TLG 1881 002 :: DIONYSIUS SCYTOBRACHION :: Fragmenta

DIONYSIUS SCYTOBRACHION Gramm.
(Alexandrinus fort. Mytilenensis vel Milesius: 2 B.C.)

Fragmenta

Source: FGrH #32. : 1A:229–257.

Citation: Volume-Jacoby#-F — fragment — (line)

1a,32,F

1a

SCHOL. APOLL. RHOD. III 200: ἐπὶ θρωσμοῦ πεδίοιο· Κιρκαῖον τόδε που κικλήσκεται] τὴν Κίρκην Διονύσιος ὁ Μιλήσιος ἐν πρώτωι τῶν Ἀργοναυτικῶν θυγατέρα Αἰήτου καὶ Ἑκάτης τῆς Περσέως θυγατρός, ἀδελ‐ φὴν δὲ Μηδείας. Ἡλίωι γάρ φησιν υἱοὺς γενέσθαι δύω ἐν τοῖς τόποις ἐκείνοις,
5οἷς ὀνόματα ἦν Περσεὺς καὶ Αἰήτης. τούτους δὲ κατασχεῖν τὴν χώραν, καὶ Αἰήτην μὲν Κόλχους καὶ Μαιώτας, Περσέα δὲ τῆς Ταυρικῆς κυριεῦσαι. τὸν δὲ Περσέα πρεσβύτερον ὄντα γῆμαι γυναῖκα τῶν ἐγχωρίων τινά, καὶ γενέσθαι αὐτῶι θυγατέρα, ἧι ὄνομα Ἑκάτη, ἥτις λέγεται ἀνδρικὴ γενέσθαι περὶ τὰ κυνη‐ γετικὰ καὶ πρώτη θανασίμους ῥίζας εὑρεῖν καὶ τὸν ἑαυτῆς πατέρα φαρμάκοις
10ἀποκτεῖναι. ταύτην γήμασθαι πεμφθεῖσαν εἰς Κόλχους Αἰήτηι τῶι πατρα‐ δέλφωι, ἀφ’ ἧς γενέσθαι Κίρκην καὶ Μήδειαν. τὴν δὲ Κίρκην ὑπερβαλέσθαι τὴν ἑαυτῆς μητέρα, τὰ μὲν διακούσασαν παρ’ αὐτῆς, τὰ δὲ καὶ αὐτὴν ἐφευρηκυῖαν πολλὰ καὶ δεινά, πρεσβυτέραν οὖσαν τῆς Μηδείας. Ἡσίοδος (Th 1011) δέ φησι τὴν Κίρκην τοῦ Ἡλίου θυγατέρα εἶναι.

1a,32,F

1b

—III 242: Ἄψυρτος ναῖεν πάις Αἰήταο. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια, πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος Ὠκεανοῦ τε πανο‐ πλοτάτην γεγαυῖαν] ὁ τὰ Ναυπακτικὰ πεποιηκὼς (F 4 Ki) Εὐρυλύτην
5αὐτὴν λέγει. Διονύσιος δὲ ὁ Μιλήσιος Ἑκάτην μητέρα Μηδείας καὶ Κίρκης, ὡς προείρηται. Σοφοκλῆς (F 503)
〈δὲ〉 Νέαιραν, μίαν τῶν Νηρηίδων. Ἡσίοδος (Th. 958f.) δὲ Ἰδυῖαν.1

1a,32,F

2a

SCHOL. APOLL. RHOD. IV 177: ..... Διονύσιος δὲ ὁ Μιτυληναῖος ἄνθρωπόν φησι γεγενῆσθαι παιδαγωγὸν τοῦ Φρίξου ὀνόματι Κριόν.

1a,32,F

2b

—I 256: ..... Διονύσιος δὲ ἐν β Κριόν φησι Φρίξου τροφέα γενέσθαι καὶ συμπε‐ πλευκέναι αὐτῶι εἰς Κόλχους, διὸ καὶ μεμύθευται τὰ περὶ τῆς τοῦ κριοῦ θυσίας αὐτόθι.

1a,32,F

2c

—II 1144 (= IV 119): Διονύσιος ἐν τοῖς Ἀργο‐ ναύταις φησὶ Κριὸν γεγονέναι τροφέα Φρίξου, ὃν πρῶτον αἰσθόμενον τῆς ἐπιβουλῆς Ἰνοῦς ὑποθέσθαι τῶι Φρίξωι τὴν φυγὴν ποιήσασθαι. ὅθεν καὶ μεμυθεῦσθαι ὡς ὑπὸ κριοῦ διασωθείη.

1a,32,F

3

———IV 1153: Τιμαίου (III) λέγοντος ἐν Κερκύραι τοὺς γάμους (sc. Ἰάσονος καὶ Μηδείας) ἀχθῆναι Διονύσιος ὁ Μιλήσιος ἐν δευτέ‐ ρωι τῶν Ἀργοναυτικῶν ἐν Βυζαντίωι φησίν. Ἀντίμαχος δὲ ἐν Λύδηι ἐν Κόλχοις πλησίον τοῦ ποταμοῦ μιγῆναι.

1a,32,F

4

———II 965: Διονύσιος δὲ ἐν δευτέρωι κατὰ Λιβύην αὐτὰς (sc. τὰς Ἀμαζόνας) ὠικηκέναι φησί, ῥώμηι δὲ διενεγκούσας καὶ τρεψαμένας τοὺς ὁμόρους ἐλθεῖν καὶ ἐπὶ τὴν Εὐρώπην καὶ πολλὰς αὐτόθι πόλεις κτίσαι, ὑποτάξαι τε αὑταῖς τὸ Ἀτλαντικὸν ἔθνος, ὃ ἦν δυνατώτατον τῶν
5τῆς Λιβύης. Ζηνόθεμις (V) δὲ αὐτάς φησιν ὠικηκέναι ἐν Αἰθιοπίαι καὶ διερχομένας ἐπὶ τὸ ἀντιπέραν συγγίνεσθαι τοῖς αὐτόθι ἀνδράσιν, καὶ εἰ μὲν θῆλυ ἀποκυήσειαν, προσεθίζειν τῆι 〈αὐτῆι〉 ἀγωγῆι, εἰ δὲ ἄρρεν, τοῖς ἀνδράσι διδόναι.

1a,32,F

5

SCHOL. APOLL. RHOD. II 207: Διονύσιος δὲ ἐν τοῖς Ἀργοναύταις φησὶν ἀναιρεθῆναι τὸν Φινέα ὑπὸ Ἡρακλέους ἰδόντος τοὺς παῖδας ἐν ἐρημίαι καὶ μαθόντος ὅτι ὑπὸ Φινέως ἦσαν ἐκβεβλημένοι κατὰ διαβολὴν Σκυθικῆς γυναικός, ἣν γεγαμήκει ὁ Φινεὺς παραιτησάμενος Κλεοπάτραν.
5γεγόνει δὲ τοῦ Φινέως καὶ πρεσβύτης κατήγορος παρὰ τῶι Ἡρακλεῖ. διόπερ Ἡρακλῆς ἀναιτίους εὑρὼν τοὺς παῖδας κατήγαγεν εἰς τὴν πατρώιαν οἰκίαν, Φινέα δὲ ἀνιστάμενον καὶ θελήσαντα καταποντίσαι τὸν ἕτερον τῶν παίδων λακτίσας ὁ Ἡρακλῆς ἀπέκτεινεν.

1a,32,F

6a

[APOLLOD.] Bibl. I 118: Δημάρατος (42 F 2) δὲ αὐτὸν
(sc. Ἡρακλέα) εἰς Κόλχους πεπλευκότα παρέδωκε· Διονύσιος μὲν γὰρ αὐτὸν καὶ ἡγεμόνα φησὶ τῶν Ἀργοναυτῶν γενέσθαι.229

1a,32,F

6b

SCHOL. APOLL. RHOD. I 1289: Διονύσιος δὲ ὁ Μιτυληναῖος συμπεπλευκέναι φησὶ τὸν ἥρωα τοῖς ἀριστεῦσιν ἕως Κόλχων καὶ τὰ περὶ Μήδειαν συμπεπραχέναι τῶι Ἰάσονι. ὁμοίως καὶ Δημάρατος.

1a,32,F

7

DIODOR. III 52, 1: οἰκεῖον ἂν εἴη τοῖς προειρημένοις τόποις διελθεῖν τὰ περὶ τὰς Ἀμαζόνας ἱστορούμενα τὰς γενομένας τὸ παλαιὸν κατὰ τὴν Λιβύην. οἱ πολλοὶ μὲν γὰρ ὑπειλήφασι τὰς περὶ τὸν Θερμώδοντα ποταμὸν ... μόνας ὑπάρξαι· τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει διὰ τὸ πολὺ
5προτερεῖν τοῖς χρόνοις τὰς κατὰ Λιβύην καὶ πράξεις ἀξιολόγους ἐπιτελέ‐ σασθαι. (2) οὐκ ἀγνοοῦμεν δὲ διότι πολλοῖς τῶν ἀναγινωσκόντων ἀνήκοος φανεῖται καὶ ξένη παντελῶς ἡ περὶ τούτων ἱστορία. ἠφανισμένου γὰρ ὁλοσχε‐ ρῶς τοῦ γένους τῶν Ἀμαζονίδων τούτων πολλαῖς γενεαῖς πρότερον τῶν Τρωικῶν, τῶν δὲ περὶ τὸν Θερμώδοντα ποταμὸν γυναικῶν ἠκμακυιῶν
10μικρὸν πρὸ τούτων τῶν χρόνων, οὐκ ἀλόγως αἱ μεταγενέστεραι καὶ μᾶλλον γνωριζόμεναι τὴν δόξαν κεκληρονομήκασι τὴν τῶν παλαιῶν καὶ παντελῶς ἀγνοουμένων διὰ τὸν χρόνον ὑπὸ τῶν πλείστων. (3) οὐ μὴν ἀλλ’ ἡμεῖς εὑρίσκοντες πολλοὺς μὲν τῶν ἀρχαίων ποιητῶν τε καὶ συγγρα‐ φέων, οὐκ ὀλίγους δὲ καὶ τῶν μεταγενεστέρων μνήμην πεποιημένους αὐτῶν,
15ἀναγράφειν τὰς πράξεις πειρασόμεθα ἐν κεφαλαίοις, ἀκολούθως Διονυσίωι τῶι συντεταγμένωι τὰ περὶ τοὺς Ἀργοναύτας καὶ τὸν Διόνυσον καὶ ἕτερα πολλὰ τῶν ἐν τοῖς παλαιοτάτοις χρόνοις πραχθέντων. (4) Γέγονε μὲν οὖν πλείω γένη γυναικῶν κατὰ τὴν Λιβύην μάχιμα καὶ τεθαυμασμένα μεγάλως ἐπ’ ἀνδρείαι· τό τε γὰρ τῶν Γοργόνων ἔθνος,
20ἐφ’ ὃ λέγεται τὸν Περσέα στρατεῦσαι, παρειλήφαμεν ἀλκῆι διαφέρον. τὸ γὰρ τὸν Διὸς μὲν υἱόν, τῶν δὲ καθ’ ἑαυτὸν Ἑλλήνων ἄριστον, τελέσαι μέγιστον ἆθλον τὴν ἐπὶ ταύτας στρατείαν τεκμήριον ἄν τις λάβοι τῆς περὶ τὰς προειρημένας γυναῖκας ὑπεροχῆς τε καὶ δυνάμεως· ἥ τε τῶν νῦν μελλουσῶν ἱστορεῖσθαι ἀνδρεία παράδοξον ἔχει τὴν ὑπεροχὴν πρὸς τὰς
25καθ’ ἡμᾶς φύσεις τῶν γυναικῶν συγκρινομένη. (53) φασὶ γὰρ ὑπάρξαι τῆς Λιβύης ἐν τοῖς πρὸς ἑσπέραν μέρεσιν ἐπὶ τοῖς πέρασι τῆς οἰκουμένης ἔθνος γυναικοκρατούμενον καὶ βίον ἐζηλωκὸς οὐχ ὅμοιον τῶι παρ’ ἡμῖν. ταῖς μὲν γὰρ γυναιξὶν ἔθος εἶναι διαπονεῖν τὰ κατὰ πόλεμον καὶ χρόνους ὡρισμένους ὀφείλειν στρατεύεσθαι διατηρου‐
30μένης τῆς παρθενίας, διελθόντων δὲ τῶν ἐτῶν τῶν τῆς στρατείας προσ‐
ιέναι μὲν τοῖς ἀνδράσι παιδοποιίας ἕνεκα· τὰς δ’ ἀρχὰς καὶ τὰ κοινὰ διοικεῖν ταύτας ἅπαντα. (2) τοὺς δ’ ἄνδρας ὁμοίως ταῖς παρ’ ἡμῖν γαμεταῖς τὸν κατοικίδιον ἔχειν βίον, ὑπηρετοῦντας τοῖς ὑπὸ τῶν συνοικουσῶν προσ‐ ταττομένοις· μὴ μετέχειν δ’ αὐτοὺς μήτε στρατείας μήτ’ ἀρχῆς μήτ’ ἄλλης230
35τινὸς ἐν τοῖς κοινοῖς παρρησίας, ἐξ ἧς ἔμελλον φρονηματισθέντες ἐπιθή‐ σεσθαι ταῖς γυναιξί. (3) κατὰ δὲ τὰς γενέσεις τῶν τέκνων τὰ μὲν βρέφη παραδίδοσθαι τοῖς ἀνδράσι, καὶ τούτους διατρέφειν αὐτὰ γάλακτι καὶ ἄλλοις τισὶν ἑψήμασιν οἰκείως ταῖς τῶν νηπίων ἡλικίαις. εἰ δὲ τύχοι θῆλυ γεννηθέν, ἐπικάεσθαι αὐτοῦ τοὺς μαστούς, ἵνα μὴ μετεωρίζωνται κατὰ τοὺς τῆς ἀκμῆς
40χρόνους· ἐμπόδιον γὰρ οὐ τὸ τυχὸν εἶναι δοκεῖν πρὸς τὰς στρατείας τοὺς ἐξέχοντας τοῦ σώματος μαστούς· διὸ καὶ τούτων αὐτὰς ἀπεστερημένας ὑπὸ τῶν Ἑλλήνων Ἀμαζόνας προσαγορεύεσθαι. (4) μυθολογοῦσι δ’ αὐτὰς ὠικηκέναι νῆσον τὴν ἀπὸ μὲν τοῦ πρὸς δυσμὰς ὑπάρχειν αὐτὴν Ἑσπέραν προσα‐ γορευθεῖσαν, κειμένην δ’ ἐν τῆι Τριτωνίδι λίμνηι. ταύτην δὲ πλησίον ὑπάρ‐
45χειν τοῦ περιέχοντος τὴν γῆν ὠκεανοῦ, προσηγορεῦσθαι δ’ ἀπό τινος ἐμ‐ βάλλοντος εἰς αὐτὴν ποταμοῦ Τρίτωνος. κεῖσθαι δὲ τὴν λίμνην ταύτην πλησίον Αἰθιοπίας καὶ τοῦ παρὰ τὸν ὠκεανὸν ὄρους, ὃ μέγιστον μὲν ὑπάρ‐ χειν τῶν ἐν τοῖς τόποις 〈τούτοισ〉 καὶ προσπεπτωκὸς εἰς τὸν ὠκεανόν, ὀνομάζεσθαι δ’ ὑπὸ τῶν Ἑλλήνων Ἄτλαντα. (5) τὴν δὲ προειρημένην

