TLG 2001 006 :: THEMISTIUS :: Φιλάδελφοι ἢ περὶ φιλανθρωπίας THEMISTIUS Phil.
Rhet. Φιλάδελφοι ἢ περὶ φιλανθρωπίας Citation: Harduin page — section — (line) | ||
t1 | ΦΙΛΑΔΕΛΦΟΙ | |
Η ΠΕΡΙ ΦΙΛΑΝΘΡΩΠΙΑΣ | 105 | |
71c | Οὐδέποτε, ὦ βασιλεῖς, ἀναγκαίαν εἶναί μοι τὴν διά‐ λεκτον τὴν κρατοῦσαν ὑπολαβών, ἀλλ’ ἱκανὸν ἀεὶ νομίσας τὴν πάτριον καὶ Ἑλληνικὴν ἀποχρώντως μεταχειρίζε‐ σθαι, νῦν, εἴπερ οἷόν τε ἦν, διημειψάμην ἂν τὴν γλῶτταν | |
5 | πρὸς τοὺς ἐκείνης τῆς λέξεως ἐπιστήμονας, ὥστε μὴ δι’ | |
---|---|---|
71d | ἀλλοτρίας ὑμῖν φωνῆς συγγενέσθαι. ὅμως δ’ εἰ καὶ τοῦτο ἀμήχανον, ἀλλ’ οὐκ ἐνιαυτοῦ μοι δεήσει πρὸς ἐμπειρίαν τῶν συνήθων ὑμῖν ῥημάτων, ὥσπερ πάλαι Θεμιστοκλεῖ τῷ Νεοκλέους. ὁ μὲν γὰρ οὐ χρηστὰ νοῶν εἰκότως οὐ‐ | |
5 | δένα προῃρεῖτο ἐξηγητὴν ὑπὲρ ὧν ἔμελλε τῷ βασιλεῖ δια‐ λέγεσθαι, ἐγὼ δὲ εὐξαίμην ἂν ἅπαντας ἀνθρώπους γε‐ | |
72a | νέσθαι διακόνους μοι καὶ ἑρμηνέας τοῦ μέλλοντος λόγου· οὕτω πέποιθα μᾶλλον τῇ διανοίᾳ τῶν ῥηθησομένων ἢ τοῖς ὀνόμασι. πάντως δὲ καὶ ὑμῖν κριτέον τοὺς λόγους, οὐ τὰ ῥήματα ἐξετάζοντας, ἀλλὰ τὴν γνώμην, καὶ μάλιστά | |
5 | γε τοὺς τῶν φιλοσοφεῖν προσποιουμένων. Ἔχει γὰρ οὕτως. ἄνωθεν, ὦ βασιλεῖς, εὔνοια καὶ συγ‐ γένεια βασιλείᾳ πρὸς φιλοσοφίαν ἐστὶ καὶ ἐπὶ τὴν αὐτὴν | |
χρείαν κατέπεμψεν ὁ θεὸς ἀμφοτέρας εἰς τὴν γῆν, ἐπι‐ | 106 | |
72b | μελεῖσθαι καὶ ἐπανορθοῦσθαι τοὺς ἀνθρώπους, τὴν μὲν διδάσκουσαν τὰ ἀγαθά, τὴν δὲ χορηγοῦσαν. τοῦτο τοί‐ νυν αὐτὸ πρῶτον ποιοῦμαι τῆς ὑμετέρας φύσεως σημεῖον, ὅτι τὴν συγγένειαν ταύτην οὐκ ἠγνοήσατε οὐδὲ πεπόνθατε | |
5 | ταὐτὸν τοῖς πολλοῖς, οἳ διὰ τοὺς νόθους τοῦ πράγματος δυσχεραίνουσι καὶ τοὺς γνησίους. ἀλλ’ οὐχ ὑμεῖς, ἀλλ’ οὐδὲν οἴεσθε προσήκειν τοῖς ἰατροῖς τοὺς φαρμακέας οὐδὲ τοῖς ῥήτορσι τοὺς συκοφάντας, οὐδὲ ἄλλῃ τέχνῃ τοὺς ἃ | |
72c | μὴ πέφυκε τῇ τέχνῃ χρωμένους, καὶ διὰ τοῦτο τῶν βασι‐ λείων οὐκ ἀπεληλάκατε τὸ τριβώνιον, οὐδὲ ἧττον ἔντιμον παρ’ ὑμῖν στρατηγίας καὶ σατραπείας. Εὐριπίδης μὲν γὰρ ἢ ὅστις δήποτέ ἐστιν ὁ ποιήσας | |
5 | Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, οὐκ ἦν οἶμαί που πυκνῆς διανοίας. οὐ γὰρ ἄν ποτε εὔνουν ὑπέλαβε τυραννίδι φιλοσοφίαν οὐδὲ τὰ ἀλλοτριώτατα ὁμοή‐ | |
72d | θη ἀρετὴν ὑπάρχειν καὶ μοχθηρίαν. ἀλλ’ ὥσπερ οἱ λίαν μελαγχολῶντες ἀποκλείουσι τοὺς θεραπεύοντας, οὕτω σο‐ φίαν τυραννὶς οὐ προσίεται. Πλάτωνα γοῦν ἐπίπρασκε Διονύσιος καὶ Νέρων Μουσώνιον ἐξεκήρυττε καὶ εἷργε | |
5 | τὸν ἐκ Τυάνων ὁ ἀδελφοκτόνος. τῶν γὰρ αὐτῶν ἦν, ὡς ἔοικε, καὶ εἰς ἀδελφοὺς δυσσεβεῖν καὶ εἰς φιλοσόφους, | |
ὥσπερ γε τοὔμπαλιν ἀναγκαῖον οἰκείαν καὶ ἔντιμον εἶναι φιλαδελφίᾳ φιλοσοφίαν. καὶ τοῦτο οὖν κακῶς ἡ τραγῳδία, | 107 | |
73a | καὶ πρός γε ἔτι κάκιον, ὅταν θεὸν λέγῃ τὴν τυραννίδα· καὶ γὰρ οὕτως εἰς ταὐτὸν πλημμέλημα περιίσταται. ὁ γὰρ θεὸς ὅ τι περ ἀκρότατον τῆς σοφίας, μᾶλλον δὲ αὐτοσοφία, καὶ ἐξῆν τῷ Εὐριπίδῃ ἀναβλέψαντι εἰς τὸν οὐρανὸν κατα‐ | |
5 | μαθεῖν καὶ διδαχθῆναι ὅτι μὴ τυραννίδος ἐστὶ τὰ ἐκεῖ, ἀλλ’ εὐδαίμονος βασιλείας εὐδαίμονα ἔργα, οὐ πρὸς ἐξου‐ σίαν ἄκριτον ἀποχρωμένης τῇ τῆς δυνάμεως περιουσίᾳ, ἀλλὰ κατὰ τοὺς νόμους τοὺς ἑαυτῆς διεξιούσης τὸν ἅπαντα αἰῶνα, οὓς αὐτὴ θεμένη πρὸς σωτηρίαν τῶν ὄντων ἀκι‐ | |
