TLG 2001 003 :: THEMISTIUS :: Πρεσβευτικὸς ὑπὲρ Κωνσταντινουπόλεως ῥηθεὶς ἐν Ῥώμῃ

THEMISTIUS Phil. Rhet.
(Constantinopolitanus: A.D. 4)

Πρεσβευτικὸς ὑπὲρ Κωνσταντινουπόλεως ῥηθεὶς ἐν Ῥώμῃ

Source: Schenkl, H., Downey, G. (eds.), Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965: 57–68.

Citation: Harduin page — section — (line)

t

1

ΠΡΕΣΒΕΥΤΙΚΟΣ ΥΠΕΡ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΡΗΘΕΙΣ ΕΝ ΡΩΜΗΙ57

40

c

Ἔστι μὲν οὐδὲ ἄλλῃ πόλει δυνατόν, ὦ θειότατε αὐτο‐ κράτορ, πρέποντά σοι στέφανον ἐξευρεῖν ἢ χαριστήριον ἄλλο τῆς ἀρετῆς, ἀλλὰ ἀνάγκη λείπεσθαι πολὺ τῆς ἀξίας τοὺς πειρωμένους ἀντεισφέρειν τιμὴν ἐφάμιλλον ὧν εὖ
5πάσχουσι· τῇ δὲ ἐπωνύμῳ μὲν τοῦ σοῦ πατρός, ἔργῳ δὲ σῇ μᾶλλον ἢ τοῦ πατρός, καὶ πάνυ δὴ τὸ ἐγχείρημα ἀπορώτατον. καὶ γὰρ εἰ πάντα ὃν κέκτηται πλοῦτον προσ‐ άγοιμεν εἰς στεφάνους μετασκευάσαντες, οὐκ οἴκοθεν

40

d

ποριζόμεθα † τὴν ἀρετήν †, ἀλλὰ μέρος πολλοστὸν ὧν εἰλήφαμεν ἀποφέρομεν τῷ δεδωκότι. καθάπερ οὖν οἱ πολ‐ λὰ καὶ μεγάλα δεδανεισμένοι, βραχέα δὲ ἀποτιννύντες, οὐχ ὧν διαλύουσιν ἐπαινοῦνται, ἀλλ’ εὐθύνονται ὧν ἐλλεί‐
5πουσιν, οὕτω καὶ ἡμῖν ἀναγκαῖον πᾶσαν ἣν ἀνοισόμεθα χάριν, ταύτην ἐλέγχεσθαι μοῖραν ὀλίγην ὧν ὀφλισκάνο‐ μεν. καὶ οὐκ ἀπεικότως ἄρα συμβαίνει μόνῃ τῇ πόλει

41

a

τῇ ἡμετέρᾳ μηδὲ ἀναθήματος εὐπορεῖν τῆς ἀξίας ἐφικνου‐ μένου· αὐτὴ γάρ ἐστιν ὅλη σὸς στέφανος καὶ ἀνάθημα. ὥστε τί ἂν δέοιτο τῆς ἔξωθεν προμηθείας πρὸς τὸ χάριν τινὰ ἐκτῖσαί σοι τοῦ κάλλους τε καὶ τοῦ μεγέθους; τῷ
5γὰρ εἶναι τοιαύτη σεμνύνει τὸν ἐργασάμενον. ὅμως δὲ
καίπερ οὕτως ἀπόρου τοῦ πράγματος ὄντος ἄξιον ἄγα‐ σθαι τὴν καλλίπολιν, ὅτι τὸν ἐνόντα τρόπον ἐξεῦρεν, ὡς μὴ παντάπασι δοκεῖν ὀπίσω τοῦ μέτρου γίνεσθαι τοῦ προσήκοντος.58

41

b

Δυοῖν γὰρ ὄντοιν, δι’ ὧν ἄνθρωποι τὰ χαριστήρια σεμ‐ νότερα καὶ μείζω ποιοῦσιν, ἑνὸς μέν, εἰ πολλοὺς ὡς ἔνι ποιοῖντο μάρτυρας τῆς τιμῆς, ἑτέρου δέ, εἰ μὴ κολα‐ κεύειν δοκοῦντες, ἀλλ’ ἑκόντες καὶ προαιρούμενοι—ὧν
5τὸ μὲν περιφανεστέραν τὴν εὐποιίαν, τὸ δὲ ἀνύποπτον κατασκευάζει τὴν ἀμοιβήν—ἀμφότερα ἡ πόλις τοῖς νῦν ὑφ’ ἑαυτῆς πραττομένοις ὅπως ὑπάρξῃ προείδετο, προσ‐ άγουσα μὲν τὴν τιμὴν ἐν τῇ σκοπιᾷ τῆς οἰκουμένης, ἀνδρὶ δὲ χρωμένη διακόνῳ, ὃν ἀληθεύειν ἀνάγκη, καὶ
10τούτων ἑκάτερον οὐ παρέργως, ἀλλ’ ὡς ἔνι μᾶλλον πρὸς