1a,32,F

7

(50)

νῆσον ὑπάρχειν μὲν εὐμεγέθη καὶ πλήρη καρπίμων δένδρων παντοδαπῶν, ἀφ’ ὧν πορίζεσθαι τὰς τροφὰς τοὺς ἐγχωρίους. ἔχειν δ’ αὐτὴν καὶ κτηνῶν πλῆθος, αἰγῶν καὶ προβάτων, ἐξ ὧν γάλα καὶ κρέα πρὸς διατροφὴν ὑπάρ‐ χειν τοῖς κεκτημένοις· σίτωι δὲ τὸ σύνολον μὴ χρῆσθαι τὸ ἔθνος διὰ τὸ μήπω τοῦ καρποῦ τούτου τὴν χρείαν εὑρεθῆναι παρ’ αὐτοῖς.
55 (6) τὰς δ’ οὖν Ἀμαζόνας ἀλκῆι διαφερούσας καὶ πρὸς πόλεμον ὡρμημένας τὸ μὲν πρῶτον τὰς ἐν τῆι νήσωι πόλεις καταστρέφεσθαι πλὴν τῆς ὀνομαζομένης Μήνης, ἱερᾶς δ’ εἶναι νομιζομένης, ἣν κατοικεῖσθαι μὲν ὑπ’ Αἰθιόπων Ἰχθυοφάγων, ἔχειν δὲ πυρὸς ἐκφυσήματα μεγάλα καὶ λίθων πολυτελῶν πλῆθος τῶν ὀνομαζομένων παρ’ Ἕλλησιν ἀνθράκων καὶ σαρδίων
60καὶ σμαράγδων· μετὰ δὲ ταῦτα πολλοὺς τῶν πλησιοχώρων Λιβύων καὶ νομάδων καταπολεμῆσαι, καὶ κτίσαι πόλιν μεγάλην ἐντὸς τῆς Τριτωνίδος λίμνης, ἣν ἀπὸ τοῦ σχήματος ὀνομάσαι Χερρόννησον. (54) ἐκ δὲ ταύτης ὁρμωμένας ἐγχειρῆσαι μεγάλαις ἐπιβολαῖς, ὁρμῆς αὐταῖς ἐμπεσούσης ἐπελ‐ θεῖν πολλὰ μέρη τῆς οἰκουμένης. ἐπὶ πρώτους δ’ αὐτὰς στρατεῦσαι λέγεται
65τοὺς Ἀτλαντίους, ἄνδρας ἡμερωτάτους τῶν ἐν τοῖς τόποις ἐκείνοις καὶ χώραν νεμομένους εὐδαίμονα καὶ πόλεις μεγάλας· παρ’ οἷς δὴ μυθολο‐ γεῖσθαί φασι τὴν τῶν θεῶν γένεσιν ὑπάρξαι πρὸς τοῖς κατὰ τὸν ὠκεανὸν
τόποις, συμφώνως τοῖς παρ’ Ἕλλησι μυθολόγοις, περὶ ὧν τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν. (2) τῶν οὖν Ἀμαζόνων λέγεται βασιλεύουσαν231
70Μύριναν συστήσασθαι στρατόπεδον πεζῶν μὲν τρισμυρίων, ἱππέων δὲ τρισχιλίων, ζηλουμένης παρ’ αὐταῖς περιττότερον ἐν τοῖς πολέμοις τῆς ἀπὸ τῶν ἱππέων χρείας. (3) ὅπλοις δὲ χρῆσθαι σκεπαστηρίοις ὄφεων μεγάλων δοραῖς, ἐχούσης τῆς Λιβύης ταῦτα τὰ ζῶια τοῖς μεγέθεσιν ἄπιστα, ἀμυντηρίοις δὲ τοῖς ξίφεσι καὶ ταῖς λόγχαις, ἔτι δὲ τόξοις, οἷς μὴ μόνον
75ἐξ ἐναντίας βάλλειν, ἀλλὰ καὶ κατὰ τὰς φυγὰς τοὺς ἐπιδιώκοντας εἰς τοὐπίσω τοξεύειν εὐστόχως. (4) ἐμβαλούσας δ’ αὐτὰς εἰς τὴν τῶν Ἀτλαντίων χώραν τοὺς μὲν τὴν Κέρνην καλουμένην οἰκοῦντας παρατάξει νικῆσαι, καὶ συνεισ‐ πεσούσας τοῖς φεύγουσιν ἐντὸς τῶν τειχῶν κυριεῦσαι τῆς πόλεως. βουλο‐ μένας δὲ τῶι φόβωι καταπλήξασθαι τοὺς περιοίκους ὠμῶς προσενεχθῆναι
80τοῖς ἁλοῦσι καὶ τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀποσφάξαι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδισαμένας κατασκάψαι τὴν πόλιν. (5) τῆς δὲ περὶ τοὺς Κερναίους συμφορᾶς διαδοθείσης εἰς τοὺς ὁμοεθνεῖς, λέγεται τοὺς μὲν Ἀτλαντίους καταπλαγέντας δι’ ὁμολογίας παραδοῦναι τὰς πόλεις καὶ πᾶν τὸ προσταχθὲν ποιήσειν ἐπαγγείλασθαι, τὴν δὲ βασίλισσαν Μύριναν
85ἐπιεικῶς αὐτοῖς προσενεχθεῖσαν φιλίαν τε συνθέσθαι καὶ πόλιν ἀντὶ τῆς κατασκαφείσης ὁμώνυμον ἑαυτῆς κτίσαι· κατοικίσαι δ’ εἰς αὐτὴν τούς τε αἰχμαλώτους καὶ τῶν ἐγχωρίων τὸν βουλόμενον. (6) μετὰ δὲ ταῦτα τῶν Ἀτλαντίων δῶρά τε μεγαλοπρεπῆ δόντων αὐτῆι καὶ τιμὰς ἀξιολόγους κοινῆι ψηφισαμένων, ἀποδέξασθαί τε τὴν φιλανθρωπίαν αὐτῶν καὶ προσ‐
90επαγγείλασθαι τὸ ἔθνος εὐεργετήσειν. (7) τῶν δ’ ἐγχωρίων πεπολεμημένων πολλάκις ὑπὸ τῶν ὀνομαζομένων Γοργόνων, οὐσῶν πλησιοχώρων, καὶ τὸ σύνολον ἔφεδρον ἐχόντων τοῦτο τὸ ἔθνος, φασὶν ἀξιωθεῖσαν τὴν Μύριναν ὑπὸ τῶν Ἀτλαντίων ἐμβαλεῖν εἰς τὴν χώραν τῶν προειρημένων. ἀντιταξαμένων δὲ τῶν Γοργόνων γενέσθαι
95καρτερὰν μάχην, καὶ τὰς Ἀμαζόνας ἐπὶ τοῦ προτερήματος γενομένας ἀνελεῖν μὲν τῶν ἀντιταχθεισῶν παμπληθεῖς, ζωγρῆσαι δ’ οὐκ ἐλάττους τρισχιλίων· τῶν δ’ ἄλλων εἴς τινα δρυμώδη τόπον συμφυγουσῶν ἐπιβαλέσθαι μὲν τὴν Μύριναν ἐμπρῆσαι τὴν ὕλην, σπεύδουσαν ἄρδην ἀνελεῖν τὸ ἔθνος, οὐ δυνη‐ θεῖσαν δὲ κρατῆσαι τῆς ἐπιβολῆς ἐπανελθεῖν ἐπὶ τοὺς ὅρους τῆς χώρας.

1a,32,F

7

(100)