10 | νήτους διαφυλάττει. | |
73b | Τάξις γὰρ οὐκ ἀσθενείας σημεῖον, ἀλλὰ φύσεως ἀτρέ‐ πτου καὶ ἀθορύβου, καὶ ὅσον ἐκείνῃ τοῦ παντός ἐστιν ἐγγυτέρω, τοσοῦτο μάλιστα τῆς τάξεως ἀπολέλαυκεν· ἡ ταραχὴ δὲ καὶ ὁ κλόνος καὶ ὁ κυδοιμὸς ἐν σμικρῷ μορίῳ | |
5 | τοῦ ὄντος, ἀλλ’ ὅσων δι’ ἔλλειψιν κατ’ ἀσθένειαν καὶ τῆς τοῦ εἶναι προσρήσεως ἐνδεέστερον. ταύτης τῆς πολιτείας | |
εἰκὼν οὐχ ἣν Μίνως ἐν Κρήτῃ κατεστήσατο, οὐδ’ ἣν Λυκοῦργος ἐν Λακεδαίμονι, οὐδ’ ἣν οἱ πάλαι Ῥωμαῖοι, ἀλλ’ ἣν ὑμεῖς πολιτεύεσθον, ἣν ὑμεῖς ἐλάχετε ἐπινεύσαντος | 108 | |
73c | τοῦ θεοῦ. μὴ γὰρ οἴεσθε, ὦ γενναῖοι, τοὺς στρατιώτας κυρίους εἶναι τηλικαύτης χειροτονίας, ἀλλ’ ἄνωθεν αὐτὴ κάτεισιν ἡ ψῆφος, ἄνωθεν ἡ ἀνάρρησις τελειοῦται—τοῦτο δέ φησιν Ὅμηρος, ἡ τοῦ Διὸς βουλή—ταῖς τῶν ἀνθρώ‐ | |
5 | πων διακονίαις. τοὐντεῦθεν οὖν ὑμέτερον δεῖξαι τῷ θεῷ τοὺς στρατιώτας διακονήσαντας. ὡς εἰ μὲν τῷ κράτει μόνῳ θαρσοίητε, δόξετε ἀκριβῶς παρὰ τῶν ὅπλων εἰλη‐ φέναι τὴν δυναστείαν, εἰ δὲ τῷ κατ’ ἀρετὴν ὑπερέχειν, | |
73d | ἐκ τοῦ οὐρανοῦ φανήσεσθε προβεβλημένοι. τοῦτο γὰρ τῆς ἐκεῖθεν χειροτονίας σημεῖόν ἐστιν, οὐ χρυσοῦς ἀετὸς οὐδὲ γράμματα πολυτίμητα οὐδὲ φλήναφοι, ἀλλὰ γνώμη πρὸς ἐκεῖνον ὁρῶσα καὶ πρὸς τὸν ἐκείνου ζῆλον συντετα‐ | |
5 | μένη. ὥσπερ οὖν ὑμῖν οὐκ ἀνεκτὸς ὁ δίχα τῶν ὑμετέρων συμβόλων ἄρχειν ἐπιχειρῶν, οὕτως οὐδὲ τῷ θεῷ προσ‐ φιλὴς ὁ δίχα τοῦ θείου γνωρίσματος ἐναψάμενος τὴν ἁλουρ‐ γίδα. ὥστε τοῦτ’ ἂν εἴη τὸ γνώρισμα ἐπιδεικτέον, ἐπεὶ τά γε ἀνθρώπινα ἐφ’ ὑμῶν καὶ λίαν ἔξω τοῦ εἰωθότος. | |
74a | ἥ τε γὰρ παρὰ τοῦ πλήθους ἀνάρρησις τὸ ἔντιμον ἔχει ἥ τε παρ’ ἑνὸς τοῦ κρατοῦντος· ἄμφω ταῦτα ἐφ’ ὑμῶν συνδεδράμηκε. καὶ νικᾷ τῷ πλήθει μὲν ἅτερος, τῷ κρα‐ | |
τοῦντι δὲ σύ, μᾶλλον δὲ καὶ ἡ τοῦ πλήθους ψῆφος εἰς | 109 | |
5 | σὲ περιήκει. ὃν γὰρ ἅπαντες ἄνθρωποι προεστήσαντο, οὗτος σὲ κοινωνὸν ἐποιήσατο, καὶ δεῖγμα ἐξήνεγκεν ἀκρι‐ βὲς τοῦ προσηκόντως αὐτὸς εἰληφέναι, τὸ μεταδοῦναι τῷ πάντα ὁμοίῳ σοι. Ἀλλ’ ἐγὼ τὰ χαμόθεν οὐκ ἀγαπῶ, ἀλλὰ τὸν ἄνωθεν | |
10 | ἐπιζητῶ χαρακτῆρα, κἀκεῖθεν ἐσπούδακα ἥκουσαν δει‐ | |
74b | χθῆναι τὴν ψῆφον. τέως οὖν ἱκανόν μοι τοῦτο τεκμήριον τοῦ πεφηνέναι θεόθεν τὴν ὑμετέραν χειροτονίαν ἡ πρὸς ἀλλήλους εὔνοια καὶ σπουδή. ὅπου γὰρ καὶ τοὺς πατρῴαν διαδεξαμένους ἀρχὴν καὶ μερίτας κατὰ τὸν νόμον αὐτῆς | |
5 | γιγνομένους εἰς ἀνήκεστον ἀπέχθειαν ἐξήγαγεν ἡ συγ‐ γένεια, τί ἂν εἴποι τις ἐφ’ ὑμῶν, οἳ μηδὲ τοῦ νόμου προ‐ αναγκάζοντος τοῖς τῆς φύσεως δικαίοις ἐπηκολουθήσατε καὶ διενείμασθε τὴν βασιλείαν ὡς πατρῷον κλῆρον ἡσυχῆ καὶ ἀψοφητί, ἣν ἕτεροι κληρονομοῦντες δι’ ἀλληλοφονίας | |
10 | μετῆλθον; καὶ γὰρ οὐκ ἐμπέπλησται μὲν ἡ σκηνὴ πα‐ | |
74c | λαιῶν δραμάτων, νικᾷ δὲ τὰς σκηνὰς τὰ νεώτερα; καὶ ἀπείποι ἄν τις ἄνωθεν ἐπιὼν τὰ μειράκια τὰ Θήβησι, τοὺς Πελοπίδας, τὸν Καμβύσην, τὸν Νέρωνα, τὸν Δο‐ μετιανόν, τὸν τοῦ Σεβήρου, τὰ χθὲς καὶ πρώην, οἳ τῆς | |
5 | φύσεως αὐτοὺς πολυπλασίους ποιούσης ὑφ’ ἑαυτῶν ἐμο‐ νώθησαν, καὶ τοσαύτη γένους πολυανδρία ἔρωτι μοναρ‐ χίας ἐξανάλωται ὑφ’ ἑαυτῆς· πρὸς ὑμᾶς δὲ μικρὸν ὁ Ξέρ‐ | |
ξης, μικρὸν δὲ ὁ Σέλευκος, μικρὸν δὲ ὁ τοῦ Φιλεταίρου. | 110 | |
