περὶ τὴν τέχνην πρᾶξις ἀλλότριον δείκνυσι τὸν πράξαντα τοῦ προσρήματος. ἔοικεν οὖν καὶ κατὰ Πῶρον καὶ Ἀλέξανδρον ταὐτὸν εἶναι τὸ βασιλικῶς

89

c

τῷ μεγαλοπρεπῶς καὶ φιλοδώρως καὶ τῷ λαβόντι κεχα‐ ρισμένως. ἐπεὶ οὖν τοῖν δυοῖν ζηλωτότερος ὁ δεηθεὶς κα‐ λῶς ἢ ὁ συγχωρήσας, δῆλον ὅτι ὁ μὲν θεῖος ἔπαινος, ὁ δὲ ἀνθρώπινος. ἤδη οὖν ποτε ἤκουσας Ἡσιόδου τοῦ ποιη‐
5τοῦ ὅτι ἄλλοι μὲν ἄλλα σαφῶς κτῶνται παρὰ τῶν θεῶν, Ἐκ μὲν Μουσάων καὶ Ἀπόλλωνος ἑκάτοιο κιθαριστάς τε εἶναι καὶ ποιητάς, ἐκ δὲ Διὸς βασιλῆας.

89

d

καὶ ἐῶ μὲν Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς τῶν Ἑλλήνων ἀρχηγέτας· ἀλλ’ ἐγώ ποτε ὑπῃσθόμην καὶ τῶν Ἀσσυ‐ ρίων γραμμάτων ταὐτὸ τοῦτο κομψευομένων, ὡς ἄρα ὁ νοῦς τοῦ βασιλέως ἐν τῇ τοῦ θεοῦ παλάμῃ δορυφορεῖται,
5καὶ δεῖ τὸν κίνδυνον ὁρᾶν, ὁπηλίκος αὐτῷ πρὸς ἀλλο‐
τρίαν τοῦ θεοῦ πρᾶξιν ὁρμήσαντι ἐκπεσεῖν τῆς χειρὸς τῆς φυλαττούσης· οὐ γὰρ σοὶ μόνον, ὦ βασιλεῦ, ἅγια προσήκει φρονεῖν, ἀλλὰ καὶ τοῖς πρὸς σὲ διαλεγομένοις ἅγια φθέγ‐135

90

a

γεσθαι, ὡς ἑκάστου ῥήματος τῶν εἰς τὰς σὰς ἀκοὰς ἐμπιπτόντων εἰς τὴν ἐκείνου παλάμην ἐγγραφομένων. διὰ ταῦτα τοίνυν, ὦ θεοφιλέστατε αὐτοκράτορ, καὶ τὸν ἄγριον ἐκεῖνον Τυφῶνα λίαν ἀναιμακτὶ κατειργάσω, ὅτι
5σοὶ χρηστὰ ἐννοοῦντι τὴν χεῖρα συνεπέδωκεν ὁ θεός, οὐδὲ ἔμελλεν, ὡς ἔοικεν, ἀποπλήσειν τὴν σπουδὴν τοῦ παλαμναίου. Σπουδὴ δὲ ἦν ἄρα καὶ προθυμία τῆς μιαρᾶς ἐκείνης καὶ κακοδαίμονος κεφαλῆς εἰς τὸν ἑαυτῇ μόνῃ πρέποντα
10ὄλεθρον ὡς πλείστους συνεπισπάσασθαι τῶν πολλῶν. οὐδὲ

90

b

ὑπηρέτης ποτὲ χρηστὸς ἐνομίσθη, ἀλλὰ βάσκανος, ἀλι‐ τήριος, ἀεὶ συγκεκυφώς, ἀεὶ συννεφής, ἐφελκόμενος τὰς ὀφρῦς, τὴν σιωπὴν ὥς τι σεμνὸν μετιών, ἄμικτος, ἀπο‐ τρόπαιος, ἀηδίας μεστός, ἐπὶ τῷ μισεῖν ἅπαντας καὶ
5πρὸς ἁπάντων μισεῖσθαι μεγαλαυχούμενος. καίτοι Φά‐ λαρις καὶ Ἀριστόμαχος καὶ Ἀπολλόδωρος καὶ Διονύσιος εἶχον ἄν τινα ἕκαστος παραστήσασθαι καὶ ἀγαπῶντα καὶ ἀγαπώμενον. οὐδὲ γὰρ τοὺς ἔχεις οὐδὲ τοὺς σκορπίους

90

c

ἡ φύσις ἔξω πεποίηκε παντελῶς τοῦ ἐρᾶν καὶ τοῦ ἀντ‐ ερᾶσθαι, ἀλλ’ εἰ καὶ πρὸς ἀνθρώπους κατεσκεύασται δυσ‐ μενῶς, τῆς γε πρὸς τὰ σύμφυλα φιλίας οὐκ ἀπελήλαται. ἀλλ’ ἔοικε καὶ ὁ παλαιὸς λόγος ἀληθὴς εἶναι λίαν καὶ τῆς
5ἀρχαίας φιλοσοφίας, ὡς ἄρα κατὰ χρόνους τινὰς ὡρι‐
σμένους, ποτὲ μὲν ἀκήρατοι καὶ θεῖαι δυνάμεις ἐπ’ ἀγαθῷ τῶν ἀνθρώπων ἐμβατεύουσι τὴν γῆν, ἐκ τοῦ οὐρανοῦ κατιοῦσαι—οὐκ ἠέρα ἑσσάμεναι, καθ’ Ἡσίοδον, ἀλλὰ σώματα ἀμφιεσάμεναι παραπλήσια τοῖς ἡμετέροις καὶ136
10βίον ὑποδῦσαι ἥττω τῆς φύσεως, ἕνεκεν τῆς πρὸς ἡμᾶς

90

d

κοινωνίας—ποτὲ δ’ ἔμπληκτοι καὶ ἀλλόκοτοι καὶ κωκυτοῦ τινος καὶ Ἐρινύων θρέμματα καὶ γεννήματα ἐπὶ λύμῃ καὶ γοητείᾳ καὶ ἀπάτῃ δειλαίων ἀνθρώπων, θρήνων ἐρῶντες καὶ στεναγμῶν, οἰμωγῆς ἀκορεῖς, δάκρυσι πιαινόμενοι, ἀντὶ
5σεισμῶν, ἀντὶ λοιμῶν, ἀντ’ ἐπικλύσεως ἐπικόπτειν τὴν γῆν τεταγμένοι, ὁπηνίκα ἂν εὐθηνῆται. Θέασαι γὰρ ἐκ τῶν ἔναγχος τούτων, ὦ βασιλεῦ, ἄρτι