(55) τῶν δ’ Ἀμαζόνων νυκτὸς τὰ περὶ τὰς φυλακὰς ῥαιθυμουσῶν διὰ τὴν εὐημερίαν, ἐπιθεμένας τὰς αἰχμαλωτίδας σπασαμένας τὰ ξίφη τῶν δοκου‐ σῶν κεκρατηκέναι πολλὰς ἀνελεῖν· τέλος δὲ τοῦ πλήθους αὐτὰς πανταχόθεν περιχυθέντος εὐγενῶς μαχομένας ἁπάσας κατακοπῆναι. (2) τὴν δὲ Μύριναν θάψασαν τὰς ἀναιρεθείσας τῶν συστρατευουσῶν ἐν τρισὶ πυραῖς χωμάτων
105μεγάλων ἐπιστῆσαι τάφους τρεῖς, οὓς μέχρι τοῦ νῦν Ἀμαζόνων σωροὺς ὀνομάζεσθαι. (3) τὰς δὲ Γοργόνας ἐν τοῖς ὕστερον χρόνοις αὐξηθείσας πάλιν ὑπὸ Περσέως τοῦ Διὸς καταπολεμηθῆναι, καθ’ ὃν καιρὸν ἐβασίλευσεν αὐτῶν Μέδουσα· τὸ δὲ τελευταῖον ὑφ’ Ἡρακλέους ἄρδην ἀναιρεθῆναι ταύτας τε καὶ τὸ τῶν Ἀμαζόνων ἔθνος, καθ’ ὃν καιρὸν τοὺς πρὸς ἑσπέραν τόπους232
110ἐπελθὼν ἔθετο τὰς ἐπὶ τῆς Λιβύης στήλας, δεινὸν ἡγούμενος, εἰ προελό‐ μενος τὸ γένος κοινῆι τῶν ἀνθρώπων εὐεργετεῖν περιόψεταί τινα τῶν ἐθνῶν γυναικοκρατούμενα. λέγεται δὲ καὶ τὴν Τριτωνίδα λίμνην σεισμῶν γενομένων ἀφανισθῆναι, ῥαγέντων αὐτῆς τῶν πρὸς τὸν ὠκεανὸν μερῶν κεκλιμένων.
115 (4) τὴν δὲ Μύρινάν φασι τῆς τε Λιβύης τὴν πλείστην ἐπελθεῖν, καὶ παραβαλοῦσαν εἰς Αἴγυπτον πρὸς μὲν Ὧρον τὸν Ἴσιδος βασιλεύοντα τότε τῆς Αἰγύπτου φιλίαν συνθέσθαι, πρὸς δ’ Ἄραβας διαπολεμήσασαν καὶ πολλοὺς αὐτῶν ἀνελοῦσαν τὴν μὲν Συρίαν καταστρέψασθαι, τῶν δὲ Κιλίκων ἀπαντησάντων αὐτῆι μετὰ δώρων καὶ τὸ κελευόμενον ποιήσειν ὁμολογούντων,
120ἐλευθέρους ἀφεῖναι τοὺς ἑκουσίως προσχωρήσαντας, οὓς ἀπὸ ταύτης τῆς αἰτίας μέχρι τοῦ νῦν Ἐλευθεροκίλικας καλεῖσθαι. (5) καταπολεμῆσαι δ’ αὐτὴν καὶ τὰ περὶ τὸν Ταῦρον ἔθνη, διάφορα ταῖς ἀλκαῖς ὄντα, καὶ διὰ Φρυγίας τῆς μεγάλης ἐπὶ θάλατταν καταβῆναι· ἑξῆς δὲ τὴν παραθαλάττιον χώραν προσαγαγομένην ὅρους θέσθαι τῆς στρατείας τὸν Κάικον ποταμόν.
125(6) τῆς δὲ δορικτήτου χώρας ἐκλεξαμένην τοὺς εὐθέτους τόπους εἰς πόλεων κτίσεις οἰκοδομῆσαι πλείους πόλεις, καὶ τούτων ὁμώνυμον μίαν ἑαυτῆι κτίσαι, τὰς δ’ ἄλλας ἀπὸ τῶν τὰς ἡγεμονίας τὰς μεγίστας ἐχουσῶν, Κύμην, Πιτάνην, Πριήνην. (7) ταύτας μὲν οὖν οἰκίσαι παρὰ θάλατταν, ἄλλας δὲ πλείους ἐν τοῖς πρὸς μεσόγειον ἀνήκουσι τόποις. κατασχεῖν δ’ αὐτὴν καὶ
130τῶν νήσων τινάς, καὶ μάλιστα τὴν Λέσβον, ἐν ἧι κτίσαι πόλιν Μιτυλήνην ὁμώνυμον τῆι μετεχούσηι τῆς στρατείας ἀδελφῆι. (8) ἔπειτα καὶ τῶν ἄλλων νήσων τινὰς καταστρεφομένην χειμασθῆναι, καὶ ποιησαμένην τῆι μητρὶ τῶν θεῶν εὐχὰς ὑπὲρ τῆς σωτηρίας προσενεχθῆναι νήσωι τινὶ τῶν ἐρήμων· ταύτην δὲ κατά τινα ἐν τοῖς ὀνείροις φαντασίαν καθιερῶσαι τῆι
135προειρημένηι θεῶι καὶ βωμοὺς ἱδρύσασθαι καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαι· ὀνομάσαι δ’ αὐτὴν Σαμοθράικην, ὅπερ εἶναι μεθερμηνευόμενον εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἱερὰν νῆσον. ἔνιοι δὲ τῶν ἱστορικῶν λέγουσι τὸ πρὸ τοῦ Σάμον αὐτὴν καλουμένην ὑπὸ τῶν κατοικούντων ἐν αὐτῆι τότε Θραικῶν Σαμοθράικην ὀνομασθῆναι. (9) οὐ μὴν ἀλλὰ τῶν Ἀμαζόνων ἐπανελθουσῶν
140εἰς τὴν ἤπειρον μυθολογοῦσι τὴν μητέρα τῶν θεῶν εὐαρεστηθεῖσαν τῆι νήσωι ἄλλους τέ τινας ἐν αὐτῆι κατοικίσαι καὶ τοὺς ἑαυτῆς υἱοὺς τοὺς ὀνομαζομένους Κορύβαντας· ἐξ οὗ δ’ εἰσὶ πατρὸς ἐν ἀπορρήτωι κατὰ τὴν τελετὴν παραδίδοσθαι· καταδεῖξαι δὲ καὶ τὰ νῦν ἐν αὐτῆι συντελούμενα μυστήρια καὶ τὸ τέμενος ἄσυλον νομοθετῆσαι. (10) περὶ δὲ τούτους τοὺς233
145χρόνους Μόψον τὸν Θρᾶικα, φυγάδα γενόμενον ὑπὸ Λυκούργου τοῦ βασιλέως τῶν Θραικῶν, ἐμβαλεῖν εἰς τὴν χώραν τῶν Ἀμαζόνων μετὰ στρατιᾶς τῆς συνεκπεσούσης αὐτῶι· συστρατεῦσαι δὲ καὶ Σίπυλον τῶι Μόψωι τὸν Σκύθην πεφυγαδευμένον ὁμοίως ἐκ τῆς ὁμόρου τῆι Θράικηι Σκυθίας. (11) γενο‐ μένης δὲ παρατάξεως καὶ τῶν περὶ τὸν Σίπυλον καὶ Μόψον προτερησάντων,

1a,32,F

7

(150)

τήν τε βασίλισσαν τῶν Ἀμαζόνων Μύριναν ἀναιρεθῆναι καὶ τῶν ἄλλων τὰς πλείους. τοῦ δὲ χρόνου προβαίνοντος καὶ κατὰ τὰς μάχας ἀεὶ τῶν Θραι‐ κῶν ἐπικρατούντων, τὸ τελευταῖον τὰς περιλειφθείσας τῶν Ἀμαζόνων ἀνακάμψαι πάλιν εἰς Λιβύην. καὶ τὴν μὲν στρατείαν τῶν ἀπὸ Λιβύης Ἀμαζόνων μυθολογοῦσι τοιοῦτο λαβεῖν τὸ πέρας.
155 (56) Ἡμεῖς δ’ ἐπειδὴ περὶ τῶν Ἀτλαντίων ἐμνήσθημεν, οὐκ ἀνοίκειον ἡγούμεθα διελθεῖν τὰ μυθολογούμενα παρ’ αὐτοῖς περὶ τῆς τῶν θεῶν γενέσεως, διὰ τὸ μὴ πολὺ διαλλάττειν αὐτὰ τῶν μυθολογουμένων παρ’ Ἕλλησιν. (2) οἱ τοίνυν Ἀτλάντιοι τοὺς παρὰ τὸν ὠκεανὸν τόπους κατοι‐ κοῦντες καὶ χώραν εὐδαίμονα νεμόμενοι πολλῶι μὲν εὐσεβείαι καὶ φιλαν‐
160θρωπίαι τῆι πρὸς τοὺς ξένους δοκοῦσι διαφέρειν τῶν πλησιοχώρων, τὴν δὲ γένεσιν τῶν θεῶν παρ’ αὑτοῖς γενέσθαι φασί. συμφωνεῖν δὲ τοῖς λεγο‐ μένοις ὑπ’ αὐτῶν καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν ἐν οἷς παρεισάγει τὴν Ἥραν λέγουσαν (Il. Ξ 200f) ‘εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης Ὠκέανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν‘.
165 (3) μυθολογοῦσι δὲ πρῶτον παρ’ αὐτοῖς Οὐρανὸν βασιλεῦσαι καὶ τοὺς ἀνθρώπους σποράδην οἰκοῦντας συναγαγεῖν εἰς πόλεως περίβολον, καὶ τῆς μὲν ἀνομίας καὶ τοῦ θηριώδους βίου παῦσαι τοὺς ὑπακούοντας, εὑρόντα τὰς τῶν ἡμέρων καρπῶν χρείας καὶ παραθέσεις καὶ τῶν ἄλλων τῶν χρησίμων οὐκ ὀλίγα· κατακτήσασθαι δ’ αὐτὸν καὶ τῆς οἰκουμένης τὴν
170πλείστην, καὶ μάλιστα τοὺς πρὸς τὴν ἑσπέραν καὶ τὴν ἄρκτον τόπους. (4) τῶν δὲ ἄστρων γενόμενον ἐπιμελῆ παρατηρητὴν πολλὰ προλέγειν τῶν κατὰ τὸν κόσμον μελλόντων γίνεσθαι· εἰσηγήσασθαι δὲ τοῖς ὄχλοις τὸν μὲν ἐνιαυτὸν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως, τοὺς δὲ μῆνας ἀπὸ τῆς σελήνης, καὶ τὰς κατ’ ἔτος ἕκαστον ὥρας διδάξαι. (5) διὸ καὶ τοὺς πολλούς, ἀγνοοῦντας
175μὲν τὴν τῶν ἄστρων αἰώνιον τάξιν, θαυμάζοντας δὲ τὰ γινόμενα κατὰ
τὰς προρρήσεις, ὑπολαβεῖν τὸν τούτων εἰσηγητὴν θείας μετέχειν φύσεως, μετὰ δὲ τὴν ἐξ ἀνθρώπων αὐτοῦ μετάστασιν διά τε τὰς εὐεργεσίας καὶ τὴν τῶν ἄστρων ἐπίγνωσιν ἀθανάτους τιμὰς ἀπονεῖμαι· μεταγαγεῖν δ’ αὐτοῦ τὴν προσηγορίαν ἐπὶ τὸν κόσμον, ἅμα μὲν τῶι δοκεῖν οἰκείως ἐσχηκέναι234
180πρὸς τὰς τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσεις καὶ τἄλλα τὰ γινόμενα περὶ τὸν κόσμον, ἅμα δὲ τῶι μεγέθει τῶν τιμῶν ὑπερβάλλειν τὰς εὐεργεσίας, καὶ πρὸς τὸν αἰῶνα βασιλέα τῶν ὅλων αὐτὸν ἀναγορεύσαντας. (57) Οὐρανοῦ δὲ μυθολογοῦσι γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τετταράκοντα, καὶ τούτων ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ
185Τιταίας, ὄνομα μὲν ἴδιον ἔχοντας ἑκάστους, κοινῆι δὲ πάντας ἀπὸ τῆς μητρὸς ὀνομαζομένους Τιτᾶνας. (2) τὴν δὲ Τιταίαν, σώφρονα οὖσαν καὶ πολλῶν ἀγαθῶν αἰτίαν γενομένην τοῖς λαοῖς, ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν ὑπὸ τῶν εὖ παθόντων Γῆν μετονομασθεῖσαν. γενέσθαι δ’ αὐτῶι καὶ θυγατέρας, ὧν εἶναι δύο τὰς πρεσβυτάτας πολὺ τῶν ἄλλων ἐπιφανε‐
190στάτας, τήν τε καλουμένην Βασίλειαν καὶ Ῥέαν τὴν ὑπ’ ἐνίων Πανδώραν ὀνομασθεῖσαν. (3) τούτων δὲ τὴν μὲν Βασίλειαν, πρεσβυτάτην οὖσαν καὶ σωφροσύνηι τε καὶ συνέσει πολὺ τῶν ἄλλων διαφέρουσαν, ἐκθρέψαι πάντας τοὺς ἀδελφοὺς κοινῆι μητρὸς εὔνοιαν παρεχομένην· διὸ καὶ Μεγάλην Μητέρα προσαγορευθῆναι. μετὰ δὲ τὴν τοῦ πατρὸς ἐξ ἀνθρώπων εἰς θεοὺς
195μετάστασιν, συγχωρούντων τῶν ὄχλων καὶ τῶν ἀδελφῶν, διαδέξασθαι τὴν βασιλείαν παρθένον οὖσαν ἔτι [δὲ] καὶ διὰ τὴν ὑπερβολὴν τῆς σωφροσύνης οὐδενὶ συνοικῆσαι βουληθεῖσαν. ὕστερον δὲ βουλομένην διαδόχους τῆς βασιλείας ἀπολιπεῖν υἱούς, Ὑπερίονι συνοικῆσαι τῶν ἀδελφῶν ἑνί, πρὸς ὃν οἰκειότατα διέκειτο. (4) γενομένων δ’ αὐτῆι δύο τέκνων Ἡλίου καὶ

1a,32,F

7

(200)