74d | οἱ μὲν γὰρ διὰ τοῦτο μόνον ἀοίδιμοι, ὅτι μετρίως ἐχρήσαντο τοῖς ἀδελφοῖς τῆς βασιλείας ἀμφισβητήσασι, καὶ κα‐ θάπερ ἄλλο τι τῶν ἀπίστων ᾄδεται μὲν ὁ Μῆδος φεισά‐ μενος Ἀριεμένου διαδικασαμένου πρὸς αὐτὸν περὶ τῆς πα‐ | |
5 | τρῴας ἀρχῆς· ᾄδεται δὲ Εὐμένης συγχωρήσας Ἀττάλῳ νεωτερίσαντι. ὑμεῖς δὲ ἔγνωτε πλέον τι εἶναι φιλαδελ‐ | |
75a | φίαν ἐπιεικείας. οὐ γὰρ ἐξ ὧν ἀλλήλους οὐκ ἠδικήσατε, ἀλλ’ ἐξ ὧν ἀλλήλους εὖ πεποιήκατε, δικαίως ἂν φιλοτι‐ μοῖσθε. καὶ γὰρ εἰ θατέρου τὸ πλέον τῆς εὐποιίας, ἀλλ’ οὐδαμοῦ τὸ πλέον ἐκείνῳ κεχαρισμένον. ἄλλως τε ὁ βα‐ | |
5 | σιλείας μεταδιδοὺς πόνου μερίτην ποιεῖται τὸν γινώσκοντα οὗ μετείληφεν, οὐχ ἡδονῆς οὐδὲ ῥᾳστώνης. ὡς ὅ γε ἐπὶ τούτοις κοινούμενος τὴν ἁλουργίδα οὐκ εὖ ποιεῖ τὴν ἀρ‐ χήν, οὐ μόνον ἐκεῖνον, οὗ τῇ κακίᾳ τὴν χορηγίαν προσ‐ τίθησιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας, οὓς ἀπολαύειν | |
10 | ἀνάγκη διπλασίονος τῆς μοχθηρίας. | |
75b | Ἔτι δὲ ὥσπερ οἱ στρατιῶται πλέον ἔχουσιν ἢ δεδώ‐ κασιν ἐκ τῆς ψήφου, οὕτω καὶ ὁ σὸς ἀδελφὸς προσλαβών, εἰ μὴ καὶ νῦν τὸ πλέον εὐλαβητέον, ἀλλ’ ἐκεῖνό γε ἀν‐ | |
επίφθονον, ὅτι καὶ τοῦτο εἰς ἐκεῖνον ἐπάνεισιν ὃ προήκατο. | 111 | |
5 | οὐ γὰρ ἀπεστέρηται τοῦ μέρους τῆς βασιλείας, ἀλλὰ τὸ βασιλέως εἶναι μείζων προσείληφεν. βασιλέα μὲν γὰρ αὐ‐ τὸν οἱ στρατιῶται, μέγαν δὲ σὺ βασιλέα πεποίηκας· καὶ λαβὼν τὴν ἁλουργίδα ἀντιδέδωκας ἑτέραν ψυχήν, ἀντι‐ | |
75c | δέδωκας ἕτερον σῶμα, καὶ ὁρᾶν πλείω καὶ ἀκούειν, καὶ δημηγορεῖν ἅμα ἐν τοῖς μακρὰν διῳκισμένοις καὶ δικά‐ ζειν ἐν ταὐτῷ Σύροις καὶ Βρετανοῖς. καὶ τὸν μὲν Δία φησὶν ὁ ποιητὴς μεταφέρειν ἀπὸ τῆς Τροίας ἐπὶ τὴν | |
5 | Θρᾴκην τὸ ὄμμα, καὶ ταῦτα ἀντιπέρας οὖσαν, τῷ δὲ ἔνεστιν ἅμα τε τὴν Ἰταλίαν ὁρᾶν καὶ τὸν Βόσπορον ἐπι‐ πολεῖσθαι, καὶ εἰ βουληθείη τὸν ὠκεανὸν καὶ τὸν Τίγρητα ὑπολαβεῖν, ἅμα τῷ ὄμματι ἔχειν τὰς ἐσχατιὰς τῆς γῆς, | |
75d | οὐδὲν κωλύει. ἆρά σοι δοκεῖ δεδωκέναι πλέον ἢ εἰληφέναι; καὶ νῦν ὑπάρχει τὸ ὑπήκοον τῆς Ῥωμαίων ἀρχῆς καὶ πρὸς ἕω καὶ πρὸς ἑσπέραν οὐχ ὁπλίταις οὐδὲ ἱππεῦσιν, ἀλλὰ βασιλεῦσι πεφράχθαι, καὶ βασιλεῦσιν ἀρτίοιν ἀμ‐ | |
5 | φοῖν, ὁλοκλήροιν δυοῖν καθάπερ ἑνί. οὐ γὰρ νέμεσις τῷ λόγῳ φιλοτιμεῖσθαι καὶ πρὸς τὴν ὑπόθεσιν. Ἐπεὶ καὶ τοῦτο πηλίκον ἐστί, τὸ μὴ χωλεύειν τὴν ξυν‐ | |
76a | ωρίδα, μηδὲ τοὔνομα μὲν τῆς βασιλείας ἀμφοῖν ἐπικεῖ‐ σθαι, τοὔργον δὲ θατέρῳ μόνῳ προσήκειν, ὃ σχεδὸν ἅπαν‐ τες οἱ πρὸ ὑμῶν ὑπομείναντες οὐκ εἰς καλὸν ἀπέλαυσαν τῆς κοινωνίας, οἱ μὲν παῖδας, οἱ δὲ ἀδελφούς, οἱ δέ τινας | |
5 | τῶν φιλτάτων πρὸς αἵματος προσελόμενοι μὲν ὡς ὀφει‐ | |
λομένης αὐτοῖς τῆς τιμῆς, εὐθὺς δὲ ἐν οἷς ἐτίμων πλεο‐ νεκτήσαντες, καὶ οὐχ οἷς ἔδοσαν εὔνους ποιήσαντες, ἀλλ’ οἷς ἠλάττωσαν παροξύναντες. ὁ δὲ τέλεια μὲν λαβών, τέ‐ | 112 | |
76b | λεια δὲ νείμας, ἀδελφὸς καὶ πατήρ, τὸ μὲν ἐκ τῆς φύσεως, τὸ δὲ αὑτὸν ποιήσας, ἴσα μὲν ἐδωρήσατο, σύμπαντα δὲ ἔχει δι’ εὐπείθειαν τοῦ κοινωνήσαντος, καὶ τοῦ τεθρίπ‐ που τοῦ παρ’ Ὁμήρῳ, ὃ τὼ παῖδε τοῦ Ἄκτορος ἡνιόχουν, | |
5 | σύμπνους μᾶλλον καὶ ὁμοπαθὴς ἡ Ῥωμαίων ἀρχή. οὐ γὰρ ὁ μὲν κεντεῖ, ὁ δὲ ἄγει, ἀλλ’ ἄγουσιν ἄμφω ταῖς αὐ‐ ταῖς ἡνίαις. Ἔστι μὲν οὖν καὶ καθ’ αὑτὸ ἀγαπητὸν τοῖς ὑπηκόοις ἡ τῶν βασιλέων φιλαδελφία, καὶ τὸ κυβερνᾶσθαι πλείο‐ | |