41

c

ὑπερβολήν. Σκέψαι δὲ πρῶτον, ὦ θειότατε αὐτοκράτορ, τὴν πό‐ λιν, ᾗ τὸν καιρὸν ἐξεῦρε τοῦ ἀναθήματος. οὐ γὰρ Ὀλυμ‐ πίασιν ἢ Δελφοῖς ἀνακηρύττει τὸν στέφανον, οὐδὲ εἰς Παν‐
5αθήναια συναγαγοῦσα τοὺς Ἕλληνας ἢ Διονύσια, καθά‐ περ οἱ πάλαι ποτὲ Ἀθηναῖοι, κολακεύοντες τοὺς Μακε‐ δόνων δυνάστας, ἀλλ’ ἐν τῇ βασιλευούσῃ τῶν πόλεων ἀναδεῖ τὸν βασιλεύοντα τῶν ἀνθρώπων ἡ τὰ δεύτερα δι’

41

d

ὑμᾶς βασιλεύουσα, καὶ ταύτην ἄρα τὴν πόλιν ποιεῖται μάρτυρα τῆς τιμῆς, ἣ μόνη σεμνοτέρα τῆς τιμώσης ἐστίν. οὕτω καὶ τὸ θέατρον ἡμῖν λαμπρότερον, ἐπ’ ἴσης τῷ στεφάνῳ καὶ τῷ κηρύγματι· ὥσπερ οὖν ἡ Θέτις ἡ παρ’
5Ὁμήρῳ ἀποδημοῦντος μὲν εἰς Ὠκεανὸν τοῦ Διὸς πρε‐ σβεύειν περὶ τοῦ παιδὸς οὐκ οἴεται δεῖν, ἐπανήκοντος δὲ εἰς τὸν οὐρανόν, μᾶλλον δὲ εἰς τὸ ἄκρον τοῦ οὐρανοῦ,
δεῖται καὶ ἐπηκόου τυγχάνει, οὕτω καὶ τὸν Δία ἑαυτῆς59

42

a

ἡ καλλίπολις τὰ μὲν πρὸς Ὠκεανὸν φραγνύμενον καὶ προ‐ ορῶντα διοχλεῖν οὐ προαιρεῖται, ἡνίκα δὲ εἰς τὸν Ὄλυμ‐ πον ἐπανήκει καὶ κάθηται ἐπ’ ἄκρας τῆς κορυφῆς, λιπα‐ ρεῖ καὶ θεραπεύει καὶ πειρᾶται συμμετέχειν τῆς ἑορτῆς,
5ἣν ἑορτάζουσι δι’ ἀλλήλων ὅ τε οὐρανὸς καὶ ὁ θεός, ὁ μὲν ἐλλαμπόμενος, ὁ δὲ ἐναυγάζων. καὶ γίνεται ἡμῖν διὰ τὴν πόλιν ὁλόκληρος ἡ πανήγυρις· κοινωνεῖ γὰρ καὶ συμ‐ πάρεστιν εὐθυμουμένοις ἡ κοινωνοῦσα καὶ τῆς τύχης καὶ

42

b

τοῦ ὀνόματος, καὶ χορὸς ἵσταται τοῦ διὰ τριῶν τελείων ὁ τελειότατος. συνᾴδουσι μὲν αἱ βασιλίδες, ἐξάρχει δὲ ὁ κορυφαῖος, ἐπευφημεῖ δὲ ἅπασα γῆ τε καὶ θάλασσα. ὁ δὲ ὕμνος ἐμπίπλησιν ἁρμονίας ἅπαντα μὲν φῦλα ἑῷα,
5ἅπαντα δὲ ἑσπέρια γένη, αἱ νῖκαι δὲ ἡλίῳ συνανασχοῦσαι καὶ συνδραμοῦσαι λαμπρῶς ἄχρι τῆς ἑσπέρας συγκαταί‐ ρουσι τῷ βασιλεῖ εἰς τὴν μητρόπολιν τῶν τροπαίων. ἆρα ὑμῖν ὁ χορὸς οὗτος τῶν Δαιδάλου δοκεῖ παραπλήσιος, ὃν ἐκεῖνος, ὥς φησιν Ὅμηρος, ἤσκησεν ἐν Κνωσσῷ τῇ