Σελήνης καὶ θαυμαζομένων ἐπί τε τῶι κάλλει καὶ τῆι σωφροσύνηι, φασὶ τοὺς ἀδελφοὺς ταύτηι μὲν ἐπ’ εὐτεκνίαι φθονοῦντας, τὸν δ’ Ὑπερίονα φοβηθέντας μήποτε τὴν βασιλείαν εἰς αὐτὸν περισπάσηι, πρᾶξιν ἐπιτελέσασθαι παντελῶς ἀνόσιον. (5) συνωμοσίαν γὰρ ποιησαμένους τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δ’ Ἥλιον ὄντα παῖδα τὴν ἡλικίαν ἐμβαλόντας εἰς τὸν Ἠριδανὸν
205ποταμὸν ἀποπνῖξαι. καταφανοῦς δὲ γενομένης τῆς ἀτυχίας, τὴν μὲν Σελήνην φιλάδελφον οὖσαν καθ’ ὑπερβολὴν ἀπὸ τοῦ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ μητέρα ζητοῦσαν τὸ σῶμα παρὰ τὸν ποταμὸν σύγκοπον γενέσθαι, καὶ κατενεχθεῖσαν εἰς ὕπνον ἰδεῖν ὄψιν, καθ’ ἣν ἔδοξεν ἐπιστάντα τὸν Ἥλιον παρακαλεῖν αὐτὴν μὴ θρηνεῖν τὸν τῶν τέκνων θάνατον· τοὺς μὲν
210γὰρ Τιτᾶνας τεύξεσθαι τῆς προσηκούσης τιμωρίας, ἑαυτὸν δὲ καὶ τὴν ἀδελφὴν εἰς ἀθανάτους φύσεις μετασχηματισθήσεσθαι θείαι τινὶ προνοίαι·
ὀνομασθήσεσθαι γὰρ ὑπὸ τῶν ἀνθρώπων ἥλιον μὲν τὸ πρότερον ἐν οὐρανῶι πῦρ ἱερὸν καλούμενον, σελήνην δὲ τὴν μήνην προσαγορευομένην. (6) διεγερ‐ θεῖσαν δὲ καὶ τοῖς ὄχλοις τόν τε ὄνειρον καὶ τὰ περὶ αὑτὴν ἀτυχήματα235
215διελθοῦσαν ἀξιῶσαι τοῖς μὲν τετελευτηκόσιν ἀπονεῖμαι τιμὰς ἰσοθέους, τοῦ δ’ αὐτῆς σώματος μηκέτι μηδένα θιγεῖν. (7) μετὰ δὲ ταῦτα ἐμμανῆ γενομένην καὶ τῶν τῆς θυγατρὸς παιγνίων τὰ δυνάμενα ψόφον ἐπιτελεῖν ἁρπάσασαν πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, τῶι δὲ διὰ τῶν τυμπάνων καὶ κυμβάλων ψόφωι ἐνθεάζουσαν, ὥστε κατα‐
220πλήττεσθαι τοὺς ὁρῶντας. (8) πάντων δὲ τὸ περὶ αὐτὴν πάθος ἐλεούντων καί τινων ἀντεχομένων τοῦ σώματος, ἐπιγενέσθαι πλῆθος ὄμβρου καὶ συνεχεῖς κεραυνῶν πτώσεις· ἐνταῦθα δὲ τὴν μὲν Βασίλειαν ἀφανῆ γενέσθαι, τοὺς δ’ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην τῆι προσηγορίαι καὶ ταῖς τιμαῖς μεταγαγεῖν ἐπὶ τὰ κατ’ οὐρανὸν
225ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι, καὶ ταῖς διὰ τῶν τυμπάνων καὶ κυμβάλων ἐνεργείαις καὶ τοῖς ἄλλοις ἅπασιν ἀπομιμουμένους τὰ περὶ αὐτὴν συμβάντα θυσίας καὶ τὰς ἄλλας τιμὰς ἀπονεῖμαι. (58) Παραδέδοται δὲ τῆς θεοῦ ταύτης καὶ κατὰ τὴν Φρυγίαν γένεσις ........
230 (60) Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν μυθολογοῦσι τοὺς υἱοὺς τοῦ Οὐρανοῦ διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲ τὸν μὲν Ἄτλαντα λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους, καὶ τούς τε λαοὺς Ἀτλαντίους ὀνομάσαι καὶ τὸ μέγιστον τῶν κατὰ τὴν χώραν ὀρῶν ὁμοίως Ἄτλαντα προσαγορεῦσαι. (2) φασὶ δ’ αὐτὸν τὰ περὶ
235τὴν ἀστρολογίαν ἐξακριβῶσαι καὶ τὸν σφαιρικὸν λόγον εἰς ἀνθρώπους πρῶτον ἐξενεγκεῖν· ἀφ’ ἧς αἰτίας δόξαι τὸν σύμπαντα κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι, τοῦ μύθου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττο‐ μένου. γενέσθαι δ’ αὐτῶι πλείους υἱούς, ὧν ἕνα διενεγκεῖν εὐσεβείαι καὶ τῆι πρὸς τοὺς ἀρχομένους δικαιοσύνηι καὶ φιλανθρωπίαι, τὸν προσαγορευόμενον
240Ἕσπερον. (3) τοῦτον δ’ ἐπὶ τὴν κορυφὴν τοῦ Ἄτλαντος ὄρους ἀναβαί‐ νοντα καὶ τὰς τῶν ἄστρων παρατηρήσεις ποιούμενον ἐξαίφνης ὑπὸ πνευ‐ μάτων συναρπαγέντα μεγάλων ἄφαντον γενέσθαι· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ τὸ πάθος τὰ πλήθη ἐλεήσαντα τιμὰς ἀθανάτους ἀπονεῖμαι καὶ τὸν ἐπιφανέ‐ στατον τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων ὁμωνύμως ἐκείνωι προσαγορεῦσαι.
245(4) ὑπάρξαι δ’ Ἄτλαντι καὶ θυγατέρας ἑπτά, τὰς κοινῶς μὲν ἀπὸ τοῦ πατρὸς καλουμένας Ἀτλαντίδας, ἰδίαι δ’ ἑκάστην ὀνομαζομένην Μαῖαν Ἠλέκτραν Ταυγέτην Στερόπην Μερόπην Ἀλκυόνην καὶ τελευταίαν Κελαινώ.
ταύτας δὲ μιγείσας τοῖς ἐπιφανεστάτοις ἥρωσι καὶ θεοῖς ἀρχηγοὺς κατα‐ στῆναι τοῦ πλείστου γένους τῶν ἀνθρώπων, τεκούσας τοὺς δι’ ἀρετὴν θεοὺς236

1a,32,F

7

(250)

καὶ ἥρωας ὀνομασθέντας· οἷον τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖς ἀνθρώποις· παραπλησίως δὲ καὶ τὰς ἄλλας Ἀτλαντίδας γεννῆσαι παῖδας ἐπιφανεῖς, ὧν τοὺς μὲν ἐθνῶν, τοὺς δὲ πόλεων γενέσθαι κτίστας. (5) διόπερ οὐ μόνον παρ’ ἐνίοις τῶν βαρβάρων, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι τοὺς πλείστους τῶν ἀρχαιοτάτων
255ἡρώων εἰς ταύτας ἀναφέρειν τὸ γένος. ὑπάρξαι δ’ αὐτὰς καὶ σώφρονας διαφερόντως, καὶ μετὰ τὴν τελευτὴν τυχεῖν ἀθανάτου τιμῆς παρ’ ἀνθρώ‐ ποις [καὶ] καθιδρυθείσας ἐν τῶι κόσμωι καὶ τῆι τῶν Πλειάδων προσ‐ ηγορίαι περιληφθείσας. ἐκλήθησαν δὲ 〈αἱ〉 Ἀτλαντίδες καὶ νύμφαι διὰ τὸ τοὺς ἐγχωρίους κοινῆι τὰς γυναῖκας νύμφας προσαγορεύειν.
260 (61) Κρόνον δὲ μυθολογοῦσιν, ἀδελφὸν μὲν Ἄτλαντος ὄντα, διαφέροντα δ’ ἀσεβείαι καὶ πλεονεξίαι, γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι Δία τὸν Ὀλύμπιον ὕστερον ἐπικληθέντα. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελ‐ φὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῆι δόξηι πολὺ λειπόμενον τοῦ μετα‐ γενεστέρου. (2) τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ προγενέ‐
265στερον, δυναστεύοντα τῆς προειρημένης νήσου, δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κούρητας· προσαγορεῦσαι δὲ καὶ τὴν νῆσον ἀπὸ τῆς γυναικὸς Ἰδαίαν, ἐν ἧι καὶ τελευτήσαντα ταφῆναι, δεικνυμένου τοῦ τὴν ταφὴν δεξαμένου τόπου μέχρι τῶν καθ’ ἡμᾶς χρόνων. (3) οὐ μὴν οἵ γε Κρῆτες ὁμολογούμενα τούτοις ἱστοροῦσι, περὶ ὧν ἡμεῖς ἐν τοῖς περὶ Κρήτης (V 64ff.) τὰ κατὰ μέρος ἀναγράψομεν. δυναστεῦσαι δέ φασι
270τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Ἰταλίαν, καὶ τὸ σύνολον ἐν τοῖς πρὸς ἑσπέραν τόποις συστήσασθαι τὴν βασιλείαν· παρὰ πᾶσι δὲ φρουραῖς διακατέχειν τὰς ἀκροπόλεις καὶ τοὺς ὀχυροὺς τῶν τόπων [τούτων]· ἀφ’ οὗ δὴ μέχρι τοῦ νῦν χρόνου κατά τε τὴν Σικελίαν καὶ τὰ πρὸς ἑσπέραν νεύοντα μέρη πολλοὺς τῶν ὑψηλῶν τόπων ἀπ’ ἐκείνου Κρόνια προσαγορεύ‐
275εσθαι. (4) Κρόνου δὲ γενόμενον υἱὸν Δία τὸν ἐναντίον τῶι πατρὶ βίον ζηλῶσαι, καὶ παρεχόμενον ἑαυτὸν πᾶσιν ἐπιεικῆ καὶ φιλάνθρωπον ὑπὸ τοῦ πλήθους πατέρα προσαγορευθῆναι. διαδέξασθαι δ’ αὐτόν φασι τὴν βασιλείαν οἱ μὲν ἑκουσίως τοῦ πατρὸς παραχωρήσαντος, οἱ δ’ ὑπὸ τῶν ὄχλων αἱρε‐ θέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα. ἐπιστρατεύσαντος δ’ ἐπ’ αὐτὸν
280τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι τῆι μάχηι τὸν Δία, καὶ κύριον γενό‐ μενον τῶν ὅλων ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην, εὐεργετοῦντα τὸ γένος τῶν ἀνθρώπων. (5) διενεγκεῖν δ’ αὐτὸν καὶ σώματος ῥώμηι καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς, καὶ διὰ τοῦτο ταχὺ κύριον γενέσθαι τοῦ σύμπαντος κόσμου. καθόλου δ’ αὐτὸν τὴν ἅπασαν σπουδὴν ἔχειν εἰς κόλασιν μὲν
285τῶν ἀσεβῶν καὶ πονηρῶν, εὐεργεσίαν δὲ τῶν ὄχλων. (6) ἀνθ’ ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι μὲν Ζῆνα διὰ τὸ δοκεῖν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις, καθιδρυθῆναι δ’ ἐν τῶι κόσ‐ μωι τῆι τῶν εὖ παθόντων τιμῆι, πάντων προθύμως ἀναγορευόντων θεὸν καὶ κύριον εἰς τὸν αἰῶνα τοῦ σύμπαντος κόσμου.237
290 Τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντίοις θεολογουμένων τὰ κεφάλαια ταῦτ’ ἐστιν.