76c | σιν ἐκ μιᾶς γνώμης τιμιώτερον εἰς ῥᾳστώνην ὁμοῦ καὶ ἀσφάλειαν. καὶ γὰρ τὸ τῶν δικαίων ἐγγυτέρω τυχεῖν καὶ τεθαρρηκέναι μᾶλλον ἁπανταχοῦ, πλησίον ὄντας τῶν ὅπλων, νῦν ῥᾷον ἢ πρότερον ἡμῖν ὑπάρχει. ἀλλ’ οὐ τοῦτό | |
5 | ἐστι τὸ μέγιστον ὧν κερδανοῦμεν, ἀλλ’ ὅτι σημεῖόν ἐστι φιλαδελφία φιλανθρωπίας, καὶ ὥσπερ ἀρχὴ καὶ στοιχεῖον τῆς πρὸς ἅπαντας ἀνθρώπους εὐνοίας ἡ πρὸς τοὺς συγ‐ γόνους καὶ ὁμοσπόρους. ἡ γὰρ φύσις ἡ πλείστου ἀξιώ‐ σασα ἄνθρωπον τῶν λοιπῶν ζῴων πόρρωθεν ἡμᾶς πρὸς | |
76d | ἅπαν συνδέουσα τὸ ὁμόφυλον ἐκ τῶν ἐγγύθεν καὶ ἀφ’ ἑστίας καταβέβληται τὰ προοίμια, καὶ ἕπεται τῷ φιλ‐ αδέλφῳ μὲν ὁ φιλοίκειος, τῷ φιλοικείῳ δὲ ὁ φιλόπατρις, τῷ φιλοπάτριδι δὲ ὁ φιλάνθρωπος. καὶ οὐκ ἔνεστιν ἐν | |
5 | τοῖς προθύροις τῆς φύσεως ἑαλωκότα μὴ γενέσθαι καὶ | |
προϊούσης κατήκοον. | 113 | |
77a | Καίτοι τί δέομαι κατὰ σμικρὸν ἐπιπλέκειν αὐτόθεν ἀναγ‐ καῖον εἶναι τοὺς φιλαδέλφους καὶ φιλανθρώπους; δεῦρο ἴτε, ὦ μακάριοι, δεῦρο ἴτε, ἀναγνωρίσατε τὸν ἀληθινὸν πατέρα, τὴν ἐκείνου πολυπαιδίαν καὶ τὸ ξύμπαν πλῆθος | |
5 | τῶν ἀδελφῶν. οὐκ εἰσὶ πεντήκοντα μόνοι ὅσους Αἴγυπτος ἐποίησεν οὐδ’ ὅσους ἀριθμοῦσιν οἱ ποιηταὶ τοὺς Πρια‐ μίδας, ἀλλ’ ὅσοις ἔνεστιν ὁ χαρακτὴρ ὁ πατρῷος, ἡ τοῦ λόγου κοινωνία καὶ ἡ τοῦ σώματος πρὸς τὸν λόγον εὐαρ‐ μοστία, οὗτοι πάντες ὁμόσποροι καὶ αὐτάδελφοι ὑμῖν τε | |
77b | καὶ ἀλλήλοις. ἰδοὺ τὸ γνώρισμα ἐπισκέψασθε, εἰ μὴ δω‐ ρεῶν καὶ δακτυλίων ἐχεγγυώτερον. ἢ τοῖς Πελοπίδαις μὲν ἐξήρκει καὶ μόριόν τι περὶ τὸν ὦμον ἐξεικασμένον ἐλέφαντι πρὸς ἀπόδειξιν τῆς συγγενείας, ὑμῖν δὲ ἅπαν | |
5 | τὸ σῶμα οὐκ ἐξαρκέσει δεῖξαι ἕνα τὸν σπορέα καὶ ἀρχ‐ ηγέτην; καίτοι πόσῳ τοῦ σώματος ἐναργεστέρα ἡ κατὰ ψυχὴν συγγένεια καὶ ὁμοιότης, ὅταν ὡς πέφυκε δια‐ σῴζηται; περὶ ἀρετῆς ἅπαντες ἀμφισβητοῦμεν, κακίαν ὁμολογεῖν αἰσχυνόμεθα, μονωθέντες οὐ καρτεροῦμεν, ἐπι‐ | |
77c | βοώμεθα ἀλλήλους ἐν τοῖς θορύβοις, ἀπαράκλητοι συν‐ τρέχομεν εἰς τοὺς κινδύνους, μία τροφὸς ἡμᾶς τιθηνεῖται, κοινὴν κεκτήμεθα πατρῴαν οὐσίαν, τὴν γῆν καὶ τὴν θάλατταν καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ, καὶ δὴ καὶ φυτὰ | |
5 | καὶ ζῷα, καὶ τὰ μὲν διενειμάμεθα πρὸς ἀλλήλους, τὰ δὲ ἔτι καὶ νῦν ἀνέμητα ἡμῖν τῶν κτημάτων. ἐῶ τἄλλα· μόνοι | |
τῶν ἐπὶ γῆς τικτομένων αἰσθανόμεθα τοῦ πατρὸς ἢ σαφέ‐ στερον ἢ ἀμυδρότερον. καὶ γὰρ εἰ τὰ ἐφεξῆς διεστήκαμεν, ἀλλ’ εἰς ἐκεῖνόν γε ἅπαντες ἐπερειδόμεθα. | 114 | |
77d | Οὐκ ἄρα μάτην ὁ σοφώτατος Ὅμηρος ἀπεσχεδίαζεν ἐν τοῖς ἔπεσι, συνεχῶς ἀνυμνῶν τὸν αὐτὸν καὶ ἕνα πα‐ τέρα ἀνδρῶν τε θεῶν τε. καίτοι διὰ τί αὐτὸν οὐχ ἵππων λέγει πατέρα οὐδὲ μὰ Δία κυνῶν ἢ λεόντων; ὅτι τοῖς | |
5 | μὲν ἄλλοις ἅπασι ζῴοις οὐ μέτεστιν, οἶμαι, οὐδὲ μικρὰ μερὶς τοῦ γεννήτορος· οὐκοῦν οὔτε ἐκείνου συνίασιν οὔτε ἀλλήλων, εἰς ἀνθρώπους δὲ μόνους καθήκει τοῦ δευ‐ | |
78a | τέρου κρατῆρος ἀπορροή. καὶ τὸ λόγου κοινωνεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ κοινωνεῖν τοῦ θείου σπέρματος. Ὁμήρῳ δὲ ταὐτὰ γινώσκει καὶ ὁ Βοιώτιος ποιητὴς Ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δ’ ἔφυμεν | |
