TLG 1911 003 :: DIYLLUS :: Fragmenta DIYLLUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 360–361. Frr. 1–5 Citation: Fragment — (line) | ||
t1-3 | ΙΣΤΟΡΙΑΙ. | |
1 | Plutarch. De Herodoti mal. c. 26: (Ἡρόδοτος) τὴν διαβολὴν ... ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρ’ αὐτῶν ... Ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν, | |
5 | Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν | |
---|---|---|
παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν. | 360 | |
2(t) | [ΤΡΙΤΗ ΣΥΝΤΑΞΙΣ.] | |
1 | Harpocratio: Ἀριστίων· Ὑπερίδης Κατὰ Δημο‐ σθένους. Οὗτος Σάμιος μέν ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλ‐ λός φησιν, ἐκ μειρακυλλίου δ’ ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ’ ὑπ’ αὐτοῦ πρὸς | |
5 | Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν εʹ τῶν Περὶ Ἀλέξανδρον. | |
3(t) | E LIBRO NONO. | |
1 | Athenaeus IV: Δίυλλος δ’ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησὶν, ὡς Κάσσανδρος ἐκ Βοιωτίας ἐπανιὼν, καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαῖς, καὶ | |
5 | μετ’ αὐτῶν τὴν Κύνναν, τὴν Εὐρυδίκης μητέρα, καὶ τοῖς ἄλλοις τιμήσας, οἷς προσήκει, καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρα‐ τιωτῶν. | |
t4-5 | DUBIA. | |
4 | Athenaeus XIII: Δημήτριος δὲ ὁ Φα‐ ληρεὺς, Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς, ἡδέως δι’ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος· ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος. | |
5 | Etym. M.: [Κόμανα] παρὰ τὸ κόμη γίνεται θηλυκὸν κομάνη· τὸ οὐδέτερον, κόμανον, καὶ τὰ Κόμανα· λέγεται γὰρ τὸν Ἀγαμέμνονος υἱὸν Ὀρέστην φεύγοντα μετὰ τῆς ἀδελφῆς ἐκεῖσε τὴν κόμην ἀποκεί‐ | |
5 | ρασθαι. Πόλις Κόμανα Θύιλλις· μεθερμηνεύεται σύ‐ | |
σκια κατὰ τὴν Ἰώνων φωνήν. | 361 |