42

c

Ἀριάδνῃ; ἢ βελτίων μὲν ὁ δημιουργὸς τοῦ χοροῦ, βελ‐ τίω δὲ καὶ τὰ ἐφεξῆς; Ὑπάρχει δὲ ὑμῖν ἐκ τῶν παρόντων ἐγκαλλωπίζεσθαι καί σοι πρὸς τὴν ἑστίαν τῆς βασιλείας καὶ τῇ νέᾳ Ῥώμῃ
5πρὸς τὴν ἀρχαίαν, σοὶ μὲν ὑφ’ ὁποίας ἑάλωκας, τῇ δὲ ὑφ’ ὁποίου σπουδάζεται· μᾶλλον δὲ ἀμφοτέροις γινώ‐ σκειν ὑπάρχει τεθεαμένοις, σοὶ μὲν ἡλίκης μείζονα κέκτη‐ σαι, τῇ πόλει δὲ ἡλίκης ἡττᾶται. καὶ οὐκ αἰσχύνεται τὸ
λοιπὸν τοῖς δευτερείοις ἀντὶ πρωτείων κεχρῆσθαι, οὐδὲ60

42

d

δυσχεραίνει καὶ ἀνιᾶται, ὅτι τῶν ἀριστείων καὶ τῶν τρο‐ παίων, ἐφ’ ἃ παρέπεμψεν αὐτὴ καὶ ἐξώρμησε, τῇδε προ‐ εορτάζεις τὰ νικητήρια. Ἔστι δὲ καὶ ἕτερα πλείω κοινὰ ταῖς πόλεσιν ἀμφοτέραις.
5καὶ οὐ λέγω τὰς παλαιὰς συμμαχίας, οὐδ’ ὅσα ἄρτι καθ‐ ισταμένῃ τὴν ἀρχὴν τῇδε τῇ πόλει συνεπόρισέ τε καὶ συνεξέκαμε, συμπλέουσα μὲν τῷ Πομπηίῳ, συγκαθαι‐

43

a

ροῦσα δὲ Μιθριδάτην, συνεισφέρουσα δὲ ἀεὶ τὴν ἐμπει‐ ροτάτην μοῖραν τοῦ ναυτικοῦ, ὧν ἄχρι καὶ τήμερον δια‐ σώζει κοινὰ πρὸς Ῥωμαίους τρόπαια καὶ ἐπιγράμματα, ἀλλ’ ὅσα διὰ σὲ καὶ τὸν σὸν πατέρα αὐτῇ πρόσφατα καὶ
5νεαρὰ σύμβολά ἐστι τῆς εὐνοίας. ταῦτα μόνα ἄμεινον ὑπο‐ μνῆσαι. Γενομένης γὰρ τῆς βαρβαρικῆς ἐκείνης ἐπαναστάσεως καὶ τῆς Ῥωμαίων ἀρχῆς αἰωρουμένης ὥσπερ ἐν κλύδωνι χαλεπῷ καὶ τρικυμίᾳ καὶ κινδυνευούσης ἐκπεσεῖν τῆς
10Κωνσταντίνου διαδοχῆς εἰς ἀλάστορα βάρβαρον καὶ πα‐ λαμναῖον, ἡ τῆς πόλεως ἐκείνης ἀγαθὴ μοῖρα μόνη τοῦ

43

b

γένους τὸ ζώπυρον διεσώσατο καὶ παρέπεμψεν ἐπὶ τὴν ἀρχαίαν ἑστίαν τῶν Αἰνεαδῶν, καὶ διὰ τὸν ἡμέτερον οἰκι‐ στὴν οὐ Γερμανοὶ καὶ Ἰάζυγες τοῖς πόνοις ἐντρυφῶσι τῶν πάλαι Ῥωμαίων, οὐδὲ τὸ σεμνὸν καὶ μέγα τῆς
5Ῥώμης ὄνομα περιύβρισται παντάπασι καὶ ἐξαλήλιπται, οὐδ’ ἐς νόθους μετέστη διαδόχους καὶ παρασήμους, ἀλλ’ εἰς τὸ γνήσιον αἷμα καὶ ἀκήρατον ἐπανήκει τῶν βασι‐