1a,32,F

8

DIODOR. III 66, 4: οὐκ ἀγνοῶ δὲ ὅτι καὶ τῶν τὴν Λιβύην νε‐ μομένων οἱ παρὰ τὸν ὠκεανὸν οἰκοῦντες ἀμφισβητοῦσι τῆς τοῦ θεοῦ (sc. Δι‐ ονύσου) γενέσεως, καὶ τὴν Νῦσαν καὶ τἄλλα τὰ περὶ αὐτοῦ μυθολογούμενα παρ’ ἑαυτοῖς δεικνύουσι γεγενημένα, καὶ πολλὰ τεκμήρια τούτων μέχρι
5τοῦ καθ’ ἡμᾶς βίου διαμένειν κατὰ τὴν χώραν φασί· πρὸς δὲ τούτοις ὅτι πολλοὶ τῶν παλαιῶν παρ’ Ἕλλησι μυθογράφων καὶ ποιητῶν συμφωνού‐ μενα τούτοις ἱστοροῦσι καὶ τῶν μεταγενεστέρων συγγραφέων οὐκ ὀλίγοι. (5) διόπερ ἵνα μηδὲν παραλείπωμεν τῶν ἱστορημένων περὶ Διονύσου, δι‐ έξιμεν ἐν κεφαλαίοις τὰ παρὰ τοῖς Λίβυσι λεγόμενα καὶ τῶν Ἑλληνικῶν
10συγγραφέων ὅσοι τούτοις σύμφωνα γεγράφασι καὶ Διονυσίωι τῶι συντα‐ ξαμένωι τὰς παλαιὰς μυθοποιίας. (6) οὗτος γὰρ τά τε περὶ τὸν Διόνυσον καὶ τὰς Ἀμαζόνας, ἔτι δὲ τοὺς Ἀργοναύτας καὶ τὰ κατὰ τὸν Ἰλιακὸν πόλεμον πραχθέντα καὶ πόλλ’ ἕτερα συντέτακται, παρατιθεὶς τὰ ποιήματα τῶν ἀρχαίων, τῶν τε μυθολόγων καὶ τῶν ποιητῶν.
15 (67) Φησὶ τοίνυν παρ’ Ἕλλησι πρῶτον εὑρετὴν γενέσθαι Λίνον ῥυθμῶν καὶ μέλους, ἔτι δὲ Κάδμου κομίσαντος ἐκ Φοινίκης τὰ καλούμενα γράμματα πρῶτον εἰς τὴν Ἑλληνικὴν μεταθεῖναι διάλεκτον, καὶ τὰς προσηγορίας ἑκάστωι τάξαι καὶ τοὺς χαρακτῆρας διατυπῶσαι. κοινῆι μὲν οὖν τὰ γράμ‐ ματα Φοινικήια κληθῆναι διὰ τὸ παρὰ τοὺς Ἕλληνας ἐκ Φοινίκων μετενε‐
20χθῆναι, ἰδίαι δὲ τῶν Πελασγῶν πρώτων χρησαμένων τοῖς μετατεθεῖσι χαρακτῆρσι Πελασγικὰ προσαγορευθῆναι. (2) τὸν δὲ Λίνον ἐπὶ ποιητικῆι καὶ μελωιδίαι θαυμασθέντα μαθητὰς σχεῖν πολλούς, ἐπιφανεστάτους δὲ τρεῖς, Ἡρακλέα Θαμύραν Ὀρφέα. τούτων δὲ τὸν μὲν Ἡρακλέα κιθαρίζειν μανθάνοντα διὰ τὴν τῆς ψυχῆς βραδυτῆτα μὴ δύνασθαι δέξασθαι τὴν μάθησιν, ἔπειθ’ ὑπὸ τοῦ Λίνου πληγαῖς
25ἐπιτιμηθέντα διοργισθῆναι καὶ τῆι κιθάραι τὸν διδάσκαλον πατάξαντα ἀποκτεῖναι. (3) Θαμύραν δὲ φύσει διαφόρωι κεχορηγημένον ἐκπονῆσαι τὰ περὶ τὴν μουσικήν, καὶ κατὰ τὴν ἐν τῶι μελωιδεῖν ὑπεροχὴν φάσκειν ἑαυτὸν τῶν Μουσῶν ἐμμελέστερον ἄιδειν· διὸ καὶ τὰς θεὰς αὐτῶι χολωθείσας τήν τε μουσικὴν ἀφελέσθαι καὶ πηρῶσαι τὸν ἄνδρα, καθάπερ καὶ τὸν Ὅμηρον τούτοις προσμαρτυρεῖν λέγοντα (Il. Β 594)
30‘ἔνθα τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆσ‘ καὶ ἔτι ‘αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθα‐ ριστύν.‘ (4) περὶ δὲ Ὀρφέως τοῦ τρίτου μαθητοῦ 〈τὰ〉 κατὰ μέρος ἀναγράψομεν, ὅταν τὰς πράξεις αὐτοῦ διεξίωμεν. τὸν δ’ οὖν Λίνον φασὶ τοῖς Πελασγικοῖς γράμμασι συνταξάμενον τὰς τοῦ πρώτου Διονύσου πράξεις καὶ τὰς ἄλλας238
35μυθολογίας ἀπολιπεῖν ἐν τοῖς ὑπομνήμασιν. (5) ὁμοίως δὲ τούτοις χρήσα‐ σθαι τοῖς Πελασγικοῖς γράμμασι τὸν Ὀρφέα καὶ Προναπίδην τὸν Ὁμήρου διδάσκαλον, εὐφυῆ γεγονότα μελοποιόν· πρὸς δὲ τούτοις Θυμοίτην τὸν Θυμοίτου τοῦ Λαομέδοντος, κατὰ τὴν ἡλικίαν γεγονότα τὴν Ὀρφέως, 〈ὃν〉 πλανηθῆναι κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης, καὶ παραβαλεῖν τῆς
40Λιβύης εἰς τὴν πρὸς ἑσπέραν χώραν [τῆς οἰκουμένης] ἕως ὠκεανοῦ, θεά‐ σασθαι δὲ καὶ τὴν Νῦσαν, ἐν ἧι μυθολογοῦσιν οἱ ἐγχώριοι [ἀρχαῖοι] τρα‐ φῆναι τὸν Διόνυσον, καὶ τὰς κατὰ μέρος τοῦ θεοῦ τούτου πράξεις μαθόντα παρὰ τῶν Νυσαέων συντάξασθαι τὴν Φρυγίαν ὀνομαζομένην ποίησιν, ἀρχαικοῖς τῆι τε διαλέκτωι καὶ τοῖς γράμμασι χρησάμενον.
45 (68) Φησὶ δ’ οὖν Ἄμμωνα βασιλεύοντα 〈τούτου〉 τοῦ μέρους τῆς Λιβύης Οὐρανοῦ γῆμαι θυγατέρα τὴν προσαγορευομένην Ῥέαν, ἀδελφὴν οὖσαν Κρόνου τε καὶ τῶν ἄλλων Τιτάνων. ἐπιόντα δὲ τὴν βασιλείαν εὑρεῖν πλησίον τῶν Κεραυνίων καλουμένων ὀρῶν παρθένον τῶι κάλλει διαφέρουσαν Ἀμάλ‐ θειαν ὄνομα. (2) ἐρασθέντα δ’ αὐτῆς καὶ πλησιάσαντα γεννῆσαι παῖδα

1a,32,F

8

(50)

τῶι τε κάλλει καὶ τῆι ῥώμηι θαυμαστόν· καὶ τὴν μὲν Ἀμάλθειαν ἀπο‐ δεῖξαι κυρίαν τοῦ σύνεγγυς τόπου παντός, ὄντος τῶι σχήματι παραπλησίου κέρατι βοός, ἀφ’ ἧς αἰτίας Ἑσπέρου κέρας προσαγορευθῆναι· διὰ δὲ τὴν ἀρετὴν τῆς χώρας εἶναι πλήρη παντοδαπῆς ἀμπέλου καὶ τῶν ἄλλων δένδρων τῶν ἡμέρους φερόντων καρπούς. (3) τῆς δὲ προειρημένης γυναικὸς τὴν δυναστείαν
55παραλαβούσης, ἀπὸ ταύτης τὴν χώραν Ἀμαλθείας κέρας ὀνομασθῆναι· διὸ καὶ τοὺς μεταγενεστέρους ἀνθρώπους διὰ τὴν προειρημένην αἰτίαν τὴν κρατίστην γῆν καὶ παντοδαποῖς καρποῖς πλήθουσαν ὡσαύτως Ἀμαλθείας κέρας προσαγορεύειν. (4) τὸν δ’ οὖν Ἄμμωνα φοβούμενον τὴν τῆς Ῥέας ζηλοτυπίαν κρύψαι τὸ γεγονὸς καὶ τὸν παῖδα λάθραι μετενεγκεῖν εἴς
60τινα πόλιν Νῦσαν, μακρὰν ἀπ’ ἐκείνων τῶν τόπων ἀπηρτημένην. (5) κεῖσθαι δὲ ταύτην ἔν τινι νήσωι περιεχομένηι μὲν ὑπὸ τοῦ Τρίτωνος ποταμοῦ, περικρήμνωι δὲ καὶ καθ’ ἕνα τόπον ἐχούσηι στενὰς εἰσβολάς, ἃς ὠνομάσθαι πύλας Νυσίας. εἶναι δ’ ἐν αὐτῆι χώραν εὐδαίμονα λειμῶσί τε μαλακοῖς διειλημμένην καὶ πηγαίοις ὕδασιν ἀρδευομένην δαψιλέσι, δένδρα τε καρπο‐
65φόρα παντοῖα καὶ πολλὴν ἄμπελον αὐτοφυῆ, καὶ ταύτης τὴν πλείστην ἀναδενδράδα. (6) ὑπάρχειν δὲ καὶ πάντα 〈τὸν〉 τόπον εὔπνουν, ἔτι δὲ καθ’ ὑπερβολὴν ὑγιεινόν· καὶ διὰ τοῦτο τοὺς ἐν αὐτῶι κατοικοῦντας μακρο‐ βιωτάτους ὑπάρχειν τῶν πλησιοχώρων. εἶναι δὲ τῆς νήσου τὴν μὲν πρώτην εἰσβολὴν αὐλωνοειδῆ, σύσκιον ὑψηλοῖς καὶ πυκνοῖς δένδρεσιν ὥστε τὸν239
70ἥλιον μὴ παντάπασι διαλάμπειν διὰ τὴν συνάγκειαν, αὐγὴν δὲ μόνην ὁρᾶ‐ σθαι φωτός. (69) πάντηι δὲ κατὰ τὰς παρόδους προχεῖσθαι πηγὰς ὑδάτων τῆι γλυκύτητι διαφόρων; ὥστε τὸν τόπον εἶναι τοῖς βουλομένοις ἐνδιατρῖψαι προσηνέστατον. ἑξῆς δ’ ὑπάρχειν ἄντρον τῶι μὲν σχήματι κυκλοτερές, τῶι δὲ μεγέθει καὶ τῶι κάλλει θαυμαστόν· ὑπερκεῖσθαι γὰρ αὐτοῦ πανταχῆι
75κρημνὸν πρὸς ὕψος ἐξαίσιον, πέτρας ἔχοντα τοῖς χρώμασι διαφόρους· ἐναλλὰξ γὰρ ἀποστίλβειν τὰς μὲν θαλαττίαι πορφύραι τὴν χρόαν ἐχούσας παρα‐ πλήσιον, τὰς δὲ κυανῶι, τινὰς δ’ ἄλλαις φύσεσι περιλαμπομένας, ὥστε μηδὲν εἶναι χρῶμα τῶν ἑωραμένων παρ’ ἀνθρώποις περὶ τὸν τόπον ἀθεώ‐ ρητον. (2) πρὸ δὲ τῆς εἰσόδου πεφυκέναι δένδρα θαυμαστά, τὰ μὲν κάρ‐
80πιμα, τὰ δὲ ἀειθαλῆ, πρὸς αὐτὴν μόνον τὴν ἀπὸ τῆς θέας τέρψιν ὑπὸ τῆς φύσεως δεδημιουργημένα· ἐν δὲ τούτοις ἐννεοττεύειν ὄρνεα παντοδαπὰ ταῖς φύσεσιν, ἃ τὴν χρόαν ἔχειν ἐπιτερπῆ καὶ τὴν μελωιδίαν προσηνεστάτην, διὸ καὶ πάντα τὸν τόπον ὑπάρχειν μὴ μόνον θεοπρεπῆ κατὰ τὴν πρόσοψιν, ἀλλὰ καὶ κατὰ τὸν ἦχον, ὡς ἂν τῆς αὐτοδιδάκτου γλυκυφωνίας νικώσης τὴν ἐναρμόνιον τῆς
85τέχνης μελωιδίαν. (3) διελθόντι δὲ τὴν εἴσοδον θεωρεῖσθαι μὲν ἄντρον ἀνα‐ πεπταμένον καὶ τῆι κατὰ τὸν ἥλιον αὐγῆι περιλαμπόμενον, ἄνθη δὲ παντοδαπὰ πεφυκότα, καὶ μάλιστα τήν τε κασίαν καὶ τἄλλα τὰ δυνάμενα δι’ ἐνιαυτῶν διαφυλάττειν τὴν εὐωδίαν· ὁρᾶσθαι δὲ καὶ νυμφῶν εὐνὰς ἐν αὐτῶι πλείους ἐξ ἀνθῶν παντοδαπῶν, οὐ χειροποιήτους, ἀλλ’ ὑπ’ αὐτῆς τῆς φύσεως
90ἀνειμένας θεοπρεπῶς. (4) κατὰ πάντα δὲ τὸν τῆς περιφερείας κύκλον οὔτ’ ἄνθος οὔτε φύλλον πεπτωκὸς ὁρᾶσθαι· διὸ καὶ τοῖς θεωμένοις οὐ μόνον ἐπιτερπῆ φαίνεσθαι τὴν πρόσοψιν, ἀλλὰ καὶ τὴν εὐωδίαν προσηνε‐ στάτην. (70) εἰς τοῦτο οὖν τὸ ἄντρον τὸν Ἄμμωνα παραγενόμενον παρα‐ θέσθαι τὸν παῖδα καὶ παραδοῦναι τρέφειν Νύσηι, μιᾶι τῶν Ἀρισταίου
95θυγατέρων· ἐπιστάτην δ’ αὐτοῦ τάξαι τὸν Ἀρισταῖον, ἄνδρα συνέσει καὶ σωφροσύνηι καὶ πάσηι παιδείαι διαφέροντα. (2) πρὸς δὲ τὰς ἀπὸ τῆς μη‐ τρυιᾶς Ῥέας ἐπιβουλὰς φύλακα τοῦ παιδὸς καταστῆσαι τὴν Ἀθηνᾶν, μικρὸν πρὸ τούτων τῶν χρόνων γηγενῆ φανεῖσαν ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ, δι’ ὃν Τριτωνίδα προσηγορεῦσθαι. (3) μυθολογοῦσι δὲ τὴν θεὸν ταύτην ἑλομένην

1a,32,F

8

(100)

