TLG 1908 003 :: DAIMACHUS :: Fragmenta DAIMACHUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 441–442. Frr. 5–8 Citation: Fragment — (line) | ||
5(t) | ΠΕΡΙ ΕΥΣΕΒΕΙΑΣ. | |
1 | Plutarch. Lys. c. 12: Διὸ καὶ θεῖόν τινες ἡγήσαντο τοῦτο τὸ ἔργον. Ἦσαν δέ τινες οἱ τοὺς Διοσ‐ κόρους ἐπὶ τῆς Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ | |
---|---|---|
5 | λιμένος ἐξέπλει πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμψαι λέγοντες. Οἱ δὲ καὶ τὴν τοῦ λίθου πτῶσιν ἐπὶ τῷ πάθει τούτῳ σημεῖόν φασι γενέσθαι· κατηνέχθη γὰρ, ὡς ἡ δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης λίθος εἰς Αἰγὸς ποταμούς. Καὶ δείκνυται | |
10 | μὲν ἔτι νῦν, σεβομένων αὐτὸν τῶν Χερρονησιτῶν· λέ‐ γεται δὲ Ἀναξαγόραν προειπεῖν, ὡς τῶν κατὰ τὸν οὐ‐ ρανὸν ἐνδεδεμένων σωμάτων, γενομένου τινὸς ὀλισθή‐ ματος ἢ σάλου, ῥῖψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορρα‐ γέντος· εἶναι δὲ καὶ τῶν ἄστρων ἕκαστον οὐκ ἐν ᾗ πέ‐ | |
15 | φυκε χώρᾳ· λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερείσει καὶ περικλάσει τοῦ αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας σφιγγόμενα δίνῃ καὶ τόνῳ τῆς περιφορᾶς, ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο, τῶν ψυχρῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντός. Ἔστι δέ τις | |
20 | πιθανωτέρα δόξα ταύτης εἰρηκότων ἐνίων, ὡς οἱ διᾴτ‐ τοντες ἀστέρες οὐ ῥύσις εἰσὶν οὐδ’ ἐπινέμησις αἰθερίου πυρὸς ἐν ἀέρι κατασβεννυμένου περὶ τὴν ἔξαψιν αὐτὴν οὐδὲ ἀέρος εἰς τὴν ἄνω χώραν πλήθει λυθέντος ἔκπρησις καὶ ἀνάφλεξις, ῥῖψις δὲ καὶ πτῶσις οὐρανίων σωμάτων | |
25 | οἷον ἐνδόσει τινὶ τόνου καὶ περιτρόπου κινήσεως ἐκπα‐ λῶν φερομένων οὐ πρὸς τὸν οἰκούμενον τόπον τῆς γῆς, ἀλλὰ τῶν πλείστων ἐκτὸς εἰς τὴν μεγάλην ἐκπιπτόντων θάλατταν· διὸ καὶ λανθάνουσι. Τῷ δ’ Ἀναξαγόρᾳ μαρτυρεῖ καὶ Δαΐμαχος ἐν τοῖς Περὶ | |
30 | εὐσεβείας ἱστορῶν, ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφ’ ἡμέρας ἑβδομήκοντα καὶ πέντε συνεχῶς κατὰ τὸν οὐ‐ ρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδὲς, οὐ σχολάζον, ἀλλὰ πολυπλόκους καὶ κεκλα‐ | |
σμένας φορὰς φερόμενον, ὡς τὰ ὑπὸ σάλου καὶ πλάνης | 441 | |
35 | ἀπορρηγνύμενα πυροειδῆ σπάσματα φέρεσθαι πολλαχοῦ καὶ ἀστράπτειν, ὥσπερ οἱ διᾴττοντες ἀστέρες. Ἐπεὶ δὲ ἐνταῦθα τῆς γῆς ἔβρισε καὶ παυσάμενοι φόβου καὶ θάμβους οἱ ἐπιχώριοι συνῆλθον, ὤφθη πυρὸς μὲν οὐδὲν ἔργον οὐδ’ ἴχνος τοσοῦτον, λίθος δὲ κείμενος, ἄλλως | |
40 | μὲν μέγας, οὐθὲν δὲ μέρος, ὡς εἰπεῖν, ἐκείνης τῆς πυ‐ ροειδοῦς περιοχῆς ἔχων. Ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν. | |
6 | Diogen. L. I, 30: Δαΐδαχος δ’ ὁ Πλατωνικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ, καὶ οὕτω περιενεχθῆναι (φασίν). | |
7 | Plutarch. Compar. Solon. et Popl. c. 4: Τῶν μέντοι πολεμικῶν, Σόλωνι μὲν οὐδὲ τὰ πρὸς Μεγαρεῖς Δαΐμαχος ὁ Πλαταιεὺς μεμαρτύρηκεν, ὥσπερ ἡμεῖς διεληλύθαμεν. | |
8a | Schol. Apollon. Rh. I, 558: Δηΐμαχος δὲ ἐκ Φι‐ λομήλης τῆς Ἄκτορος | |
8b | Schol. Il. Ν, 218: Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυ‐ μίωνος, ὃς Ἆπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν ἔφυ‐ γεν εἰς τὴν ἀπ’ αὐτοῦ προσαγορευθεῖσαν Αἰτωλίαν, κἀκεῖ τεκνοῦται Πλευρῶνα, ἀφ’ οὗ ἡ ἐν Αἰτωλίᾳ πό‐ | |
5 | λις Πλευρὼν ἐκλήθη. Τούτου δὲ γίνονται δύο παῖδες, Κούρης καὶ Καλυδὼν, ἀφ’ ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. Οὕτω Δηΐμαχος. | |
8c(t) | ΥΠΟΜΝΗΜΑΤΑ ΠΟΛΙΟΡΚΗΤΙΚΑ. | |
1 | Stephan. v. Byz. Λακεδαίμων: Ἔστι καὶ ... τὸ Λα‐ κωνικὸν σιδήριον· στομωμάτων γὰρ τὸ μὲν Χαλυβδικὸν, τὸ δὲ Σινωπικὸν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακωνικόν. Καὶ ὅτι Σινωπικὸν καὶ Χαλυβδικὸν εἰς τὰ τεκτονικὰ, τὸ δὲ Λα‐ | |
5 | κωνικὸν εἰς ῥῖνας καὶ σιδηροτρύπανα καὶ χαρακτῆρας καὶ εἰς τὰ λιθουργικὰ, τὸ δὲ Λύδιον καὶ αὐτὸ εἰς ῥῖνας καὶ μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας, ὥς φησι Δαΐ‐ | |
μαχος ἐν πολιορκητικοῖς ὑπομνήμασι λεʹ. | 442 |