91

a

καθεστηκυίας τῆς Ῥωμαίων ἀρχῆς καὶ γαλήνης λαμπρᾶς ἐφ’ ἅπασαν τὴν γῆν τεταμένης, ὥσπερ σώματος τὰ ἔξω‐ θεν ὑγιαίνοντος ῥῆγμα ὕπουλον ὑποτρεφόμενον ἐν τῷ βά‐ θει περὶ τὸ κυριώτατον τῶν μερῶν ἀπεσήμαινεν. ἄλλοι
5μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι, καὶ οὐδ’ ἂν τὸν Δία ἴσως ἡ κωμῳδία τοῦ τηνικαῦτα ἀποδρασθεῖν ὑπ‐ εξείλετο. οὐ γὰρ ἂν περιεῖδεν ἐργαστήριον τοιχωρύχων ἐπὶ κακῷ τῆς οἰκουμένης ἐγρηγορός. κἄπειτα μεσούσης τῆς νυκτὸς οἱ μὲν ἐξαίφνης ἤγοντο, οἱ δὲ ἐφέροντο, τῶν

91

b

δὲ τὰς εὐνὰς κατελάμβανον στρατιῶται, οἱ δὲ ἐκ τῶν σκιμ‐ πόδων εἰς δεσμωτήρια συνηρπάζοντο, τοῖς δὲ οἱ σκίμ‐ ποδες ἐγίνοντο ἀντὶ ξύλων. ἀρχαὶ δὲ αἱ μέγισται μετά
γε τὴν ὑμετέραν ἐν μοίρᾳ κακούργων ἦσαν συνειλημμέναι,137
5ἡ δὲ παννυχὶς ἦν ἀγρία τῆς τότε νυκτός. καὶ Ὅμηρος μὲν ὄναρ κακὸν ἐπιστῆναί φησι τοὺς τῶν Ἑλλήνων κατα‐ σκόπους τοῖς ἀπὸ Θρᾴκης νεήλυσι στρατιώταις. τηνικαῦτα δὲ οὐ συμπάσῃ μόνῃ τῇ Θρᾴκῃ, ἀλλὰ καὶ ταῖς ἠπείροις ὄναρ σχεδὸν ἀμφοτέραις κακὸν ἐπέστη, μᾶλλον δὲ ἐν

91

c

καιρῷ ὀνείρατος ὕπαρ. κἄπειτα ἐπόμπευεν ἐκ βαλανείου ἐν ἀσπίδι καὶ δορατίῳ περιδέραια περικείμενος, παράση‐ μος αὐτοκράτωρ, προσσεσηρώς, ἅπαντας προσκαλούμενος, μειδιῶν μειδίαμα δολερόν, μειδίαμα θρήνων μεστόν, μει‐
5δίαμα ἄρξαν πολλῶν δακρύων, ἄντικρυς τὰ Πλάτωνος τοῦ θεσπεσίου καὶ ἅ φησιν ἐκεῖνος προδεικνύναι τοὺς τυράν‐ νους ἐν τοῖς προοιμίοις, χρεῶν ἀποκοπάς, γῆς ἀναδασ‐ μούς, τὴν ἐπὶ Κρόνου καὶ Ῥέας εὐδαιμονίαν, πικρὰ δελεάσματα τοῖς ὑπὸ τούτων ἁλισκομένοις. καὶ θησαυρο‐

91

d

φυλάκια μὲν ἀνεπετάννυντο, λιμένες δὲ ἀνεφράγνυντο καὶ νεώρια, πολιορκία δὲ εἴσω τείχους περιειστήκει τὴν πόλιν, ἔξωθεν προκαθημένων τῶν σῴζειν προαιρουμένων. εἶτα ἐπέσειε τὰ χαλεπώτερα μηχανήματα, ὧν αὐτὸς ἦν
5τέκτων καὶ μηχανορράφος, τὰς ἀτόπους φήμας καὶ τοὺς ἀγγέλους τοὺς ἐκ τῶν προαστείων κεκονιαμένους, τοὺς μὲν ἐξ Ἰλλυριῶν, τοὺς δὲ ἐξ Ἰταλίας, τοὺς δὲ ἐξ Ὠκεα‐

92

a

νοῦ τοῦ ἑσπερίου. πρεσβεῖαι δὲ εἰσεκαλοῦντο εἰς τὰ βασί‐ λεια Σύρων, Ἀσσυρίων, Αἰγυπτίων, Λιβύων, Ἰβήρων, ὥσπερ διαπτᾶσαι ἐξαίφνης ἐκ τῶν ἐσχάτων τῆς οἰκουμένης.
καὶ τούτους ἢ πάνυ πιστεύειν ἐχρῆν ἢ πάνυ δεδέσθαι.138
5λαθεῖν γὰρ οὐκ ἐνῆν οὐ δεδεμένους, οὐ σιωπῶντας, οὐ στέ‐ νοντας, οὐ μειδιῶντας, ἀλλ’ ἐπεφαίνοντο ἑκασταχοῦ, μᾶλλον δὲ συμπαρῆσαν ἀεὶ κατάσκοποι, ὠτακουσταί, Ἄρ‐ γου πλείονας ἔχοντες ὀφθαλμούς, Λυγκέως ὀξυωπέστε‐ ροι.
10Καὶ τὴν μὲν σεμνὴν γερουσίαν εἰσεπράσσετο εἰσφορὰς