τὸν πάντα χρόνον τὴν παρθενίαν σωφροσύνηι τε διενεγκεῖν καὶ τὰς πλείστας τῶν τεχνῶν ἐξευρεῖν, ἀγχίνουν οὖσαν καθ’ ὑπερβολήν· ζηλῶσαι δὲ καὶ τὰ
κατὰ τὸν πόλεμον, ἀλκῆι δὲ καὶ ῥώμηι διαφέρουσαν ἄλλα τε πολλὰ πρᾶξαι μνήμης ἄξια καὶ τὴν Αἰγίδα προσαγορευομένην ἀνελεῖν, θηρίον τι κατα‐ πληκτικὸν καὶ παντελῶς δυσκαταγώνιστον. (4) γηγενὲς γὰρ ὑπάρχον καὶ240
105φυσικῶς ἐκ τοῦ στόματος ἄπλατον ἐκβάλλον φλόγα τὸ μὲν πρῶτον φανῆναι περὶ τὴν Φρυγίαν καὶ κατακαῦσαι τὴν χώραν, ἣν μέχρι τοῦ νῦν Κατακεκαυ‐ μένην Φρυγίαν ὀνομάζεσθαι· ἔπειτ’ ἐπελθεῖν τὰ περὶ τὸν Ταῦρον ὄρη συνεχῶς καὶ κατακαῦσαι τοὺς ἑξῆς δρυμοὺς μέχρι τῆς Ἰνδικῆς· μετὰ δὲ ταῦτα πάλιν ἐπὶ θάλατταν τὴν ἐπάνοδον ποιησάμενον περὶ μὲν τὴν Φοι‐
110νίκην ἐμπρῆσαι τοὺς κατὰ τὸν Λίβανον δρυμούς, καὶ δι’ Αἰγύπτου πορευθὲν ἐπὶ τῆς Λιβύης διελθεῖν τοὺς περὶ τὴν ἑσπέραν τόπους καὶ τὸ τελευταῖον εἰς τοὺς περὶ τὰ Κεραύνια δρυμοὺς ἐγκατασκῆψαι. (5) ἐπιφλεγομένης δὲ τῆς χώρας πάντηι, καὶ τῶν ἀνθρώπων τῶν μὲν ἀπολλυμένων τῶν δὲ διὰ τὸν φόβον ἐκλειπόντων τὰς πατρίδας καὶ μακρὰν ἐκτοπιζομένων, τὴν
115Ἀθηνᾶν φασι τὰ μὲν συνέσει τὰ δ’ ἀλκῆι καὶ ῥώμηι περιγενομένην ἀνελεῖν τὸ θηρίον καὶ τὴν δορὰν αὐτοῦ περιαψαμένην φορεῖν τῶι στήθει, ἅμα μὲν σκέπης ἕνεκα καὶ τῆς φυλακῆς τοῦ σώματος πρὸς τοὺς ὕστερον κιν‐ δύνους, ἅμα δ’ ἀρετῆς ὑπόμνημα καὶ δικαίας δόξης. (6) τὴν δὲ μητέρα τοῦ θηρίου Γῆν ὀργισθεῖσαν ἀνεῖναι τοὺς ὀνομαζομένους γίγαντας ἀντι‐
120πάλους τοῖς θεοῖς, οὓς ὕστερον ὑπὸ Διὸς ἀναιρεθῆναι συναγωνιζομένης Ἀθηνᾶς καὶ Διονύσου μετὰ τῶν ἄλλων θεῶν. (7) Οὐ μὴν ἀλλὰ τὸν Διόνυσον ἐν τῆι Νύσηι τρεφόμενον καὶ μετέ‐ χοντα τῶν καλλίστων ἐπιτηδευμάτων μὴ μόνον γενέσθαι τῶι κάλλει καὶ τῆι ῥώμηι διάφορον, ἀλλὰ καὶ φιλότεχνον καὶ πρὸς πᾶν τὸ χρήσιμον
125εὑρετικόν. (8) ἐπινοῆσαι γὰρ αὐτὸν ἔτι παῖδα τὴν ἡλικίαν ὄντα τοῦ μὲν οἴνου τὴν φύσιν τε καὶ χρείαν, ἀποθλίψαντα βότρυς τῆς αὐτοφυοῦς ἀμπέλου, τῶν δ’ ὡραίων τὰ δυνάμενα μὲν ξηραίνεσθαι καὶ πρὸς ἀποθησαυρισμὸν ὄντα χρήσιμα, μετὰ δὲ ταῦτα καὶ τὰς ἑκάστων κατὰ τρόπον φυτείας εὑρεῖν, καὶ βουληθῆναι τῶι γένει τῶν ἀνθρώπων μεταδοῦναι τῶν ἰδίων εὑρημάτων,
130ἐλπίσαντα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀθανάτων τεύξεσθαι τιμῶν. (71) Τῆς δὲ περὶ αὐτὸν ἀρετῆς τε καὶ δόξης διαδιδομένης λέγεται τὴν Ῥέαν ὀργισθεῖσαν Ἄμμωνι φιλοτιμηθῆναι λαβεῖν ὑποχείριον τὸν Διό‐ νυσον, οὐ δυναμένην δὲ κρατῆσαι τῆς ἐπιβολῆς τὸν μὲν Ἄμμωνα καταλιπεῖν, ἀπαλλαγεῖσαν δὲ πρὸς τοὺς ἀδελφοὺς Τιτᾶνας συνοικῆσαι Κρόνωι τῶι
135ἀδελφῶι. (2) τοῦτον δ’ ὑπὸ τῆς Ῥέας πεισθέντα στρατεῦσαι μετὰ τῶν Τιτάνων ἐπ’ Ἄμμωνα, καὶ γενομένης παρατάξεως τὸν μὲν Κρόνον ἐπὶ τοῦ προτερή‐ ματος ὑπάρξαι, τὸν δ’ Ἄμμωνα σιτοδείαι πιεζόμενον φυγεῖν εἰς Κρήτην, καὶ γήμαντα τῶν τότε βασιλευόντων Κουρήτων ἑνὸς θυγατέρα Κρήτην
δυναστεῦσαί τε τῶν τόπων καὶ τὸ πρὸ τοῦ τὴν νῆσον Ἰδαίαν καλουμένην241
140ἀπὸ τῆς γυναικὸς ὀνομάσαι Κρήτην. (3) τὸν δὲ Κρόνον μυθολογοῦσι κρατήσαντα τῶν Ἀμμωνίων τόπων τούτων μὲν ἄρχειν πικρῶς, ἐπὶ δὲ τὴν Νῦσαν καὶ τὸν Διόνυσον στρατεῦσαι μετὰ πολλῆς δυνάμεως. τὸν δὲ Διόνυσον πυθόμενον τά τε τοῦ πατρὸς ἐλαττώματα καὶ τὴν τῶν Τιτάνων ἐπ’ αὐτὸν συνδρομὴν ἀθροῖσαι στρατιώτας ἐκ τῆς Νύσης, ὧν εἶναι συντρόφους διακο‐
145σίους, διαφόρους τῆι τε ἀλκῆι καὶ τῆι πρὸς αὐτὸν εὐνοίαι· προσλαβέσθαι δὲ καὶ τῶν πλησιοχώρων τούς τε Λίβυας καὶ τὰς Ἀμαζόνας, περὶ ὧν προειρήκαμεν ὅτι δοκοῦσιν ἀλκῆι διενεγκεῖν (F 7)· καὶ πρῶτον μὲν στρατείαν ὑπερόριον στείλασθαι, πολλὴν δὲ τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρέψασθαι. (4) μάλιστα δ’ αὐτάς φασι παρορμῆσαι πρὸς τὴν συμμαχίαν Ἀθηνᾶν διὰ τὸν

1a,32,F

8

(150)

ὅμοιον τῆς προαιρέσεως ζῆλον, ὡς ἂν τῶν Ἀμαζόνων ἀντεχομένων ἐπὶ πολὺ τῆς ἀνδρείας καὶ παρθενίας. διηιρημένης δὲ τῆς δυνάμεως καὶ τῶν μὲν ἀνδρῶν στρατηγοῦντος Διονύσου, τῶν δὲ γυναικῶν τὴν ἡγεμονίαν ἐχούσης Ἀθηνᾶς, προσπεσόντας μετὰ τῆς στρατιᾶς τοῖς Τιτᾶσι συνάψαι μάχην. γενομένης δὲ παρατάξεως ἰσχυρᾶς καὶ πολλῶν παρ’ ἀμφοτέροις πεσόντων
155τρωθῆναι μὲν τὸν Κρόνον, ἐπικρατῆσαι δὲ τὸν Διόνυσον ἀριστεύσαντα κατὰ τὴν μάχην. (5) μετὰ δὲ ταῦτα τοὺς μὲν Τιτᾶνας φυγεῖν εἰς τοὺς κατα‐ κτηθέντας ὑπὸ τῶν περὶ τὸν Ἄμμωνα τόπους, τὸν δὲ Διόνυσον ἀθροίσαντα πλῆθος αἰχμαλώτων ἐπανελθεῖν εἰς τὴν Νῦσαν. ἐνταῦθα δὲ τὴν δύναμιν περιστήσαντα καθωπλισμένην τοῖς ἁλοῦσι κατηγορίαν ποιήσασθαι τῶν
160Τιτάνων καὶ πᾶσαν ὑπόνοιαν καταλιπεῖν ὡς μέλλοντα κατακόπτειν τοὺς αἰχμαλώτους. ἀπολύσαντος δ’ αὐτοὺς τῶν ἐγκλημάτων καὶ τὴν ἐξουσίαν δόντος εἴτε συστρατεύειν εἴτε ἀπιέναι βούλοιντο, πάντας ἑλέσθαι συστρα‐ τεύειν, διὰ δὲ τὸ παράδοξον τῆς σωτηρίας προσκυνεῖν αὐτὸν ὡς θεόν. (6) τὸν δὲ Διόνυσον παράγοντα καθ’ ἕνα τῶν αἰχμαλώτων καὶ διδόντα
165σπονδὴν οἴνου πάντας ἐξορκῶσαι συστρατεύειν ἀδόλως καὶ μέχρι τελευτῆς βεβαίως διαγωνιεῖσθαι· διὸ καὶ τούτων πρώτων ὑποσπόνδων ὀνομασθέντων τοὺς μεταγενεστέρους ἀπομιμουμένους τὰ τότε πραχθέντα τὰς ἐν τοῖς πολέμοις διαλύσεις σπονδὰς προσαγορεύειν. (72) τοῦ δ’ οὖν Διονύσου μέλλοντος στρατεύειν ἐπὶ τὸν Κρόνον καὶ τῆς δυνάμεως ἐκ τῆς Νύσης
170ἐξιούσης μυθολογοῦσιν Ἀρισταῖον τὸν ἐπιστάτην αὐτοῦ θυσίαν τε παρα‐ στῆσαι καὶ πρῶτον ἀνθρώπων ὡς θεῶν θῦσαι. συστρατεῦσαι δέ φασι καὶ τῶν Νυσαίων τοὺς εὐγενεστάτους, οὓς ὀνομάζεσθαι Σιληνούς. (2) πρῶτον γὰρ τῶν ἁπάντων βασιλεῦσαί φασι τῆς Νύσης Σιληνόν· οὗτος γένος ὅθεν ἦν ὑπὸ πάντων ἀγνοεῖσθαι διὰ τὴν ἀρχαιότητα. ἔχοντος δ’ αὐτοῦ κατὰ τὴν
175ὀσφῦν οὐρὰν διατελέσαι καὶ τοὺς ἐκγόνους τὸ παράσημον τοῦτο φοροῦντας διὰ τὴν τῆς φύσεως κοινωνίαν. τὸν δ’ οὖν Διόνυσον ἀναζεύξαντα μετὰ τῆς δυνάμεως καὶ διελθόντα πολλὴν μὲν ἄνυδρον χώραν, οὐκ ὀλίγην δ’ ἔρημον καὶ θηριώδη, καταστρατοπεδεῦσαι περὶ πόλιν Λιβυκὴν τὴν ὀνομα‐ ζομένην Καβίρναν. (3) πρὸς δὲ ταύτηι γηγενὲς ὑπάρχον θηρίον καὶ242
180πολλοὺς ἀναλίσκον τῶν ἐγχωρίων τὴν ὀνομαζομένην Κάμπην ἀνελεῖν καὶ μεγάλης τυχεῖν δόξης ἐπ’ ἀνδρείαι παρὰ τοῖς ἐγχωρίοις. ποιῆσαι δ’ αὐτὸν καὶ χῶμα παμμέγεθες ἐπὶ τῶι φονευθέντι θηρίωι, βουλόμενον ἀθάνατον ἀπολιπεῖν ὑπόμνημα τῆς ἰδίας ἀρετῆς, τὸ καὶ διαμεῖναν μέχρι τῶν νεωτέρων χρόνων. (4) ἔπειτα τὸν μὲν Διόνυσον προάγειν πρὸς τοὺς
185Τιτᾶνας, εὐτάκτως ποιούμενον τὰς ὁδοιπορίας καὶ πᾶσι τοῖς ἐγχωρίοις φιλανθρώπως προσφερόμενον καὶ τὸ σύνολον ἑαυτὸν ἀποφαινόμενον στρα‐ τεύειν ἐπὶ κολάσει μὲν τῶν ἀσεβῶν, εὐεργεσίαι δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων. τοὺς δὲ Λίβυας θαυμάζοντας τὴν εὐταξίαν καὶ τὸ τῆς ψυχῆς μεγαλοπρεπὲς τροφάς τε παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλεῖς καὶ συστρα‐
190τεύειν προθυμότατα. (5) συνεγγιζούσης δὲ τῆς δυνάμεως τῆι πόλει τῶν Ἀμμωνίων, τὸν Κρόνον πρὸ τοῦ τείχους παρατάξει λειφθέντα τὴν μὲν πόλιν νυκτὸς ἐμπρῆσαι, σπεύδοντα εἰς τέλος διαφθεῖραι τοῦ Διονύσου τὰ πατρῶια βασίλεια, αὐτὸν δ’ ἀναλαβόντα τὴν γυναῖκα Ῥέαν καί τινας τῶν συνηγωνισμένων φίλων λαθεῖν ἐκ τῆς πόλεως διαδράντα. οὐ μὴν τόν γε
195Διόνυσον ὁμοίαν ἔχειν τούτωι προαίρεσιν· λαβόντα γὰρ τόν τε Κρόνον καὶ τὴν Ῥέαν αἰχμαλώτους οὐ μόνον ἀφεῖναι τῶν ἐγκλημάτων διὰ τὴν συγγένειαν, ἀλλὰ καὶ παρακαλέσαι τὸν λοιπὸν χρόνον γονέων ἔχειν πρὸς αὐτὸν εὔνοιάν τε καὶ τάξιν καὶ συζῆν τιμωμένους ὑπ’ αὐτοῦ μάλιστα πάντων. (6) τὴν μὲν οὖν Ῥέαν διατελέσαι πάντα τὸν βίον ὡς υἱὸν ἀγαπῶσαν, τὸν δὲ Κρόνον