43

c

λέων καὶ φυλάττεται ἡμῖν ἀλώβητος καὶ ἀκέραιος. ἐξ ἐκείνης τῆς πόλεως ὁρμηθεὶς ὁ γενναῖος οὗτος καὶ τοῦ παρ’ ἡμῖν μνήματος καὶ πατρῴου δίκην ἐπράξατο τὴν
προσήκουσαν τὸν παροινήσαντα μὲν ἐς τόνδε τὸν δῆμον,61
5περικόψαντα δὲ τὴν γερουσίαν, σφαγῶν δὲ ἐμπλήσαντα καὶ μιασμάτων ῥεῖθρα ἀκήρατα Θύβριδος. Εἶτα Κάμιλλον μὲν οἱ τότε δεύτερον ἐνόμισαν οἰκιστήν, ὅτι τὰ λείψανα τῆς Κελτῶν ἐπιδρομῆς ἀνεσώσατο, σὲ δὲ οἱ νῦν οὐ ποιήσονται καὶ Ῥωμύλου πρότερον ἀρχηγέ‐
10την; ᾧ ἐξὸν εἰρήνην ἄγειν ῥᾳθύμως διπλασιάσαντι τὴν

43

d

μοῖραν τῆς βασιλείας, οὐ παρεῖδες οὐδὲ προήκω τὴν τῆς πόλεως ἐλευθερίαν, ἀλλὰ τὴν χεῖρα τὴν ἀήττητον ὑπερ‐ έσχες, δι’ ἣν ἔξεστι προσαγορεύειν Ῥωμαίων τὸν βασι‐ λέα, καὶ μὴ ψεύδεσθαι γράφοντας καὶ ὀνομάζοντας τὰ
5σεμνὰ ἐκεῖνα ὀνόματα καὶ ἀρχαῖα, τὸν καίσαρα, τὸν αὐτο‐ κράτορα, τὸν ὕπατον πολλάκις, τὸν πατέρα τῆς γερου‐ σίας· ταῦτα γὰρ ἅπαντα κενὰ καὶ φροῦδα ἂν ἦν παντε‐ λῶς καὶ δακρύων αἴτια τοῖς μεμνημένοις. Εἰ τοίνυν ταῖς ἰδίαις φιλίαις τοῦτο πλείονος σημεῖον
10εὐνοίας ἐστίν, ὅταν φαίνωνται καὶ φίλοις κεχρημένοι τοῖς

44

a

αὐτοῖς καὶ ἐχθροῖς, πόσῳ δὴ μᾶλλον τὰς πόλεις ἐκείνας συνηρμόσθαι πρὸς ἀλλήλας ἐστὶν ἀναγκαῖον, αἷς ὁ μὲν τύραννος πρὸ τῶν ἄλλων ἐπιβουλεύει, ὁ δὲ βασιλεὺς πρὸ τῶν ἄλλων συναγωνίζεται; ἀλλὰ παρὰ μὲν τοῦ παιδὸς
5ὑπάρχει τοσούτοις κεχρῆσθαι τῆς πρὸς ἀλλήλας εὐνοίας συμβόλοις τε καὶ γνωρίσμασι, παρὰ τοῦ πατρὸς δὲ ἄρα φαυλοτέροις τε καὶ ἐλάττοσιν, ἢ μόνη τῶν ἔργων ἡ τάξις ἔμπαλιν ἔχει, τὰ πράγματα δὲ οὐδ’ ὁτιοῦν διενήνοχεν;
ἀλλ’ ὁ μὲν ταύτην πρότερον ἐλευθερώσας τὴν πόλιν ἐκ62

44

b

τυραννίδος ὁμοίας καὶ παρὰ μικρὸν ὁμωνύμου οὕτως ἐπὶ τὸν συνοικισμὸν τῆς καλλιπόλεως ὥρμησεν, ὁ δὲ πρότερον ἐκείνῃ προσθεὶς ὁπόσον ἔδει, μᾶλλον δὲ ὁπόσον ὁ πατὴρ ἐβεβούλευτο, οὕτως τῇδε ἀποδέδωκε τὴν ἐλευθερίαν, καὶ
5κύκλον ἕνα τῶν εἰς τὰς πόλεις εὐεργετημάτων ἀμφότεροι συνεπλήρωσαν, μᾶλλον δὲ αἱ πόλεις ἀλλήλαις ἀντιδε‐ δώκασιν, ἡ μὲν ἐλευθερωθεῖσα τὸν οἰκιστήν, ἡ δὲ οἰκι‐ σθεῖσα τὸν σώσαντα. Τὸ μὲν δὴ θέατρον τοῦ στεφάνου οὕτω λαμπρόν τε καὶ
10εὔνουν καὶ ἐπιτήδειον αὐτῆς προὐσκέψατο ἡ καλλίπολις. θέα δὲ, ὦ βασιλεῦ, καὶ τὸν κήρυκα ἐφ’ ᾧ πεποίηται τὴν