5 | ματρὸς ἀμφότεροι, καλῶς ἡμᾶς οὗτος πρὸς τῷ πατρὶ καὶ ἐκ τῆς μητρὸς ἐξοικειούμενος. εἰ τοίνυν ἅπαντες ὁμοπάτορες καὶ ὁμο‐ μήτορες καὶ ἐκ τοκέων ἁγιωτέρων, οὐδέν, ὡς ἔοικε, διε‐ νήνοχε φιλαδελφία φιλανθρωπίας. νῦν δὲ λίαν στενοῦς αὐτῇ | |
10 | καὶ περιγραπτοὺς ὅρους ποιούμενοι τοὺς μὲν Οἰδίποδος | |
78b | υἱέας βδελυττόμεθα ἐν ταῖς τραγῳδίαις ὡς τέρατα καὶ ὀνείδη τῆς φύσεως, τὰς δὲ πρὸς ἀλλήλους ἡμῶν ἐπιβουλὰς καὶ ἀπεχθείας οὐκ ἀξίας τραγῳδίας ὑπολαμβάνομεν, οὐδ’ αἰδώς τις ἡμᾶς ἔχει τοῦ πατρός, εἰ μηδέποτε αὐτὸν εὐφρα‐ | |
5 | νοῦμεν τῇ πρὸς ἀλλήλους εἰρήνῃ. Ἀλλ’ οὐχ ὑμῖν γε ἀνεκτὸν τοῦτο, ὦ βασιλεῖς. ἀλλ’ ἐπει‐ δὴ ὁ κοινὸς ὑμᾶς ἀρχηγέτης ὡς πρεσβυτάτους τε καὶ ἐντιμοτάτους τοῦ λοιποῦ γένους προὐστήσατο, μήτε πρὸς | 115 |
78c | ἀλλήλους ἑτέρως σχοίητε μήτε πρὸς ἡμᾶς ἢ ὡς ὁ πατὴρ προαιρεῖται· προαιρεῖται δὲ εἰρηνικῶς καὶ ἡμέρως καὶ φιλανθρώπως, καὶ ὡς αὐτὸς ἔχει πρὸς τὰ ἄλλα ἔργα αὐτοῦ καὶ γεννήματα. ὁρᾶτε ὡς ὁ κεραυνὸς ὀλιγάκις καὶ | |
5 | ἐπ’ ὀλίγους, τὸ φῶς δὲ πανταχοῦ καὶ ἐφ’ ἅπασιν. οὐκ ἔνεστιν οὖν πρὸς τὸν θεὸν ὁμοιωθῆναι τῆς πρὸς ἀνθρώ‐ πους εὐμενείας ὀλιγωρήσαντας. οὐ γὰρ τῷ μετ’ ἐμπειρίας ἱππηλατεῖν ἢ τοξεύειν ἢ ἀκοντίζειν ἐκεῖνον ἄν τις ζηλώ‐ σειεν, οὐδὲ μὰ Δία τῷ κρατεῖν τῶν ἐκ τοῦ σώματος | |
78d | ἡδονῶν· ἀλλὰ ταῦτα λίαν χαμαίζηλα τῆς ψυχῆς ἀγαθὰ καὶ ὄντως χθόνια καὶ ἀνθρώπινα, μόνον δὲ ἐκεῖνο θεῖον ἀτεχνῶς καὶ οὐράνιον ἐπ’ ἐξουσίας ἔχειν καὶ ἐν ῥᾳστώνῃ εὐδαιμονίαν ἀνθρώπων. καὶ τοῦτο ἡ θειότης ἐστίν, ἐξ | |
5 | ἧς συνεχῶς ὑμᾶς ὀνομάζομεν, ἣν οὐχ ὅσιον ἄλλῳ ἐπαλη‐ θεύεσθαι, μὴ προϋπαρχούσης φιλανθρωπίας. Ὡδὶ δὲ σκόπει· τριῶν ὄντων, οἷς ὁ θεὸς διαφέρων θεός ἐστιν, ἀϊδιότητι ζωῆς, περιουσίᾳ δυνάμεως, τῷ μὴ δια‐ | |
79a | λείπειν εὖ ποιεῖν ἀνθρώπους, καθ’ ἓν μόνον τοὔσχατον | |
τῶν εἰρημένων ἐφικτὴ βασιλεῖ πρὸς τὸν θεὸν ἡ ὁμοίωσις. τὸ μὲν γὰρ ἢ τῷ χρόνῳ ποτὲ ἐξικέσθαι τοῦ παντὸς αἰῶνος ἢ τῇ περιουσίᾳ τῆς δυνάμεως ἁμιλληθῆναι οὐδεὶς ἂν | 116 | |
5 | οὐδ’ ἐγγὺς ὑπολάβοι, ὅστις μὴ παρίησι τοὺς Ἁλωάδας ἀποπληξίᾳ. ἡ δὲ εἰς ἀνθρώπους ἀρετὴ καὶ πρᾳότης καὶ εὐμένεια—ὀκνῶ μὲν εἰπεῖν καὶ λίαν ὀκνῶ, ξυγχωρεῖ δὲ ἡ ἀλήθεια—μὴ καὶ μᾶλλόν ἐστιν ἐγγυτέρα τῷ κοινω‐ νοῦντι τῆς φύσεως; αὕτη ποιεῖ θεοείκελον, αὕτη θεοειδῆ, | |
79b | οὕτω διοτρεφὴς γίνεται βασιλεύς, οὕτω διογενής, οὕτως αὐτῷ τὴν θειότητα ἐπιφημίζοντες οὐ ψευσόμεθα· οὐκ ἐὰν τὸν Ἄθω τῆς γῆς ἀπορρήξῃ, οὐδ’ ἂν ἐμπλήσῃ νε‐ κρῶν τὴν Ἀσίαν. σεισμοῦ γὰρ ἑνὸς καὶ λοιμοῦ τὰ τοιαῦτα | |
5 | ἔργα καὶ πολλῷ μείζω καὶ ἀτοπώτερα. οὐδὲ γὰρ ἐν τοῖς γνωρίσμασιν οἷς κατέλεξα τοῦ θεοῦ ἄλλο τι μᾶλλον ἐκ‐ λάμπει τῆς φύσεως τῆς μακαρίας ἢ τἀγαθόν. διὸ καὶ τοὔνομα ἐντεῦθεν αὐτοῦ πεποιήμεθα ὡς προσφυέστατόν τε καὶ ἀξιώτατον, ἐπεὶ καὶ τὸ μακαρίωνα εἶναι καὶ ὑπερ‐ | |
10 | βάλλειν δυνάμει πολλοῖς καὶ τῶν ἀψύχων ὑπάρχον ὁρῶ‐ μεν. | |
79c | Ἀλλ’ Ὅμηρος, ὡς ἔοικε, τοῦτο οὐκ ὀρθῶς ὑπελάμ‐ βανε, δύο κατακεῖσθαι πίθους ἐν τῷ Διὸς οἴκῳ κηρῶν ἐμπλέους, τὸν μὲν ἐσθλῶν, τὸν δὲ ἕτερον τῶν ἐναντίων. | |
κακῶν γὰρ οὐκ ἔστιν ἐν τῷ οὐρανῷ ταμιεῖον, ἀλλ’ ὁ πίθος | 117 | |
5 | οὗτος πεφύραται ἐνθένδε ἀπὸ τοῦ πηλοῦ τοῦ παρ’ ἡμῖν καὶ τῆς γῆς, καὶ ἡμεῖς αὐτὸν ἐμπίπλαμεν καὶ ἐκκενοῦ‐ μεν. οὐδ’ ἐῶμεν ἀκράτους ἐπιρρεῖν πηγὰς τῶν ἄνωθεν ἀγαθῶν, ἃ χορηγεῖ συνεχῶς ἀκάμαντι νόῳ, καθάπερ λέ‐ γει ἡ φιλοσοφοῦσα ποίησις, ὁ τῶν ἐάων δοτήρ, ὁ τῆς | |