1a,32,F

8

(200)

ὕπουλον ἔχειν τὴν εὔνοιαν. γενέσθαι δ’ αὐτοῖς περὶ τούτους τοὺς χρόνους υἱόν, ὃν προσαγορευθῆναι Δία, τιμηθῆναι δὲ μεγάλως ὑπὸ τοῦ Διονύσου καὶ δι’ ἀρετὴν ἐν τοῖς ὕστερον χρόνοις γενέσθαι πάντων βασιλέα. (73) τῶν δὲ Λιβύων εἰρηκότων αὐτῶι πρὸ τῆς μάχης ὅτι καθ’ ὃν καιρὸν ἐξέπεσεν ἐκ τῆς βασιλείας Ἄμμων τοῖς ἐγχωρίοις προειρηκὼς εἴη τεταγμένοις χρόνοις
205ἥξειν υἱὸν αὐτοῦ Διόνυσον καὶ τήν τε πατρώιαν ἀνακτήσεσθαι βασιλείαν καὶ πάσης τῆς οἰκουμένης κυριεύσαντα θεὸν νομισθήσεσθαι, ὑπολαβὼν ἀληθῆ γεγονέναι μάντιν τό τε χρηστήριον ἱδρύσατο τοῦ πατρὸς καὶ τὴν πόλιν 〈ἀν〉οικοδομήσας τιμὰς ὥρισεν ὡς θεῶι καὶ τοὺς ἐπιμελησομένους τοῦ μαντείου κατέστησε. παραδεδόσθαι δὲ τὸν Ἄμμωνα ἔχειν κριοῦ κεφαλὴν
210τετυπωμένην, παράσημον ἐσχηκότος αὐτοῦ τὸ κράνος κατὰ τὰς στρατείας. (2) εἰσὶ δ’ οἱ μυθολογοῦντες αὐτῶι πρὸς ἀλήθειαν γενέσθαι καθ’ ἑκάτερον μέρος τῶν κροτάφων κεράτια· διὸ καὶ τὸν Διόνυσον, υἱὸν αὐτοῦ γεγονότα, τὴν ὁμοίαν ἔχειν πρόσοψιν, καὶ τοῖς ἐπιγινομένοις τῶν ἀνθρώπων παραδεδόσθαι τὸν θεὸν τοῦτον γεγονότα κερατίαν. (3) μετὰ δ’ οὖν τὴν τῆς πόλεως οἰκοδομίαν καὶ τὴν περὶ243
215τὸ χρηστήριον κατάστασιν πρῶτόν φασι τὸν Διόνυσον χρήσασθαι τῶι θεῶι περὶ τῆς στρατείας καὶ λαβεῖν παρὰ τοῦ πατρὸς χρησμὸν ὅτι τοὺς ἀνθρώ‐ πους εὐεργετῶν τεύξεται τῆς ἀθανασίας. (4) διὸ καὶ μετεωρισθέντα τῆι ψυχῆι τὸ μὲν πρῶτον ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι καὶ τῆς χώρας κατα‐ στῆσαι βασιλέα Δία τὸν Κρόνου καὶ Ῥέας, παῖδα τὴν ἡλικίαν ὄντα· παρα‐
220καταστῆσαι δ’ αὐτῶι καὶ ἐπιστάτην Ὄλυμπον, ἀφ’ οὗ τὸν Δία παιδευθέντα καὶ πρωτεύσαντα κατ’ ἀρετὴν Ὀλύμπιον προσαγορευθῆναι. (5) τὸν δ’ οὖν Διόνυσον λέγεται διδάξαι τοὺς Αἰγυπτίους τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὴν χρῆσιν καὶ τὴν παράθεσιν τοῦ τε οἴνου καὶ τῶν ἀκροδρύων καὶ τῶν ἄλλων καρπῶν. πάντηι δὲ διαδιδομένης περὶ αὐτοῦ φήμης ἀγαθῆς
225μηδένα καθάπερ πρὸς πολέμιον ἀντιτάττεσθαι, πάντας δὲ προθύμως ὑπα‐ κούοντας ἐπαίνοις καὶ θυσίαις ὡς θεὸν τιμᾶν. (6) τῶι δ’ αὐτῶι τρόπωι φασὶν ἐπελθεῖν τὴν οἰκουμένην ἐξημεροῦντα μὲν τὴν χώραν ταῖς φυτείαις, εὐεργετοῦντα δὲ τοὺς λαοὺς μεγάλαις τιμαῖς καὶ χάρισι πρὸς τὸν αἰῶνα. διὸ καὶ πάντας τοὺς ἀνθρώπους ἐν ταῖς πρὸς τοὺς ἄλλους θεοὺς τιμαῖς
230οὐχ ὁμοίαν ἔχοντας προαίρεσιν ἀλλήλοις σχεδὸν ἐπὶ μόνου τοῦ Διονύσου συμφωνουμένην ἀποδεικνύειν μαρτυρίαν τῆς ἀθανασίας· οὐδένα γὰρ οὔθ’ Ἑλλήνων οὔτε βαρβάρων ἄμοιρον εἶναι τῆς τούτου δωρεᾶς καὶ χάριτος, ἀλλὰ καὶ τοὺς ἀπηγριωμένην ἔχοντας χώραν ἢ πρὸς φυτείαν ἀμπέλου παντελῶς ἀπηλλο‐ τριωμένην μαθεῖν τὸ κατασκευαζόμενον ἐκ τῶν κριθῶν πόμα βραχὺ λειπόμενον
235τῆς περὶ τὸν οἶνον εὐωδίας. (7) τὸν δ’ οὖν Διόνυσόν φασι τὴν κατάβασιν ἐκ τῆς Ἰνδικῆς ἐπὶ τὴν θάλατταν ποιησάμενον καταλαβεῖν ἅπαντας τοὺς Τιτᾶνας ἠθροικότας δυνάμεις καὶ διαβεβηκότας εἰς Κρήτην ἐπ’ Ἄμμωνα. προσβεβοηθηκότος δὲ καὶ τοῦ Διὸς ἐκ τῆς Αἰγύπτου τοῖς περὶ τὸν Ἄμμωνα καὶ πολέμου μεγάλου συνεστῶτος ἐν τῆι νήσωι, ταχέως καὶ τοὺς περὶ τὸν
240Διόνυσον καὶ τὴν Ἀθηνᾶν καί τινας τῶν ἄλλων θεῶν νομισθέντων συνδρα‐ μεῖν εἰς Κρήτην. (8) γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας. μετὰ δὲ ταῦτα Ἄμμωνος καὶ Διονύσου μεταστάντων ἐκ τῆς ἀνθρωπίνης φύσεως εἰς τὴν ἀθανασίαν, τὸν Δία φασὶ βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, κεκολασμένων
245τῶν Τιτάνων καὶ μηδενὸς ὄντος τοῦ τολμήσαντος δι’ ἀσέβειαν ἀμφισβητῆσαι
τῆς ἀρχῆς. (74) Τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενό‐ μενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις.244

1a,32,F

9

SCHOL. APOLL. RHOD. I 1116: φαίνετο δ’ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι Μυσίαι· ἐκ δ’ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης] πεδίον Νηπείας ἐστὶ περὶ Κύζικον· μνημονεύει δ’ αὐτοῦ καὶ Καλλίμαχος ἐν Ἑκάληι (F 101 Kapp) ... τὴν δὲ Νήπειαν
5Διονύσιος ὁ Μιλήσιος πεδίον τῆς Μυσίας φησὶν εἶναι. ὁ γὰρ βασιλεὺς τῶν Μυσῶν Ὄλυμπος θυγατέρα Ἰάσου ἔγημεν Νήπειαν ὄνομα καὶ κατώικησεν ἐν τῶι πεδίωι τούτωι, ὃ νῦν καλεῖται Νηπείας πεδίον. Ἀπολλόδωρος (II) δέ φησιν Νηπείας πεδίον ἐν Φρυγίαι.

1a,32,F

10a

———IV 228: φησὶ δὲ ὁ Ἀπολλώνιος διὰ τούτων τὸν Αἰήτην ἄπρακτον ὑποστρέψαι· διὰ δὲ τῶν ἑξῆς φησι τὸν Ἄψυρτον νέον ὄντα ἡνιοχεύειν παραβεβηκότα τῶι πατρί. Διονύσιος δὲ ὁ Μιλήσιός φησιν ὅτι Αἰήτης ἐδίωξεν αὐτούς· οἱ δὲ ἀριστεῖς ἠγωνίζοντο ἀκοντίζοντες, οἱ δὲ
5περὶ τὸν Αἰήτην ἵππευον. ἔνθα καὶ Ἶφιν τελευτῆσαι τὸν Σθενέλου· κατα‐ βαλόντα γὰρ δύο τῶν περὶ Αἰήτην ἱππέων περικατάληπτον γενέσθαι ὑπὸ τοῦ Αἰήτου περισταθέντα τῶι βρόχωι. ἐν δὲ τοῖς ἑξῆς φησιν ὡς οἱ Κόλχοι εἰς φυγὴν ἐτράπησαν.

1a,32,F

10b

——IV 223: ὁ μὲν Ἀπολλώνιος ἄπρακτον ἀναχωρῆσαι τὸν Αἰήτην σὺν ὀχήματι ἡνιοχοῦντος Ἀψύρτου. Διονύσιος δὲ ὁ Μιλήσιός φησιν ὅτι καταλαβὼν τὴν ναῦν ὁ Αἰήτης παραταξαμένων τῶν ἀριστέων Ἶφιν ἀνεῖλεν Ἀργεῖον, Εὐρυσθέως ἀδελφόν, καὶ αὐτὸς πολλοὺς
5ἀπέβαλεν.

1a,32,F

11

SCHOL. A EUST. HOM. Il. Γ 40: Δύσπαρι, εἶδος ἄριστε, γυναι‐ μανὲς ἠπεροπευτά, αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι] λέγεται Διονύσιον τὸν Σκυτοβραχίονα ἱστορεῖν Δάρδανον παῖδα Ἑλένης καὶ Πάριδος. ὅς, φασί, καὶ προφέρει μετὰ τὸ ‘ἄγαμος τ’ ἀπολέσθαι‘ στίχον
5τοῦτον· ‘μηδέ τι γούνασιν οἷσιν ἐφέσσασθαι φίλον υἱὸν Δάρδανον‘· ὡς εἶναι ἴσως οὕτως εὔλογον νοηθῆναι τὸ ‘ἄγονός τε εἶναι ἄγαμός τ’ ἀπολέσθαι‘ κατὰ σχῆμα ὑστερολογίας ἤτοι πρωθύστερον ἀντὶ τοῦ ‘μήτε εἰς γάμον ἐλθεῖν μήτε παῖδα ἐκεῖθεν σχεῖν τὸν ὡς ἐρρέθη Δάρδανον.

1a,32,F

12

SCHOL. APOLL. RHOD. I 54: Αἰθαλίδης· καὶ τὸν μὲν ἐπ’ Ἀμφρυσσοῖο ῥοῆισι Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια] Ἄμφρυσσος γράφεται καὶ διὰ τοῦ β, ὡς Διονύσιος. ἔστι δὲ ποταμὸς Θεσσαλίας. προπαροξύνεται δέ, ὡς 〈Ἡρωδιανὸσ〉 ἐν
τῆι η τῆς Καθόλου (I 213, 16 L).245

1a,32,F

13

SCHOL. APOLL. R II 904: ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο ἤλυθον, ἔνθ’ ἐνέπουσι Διὸς Νυσήιον υἷα Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας, ὀργιάσαι] ποταμὸς Παφλαγονίας ἱερὸς Διονύσου περὶ Ἡράκλειαν, οὗ μέμνηται καὶ Καλλίμαχος (F 100c Schn.) ... τοῦτον δὲ πάλιν Ὀξύνοντα ἐκάλουν. ὅτι δὲ κατε‐
5πολέμησεν Ἰνδοὺς ὁ Διόνυσος Διονύσιός φησι καὶ Ἀριστόδημος ἐν πρώτωι Θηβαικῶν ἐπιγραμμάτων (III) καὶ Κλείταρχος ἐν ταῖς Περὶ Ἀλέξανδρον Ἱστορίαις (II) .... ὡσαύτως δὲ καὶ Χαμαιλέων ἱστόρησεν ἐν πέμπτωι Περὶ Ἰλιάδος (IV).