92

b

πολυστενάκτους οὐκ οἶδ’ ὅπως ἐνιαυτοῦ, μᾶλλον δὲ χει‐ μῶνος ἑνός, οὐχ ἑορτῆς χρόνον, ὥσπερ Νέρων, τὸν τῶν Ὀλυμπίων μετατιθεὶς καὶ μεταβάλλων, ἀλλὰ τὸ εἰς πέρυσι καὶ τὸ εἰς νέωτα, τὸν ἕνα καὶ τὸν αὐτὸν μῆνα στενοχω‐
5ρῶν ταῖς εἰσπράξεσιν. ὁ δὲ Κωνσταντίνου δῆμος ὁ τρυ‐ φῶν, ὁ ἐν ἀδείᾳ ζῶν, ὁ κακῶν ἀπείρατος μέχρι τῆς ἑσπέρας ἐκείνης, ὃν σὺ παρὰ τῶν ἐκείνου κληρονόμων διαδεξάμενος οὐκ εἴασας αἰσθέσθαι τῆς τοῦ γένους μετα‐ βολῆς, ὑπὸ τοῦ Κωνσταντῖνον προϊσχομένου καὶ τοὔνομα
10τοῦτο ἀναισχύντως προσείοντος ὥσπερ θαλλὸν ἀφαιρεθεὶς

92

c

τὴν συνήθη τρυφήν, ἠγάπα συμπαρατρεφόμενος τοῖς βο‐ σκήμασι. τοῖν δὲ ἀρχόντοιν τοῖν κορυφαίοιν ὁ μὲν τεθνηκὼς ἠπιστεῖτο, ὁ δὲ οὐ τεθνηκὼς ἐπιστεύθη τεθνάναι. Ταύτην τοίνυν τὴν οὕτω πολυειδῆ καὶ ποικίλην τραγῳ‐
5δίαν μικροῦ μὲν ἔτι μέλλουσαν προαπέκλεισας τῆς ἐξ‐ όδου· ἐπεὶ δ’ ἐχρῆν, ὡς ἔοικε, δῆλον γενέσθαι τὸ μέγεθος τῶν ἐπικρεμασθέντων κακῶν, ὥσπερ ἰατρῷ συνεχώρη‐
σεν ὁ θεὸς ἐν ἀκμῇ τῆς νόσου τὴν τέχνην ἐπιδείξασθαι.139

92

d

ἔτι γὰρ αὐτοῦ τὴν φύσιν ἐπικρύπτεσθαι πειρωμένου καὶ αἰκάλλοντος καὶ περισαίνοντος ἅπαντας, εἰ συνέβη ταχεῖαν ἐπιλαβεῖν τὴν καταστροφήν, ἴσως ἂν ὁ κίνδυνος ἠγνοή‐ θη [τὸν πλησίον ἀποστάντα ἀποστρέψασθαι]. νῦν δὲ το‐
5σαῦτα εὐτυχῆσαι συγχωρηθείς, ὁπόσα θαρρήσας ἔμελ‐ λεν ἐκφανεῖν τὸ κακόηθες καὶ δολερὸν καὶ ὑποδεδυκὸς τῆς ψυχῆς, καὶ τοσοῦτον ἀπολαύσας τῆς ἐξουσίας ὅσον

93

a

μὴ λαθεῖν οἷος ἦν· ἅμα τε ἠλέγχθη καὶ ἀνηρπάσθη ὥσπερ χειμάρρους ἀθρόως μὲν αὐξηθείς, ἀθροώτερον δὲ ἐπιλιπὼν αἰθρίας ἐπιφανείσης. καὶ οὕτως ἄρα σοι καὶ τὸ δυστυ‐ χέστατον τῶν συμβεβηκότων εἰς δέον τέθεικεν ὁ θεός.
5ὥστε οὐ μόνον τοῦτο ἐκέρδανας τῆς μελλήσεως, τὸ τὴν ἐκείνου μοχθηρίαν ἐκκαλυφθῆναί σοι, ἀλλ’ ὃ καὶ τούτου μεῖζόν ἐστι, τὸ καὶ τὴν σὴν πρᾳότητα φανερωτέραν γενέ‐ σθαι ἢ πρὶν συμπεσεῖν τὸν καιρὸν τὸν ταύτης δεόμενον τῆς ἐπιδείξεως. οὐ γὰρ ἐποιήσω τὸν θυμὸν δικαστήν, οὐδὲ

93

b

ἐμέτρησας τὴν τιμωρίαν τῷ μέτρῳ τῆς ὀργῆς, ἀλλ’ ἐπι‐ στήσας τῷ πάθει τὸν λόγον καὶ τῶν νόμων ἐφάνης πρᾳό‐ τερος, καὶ πανταχοῦ τοῖς γεγραμμένοις ἀκολουθῶν ἔδει‐ ξας ἐν οἷς τὸ παραβαίνειν τὰ γράμματα τοῦ φυλάττειν
5βασιλικώτερον, καὶ διέκρινας τὸ ἀδίκημα καὶ ἁμάρτημα
καὶ ἀτύχημα. καὶ γὰρ εἰ μὴ τὰ Πλάτωνος ἀποστοματίζεις μηδὲ τὰ Ἀριστοτέλους μεταχειρίζῃ, ἀλλὰ τά γε ἐκείνοις δοκοῦντα τοῖς ἔργοις βεβαιοῖς. οὐ γὰρ τῆς ἴσης τιμωρίας ἀξίους ᾠήθης τούς τε ἐξ ἀρχῆς βουλεύσαντας τὴν ἐπ‐140

93

c

ανάστασιν καὶ τοὺς ὑπὸ τῶν ὅπλων παρασυρέντας καὶ τοὺς ἤδη τῷ δοκοῦντι κρατεῖν ὑποκύψαντας, ἀλλὰ τῶν μὲν κατέγνως, τοὺς δὲ ἐμέμψω, τοῖς δὲ συνήλγησας. Τοσαύτη δέ ἐστιν ἡ τῆς πρᾳότητος περιουσία ὥστε ἀγα‐
5νακτοῦμεν εἰ καὶ σμικρόν τις ἀνιαθείη τῶν τὰ ἔσχατα προσδοκώντων, καὶ δυσχεραίνομεν οὐκ εἰ παντάπασιν ἀρνήσαιο τὴν συγγνώμην, ἀλλ’ εἰ καὶ πρὸς μικρὸν ἀνα‐ βάλλοιο. πρώην γὰρ ἀπῄειμεν ἐκ τῶν βασιλείων πρὸς τὸ τέως ἐσκυθρωπακότες, καὶ τυχεῖν ὧν ἐλιπαροῦμεν οὐκ
10ᾠόμεθα, οὐκ ἀνανεύσαντος, ἀλλ’ ἀναθεμένου τὴν χάριν.