10 | εὐνομίας ταμίας, οὗ πάρεδρος Δίκη τε καὶ Εὐνομία· ᾧ | |
79d | παραστατοῦσιν αἱ Χάριτες, Εὐφροσύνη καὶ Ἀγλαΐα Θαλίη τ’ ἐρατεινή· οὗ πᾶσαι ἐκ φιλανθρωπίας ἐπωνυμίαι, ὁ μει‐ λίχιος, ὁ φίλιος, ὁ ξένιος, ὁ ἱκέσιος, ὁ πολιεύς, ὁ σωτήρ. Τοῦτον ἂν βουλοίμην ἐγὼ τὸν κατάλογον τῶν ὀνομάτων | |
5 | προγράφεσθαι ὑμῶν, ὦ βασιλεῖς, ὡς πολὺ θειότερον καὶ πρέποντα μᾶλλον ἢ τὸν ἀπὸ τῶν ἐθνῶν τῶν ἡττωμένων. ἐκείνων μὲν γὰρ οὐδέν ἐστιν ἐκ τοῦ οὐρανοῦ, οὐχ ὁ Περ‐ | |
80a | σικός, οὐχ ὁ Γερμανικός, οὐχ ὅσα ἂν εἴποις· καὶ ἅμα εἰ μὴ παρακινοῖεν οἱ βάρβαροι, ψεύδεσθαι γράφοντας ἀναγ‐ καῖον. ταῦτα δὲ ἀνέκαθεν ὑμῖν πατρῷα καὶ χρῆσθαι αὐ‐ τοῖς ἔνεστι καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ, μᾶλλον δὲ καὶ | |
5 | αὐτοὺς ἐπὶ τῶν θρόνων καθεζομένους, καὶ νεύματι ψιλῷ καὶ ῥήματι σμικρῷ πολὺν τοῦτον τὸν κατάλογον βεβαιώσα‐ σθαι, οἷον πάλαι ποτὲ ἐπυθόμην ῥῆμα αὐτοκράτορα εἰπεῖν Ῥωμαίων, ὅτι σήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ τή‐ μερον εὖ ἐποίησα. ἦ πολλαῖς τε καὶ μεγάλαις ἱππομα‐ | |
10 | χίαις καὶ πεζομαχίαις αὕτη ἡ γνώμη παραβαλεῖν ἰσο‐ | |
80b | στάσιος. ἐγὼ γὰρ οὐκ ἔλαττον αὐτὴν τέθηπα τῶν Ἀλεξάν‐ δρου τροπαίων. τί λέγεις, ὦ θεοειδέστατε βασιλεῦ; οὐκ ἐβασίλευσας τήμερον, ἐπεὶ μηδένα τήμερον εὖ ἐποίησας; καὶ πότε πλείους ἄλλοτε εὖ ἐποίησας ἢ ὁπηνίκα ταύτην | 118 |
5 | ἀνεῖπας τὴν γνώμην, δι’ ἧς ἅπαντες ἐδιδάχθησαν οἱ μετὰ σὲ βασιλεύσαντες τί τὸ ἔργον αὐτῶν καὶ τί τὸ πρακτέον αὐτοῖς συνεχῶς, εἰ τοὔνομα διασώσαιντο. ὥστε, ὦ βασι‐ λεῦ, δίκαιόν γε εἰπεῖν ὡς οὐδὲ ἡ τότε σοι τῆς βασιλείας ἡμέρα παραπώλετο· ἣν γὰρ ἔνδειαν ἐμέμψω τῷ λόγῳ, | |
80c | ταύτην σοι ὁ λόγος αὐτὸς ἀνεσώσατο. Τοιοῦτον δέ τι καὶ ἑτέρου βασιλέως ἔχοιμ’ ἂν λέγειν οὐ λίαν ἀρχαίου οὐδὲ τῆς χρυσῆς γενεᾶς, ἀλλ’ ἐφ’ ἡμῶν του‐ τωνὶ τῶν νῦν σε περιεστώτων, ὃς τοῦ μάλιστα ἀνιάσαντος | |
5 | ἐν τῇ τῆς ἑσπέρας ἐπαναστάσει κύριος γεγονὼς μετὰ τὴν φυγὴν τοῦ βαρβάρου ἅμα τῷ λαβεῖν τὴν ἐξουσίαν κατ‐ έθετο τὴν ἀπέχθειαν, καὶ ἠμύνατο τὰς λοιδορίας εὐεργε‐ σιῶν ὑπερβολαῖς· ὥστε εἰς μεταμέλειαν καταστῆσαι καὶ τῇ παρ’ ἑαυτοῦ λύπῃ κολάσαι τὸν πλημμελήσαντα, αἰ‐ | |
80d | σθανόμενον ἐξ ὧν εὖ ἔπασχεν οἷον ἠδίκει. οὕτως οὐκ ἀντιβλάπτοντα προσήκει τὸν ἀληθινὸν βασιλέα, ἀλλ’ εὖ ποιοῦντα κρείττω γίνεσθαι τοῦ λελυπηκότος. ἀρετῆς γὰρ αὕτη νίκη, τιμωρία δὲ δυνάμεως, μέγαν τε χρὴ μὴ τῷ | |
5 | θυμῷ ποιεῖν ἑαυτόν, ἀλλὰ τῇ μεγαλοψυχίᾳ· τοῦτο γὰρ θεῖον τὸ μέγεθος, ἐκεῖνο δὲ σμικρὸν καὶ ἀνθρώπινον, καὶ ποιεῖ κυπτόντων ὑψηλότερον οὐκ ἀνεστώτων. ἐγὼ δὲ εὐ‐ | |
ξαίμην ἂν οὐχ ὑμᾶς, ἀλλ’ ὑπὲρ ὑμῶν δεδιέναι, καὶ τοιούτῳ | 119 | |
81a | φόβῳ παρὰ πάντων τῶν ὑπηκόων δορυφορεῖσθαι ὑμῖν τὴν βασιλείαν· οἷον ὑπὲρ ἀλλήλων δεδοίκαμεν. Εἶτα ἐγὼ τὰ μὲν ἀλλότρια πρὸς σὲ καταλέγω, τὰ σὰ δὲ οὐκ οἶδα ὅπως παρίημι, καὶ ταῦτα ἔναυλον εἰς τὰ ὦτα | |
5 | ἐνδεδυκότα περιφέρων ἔτι τὸν λόγον, ὃν πρώην διελέ‐ χθης πρὸς τὴν βουλὴν καὶ παραδέδωκας ἐγγυητὴν τῆς μελλούσης εὐδαιμονίας. καὶ δῆτα ἠγάσθην ἐγὼ τῆς φύσεως τῆς ἀνθρωπίνης, ὅτι μία ἐστὶν ἀτεχνῶς καὶ συμφέρεται πολλαχῆ. ἃ γὰρ Πλάτων ὁ θεσπέσιος ὑπὲρ ἀρχῆς διωρί‐ | |
