TLG 1896 002 :: [DOSITHEUS] :: Fragmenta

[DOSITHEUS] Hist.
(Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 400–402.

Frr. 1–8

Citation: Fragment — (line)

t1-3

ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO.

1

Plutarch. Par. c. 34: Κομμίνιος Σοῦπερ Λαυρεν‐ τῖνος, ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον, ἐπή‐ γαγε μητρυιὰν Γιδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα, βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστο‐
5λὰς καταλείψασα ψευδεῖς. Ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐγκλήματα, καὶ τῷ ζήλῳ πιστεύσας, ἐπεκαλέσατο τὸν Ποσειδῶνα. Ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλε‐
σαν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.400

2

Idem ib. c. 33: Ἤβιος Τολίειξ γήμας Νουκερίαν, ἔσχε δύο παῖδας ἐκ ταύτης. Ἔσχε δὲ καὶ ἐξ ἀπελευθέ‐ ρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλ‐ λον ἔστεργε. Ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισο‐
5πονήρως διακειμένη, τοὺς παῖδας ἀνέπειθεν [αὐτὸν ἀναιρεῖν]. Τῶν δ’ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνήργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξί‐ φος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκατα‐ λιποῦσα τὸ ξίφος. Τοῦ δὲ σωματοφύλακος ὑποπτευθέν‐
10τος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. Ὁ δὲ τοῦτον θάψας, τὴν γυναῖκα ἐφυγάδευσεν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

3

Idem ib. c. 37: Φάβιος Φαβρικιανὸς, τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυ‐ νιτῶν, τὴν παρ’ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. Τούτου γυνὴ Φαβία μοιχευθεῖσα
5ὑπό τινος εὐπρεποῦς νεανίου, τοὔνομα Πετρωνίου Οὐα‐ λεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελ‐ φὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο, καὶ ἔπεμψε κρύφα τραφησόμενον. Ἀκμάσας δὲ ὁ νεα‐ νίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ
10ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

t4

ΣΙΚΕΛΙΚΑ. E LIBRO TERTIO.

4

Idem ib. c. 19: Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν· ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο, Κυάνην. Ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσό‐
5μενον ἀναγνώρισμα. Λοιμωξάντων δὲ, καὶ τοῦ Πυθίου εἰπόντος μὲν, δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δ’ ἄλλων ἀγνοούντων τὸν χρησμὸν, γνοῦσα ἡ Κυάνη, καὶ ἐπιλαβομένη τῶν τριχῶν, εἷλκε, καὶ αὐτὴ κατα‐ σφάξασα τὸν πατέρα, ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δο‐
10σίθεος ἐκ τῷ τρίτῳ Σικελικῶν.

t5

ΑΙΤΩΛΙΚΑ. E LIBRO PRIMO.

5

Idem ib. c. 40: Εὔηνος Ἄρεος καὶ Στερόπης, τὴν Οἰνομάου γήμας Ἀλκίππην, ἐγέννησε θυγατέρα Μάρ‐ πησσαν, ἣν παρθένον ἐφρούρει. [Ἰδὼν δὲ αὐτὴν χο‐ ρεύουσαν?] Ἴδας ὁ Ἀφάρητος καὶ ἁρπάσας ἐκ χοροῦ
5ἔφυγεν. Ὁ δὲ πατὴρ διώξας, καὶ μὴ συλλαβὼν, εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν, καὶ ἀθάνατος ἐγένετο· ὡς Δοσίθεος ἐν πρώτῳ Ἰταλικῶν.

t6

ΛΥΔΙΑΚΑ. E LIBRO TERTIO.

6

Idem ibid. c. 30: Σαρδιανοὶ πρὸς Σμυρναίους πό‐ λεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρεσβέων ἔπεμψαν, μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ
τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. Τῶν δὲ401
5Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κα‐ κῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδρα‐ μοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ· Δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντ’ ἐλευθέρων πέμπειν. Ὃ δὴ καὶ ἔδρα‐ σαν. Οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν, ἑάλωσαν.
10Ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευ‐ θέρια, ἐν ᾗ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦ‐ σιν· ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν.

t7

ΠΕΛΟΠΙΔΑΙ.

7

Idem ib. c. 33: Πέλοψ, Ταντάλου καὶ Εὐρυανάσ‐ σης, γήμας Ἱπποδάμειαν, ἔσχεν Ἀτρέα καὶ Θυέστην· ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνη‐ σίων ἔστερξε. Λάϊος δὲ ὁ Θηβαῖος, ἐπιθυμήσας, ἥρ‐
5πασεν αὐτόν. Καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως, ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδά‐ μεια δ’ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτὸν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας. Τῶν δ’ ἀρνησαμέ‐ νων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. Νυκτὸς γὰρ
10βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον, ἐγκαταπήγνυσι τὸ ξίφος. Ὑπονοηθεὶς δὲ ὁ Λάϊος διὰ τὸ ξίφος, ῥύεται ὑπὸ ἡμι‐ θνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος· ὁ δὲ θάψας, τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν
15Πελοπίδαις (Πελοποννησιακοῖς?).

8

Steph. Byz.: Δώριον, πό‐ λις μία τῶν τριῶν· Ὅμηρος· καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον. Δοσίθεος ἐν αὐτῇ τῇ πόλει φησὶν ὑπὸ Θαμύρα εὑρεθῆ‐
5ναι τὴν Δώριον ἁρμονίαν.402