93

d

αἴτιον δὲ οὐχ ἡ τῶν αἰτούντων ἀγνωμοσύνη, ἀλλ’ ἡ τοῦ διδόντος φιλοτιμία, ἣ ἥμερον καὶ ἐκκεχυμένον τῆς εὐ‐ μενείας μᾶλλον ἐκφαίνεσθαι ποιεῖ τὸ μὴ τοῖς πολλοῖς παραπλήσιον. οὐ γὰρ ἐν τοῖς ἄγαν ῥερυπωμένοις, ἀλλ’
5ἐν τοῖς ἄγαν κεκαθαρμένοις ἔκδηλον τὸ μόλυσμα γίνεται, κἂν σμικρότατον ᾖ. οὕτω τοι τῶν μὲν ὑπερβαλλόντων πικρίᾳ καὶ χαλεπότητι, ἓν εἴ τι χρηστὸν πέπρακται, μνή‐

94

a

μης τυγχάνει· τῶν δὲ φιλανθρωπίᾳ νικώντων ἓν εἴ τι παρεώραται, ἀνεξάλειπτον διαμένει. ἀεὶ γὰρ ἐν πλείονι καθίσταται λόγῳ τὸ παρ’ ἐλπίδας. τοιγαροῦν Νέρωνος μὲν ἀοίδιμος ἡ πρὸς Μουσώνιον ἐπιείκεια, πρὸς Ἀλέξαν‐
5δρον δὲ ὑπὲρ Καλλισθένους ἔτι καὶ νῦν ἀγανακτοῦμεν. καίτοι γε ὁ μὲν εἰς ἔργον ἐξεβίασε τὴν ὀργήν, σὺ δὲ ἐν οἷς μὴ παραχρῆμα ὕπειξας ἑαυτοῦ στερεώτατος ἐνομίσθης.141

94

b

Περικλῆς μὲν οὖν ἐσεμνύνετο πρὸς Ἀθηναίους κατα‐ λύων τὰς ἔχθρας ταῖς στρατηγίαις· σὺ δὲ τηλικαῦτα ἀδι‐ κηθεὶς καὶ οὐκ ἐπ’ ἴσης Περικλεῖ τῆς ἐξουσίας τοῦ δημ‐ αγωγοῦ γέγονας, ὦ αὐτοκράτορ ἐπιεικέστατε, καὶ διπλῆν
5ἐνίκησας νίκην. οὐ γὰρ μόνον τῶν πολεμησάντων, ἀλλὰ τῶν συμπολεμησάντων κρείττων ἐφάνης, τῶν μὲν ἀντι‐ στάντων κρατήσας, πραΰνας δὲ τοὺς ὑβρισμένους, καὶ

94

c

τοὺς μὲν ἀνδρείᾳ χειρωσάμενος, τῶν δὲ τὸν θυμὸν ἡμερώ‐ σας, καὶ γνοὺς ὁπόσον πολέμου νόσημα ἐμφύλιον διενή‐ νοχε, καὶ ὅτι βαρβάρων μὲν Ῥωμαίους ἄχρι παντὸς ἐπ‐ εξιέναι προσήκει, Ῥωμαίοις δὲ μέτρον ἐπικεῖσθαι κατὰ
5Ῥωμαίων, τὴν τοῦ πταίσματος ἐπανόρθωσιν. καὶ ὥσπερ σώματος ἑνὸς τὸ μέρος τὸ ἀρρωστῆσαν ὁ θεραπεύειν ἐνὸν φαρμάκοις ἀποκόπτειν προαιρούμενος οὐκ ἰᾶται τὸ σύμ‐ παν, ἀλλ’ ἀσθενέστερον ποιεῖ τῷ ἐλλείποντι, οὕτω καὶ

94

d

τῆς ἀρχῆς μιᾶς οὔσης τῆς ὅλης Ῥωμαίων ὥσπερ πόλεως, ἀκριβῶς ἅπαν γίνεται βλάβος, ὃ βέλτιον ἔχειν ἐξὸν ζη‐ μιούμεθα. καίτοι χεῖρα ἢ σκέλος ἢ ἄλλο τι μέλος πονῆσαν οὐ δυνατὸν ἐκ τῆς ἰατρείας ὑγιέστερον ἢ πρίν τι παθεῖν
5ἀποφῆναι, ἀνὴρ δὲ ἐμμέτρου δίκης τυχὼν γένοιτ’ ἄν ποτε καὶ βελτίων περὶ τὸν πρᾴως προσενεχθέντα. Ῥωμαῖοι
Μασανάσσην τὸν Λίβυν, ἐπειδὴ πολλὰ κακὰ παρ’ αὐτοῦ142

95

a

πεπονθότες ζῶντα ληφθέντα ἀφῆκαν ἑκόντες, οὔ φασιν ἀριθμητὰ εἶναι ὅσα Ῥωμαίους Μασανάσσης χρηστὰ εἰρ‐ γάσατο. εὖ δὲ ἐποίει καὶ Σωκράτης τὸν παρὰ τοῖς πολλοῖς εὐδοκιμοῦντα λόγον ἐπανορθῶν, ὅτι δεῖ τοὺς μὲν φίλους εὖ
5ποιεῖν, τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν. ἐπηνώρθου δὲ τὸ μὲν φυλάττων, τὸ δὲ μεταγράφων· τὸ τοὺς μὲν φίλους εὖ ποιεῖν μεταγράφων, τοὺς δὲ ἐχθροὺς κακῶς ἐπιδιορ‐ θούμενος. τὸ μὲν γὰρ εὖ ποιεῖν ἐπῄνει, τὸ δὲ κακῶς ἐπηνώρθου, τοὺς φίλους μὲν εὖ ποιεῖν, τοὺς δὲ ἐχθροὺς