81b | ζετο, ταῦτα ἄντικρυς ἐπιγινώσκω ἐν τοῖς ὑπὸ σοῦ λεγο‐ μένοις, τοῖς ῥήμασι μόνοις διηλλαγμένα. καὶ γὰρ ὅτι πρὸς τῶν ἀρχομένων ἐστὶν αὐτουργοὺς πρότερον γεγενῆσθαι τοὺς βασιλέας, ἀκολακεύτῳ καὶ ἐπιπόνῳ τροφῇ τεθραμ‐ | |
5 | μένους, γεωργήσαντας, λειτουργήσαντας, θυραυλήσαντας, στρατευσαμένους, ἐναυξηθέντας τῇ δυσχερείᾳ τοῦ βίου τοῦ ἀνθρωπίνου, ὡς Κῦρος, ὡς Δαρεῖος, ὡς Νομᾶς, ὡς Ῥωμαίων οἱ δοκιμώτατοι, καὶ ὅτι χαλεπώτερον νόσημα τῆς ἀρχῆς τοῖς συκοφάνταις ἐκκεῖσθαι τοὺς ὑπηκόους ἢ | |
10 | τοῖς βαρβάροις, ὥσπερ, οἶμαι, σώμασι χαλεπώτερα τὰ ἔν‐ | |
81c | δοθεν ἀρρωστήματα τῶν ἔξωθεν ἐμπιπτόντων· ταῦτα ἅπαντα, ἅπερ εἶπον, ἐκ τῶν ἀδύτων τῆς Ἀκαδημίας. | |
Ἐγὼ σέ, ὦ βασιλεῦ, φημὶ δεῖν τὸν λόγον ἐκεῖνον προ‐ τίθεσθαι, εἰς ὃν ὥσπερ κάτοπτρον ἑκάστης ἡμέρας ἀπο‐ | 120 | |
5 | βλέπων καὶ ἀτενίζων, οὐ τὰς κόμας εὐπρεπέστερον δια‐ θήσεις, ἀλλὰ τὴν Ῥωμαίων ἡγεμονίαν. οὐδέν σοι προσ‐ δεῖ τῶν Μάρκου παραγγελμάτων, οὐδ’ εἴ τι χρηστὸν ὁ δεῖνα τῶν ἀρχαίων αὐτοκρατόρων ῥῆμα προήκατο, ἀλλ’ οἴκοθεν τὸν Φοίνικα ἔχεις, οἴκοθεν τὸν ἐξηγητὴν τῶν τε | |
10 | ῥητέων καὶ τῶν πρακτέων. | |
81d | Ὅταν δὲ καὶ τὰς ὑπὲρ τοῦ πατρὸς φωνὰς ἐννοήσω, οὐκέτι ζητῶ τὴν αἰτίαν τῆς φιλαδελφίας. ὃς γὰρ οὕτω τὴν εἰκόνα αὐτοῦ τὴν χαλκῆν ἀγαπᾷς, ὡς τοσαύτην χάριν ὁμολογεῖν τοῖς ψηφισαμένοις, εἰκότως δήπου τὴν ἔμψυ‐ | |
5 | χον εἰκόνα αὐτοῦ περὶ πλείστου ποιῇ καὶ ἐρᾷς οὐκ ἔλαττον ἢ σεαυτοῦ, εἴπερ γε καὶ αὐτὸς ἔμπνους εἰκὼν τοῦ αὐτοῦ παραδείγματος. ταῦτα δὲ ἄρα οὐδὲ ἀκαρῆ πρὸς τὴν τύχην | |
82a | ἄνισον γενομένην ἐκαρτερήσατε, ὡς τάχιστα αὐτὴν ἀλλή‐ λοις ἐπανισώσαντες, φοιτήσαντες μὲν εἰς τὸ προαστεῖον βασιλεὺς καὶ ἰδιώτης, ἐπανήκοντες δὲ οὐκ εἰς μακρὰν ξυνωρὶς αὐτοκρατόρων, ἀγαλλόμενος ἑκάτερος τῷ συνέ‐ | |
5 | δρῳ μᾶλλον ἢ ἑαυτῷ, περιρρεόντων ἔνθεν καὶ ἔνθεν τῶν ὑπηκόων ὑφ’ ἡδονῆς, αὐτοῦ πεπιστευκότος ὑμῶν ἑκάστου διπλασίονος γεγενῆσθαι. οὐδεὶς οὕτω περιχαρὴς εἰσῆλθε μοναρχήσας ὡς ὑμεῖς νειμάμενοι τὴν ἀρχήν· ὤ, πόσης φιλαδελφίας καὶ τὰς ἡμετέρας οἰκίας ἐνεπλήσατε. τίς οὐκ | |
10 | αἰσχύνεται λοιπὸν ὑπὲρ ἀνδραπόδων ἢ γῆς ὀλίγης στα‐ | 121 |
82b | σιάζειν πρὸς ἀδελφόν, ὑμᾶς ὁρῶν τὴν γῆν ὅλην καὶ πάντα γένη ἀνθρώπων ἀψοφητὶ διελομένους; Ἀλλ’ ὥσπερ οὐδὲ τοὺς ἀφ’ αἵματος ἅπαντας τῆς ἴσης ἀξιωτέον εὐνοίας, οὐδ’ ὑμεῖς μετά γε ἀλλήλους τοῖς ἄλλοις | |
5 | ἅπασι τὰ αὐτὰ ἀπονείμοιτε. ἀλλὰ τίνες ἂν δικαίως πλεο‐ νεκτοῖεν τῆς παρ’ ὑμῶν ἐπιμελείας βούλεσθε εἴπω σὺν παρρησίᾳ; οὓς πρώτους ἐποιήσασθε μάρτυρας τῆς ἱερᾶς ὁμολογίας καὶ ἐφ’ ὧν πρώτων ἐκαλλωπίσασθε τῇ παρ’ ἀλλήλων δορυφορία. ἢ Πλαταιεῖς μὲν ἐφρόνουν δικαίως, | |
10 | ὅτι τὴν χώραν παρέσχοντο τοῖς Ἕλλησιν εἰς τὸν κατὰ | |
82c | τοὺς βαρβάρους ἀγῶνα, ἡμεῖς δὲ οὐ σεμνυνούμεθα καὶ φρονήσομεν, ὅτι παρεσχόμεθα ὑμῖν τὸ θέατρον τῆς φιλο‐ σοφίας οὐκ ἐνδεέστερον, πόλιν βασιλίδα, πόλιν εὐδαίμονα, ἑστίαν εὐδαιμόνων αὐτοκρατόρων βασιλέων, ἀγαθὸν οἰώ‐ | |
5 | νισμα τῆς χειροτονίας, οὐ μᾶλλον θεωμένην τὰ γιγνόμενα ἢ βεβαιοῦσαν, οὐδὲ τῷ λαβόντι μᾶλλον προσήκουσαν ἢ τῷ δεδωκότι; πρώτη γὰρ ἁπάσης τῆς ὑπηκόου τοῦ μὲν τὴν τύχην ὑπεδέξατο τὴν ἀμείνω, τοῦ δὲ τῆς ἀρετῆς τὴν ἐπίδειξιν. | |