44

c

ἀνάρρησιν, εἴ τί σοι καὶ κατὰ τοῦτο φανήσεται σεμνό‐ τερον ἀποφαίνειν τὸ χαριστήριον. ζητοῦσα γὰρ ὅτῳ μάλι‐ στα ἂν ἡσθείης, οὐ τὸν εἰπεῖν δεινὸν ἐξεῦρεν οὐδὲ τὸν μέγαν καὶ μεγαλόφωνον καὶ ῥᾳδίως καὶ ἀπνευστὶ κε‐
5κραγότα, ἀλλ’ οἷον μὲν ἐξεῦρεν ὃν προείλετο οὐκ ἐμὸν λέγειν, προείλετο δ’ οὖν φιλόσοφον καὶ ἐζήτησε, καὶ τοῦ‐ τον ὑπέλαβεν οἰκειότατον εἶναι διάκονον καὶ τιμῇ βασι‐ λέως προσήκοντα ἀγαθοῦ καὶ φιλοσόφου. καὶ δὸς εἰπεῖν,

44

d

ὦ θειότατε αὐτοκράτορ, ὅτι νῦν πρῶτον εἰσέρχεται μάρ‐ τυς τῆς ἀρετῆς ἐλεύθερος καὶ ἀνύποπτος, ὃν οὐκ ἔστι ψευδομαρτυρίας ἑλεῖν, ἀλλ’ οὐδὲ γράψασθαι ὡς χρη‐ μάτων ἑαλωκὼς ἢ δυνάμεως ἐφιέμενος ἐδωρήσατο ἐπαίνους
5οὐδὲν προσήκοντας, ἀλλ’ ὃν κατέχει τοὔνομα ὃ ἐπιγέ‐ γραπται μηδὲ μικρὸν ῥῆμα προέσθαι οὗ τὰς εὐθύνας οὐχ

45

a

ἕξει δοῦναι παντὶ τῷ ἔπειτα χρόνῳ. διόπερ ἀναγκαῖον αὐτῷ μόνα ἐκεῖνα μαρτυρεῖν ἃ θαυμάζει καὶ συνεπίσταται. οἱ πολλοὶ δὲ ἵνα τι πλέον χαρίσωνται, ἄπιστον καὶ τὸ ὑπάρχον
ποιοῦσι. τί οὖν συνεπίσταται καὶ θαυμάζει; οὐ τὸ μέ‐63
5γεθος τῆς ἀρχῆς· καὶ γὰρ Νέρων ἦρχεν οὐκ ἐλαττόνων· οὐδ’ ὅτι σοι χρυσοῦς ὁ θρόνος καὶ στρατιῶται· Μίδαν γὰρ ἂν οὕτως ἐθαύμαζεν ἢ Καμβύσην· ἀλλ’ οὐδ’ ὅτι βάλλεις καίρια καὶ ἐπίσκοπα, οὐδ’ ὅτι σοι λεόντων φόνοι καὶ παρ‐ δάλεων τὰ ἀθύρματα. ἀλλὰ τί θαυμασόμενος ἥκει; τί παρὰ

45

b

φιλοσοφίας ψήφισμα ἐπικομίζεται; ὅτι πρᾳότητι νικᾷς, ὅτι σωφρονέστερον διάγεις τῶν πάνυ μετρίων ἰδιωτῶν, ὅτι παιδείαν περὶ πλείστου ποιῇ, ὅτι φιλοσοφίαν μεταδιώκεις. αὕτη ἡ δύναμις καὶ ἡ σὴ στρατιὰ καὶ οἱ φύλακες οἱ σοὶ
5καὶ οἱ δορυφόροι, ὑφ’ ὧν ἐφυλάχθης ἀκέραιος μόνος τῶν ἀδελφῶν, μεθ’ ὧν δίκην ἐπράξω τοὺς παροινήσαντας. ταύτῃ χρώμενος τῇ παρασκευῇ παρετάξω πρὸς τὸν πρεσ‐ βύτην, ταύτῃ τὴν νίκην ἐνίκησας τὴν ἀναίμακτον.