95

b

μὴ κακῶς ποιεῖν, ἀλλὰ φίλους μεταγράφων, καὶ πρὸς τὸν ἀπειλήσαντα, ἂν μή σε λαβὼν ἀποκτείνω, ἀνταπειλήσας, ἂν μή σε φίλον ποιήσω. Εἰ δὲ τὴν πρᾳότητα ταύτην τριβωνίῳ μέν φησί τις προσ‐
5ήκειν, ἁλουργίδι δὲ μή, ἀλλ’ ἐγώ σοι καταριθμήσω καὶ τοὺς ἐνδοξοτάτους τῶν βασιλέων παραπλησίους Σωκράτει γεγενημένους. Φιλίππῳ τῷ Ἀμύντου κατεῖπέ τις ὁτουδὴ τῶν ταξιαρχῶν ὡς ἀπεχθῶς διακειμένου καὶ ῥᾳδίως κακόν τι βουλεύσαντος, εἰ μὴ τάχιστα ἐκποδὼν γένοιτο. τί οὖν
10ὁ Φίλιππος; οὐκ εὐθὺς ᾖξεν ἐπὶ τὸν σίδηρον, ἀλλὰ καὶ

95

c

παρ’ ἡμᾶς, φησί, τὸ αἴτιον τῆς ἀπεχθείας· ὁ γὰρ ἀνὴρ οὐχ ὁ φαυλότατος τῶν Μακεδόνων. καὶ τά τε ἄλλα ἐπι‐ μελεῖται εὐθὺς τοῦ ἀνθρώπου, καὶ προῖκα ἐπιδίδωσι δεο‐ μένῳ θυγατρὸς ὡραίας. καὶ μετὰ ταῦτα οὐδεὶς ἦν πιστό‐
5τερος τῷ βασιλεῖ τῶν πάλαι κεκριμένων ἐπιτηδείων.
Ὣς εὐεργεσίη κακοεργίης μέγ’ ἀμείνων. οὐ γὰρ ῥᾴδιον οὕτω τινὰ ἐν ἀνθρώποις ἀπάνθρωπον φῦναι ὥστε παρ’ οὗ τὰ ἔσχατα πείσεσθαι προσεδόκησε, τούτῳ χρηστῷ καὶ προσνείμαντί τι τιμῆς οὐκ εὐθὺς εὔνουν γενέ‐
143
10σθαι, ἀλλ’ ὁ τὴν τιμωρίαν διαφυγὼν ὅσῳ δικαιότερον ὦφλε,

95

d

τοσούτῳ μᾶλλον ὑπόχρεως γίνεται τῷ συγχωρήσαντι. οὕτω δὲ Ἀλέξανδρος Μέμνονα τὸν Δαρείῳ συστρατηγή‐ σαντα ἀποκτιννύειν τινῶν κελευόντων, ἐπειδὰν ὡς τάχιστα κύριος γένηται, Μηδαμῶς, ἔφη, ἀλλὰ ποιήσωμεν ἀντὶ φι‐
5λοδαρείου τὸν ἄνθρωπον φιλαλέξανδρον, καὶ οὕτω τὴν εἰς ἐκεῖνον σπουδὴν εἰς ἡμᾶς μεταθήσεται. ταὐτὸ δὲ τοῦτο καὶ ὁ Βοιώτιος στρατηγός, ἐπειδὴ Θηβαῖοι τῶν πόλεων ἐξελαύνειν ἐπεχείρουν τοὺς λακωνίζοντας, Ἀλλ’ οὐδείς,

96

a

ἔφασκεν, ὦ Θηβαῖοι, τίκτεται φύσει φιλοθήβαιος, ἢ φι‐ λολακεδαιμόνιος, ἀλλ’ ἕκαστος ἑαυτῷ ἁπανταχόθεν τὸ συμφέρον ἐπιζητῶν παρ’ ὧν ἂν τὰ χρηστότερα προσ‐ δοκήσῃ, τούτοις ἑαυτὸν προσνέμει. ταύτην τοίνυν ἐμποιη‐
5τέον τὴν ἐλπίδα τοῖς ὑπηκόοις, καὶ οὐ δεήσεσθε ὅπλων πρὸς τὸ ποιεῖν ἑαυτοῖς ἐπιτηδείους, ἀλλ’ ὄψεσθε τὰ ὑμέ‐ τερα ἑκόντας αἱρουμένους. Εἶεν. ἀλλ’ οἱ μὲν παρὰ τοῖς Ἕλλησιν εὐδόκιμοι τοῦτον τὸν τρόπον, οἱ δὲ Ῥωμαίων αὐτοκράτορες πῶς; ἅπαντες,

96

b

ὧν τὰ μεγάλα ὀνόματα παραπλησίως σοὶ τοὺς ἠτυχη‐ κότας μετεχειρίσαντο, Πομπήιος τοὺς Σερτωρίῳ συνεπ‐ αναστάντας, Καῖσαρ τοὺς Πομπηίῳ συμπολεμήσαντας, ὁ Σεβαστὸς τοὺς Ἀντωνίῳ συναποστάντας, Μάρκος τοὺς144
5Κασσίῳ συναραμένους. τοὺς δὲ ἐφεξῆς καὶ ἐγγὺς ἡμῶν τούτους 〈οὐ〉 λέγω· καὶ οὗτοι πάντες τῆς ἀνθρωπίνης φύσεως στοχαζόμενοι, ὅτι μηδὲν πρὸς εὔνοιαν ἐπαγωγό‐ τερον εὐεργεσίας καὶ ὅτι βέλτιστον βασιλεῖ τὸ δι’ εὔνοιαν ἐπισπᾶσθαι, καὶ μὴ διὰ τὸν φόβον κρατεῖν· ἡ μὲν γὰρ

96

c

ἑκόντων, ὁ δὲ ἀκόντων ποιεῖ κυρίους. καὶ δυνάμει μὲν εὔνοιαν οὐκ ἔστιν εὑρεῖν καταλυθεῖσαν, εὐνοίᾳ δὲ δυνάμεις πολλάς. Ἰδιώτῃ μὲν τοίνυν οὐχ οὕτω ῥᾴδιον μετασκευάζειν εἰς
5οἰκειότητα τοὺς ἀπεχθῶς διακειμένους. ὅταν γὰρ ἐν ἴσῳ καθεστήκῃ τοῖς προσκεκρουκόσιν, οὔτε ἀφιεὶς τὴν ὀργὴν δῆλός ἐστι, τῷ μὴ κεκτῆσθαι ἀναμφισβήτητον τοῦ τιμω‐ ρεῖσθαι τὴν ἐξουσίαν, οὔτε ὑπάρχων εὐεργεσίας, τῷ πολ‐ λάκις ἀδυνατεῖν, κἂν προαιρῆται. βασιλεῖ δὲ ἐκφανοῦς