10 | Ἀλλ’ ἔγωγε εἰς ταὐτὸν αὖθις περιενήνεγμαι καὶ δέον | |
82d | σε τῶν σῶν ὑπομιμνήσκειν, περὶ τῆς πόλεως παρ’ ἑαυτοῦ τι λέγειν ἐπιχειρῶ. καίτοι τί τηλικοῦτον εἰπεῖν ἂν ὑπὲρ αὐτῆς δυναίμην, ἡλίκον σὺ πρώην ἐν τῇ βουλῇ, μητέρα | |
ἀνειπὼν τῆς βασιλείας; τούτῳ γὰρ οὐδὲ Κωνσταντῖνος | 122 | |
5 | οἷός τε ἦν, εἰ καὶ προῄρητο, πρὸς αὐτὴν χρήσασθαι τῷ προσρήματι. ὥσπερ οὖν ὅμηρον ἔχομεν τὴν φωνὴν ἐκεί‐ νην, δι’ ἧς προὔθηκας σαυτῷ τὸν ἀγῶνα πρὸς τὸν ἀρχη‐ γέτην. εἰ γὰρ ἐκεῖνος αὐξήσας τὴν βασιλείαν ἐκ τῶν ἡμε‐ | |
83a | τέρων λημμάτων οὕτω φιλοτίμως ἡμῖν προσενήνεκται, τόν γε τὴν ἀρχὴν εἰληφότα διὰ τὴν ἀγαθὴν τύχην τῆς πό‐ λεως, πηλίκην δίκαιον εἰσενέγκασθαι τὴν προθυμίαν; ὅσον γὰρ πλείονος ἄξιον τὸ κτήσασθαι τὰ ἀγαθὰ τοῦ τὸν κεκτη‐ | |
5 | μένον μείζω ποιῆσαι, τοσοῦτον παρὰ σοῦ δικαιοτέρα πρὸς τὴν πόλιν ἐστὶν ἡ τῆς εὐνοίας ὑπόθεσις. ἢ πῶς οὐκ ἄτοπον τὴν μὲν ἐσχατιάν, ἐφ’ ἧς τὴν ἁλουργίδα ἐνήψω, περιφα‐ νεστέραν ποιῆσαι κρηπῖδι καὶ βήματι καὶ ἀνδριάσι, τῇ πόλει δέ, ἣν οὐκ ὀκνεῖς ὀνομάζειν μητέρα τῆς ἀναρρή‐ | |
83b | σεως, μὴ οἴεσθαι ἐποφλισκάνειν τὰ χαριστήρια; καὶ δὴ τὸ μὲν σὸν οὕτως ἔχει, αὖθις δὲ εἴ τις ἀντεξετάζοι τὰς ἀφορμάς, δι’ ἃς ὁ Κωνσταντῖνος ἑάλω τῆς καλλιπόλεως, καὶ δι’ ἣν ὁ σὸς ἀδελφός, εἰ ποιοίη τὰ δίκαια, προσαιρή‐ | |
5 | σεται, σεμνοτέραν τῆς νίκης τὴν χειροτονίαν εὑρήσει. ὁ μὲν γὰρ εὐθὺς ἀφείλετο τὴν ἁλουργίδα τοῦ γαμβροῦ, ὁ δὲ εὐθὺς ἀδελφῷ μετέδωκεν. εὐτυχέστερον δὲ καὶ ταῦτα ἐπὶ τῶν οἰκειοτάτων σκοποῦντι κολάσεως δικαίας δικαία φιλο‐ | |
τιμία, καὶ τοῦ καθελεῖν τὸν ὄντα κοινωνὸν τῆς ἀρχῆς τὸ | 123 | |
10 | προσελέσθαι τὸν κοινωνήσαντα. οὕτω καὶ ἑκατέρῳ χωρὶς | |
83c | καὶ ἀμφοῖν ἅμα νικᾶν περίεστι τοῖς δικαίοις τοῖς πρὸς τὴν πόλιν τὸν οἰκιστήν. Καὶ εἶεν. αὐτὴ δὲ δὴ καθ’ ἑαυτὴν ἄνευ τῆς τοιαύτης ἐπικουρίας ἆρ’ ἄτιμος καὶ ἀδόκιμος καὶ ἐν φαύλῳ λόγῳ | |
5 | τοῖς μέλλουσιν ἁπάσης ἄρξειν τῆς οἰκουμένης; ἢ καθά‐ περ σώματος ἑνός, ὅλης τῆς γῆς δεύτερος ὀφθαλμός, μᾶλ‐ λον δὲ καρδία καὶ ὀμφαλὸς καὶ ὅ τι ἂν εἴποι τις τῶν μερῶν τὸ κυριώτατον; συνοχὴ τῶν δυοῖν ἠπείρων, ὅρμος τις ἐν χρείᾳ θαλάττης, ἀγορὰ τῆς πλοΐμου καὶ πορευσίμης, ἐγ‐ | |
83d | καλλώπισμα ἐνεργὸν τῆς Ῥωμαίων ἡγεμονίας. οὐ γὰρ ἀπῴκισταί γε, ὥσπερ τέμενος, ἔξω τοῦ πόρου, οὐδὲ παρ‐ αιρεῖται τοὺς αὐτοκράτορας τὴν τῶν κοινῶν ἐπιμέλειαν, εἰ πρὸς ἑαυτὴν ἀσχολήσειαν, ἀλλὰ πανταχόθεν ἐστὶ καὶ | |
5 | ἐφ’ ἅπαντα ὁρμωμένοις ἀναγκαία διαγωγή, καὶ ὅταν μά‐ λιστα οἴκοι κατέχῃ, τότε μάλιστα ἐν μέσῳ ποιεῖ τῆς ὅλης ἀρχῆς. τὰ δὲ ἔξω τῆς χρείας σκοποῦντι πάρεστιν | |
84a | ἔχειν ἐν ὀφθαλμοῖς πανήγυριν Χαρίτων, κεστὸν Ἀφρο‐ δίτης, πέπλον ἐκ γῆς καὶ θαλάττης ἐξυφασμένον, πανδαι‐ | |
σίαν ἑορτῆς, ἐργαστήριον εὐφροσύνης, ταμιεῖον εὐδαι‐ μονίας. εἰ δέ τι καὶ τὰ φιλοσοφίας γε ἐστί, πάλαι ἦν ἑστία | 124 | |
5 | τῶν Πλάτωνος καὶ Ἀριστοτέλους Μουσῶν, καὶ νῦν οὐ μεῖον νὴ Δία φυλάττει τὰ ζώπυρα. ἀλλ’ ὦ βασίλειε Ζεῦ, ὦ πάτερ ἀνθρώπων, ὦ πολιοῦχε, καὶ τῆς ἑῴας Ῥώμης καὶ τῆς ἑσπερίας, φυλάττοις μὲν τῶν πόλεων τὴν ξυνω‐ ρίδα, φυλάττοις δὲ τῶν βασιλέων οἳ τὸ σὸν βούλημα δια‐ | |
10 | σῴζουσιν. | 125 |