45

c

Εἶδον, βασιλεῦ, καὶ τὸ βῆμα ἐφ’ οὗ δημηγορῶν αἰχ‐ μάλωτον εἷλες τὸν παραληρήσαντα εἰς τὴν ἁλουργίδα. εἶδον τὸ σὸν τρόπαιον ἀτεχνῶς, ὃ μήτε ὁπλίτης συναν‐ έστησε μήτε ἱππεὺς μήτε τοξότης, ᾧ μάρτυρες ἦσαν
5οὐ συναγωνισταὶ οἱ στρατιῶται. οἱ δὲ τὰ ἄλλα ἐπαινοῦν‐ τες οὐ σέ, ἀλλὰ τὰ σὰ τεθαυμάκασι, καὶ βουκολοῦνται περὶ τὰ πρόθυρα τοῦ νεώ, τὰ δὲ ἔνδον ὁρᾶν ἀγάλματα οὐκ ἐθέλουσιν. ὃν δὲ οὐδὲν ἐκπλήττει καὶ ἐπιστρέφει τῶν

45

d

ἔξωθεν, οὗτός ἐστιν ὁ δυνάμενος διιδεῖν τὸν ἀληθινὸν βασι‐ λέα. διὰ ταῦτα οὐ κρύβδην φέρει τὴν ψῆφον οὐδὲ προστη‐ σάμενος ἕτερον σχῆμα τῷ λόγῳ, οὐδὲ βασιλείαν μὲν ἐπαι‐ νῶν, τὸν βασιλεύοντα δὲ οὐ θαρσῶν, ἀλλ’ ἀναβὰς ἐπὶ
5τὸ ὑψηλὸν τοῦτο βῆμα καὶ στὰς ἐν μέσῳ τῶν ἀνθρώπων ἀνακηρύττειν σε οὐκ ἀναίνεται μετὰ πλείονος τῆς παρρη‐
σίας ἢ Ξενοφῶν Ἀγησίλαον καὶ Ἀλέξανδρον Ἀριστοτέλης64

46

a

καὶ τὰ τελευταῖα δὴ ταῦτα, ὁ Ζήνωνος ἐραστὴς τὸν καθ’ ἑαυτὸν βασιλέα. οὐ γὰρ ἔπαινον αἰσχύνεται φιλόσοφος, ἀλλὰ κολακείαν, οὐδὲ φεύγει μαρτυρίαν ἀληθοῦς ἀρε‐ τῆς, ἀλλὰ θωπείαν κακίας. σὲ δέ, ὦ βασιλεῦ, καὶ Πλά‐
5των ὁ σοφὸς ἐμοῦ πρότερον ἀνεκήρυττε, καὶ ἵνα μὴ ἄλ‐ λως με κομψεύεσθαι ὑπολάβῃς, ἰδού σοι λέγω τὰ ῥήματα οὔτε μέγα οὔτε μικρὸν μετακινήσας. τότε γάρ φησιν ἄρι‐ στα τὸν βίον καὶ εὐδαιμονέστατα ἕξειν, ὅταν γένηται βασι‐ λεὺς νέος, σώφρων, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής,
10εὐμαθής. Ἆρά σοι δοκεῖ φαυλότερος εἶναι προφήτης Σιβύλλης

46

b

τῆς Ἐρυθραίας, ἢ Βάκιδος ἡ μαντεία δεῖσθαι καὶ Ἀμφι‐ λύτου, ὃς τὸν κατάλογον ἡμῖν ἐπιδείξει τῶν καλῶν τού‐ των καὶ θαυμασίων ὀνομάτων, παρ’ ᾧτινι τῶν πώποτε βασιλέων ἀθρόως ἐξέλαμψεν ἢ ἐξεφάνη; εὑρήσομεν γὰρ
5τῶν μὲν ἄλλων ἕκαστον αὐτοκρατόρων ἑνὸς μὲν ἴσως προσρήματος ἀμφισβητοῦντα, τῷ δὲ τὰ λοιπὰ μὴ προσ‐ ίεσθαι καὶ τοῦ δοκοῦντος προσήκειν ἀποστερούμενον. σὲ δέ, ὦ θεία κεφαλή, ὥσπερ τύπον ἀκριβῆ τῆς μορφῆς ἐν τῷ λόγῳ Πλάτων ὑπογραψάμενος ὁλοκλήρου παρα‐

46

c

δείγματος μόγις τετύχηκε. καίτοι καὶ εἰ μηδὲν ἄλλο ὑπῆρχε τῶν εἰρημένων, μόνη δὲ ἡ περὶ φιλοσοφίαν σπουδή, ἣν ἀπολιμπάνουσαν ἤδη ἀνθρώπους, καθάπερ τὴν δίκην φασὶν οἱ ποιηταί, ἐπανήγαγες καὶ ἐπέστρεψας καὶ ζη‐
5λωτὴν ἐποίησας καὶ περίβλεπτον, οὐκ ἂν ὤκνησα ταύτην ἐγὼ τὴν μαρτυρίαν. νῦν δὲ σὺ μὲν παρὰ φιλοσόφου κο‐ μίζῃ τοὺς λόγους, ἐκείνη δὲ παρὰ σοῦ τὴν ἀλήθειαν, καὶ χάριν ἀποδίδως αὐτῇ τῶν ἐπαίνων, ὅτι μὴ ψεύδεται.