96

d

ὑπαρχούσης καὶ τοῦ βλάπτειν καὶ τοῦ ποιεῖν εὖ τῆς ῥᾳ‐ στώνης, εἰς τὴν ἀμείνω χώραν μεταθετέον ἀεὶ καθάπερ ψῆφον ἐν πεττείᾳ κειμένην ἐν τῇ φαυλοτέρᾳ, καὶ ποιεῖν τοὺς τέως ἐχθροὺς πιστοὺς καὶ οἰκείους τῇ τῶν ἀγαθῶν
5χορηγίᾳ. Καὶ ταῦτα ἐγὼ μεταμόρφωσιν βασιλικωτέραν νενόμικα ἧς μετεμόρφου Ξέρξης τὴν ἤπειρον καὶ τὴν θάλασσαν, καὶ ἧς ἡ Κίρκη τοὺς ἀνθρώπους καὶ ἧς ἡ Μήδεια τὸ γῆρας

97

a

καὶ ἧς Αὐτόλυκος τὰ φώρια. οὐ γάρ ἐστι πρὸς τὴν φύσιν φιλονεικία, ἀλλὰ θεόσδοτος ἀκριβῶς ἡ δύναμις αὕτη καὶ
Ἑρμοῦ δῶρον, ψυχὰς ἐξ ἀγρίων ἡμέρους κατασκευάζειν καὶ ἐξ ἀλλοτρίων ἐπιτηδείους. νῦν δὲ τοῦ χαλκὸν μὲν εἰς145
5ἀργύριον μεταβαλεῖν καὶ τοῦ τὸ ἀργύριον εἰς χρυσίον ἀσμένως ἄν τινα ἐξεύροιμεν τέχνην, ᾧ δὲ ἔνεστιν ἀνθρώ‐ πους εἴτε ἀπὸ τύχης εἴτε ἀπὸ γνώμης ἀφηνιάσαντας αὖθις χειροήθεις ποιῆσαι, οὗτος εἰ τὸ νουθετεῖν ἐάσας τῷ ἐπὶ καιροῦ λελυπηκότι ἀδιάλλακτα ἀγανακτοίη καὶ τοῦ βασι‐

97

b

λεῖ προσήκοντος ἐπίπροσθεν ἄγοιτο τὸ θυμῷ κεχαρισμέ‐ νον, πῶς οὐκ ἂν ἀτοπώτερος εἴη τῶν ἡνιόχων, οἳ τοὺς αὐθάδεις τῶν ἵππων οὐκ ἀποσφάττουσι παραχρῆμα, ἀλλὰ πρᾳοτέρους ποιήσαντες χρῶνται βελτίοσι γεγενη‐
5μένοις; Ἔχω δέ σοι καὶ ἕτερον εἰπεῖν βασιλέα τοσαύτης μὲν οὐκ ἄρξαντα γῆς ὅσης Φίλιππος καὶ Ἀλέξανδρος, τῷ Πυθίῳ δὲ ὅμως παρασχόντα ἀμφισβήτησιν, εἴτε θεὸν αὐτὸν προσρητέον εἴτε ἄνθρωπον, Λυκοῦργον τὸν Σπαρ‐
10τιάτην. οὗτος τοίνυν οὐκ εἰς χρήματα ζημιωθεὶς οὐδὲ στρατιώτας ἀφαιρεθείς, ἀλλ’ αὐτὸν ἐκκοπεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, νέου τινὸς ξύλῳ πατάξαντος ἐν ἐκκλησίᾳ,

97

c

παραλαβὼν τὸν ἐκκόψαντα οἴκοι, πῶς ἐτιμωρήσατο; πῶς ἠμύνατο; ἀντέκοψε μὲν καὶ αὐτὸς, ἀλλ’ οὐ τὸν ὀφθαλμὸν τοῦ ἐκκόψαντος, ἀλλὰ τῆς ψυχῆς τὴν θρασύτητα, ἀντὶ μοχθηροῦ πολίτου χρηστὸν ἀποφήνας. διὰ τοῦτο ἄρα ὁ
5Πύθιος τῆς μὲν ψάμμου τὸν ἀριθμὸν οὐκ ἐδίσταζεν ὁπόση εἴη οὐδὲ τῆς θαλάσσης τοὺς χόας, τὸν δὲ βασιλέα τὸν οὕτω φρονοῦντα οὐκ εἶχεν ἀποφήνασθαι πότερον θεὸς ἢ
ἄνθρωπος εἴη. σὺ δὲ οὐχ ἕνα ἐπράϋνας, ὥσπερ Λυκοῦργος, οὐδὲ ἕνα ἀντὶ ἐχθροῦ φίλον ἐποίησας, ὥσπερ Ἀλέξανδρος,146

97

d

οὐδὲ τὸν δεῖνα λοιδορησάμενον προσηγάγου, ὥσπερ ὁ ἔναγ‐ χος εὐδοκιμήσας, ἀλλ’ ἔξεστιν ἀριθμεῖν κατὰ φῦλα, στρα‐ τηγοὺς χωρίς, ταξιάρχας χωρίς, λοχαγοὺς πολλούς, ἴλας τοξευτῶν, ἴλας ἱππέων, τοὺς ἐκ τῆς μεγάλης βουλῆς, οἷς
5εὖ οἶδ’ ὅτι τοσούτοις οὖσι καὶ τηλικούτοις οὐκ εἰς μακρὰν τὸ ἐνδέον προσθήσεις. καὶ τότε ἐξέσται μοὶ μετὰ παρρη‐ σίας διστάσαι ‘Δίζω εἴ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον‘,

98

a

οὐχ ὅτι καὶ νῦν τινες χαλεπόν τι καὶ πέρα τοῦ μέτρου πεπόνθασιν, ἀλλ’ ὅτι σὺ σαυτοῦ πεποίηκας καὶ τὰ εἴσω τοῦ μέτρου. καὶ ζητήσουσιν οἱ ἄνθρωποι οὐ τί τοῖς ὑπ’ ἐκείνων πταίσμασιν ἀκόλουθον ἦν, ἀλλὰ τί τοῖς ὑπὸ
5σοῦ περὶ τοὺς λοιποὺς πεπραγμένοις, καὶ θαυμάσουσιν οὐχ ὅτι μὴ πάντες οἱ τὰ αὐτὰ πλημμελήσαντες τὴν αὐτὴν δεδώκασι δίκην, ἀλλ’ ὅτι μὴ πάντες οἱ τὰ ἴσα ἐξαμαρ‐ τόντες τῆς ἴσης τετυχήκασι φιλανθρωπίας.

