TLG 1941 003 :: LEO :: Fragmenta LEO Hist., fiq Leo discipulus Aristotelis Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 329–331. Frr. 1–5 Citation: Fragment — (line) | ||
t1 | [ΤΑ ΚΑΤΑ ΦΙΛΙΠΠΟΝ ΚΑΙ ΒΥΖΑΝΤΙΟΝ.] | |
1 | Athenaeus XII: Καὶ Πύθων δ’ ὁ Βυ‐ ζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ ὁ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα· καὶ Βυζαντίοις ποτὲ στασιά‐ ζουσι πρὸς ἀλλήλους τοῖς πολίταις παρακαλῶν εἰς φιλίαν | |
5 | ἔλεγεν, «Ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα· ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν. Ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται· | |
---|---|---|
ἐὰν δὲ στασιάσωμεν, οὐδὲ ἡ σύμπασα οἰκία.» | 329 | |
t2 | ΒΟΙΩΤΙΑΚΑ. | |
2 | Plutarch. De fluv. 2, 2: Παράκειται δ’ αὐτῷ (τῷ Ἰσμηνῷ) Κιθαιρὼν ὄρος, ὀνομαζόμενον δὲ πρότερον Ἀστέριον, δι’ αἰτίαν τοιαύτην. Βοιωτοῦ τοῦ Ποσειδῶ‐ νος ἐκ δυοῖν γυναικῶν τῶν ἐπισήμων θέλοντος γῆμαι | |
5 | τὴν ὠφελιμωτέραν, καὶ ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς ἀνωνύμου νυκτὸς περιμένοντος ἀμφοτέρας, αἰφνίδιος ἐξ οὐρανοῦ κατενεχθεὶς ἀστὴρ ἔπεσε τοῖς Εὐρυθεμίστης ὤμοις, καὶ ἀφανὴς ἐγένετο. Βοιωτὸς δὲ τὸ σημαινόμε‐ νον νοήσας, τὴν μὲν κόρην ἔγημε, τὸ δ’ ὄρος ὠνόμασεν | |
10 | Ἀστέριον ἀπὸ τοῦ συγκυρήματος. Ὕστερον δ’ ἐκλήθη Κιθαιρὼν δι’ αἰτίαν τοιαύτην. Τισιφόνη μία τῶν Ἐριννύων, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα παιδὸς εὐπρε‐ ποῦς, Κιθαιρῶνος τοὔνομα, καὶ μὴ στέγουσα τὴν ἐπί‐ τασιν τῶν ἐρώτων, λόγους αὐτῷ περὶ συνόδων ἀπέστει‐ | |
15 | λεν· ὁ δὲ τὸ καταπληκτικὸν τῆς προειρημένης φοβηθεὶς, οὐδ’ ἀποκρίσεως αὐτὴν ἠξίωσεν· ἡ δ’ ἀποτυχοῦσα τῆς προαιρέσεως, ἐκ τῶν πλοκάμων ἕνα τῶν δρακόντων ἀπέσπασεν, καὶ ἐπὶ τὸν ὑπερήφανον ἔβαλεν· ὁ δ’ ὄφις τοῖς κόλποις περισφίγξας αὐτὸν ἀνεῖλεν, Ἀστερίου | |
20 | ποιμαίνοντος ἐν ταῖς ἀκρωρείαις. Κατὰ δὲ πρόνοιαν θεῶν, τὸ ὄρος ἀπ’ αὐτοῦ μετωνομάσθη Κιθαιρὼν, καθὸ ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν τοῖς Βοιωτιακοῖς. | |
t3 | ΠΕΡΙ ΠΟΤΑΜΩΝ. E LIBRO TERTIO. | |
3 | Plutarch. De fluv. 24, 2, de Tigri fl.: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος, Μυνδὰν καλούμενος, πάνυ λευκός· ὃν ἐὰν κατέχῃ τις, οὐδὲν ὑπὸ θηρίων ἀδικεῖται· καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν γʹ Περὶ ποταμῶν. | |
4(t) | (ΠΕΡΙΠΛΟΥΣ.) | |
1 | Schol. Apoll. Rh. II, 297: Ἔστι γὰρ καὶ Αἶνος | |
ὄρος τῆς Κεφαλληνίας, ὅπου Αἰνησίου Διὸς ἱερόν ἐστιν· οὗ μνημονεύει καὶ Λέων ἐν Περίπλῳ καὶ Δημοσθένης | 330 | |
5 | ἐν τοῖς Λιμέσιν. | |
5 | Schol. Eurip. Med. 169: Λέων ὁ ῥήτωρ οὐ σφα‐ γῆναι (sc. τὴν Μήδειαν), ἀλλὰ διαφθαρῆναι αὐτὸν | |
(sc. fratrem) φαρμάκοις (φησίν). | 331 |