46

d

Πρὸς οἵαν μέν σοι πόλιν, ὦ βασιλεῦ, ὁ τῆς εὐνοίας ἀγὼν γίνεται καὶ ὡς ἱκανὴν ἐξευρεῖν ἐφάμιλλα χαριστή‐ ρια πλείω μὲν ὑπῆρχεν εἰπεῖν, ὁ καιρὸς δὲ οὐκ ἐφίησιν. ὧν δὲ ἕνεκα νῦν τὴν πρόοδον πεποιήμεθα, δύο ταῦτά65
5ἐστιν· ἓν μέν, ὑπομνῆσαι πρῶτον ὧν παρὰ σοῦ τετυχή‐ καμεν, ἕτερον δέ, οὐ προσθήκην αἰτῆσαι τοῖς δεδομένοις· οὐδὲ γὰρ ἕπεται· ἀλλ’ ὧν δέδωκας τὴν ἀσφάλειαν. τὸ

47

a

μὲν οὖν κεφάλαιον τῶν προϋπηργμένων ἐστίν, ὅτι σχε‐ δὸν ἁπάντων ἀνθρώπων οἰομένων τῷ σῷ πατρὶ συναπο‐ λήξειν τὴν τῆς πόλεως εὐδαιμονίαν οὐκ εἴασας οὐδὲ ἐπ‐ έτρεψας, οὐδὲ αἴσθησιν αὐτῇ πεποίηκας τῆς μεταβολῆς,
5μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, πολλὴν πεποίηκας αἴ‐ σθησιν τῆς ἀμείνονος. οὐ γὰρ ἐφύλαξας μόνον τὴν παρα‐ καταθήκην ἀκέραιον τὴν πατρῴαν, ἀλλ’ ἐπολυπλασίασας καὶ ἐπηύξησας, οὐδὲ συνεχώρησας μόνον τὰ παρ’ ἐκείνου κεκτῆσθαι, ἀλλὰ τὰ παρὰ σαυτοῦ πλείω προστέθεικας,

47

b

καὶ τὴν καλὴν ἔριν ἐφιλονείκησας πρὸς τὸν ἀρχηγέτην, ὁπότερος ὑμῶν ταῖς εὐποιίαις παραδραμεῖται. οὕτω γὰρ βασιλεὺς πρὸς βασιλέα καὶ πρὸς πατέρα παῖς ἀγωνίζεται. τοιαύτην ἤρισαν ἔριν καὶ θεοί ποτε πρὸς ἀλλήλους ἀμφι‐
5σβητοῦντες τῆς Ἀττικῆς, Ἀθηνᾶ τε καὶ Ποσειδῶν, ὁ μὲν προσάγων τὴν θάλατταν, ἡ δὲ ἀναδείξασα τὸν θαλόν. τῇ δὲ ὑμετέρᾳ ἁμίλλῃ καὶ φιλοτιμίᾳ ἡ πόλις σύμπασα ἦν τὸ ἀγώνισμα, καὶ νῦν χαλεπὸν ἐξευρεῖν ὅτῳ μᾶλλον

47

c

δικαίως προσήκει, πότερον τῷ καταβαλόντι τὰ σπέρ‐ ματα, ἢ τῷ θεραπεύσαντι καὶ τελειώσαντι. ὁπότερος δ’ ἂν νικῴη, γέγηθεν ὁ ἡττημένος, μᾶλλον δὲ ὁ πατὴρ γέγη‐ θεν· αὕτη γάρ ἐστιν ἀμείνων ἡ νίκη τῇ πόλει.
5 Καὶ γὰρ οὕτως ἔχει· πλέον ἡ σὴ πόλις τῆς πατρῴας διενήνοχεν ἢ τῆς ἀρχαίας ἐκείνη, καὶ μεταβέβηκεν εἰς ἀληθινὸν καὶ βέβαιον κάλλος ἀντὶ ψευδοῦς καὶ ἐξιτήλου.
τὸ πρότερον δ’, ὡς ἔοικε, σπεύδοντος ἦν ἀπόλαυσις ἐρα‐ στοῦ καὶ ἀποπλῆσαι τὴν ὄψιν ἐπτοημένου, ὥστε ἅμα τε66
10ἀνέλαμπε καὶ ἐγήρασκεν· ὃν δὲ σὺ κόσμον αὐτῇ περιτίθης,