98

b

Ἐπεὶ τά γε πράγματα αὐτὰ καθ’ ἑαυτὰ ἐξετάζοντι ἐντι‐ μότερον σὺ προσενήνεξαι τοῖς ἑαλωκόσιν ἢ ἕτεροι τοῖς ὑπὲρ σφῶν ἀριστεύσασιν. οἶδας γάρ, ὡς ἔοικεν, ἀκριβῶς ὅτι δεῖ μὲν καὶ θυμοῦ μέγεθος ἐνυπάρχειν τῷ βασιλεῖ,
5ἀλλὰ μέγαν ὄντα τὸν θυμὸν εὐήκοον εἶναι προσήκει, ὥστε εὐμετάπειστον εἶναι τῷ λόγῳ. τὸ δὲ ἅπαξ παραλλάξαντος
ἀνακαλεῖσθαι τὴν ἀκμὴν οὐ μεγάλης, ἀλλὰ καὶ πάνυ σμι‐ κρᾶς διανοίας, ὥσπερ μειρακίου τραῦμα ἀλύπως ἰαθὲν ἀνα‐147

98

c

ξαίνοντος καὶ διατρίβοντος ἐν τῷ βοᾶν, δέον τῷ φαρμάκῳ συγχωρήσαντα ἀπηλλάχθαι· φάρμακον δὲ ὀργῆς οἰδαι‐ νούσης τὸ μὲν αὐτίκα λόγος ἐστίν, ᾧ σὺ τηνικαῦτα ἐπράϋ‐ νας σφαδάζουσαν καὶ ζέουσαν ἔτι, τὸ μετὰ ταῦτα δὲ
5ὁ χρόνος ἰατρὸς ἤδη γίνεται καὶ τοῖς λίαν δυσμεταχειρί‐ στοις. τὸ δὲ ὑπ’ ἀμφοῖν ἀμείλικτον ἔξω τῆς φύσεως ὑπο‐ λαμβάνεις καὶ τῆς θείας καὶ τῆς ἀνθρωπίνης. διό φησιν Ὅμηρος τοὺς μὲν ἄλλους θεοὺς τρεπτοὺς εἶναι καὶ παραρ‐

98

d

ρητούς, τὸν δὲ Ἅιδην μόνον ἀμείλικτον καὶ ἀδάμαστον. Τοιγαροῦν μόνος αὐτοκρατόρων καὶ οἷς ἐπιεικέστερον προσηνέχθης, τούτους χαλεπώτερον τετιμώρησαι εἰς αἰ‐ σχύνην καὶ μεταμέλειαν καταστήσας, καὶ τῇ παρ’ ἑαυτῶν
5λύπῃ κολάσας τοὺς πλημμελήσαντας, αἰσθομένους ἐξ ὧν οὐκ ἀντέπαθον κακῶς οἷα ἠδίκησαν. χαλεπωτέρα δὲ ἐλευ‐ θέρῳ λύπη τῆς διὰ τοῦ σώματος γινομένης ἡ διὰ τῆς

99

a

αἰσχύνης ἐστί. σημεῖον δέ· τὰς μὲν γὰρ ὑπομένουσι καὶ ἐγκαρτεροῦσι, δι’ αἰσχύνην δὲ προΐενται πολλάκις τὸν βίον. πῶς οἴει θρηνοῦσι τὴν ἀβουλίαν; πῶς οἴει στένουσι τὴν γοητείαν, οἷον ἀνθ’ οἵου προείλοντο παραβάλλοντες καὶ
5πειρώμενοι βελτίονος εἰς ὃν ἐξήμαρτον ἢ ᾧ φενακισθέντες προσέθεντο; οὐδὲ γὰρ ἐν μέσοις τοῖς κινδύνοις ἦν ἀνεκτός, ἀλλ’ εἴ ποτε σμικρὸν ὑπὸ τῆς τύχης ἀνερριπίσθη, τοῦ
Ξέρξου παρῄει τὴν ὀφρῦν, τοῦ Καμβύσου τὴν παροινίαν,148

99

b

οὐδὲ ἀνδραπόδοις μετρίως χρώμενος τοῖς ὑπ’ αὐτοῦ γοη‐ τευθεῖσιν. ὃ δὲ μάλιστά μοι δοκεῖ τῆς ἐκείνου φύσεως δεῖγμα γεγενῆσθαι, τοῦτο οὐ πρὶν εἰπεῖν παύσομαι. Φιλοσοφίαν τοίνυν, ὦ βασιλεῦ, ἅπαντες μὲν ᾐδέσθησαν
5ὥσπερ τι πάτριον ἱερὸν οἱ σὺν νόμῳ τὰς βασιλείας δια‐ δεξάμενοι, πολλοὶ δὲ καὶ συμπαρέλαβον ἐπιστατοῦσαν καὶ τοῦ βίου σφῶν προεστήσαντο, οἷς ἐκτιννύει τὰ γινόμενα χαριστήρια, ἀνεξάλειπτον αὐτῶν τὴν ἀγαθὴν μνήμην τῷ

99

c

παντὶ χρόνῳ συμπαραπέμπουσα. καὶ γὰρ ὅστις ἔδοξεν οὐ πρὸ πολλοῦ περιορᾶν ἀδικουμένην, οὐκ αὐτός τι κακὸν ἐργασάμενος, ἀλλ’ ὅτι προήκατο μόνον καὶ περιεῖδεν, ὅμως οὐκ ἀνταναφέρει τῇ λοιπῇ δόξῃ πρὸς ταύτην μόνην τὴν
5δυσφημίαν. ταύτης τοίνυν ἔτι μικροῦ περισῳζομένου λει‐ ψάνου, οὐκ ἔχων οὔτε μέγα οὔτε μικρὸν ἐγκαλέσαι, ἀλλ’ ὅτι μόνον συνῄδει μὴ δυναμένην συνεπαινεῖν τῷ τολμή‐ ματι, οὐκ ἐφείσατο ὅσον ἐφ’ ἑαυτῷ οὐδὲ ὤκνησε ψῆφον

99

d

ἐξενεγκεῖν, ἣν οἱ θεοὶ καλῶς ποιοῦντες ἔτρεψαν αὐτῷ παραχρῆμα εἰς τὴν κεφαλήν, ὁ τὸν πώγωνα καθειμένος καὶ τοῦ φιλοσοφωτάτου τῶν βασιλέων ἀντιποιούμενος, ἀλλ’ οὐχ ὑμεῖς οἱ τοῖς ὅπλοις ἐντεθραμμένοι, ἀλλ’ εἰσκαλεῖτε
5καὶ συμπαρίστασθε καὶ τῶν μεγίστων τιμῶν ἀξιοῦτε. Καὶ τοῦτον μὲν ἐῶ, ἀλλὰ τὸν καθηγητὴν ἐκείνου τοῦ αὐτοκράτορος διασπαράττειν πρώην τῶν στρατιωτῶν

100

a

ὡρμημένων ἐξελόμενοι προὔπτου θανάτου, ἐπειδὴ τὸν θυ‐
μὸν ἔδει παραμυθήσασθαι τῶν δικαίως ἀγανακτεῖν πεπι‐ στευκότων, χρήμασι μόνοις ἐζημιώσατε. χρὴ γάρ, ὡς ἔοι‐ κεν, ἐξ ἀμφοῖν ὑμᾶς φιλοτιμεῖσθαι, καὶ δι’ ὧν εὖ ποιεῖτε149
5φιλοσοφίαν καὶ δι’ ὧν τοῦ πάσχειν κακῶς ἐξαιρεῖσθε, καὶ πᾶσι γενέσθαι φανερὸν ὅτι μήτε ἐκείνη ἡ ψῆφος τῆς ὑμε‐ τέρας κρίσεως ἦν, ἀλλὰ τοῦ κοινοῦ θορύβου καὶ τῆς συ‐ στάσεως καὶ τῆς εἰωθυίας ἀπαντᾶν ἀγνωμοσύνης τοῖς ἐν

100

b

παιδείᾳ διενεγκοῦσι. καὶ τούτου τεκμήριον ἐναργές· τὸν γὰρ ἐγκληθέντα μὲν ὑπὲρ τῶν αὐτῶν πρᾳότερον δὲ χρη‐ σάμενον τῇ παρὰ τῶν πολλῶν δυσμενείᾳ οὔτε τιμῇ παρα‐ χρῆμα ἀφῆκας.
5 Ἀλλ’ ἱκανῶς ἔχει τῷ νεμεσήσαντι δαιμονίῳ εἴ τί τοι καὶ πρότερον παρεώραται. ἀλλὰ τὰ νῦν γε ἄντικρυς τῆς Σωκράτους μεγαλοψυχίας οὐχ ἥρπασε τὸν καιρὸν βουλι‐ μιῶν, οὐ συμπαρηνέχθη τῇ φορᾷ τοῦ ἀλάστορος, οὐ ῥῆμα

100

c

ἀφῆκεν ἀδικουμένου, ἀλλὰ τὴν ὀργὴν τῶν ἐννόμως βασι‐ λευόντων τῆς φιλανθρωπίας ἀνεκτοτέραν ὑπέλαβε τοῦ τοῖς νόμοις ἐπαναστάντος, ἀλλὰ μᾶλλον εἵλετο διακαρτερεῖν ἐν οἷς ἦν ἢ τὰ παρόντα μεμψάμενος ἀπηλλάχθαι. τοιγαρ‐
5οῦν ἅπαντα ὁ μιαρὸς τἄλλα μετακινῶν, τὰς ἐκείνου συμ‐ φορὰς μόνας ἐφύλαξεν ἐπὶ σχήματος. καίτοι εἰ καὶ πάνυ δικαίως καταψηφισθέντα ἠπίστατο, ἀλλ’ ἑτέροις γε ἔδω‐ κεν ἄδειαν πολλῷ δικαιότερον κατεγνωσμένοις. νῦν δέ, ὡς

100

d

ἔοικεν, οὐκ ἤνεγκεν ὑπὸ τοῦ μάλιστα παρ’ ὑμῶν πάσχειν δοκοῦντος κακῶς παρορώμενος. δίκαιος οὖν ἀπολαῦσαι τῆς σῆς πρᾳότητος ὁ τῆς ἐκείνου μὴ ἐθελήσας· καλόν τι δια‐
σώσασθαι τὰ ζώπυρα τῆς φιλοσοφίας· σημεῖον γὰρ βασι‐150
5λέως εὐδαίμονος αὕτη ἡ τέχνη ἐπιδιδοῦσα, καὶ ἀνάγκη ἀρετὴν ἔντιμον εἶναι παρ’ οἷς φιλοσοφία σπουδῆς ἀξιοῦ‐

101

a

ται, ἐν ᾗ δεῖ σε μνήμην ἀθάνατον καὶ ἀγήρω καταλιπεῖν. οὐ γὰρ μόνον οἱ τὰς πόλεις εὖ ποιοῦντες ἀθανάτους κατα‐ λείπουσι τὰς μνήμας, ἀλλὰ καὶ οἱ τὰ κάλλιστα τῶν ἐπι‐ τηδευμάτων τιμῶντες. ἀεὶ γάρ, ἕως ἂν ᾖ γένος ἀνθρώπων,
5οὐκ ἐπιλείψουσιν οἱ περὶ τοὺς θειοτέρους τῶν λόγων φιλο‐ χωροῦντες. ὥστε ἀνάγκη διαδόσιμον γενέσθαι τὴν φήμην τῶν καλῶς αὐτῇ προσενεχθέντων εἰς ἅπαντα σχεδὸν τὸν
αἰῶνα.151