47

d

ἅμα τῷ κάλλει καὶ πρὸς τὸν χρόνον παρασκευάζεται, καὶ τῇ ὥρᾳ νικῶν τὰ ἐφήμερα πλέον διαφέρει τῶν παλαιοτά‐ των τῇ βεβαιότητι. ἄρτι γὰρ αὐτὴν ἐκ τῶν ὠδίνων ἐς φῶς προελθοῦσαν καὶ καταλειφθεῖσαν ἔρημον τοῦ γεν‐
5νήτορος καὶ δεομένην σπαργάνων, οἷον ἀδελφὴν ἁπαλὴν καὶ νεαράν, χρηστὸς ἀδελφὸς καὶ πρεσβύτερος καταλα‐ βών, εὐθὺς μὲν θεραπείας ἠξίωσας τῆς προσηκούσης,

48

a

εὐθὺς δὲ προὐνοήσω γάλακτος καὶ τροφῆς, διόλου δὲ ἐπ‐ έδειξας καλὴν καὶ μεγάλην, οἵας ἂν καὶ θεὸς καὶ βασιλεὺς ἐρασθείη. ὥστε προτοῦ μὲν ὑπ’ ἀνάγκης ἐτιμᾶτο ἡ γερου‐ σία καὶ ἡ τιμὴ τιμωρίας ἐδόκει μηδ’ ὁτιοῦν διαφέρειν,
5νῦν δὲ ἐθελονταὶ καὶ αὐτοκέλευστοι συνθέουσιν ἁπαντα‐ χόθεν. καὶ τότε μὲν καὶ χώρᾳ πολλῇ καὶ χρήμασιν ἐξω‐ νούμενοι δέλεαρ ἡγοῦντο τὰς δωρεὰς τῆς οἰκήσεως, νῦν δὲ καὶ προσεισφέροντες οἴκοθεν ἥδονται τοῖς δαπανή‐ μασιν.

48

b

Αἴτιον δὲ ὅτι καλῶς ἤκουσας Πλάτωνος τοῦ σοφοῦ καὶ δεσμὸν ὑπέλαβες ἰσχυρότερον ἀνάγκης ἐπιθυμίαν. καὶ διὰ τοῦτο ἐάσας τὸν φόβον ἔρωτι καὶ πόθῳ καταδεῖς τοὺς οἰκήτορας. ἐξ οὗ γὰρ ὑπὸ σοῦ πλαττομένη καὶ τρεφομένη
5εἰς τὴν οἰκείαν ἀκμήν τε καὶ ὥραν ἐβλάστησε καὶ ἀν‐ έδραμε, τοσοῦτος ἵμερος αὐτὴν περικέχυται καὶ τοιοῦτος ἐπανθεῖ κεστὸς Ἀφροδίτης καὶ τοσοῦτον περιχορεύου‐ σιν Ἔρωτες, καθάπερ εἰς κοινὸν ἑορτῆς καταγώγιον.

48

c

συρρεόντων γὰρ εἰς ἕνα χῶρον τῶν ἀγαθῶν ἁπάντων καὶ
τῶν δοκούντων ὑπὸ τοῦ χορηγοῦ τῆς ἀνθρωπίνης εὐδαι‐ μονίας ἕτοιμον ἔχει τὴν ἀπόλαυσιν ἕκαστος οὗ πρὸ τῶν ἄλλων ἑάλωκε. καὶ ἀξία γε τυγχάνειν ἡ πόλις καὶ ταύτης67
5παρὰ σοῦ τῆς φιλοτιμίας καὶ ἔτι μείζονος. ἔοικε γὰρ αὐ‐ τῆς ἐμφανῶς ὁ θεὸς ἐπιτροπεύειν καὶ μισθὸν δίκαιον ἀπο‐ διδόναι τοῖς συνιεῖσιν αὐτοῦ τῆς διανοίας. τί τούτου ποιοῦ‐ μαι τεκμήριον; μόνος σπουδάσας περὶ αὐτὴν ἐξ ἁπάντων

48

d

ἀδελφῶν μόνος ἐκληρονόμησας ἐξ ἁπάντων τὴν βασιλείαν.68