1a,32,F

14

Diodor. IV 40: Περὶ δὲ τῶν Ἀργοναυτῶν, ἐπειδὴ τούτοις Ἡρακλῆς συνε‐ στράτευσεν, οἰκεῖον ἂν εἴη διελθεῖν περὶ αὐτῶν. Ἰάσονα γενέσθαι λέγουσιν υἱὸν μὲν Αἴσονος, ἀδελφιδοῦν δὲ Πελίου τοῦ Θετταλῶν βασιλέως, ῥώμηι δὲ σώματος καὶ ψυχῆς λαμπρότητι διενέγκαντα τῶν ἡλικιωτῶν
5ἐπιθυμῆσαί τι πρᾶξαι μνήμης ἄξιον. (2) δρῶντα δὲ τῶν πρὸ αὐτοῦ Περσέα καί τινας ἄλλους διὰ τὰς ὑπερορίους στρατείας καὶ τὸ παράβολον τῶν ἄθλων δόξης ἀειμνήστου τετεύχοτας, ζηλῶσαι τὰς προαιρέσεις αὐτῶν. διὸ καὶ τὴν ἐπιβολὴν ἀνακοινωσάμενον τῶι βασιλεῖ ταχέως λαβεῖν αὐτὸν συγκάταινον, οὐχ οὕτω τοῦ Πελίου σπεύδοντος προαγαγεῖν εἰς ἐπιφάνειαν τὸν νεανίσκον ὡς ἐλπίζοντος ἐν ταῖς παραβόλοις στρα‐
10τείαις διαφθαρήσεσθαι. (3) αὐτὸν μὲν γὰρ ἐκ φύσεως ἐστερῆσθαι παίδων ἀρρένων, τὸν δ’ ἀδελφὸν εὐλαβεῖσθαι μήποτε συνεργὸν ἔχων τὸν υἱὸν ἐπίθηται τῆι βασιλείαι. κρύπτοντα δὲ τὴν ὑποψίαν ταύτην καὶ τὰ πρὸς τὴν στρατείαν χρήσιμα χορηγήσειν ἐπαγγειλάμενον, παρακαλεῖν ἆθλον τελέσαι στειλάμενον τὸν πλοῦν εἰς Κόλχους ἐπὶ τὸ διαβεβοημένον τοῦ Κριοῦ δέρος χρυσόμαλλον. (4) τὸν δὲ Πόντον κατ’ ἐκείνους
15τοὺς χρόνους περιοικούμενον ὑπὸ ἐθνῶν βαρβάρων καὶ παντελῶς ἀγρίων ἄξενον προσαγορεύεσθαι ξενοκτονούντων τῶν ἐγχωρίων τοὺς καταπλέοντας. (5) Ἰάσονα δὲ δόξης ὀρεγόμενον καὶ τὸ ἆθλον δυσέφικτον μέν, οὐ κατὰ πᾶν δ’ ἀδύνατον κρίνοντα, καὶ διὰ τοῦτο μᾶλλον αὑτὸν ἐπιφανέστερον ἔσεσθαι διαλαμβάνοντα, παρασκευάσασθαι τὰ πρὸς τὴν ἐπιβολήν. (41) καὶ πρῶτον μὲν περὶ τὸ Πήλιον ναυπηγήσασθαι σκάφος.
20πολὺ τῶι μεγέθει καὶ τῆι λοιπῆι κατασκευῆι τὴν τότε συνήθειαν ὑπερβάλλον, διὰ τὸ σχεδίαις πλεῖν τοὺς τότε ἀνθρώπους καὶ μικροῖς παντελῶς ἀκατίοις. διὸ καὶ τῶν ἰδόντων αὐτὸ τότε καταπληττομένων, καὶ τῆς φήμης διαδοθείσης κατὰ τὴν Ἑλλάδα περί τε τοῦ ἄθλου καὶ τῆς κατὰ τὴν ναυπηγίαν ἐπιβολῆς, οὐκ ὀλίγους τῶν ἐν ὑπε‐ ροχαῖς νεανίσκων ἐπιθυμῆσαι μετασχεῖν τῆς στρατείας. (2) Ἰάσονα δὲ καθελκύσαντα
25τὸ σκάφος καὶ κοσμήσαντα πᾶσι τοῖς ἀνήκουσι πρὸς ἔκπληξιν λαμπρῶς, ἐκλέξαι τῶν ὀρεγομένων τῆς αὐτῆς προαιρέσεως τοὺς ἐπιφανεστάτους ἀριστεῖς, ὥστε σὺν αὐτῶι τοὺς ἅπαντας εἶναι πεντήκοντα καὶ τέτταρας. τούτων δ’ ὑπάρχειν ἐνδοξοτάτους Κάστορα καὶ Πολυδεύκην, ἔτι δὲ Ἡρακλέα καὶ Τελαμῶνα, πρὸς δὲ τούτοις Ὀρφέα καὶ τὴν Σχοινέως Ἀταλάντην, ἔτι δὲ τοὺς Θεσπίου παῖδας καὶ αὐτὸν τὸν στελλόμενον
30τὸν πλοῦν ἐπὶ τὴν Κολχίδα. (3) τὴν δὲ ναῦν Ἀργὼ προσαγορευθῆναι κατὰ μέν τινας τῶν μυθογράφων ἀπὸ τοῦ τὸ σκάφος ἀρχιτεκτονήσαντος Ἄργου καὶ συμπλεύ‐ σαντος ἕνεκα τοῦ θεραπεύειν ἀεὶ τὰ πονοῦντα μέρη τῆς νεώς, ὡς δ’ ἔνιοι λέγουσιν ἀπὸ τῆς περὶ τὸ τάχος ὑπερβολῆς, ὡς ἂν τῶν ἀρχαίων ἀργὸν τὸ ταχὺ προσαγορευ‐
όντων. τοὺς δ’ οὖν ἀριστεῖς συνελθόντας ἑλέσθαι σφῶν αὐτῶν στρατηγὸν Ἡρακλέα,246
35προκρίναντας κατ’ ἀνδρείαν. (42) ἔπειτ’ ἐκ τῆς Ἰωλκοῦ τὸν ἔκπλουν ποιησαμένους καὶ παραλλάξαντας τόν τε Ἄθω καὶ Σαμοθράικην, χειμῶνι περιπεσεῖν, καὶ προσ‐ ενεχθῆναι τῆς Τρωιάδος πρὸς Σίγειον. ἐνταῦθα δ’ αὐτῶν τὴν ἀπόβασιν ποιησα‐ μένων, εὑρεθῆναί φασι παρθένον δεδεμένην παρὰ τὸν αἰγιαλὸν διὰ τοιαύτας αἰτίας. (2) λέγεται τὸν Ποσειδῶνα διὰ τὴν μυθολογουμένην τῶν Τρωικῶν τειχῶν κατασκευὴν
40μηνίσαντα Λαομέδοντι τῶι βασιλεῖ κῆτος ἀνεῖναι ἐκ τοῦ πελάγους πρὸς τὴν χώραν· ὑπὸ δὲ τούτου τούς τε παρὰ τὸν αἰγιαλὸν διατρίβοντας καὶ τοὺς γεωργοῦντας τὴν παραθαλάττιον παραδόξως συναρπάζεσθαι· πρὸς δὲ τούτοις λοιμὸν ἐμπεσεῖν εἰς τὰ πλήθη καὶ καρπῶν παντελῆ φθοράν, ὥστε πάντας ἐκπλήττεσθαι τὸ μέγεθος τῆς περιστάσεως. (3) διὸ καὶ συντρεχόντων τῶν ὄχλων εἰς ἐκκλησίαν καὶ ζητούντων
45ἀπαλλαγὴν τῶν ἀτυχημάτων, λέγεται τὸν βασιλέα πέμψαι πρὸς τὸν Ἀπόλλω τοὺς ἐπερω‐ τήσαντας περὶ τῶν συμβεβηκότων. ἐκπεσόντος οὖν χρησμοῦ μῆνιν ὑπάρχειν Ποσει‐ δῶνος, καὶ τότε ταύτην λήξειν ὅταν οἱ Τρῶες τὸ λαχὸν τῶν τέκνων ἑκουσίως παρα‐ δῶσι βορὰν τῶι κήτει, φασὶν ἁπάντων εἰς τὸν κλῆρον ἐμβαινόντων ἐπανελθεῖν εἰς Ἡσιόνην τὴν τοῦ βασιλέως θυγατέρα. (4) διόπερ τὸν Λαομέδοντα συναναγκασθέντα

1a,32,F

14

(50)

παραδοῦναι τὴν παρθένον καὶ δεσμοῖς καταλαβόμενον ἀπολιπεῖν παρὰ τὸν αἰγιαλόν. (5) ἐνταῦθα δὲ τὸν μὲν Ἡρακλέα μετὰ τῶν Ἀργοναυτῶν τὴν ἀπόβασιν ποιησάμενον καὶ μαθόντα παρὰ τῆς κόρης τὴν περιπέτειαν, ἀναρρῆξαι μὲν τοὺς περὶ τὸ σῶμα δεσμούς, ἀναβάντα δ’ εἰς τὴν πόλιν ἐπαγγείλασθαι τῶι βασιλεῖ διαφθερεῖν τὸ κῆτος. (6) τοῦ δὲ Λαομέδοντος ἀποδεξαμένου τὸν λόγον καὶ δωρεὰν δώσειν ἐπαγγειλαμένου
55τὰς ἀνικήτους ἵππους, φασὶ τὸ μὲν κῆτος ὑφ’ Ἡρακλέους ἀναιρεθῆναι, τῆι δ’ Ἡσιόνηι δοθῆναι τὴν ἐξουσίαν εἴτε βούλοιτο μετὰ τοῦ σώσαντος ἀπελθεῖν εἴτε μετὰ τῶν γονέων καταμένειν ἐν τῆι πατρίδι. τὴν μὲν οὖν κόρην ἑλέσθαι τὸν μετὰ τοῦ ξένου βίον, οὐ μόνον τὴν εὐεργεσίαν τῆς συγγενείας προκρίνασαν, ἀλλὰ καὶ φοβουμένην μὴ πάλιν φανέντος κήτους πρὸς τὴν ὁμοίαν ὑπὸ τῶν πολιτῶν ἐκτεθῆι τιμωρίαν. (7) τὸν
60δ’ Ἡρακλέα δώροις καὶ τοῖς προσήκουσι ξενίοις λαμπρῶς τιμηθέντα τὴν Ἡσιόνην καὶ τὰς ἵππους παραθέσθαι τῶι Λαομέδοντι, συνταξάμενον μετὰ τὴν ἐκ Κόλχων ἐπάνοδον ἀπολήψεσθαι, αὐτὸν δ’ ἀναχθῆναι μετὰ τῶν Ἀργοναυτῶν κατὰ σπουδὴν ἐπὶ τὸν προκείμενον ἆθλον. (43) ἐπιγενομένου δὲ μεγάλου χειμῶνος καὶ τῶν ἀριστέων ἀπογιγνωσκόντων
65τὴν σωτηρίαν, φασὶν Ὀρφέα, τῆς τελετῆς μόνον τῶν συμπλεόντων μετεσχηκότα, ποι‐ ήσασθαι τοῖς Σαμόθραιξι τὰς ὑπὲρ τῆς σωτηρίας εὐχάς. (2) εὐθὺς δὲ τοῦ πνεύματος ἐνδόντος καὶ δυοῖν ἀστέρων ἐπὶ τὰς τῶν Διοσκόρων κεφαλὰς ἐπιπεσόντων, ἅπαντας μὲν ἐκπλαγῆναι τὸ παράδοξον, ὑπολαβεῖν δὲ θεῶν προνοίαι τῶν κινδύνων ἑαυτοὺς ἀπηλλάχθαι. διὸ καὶ τοῖς ἐπιγινομένοις παραδοσίμου γεγενημένης τῆς περιπετείας,
70ἀεὶ τοὺς χειμαζομένους τῶν πλεόντων εὐχὰς μὲν τίθεσθαι τοῖς Σαμόθραιξι, τὰς δὲ τῶν ἀστέρων παρουσίας ἀναπέμπειν εἰς τὴν τῶν Διοσκόρων ἐπιφάνειαν. (3) οὐ μὴν ἀλλὰ τότε λήξαντος τοῦ χειμῶνος ἀποβῆναι μὲν τοὺς ἀριστεῖς τῆς Θράικης εἰς τὴν ὑπὸ Φινέως βασιλευομένην χώραν, περιπεσεῖν δὲ δυσὶ νεανίσκοις ἐπὶ τιμωρίαι διωρυγμένοις καὶ μάστιξι πληγὰς συνεχεῖς λαμβάνουσι· τούτους δ’ ὑπάρχειν
75Φινέως υἱοὺς καὶ Κλεοπάτρας, ἥν φασιν ἐξ Ὠρειθυίας τῆς Ἐρεχθέως γεννηθῆναι καὶ Βορέου, διὰ δὲ μητρυιᾶς τόλμαν καὶ διαβολὰς ψευδεῖς τυγχάνοντας ὑπὸ τοῦ πατρὸς ἀδίκως τῆς προειρημένης τιμωρίας. (4) τὸν γὰρ Φινέα γεγαμηκότα Ἰδαίαν
τὴν Δαρδάνου τοῦ Σκυθῶν βασιλέως θυγατέρα, καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πάντα χαριζόμενον, πιστεῦσαι διότι τῆι μητρυιᾶι βίαν ἐφ’ ὕβρει προσήγαγον οἱ πρόγονοι.247
80βουλόμενοι τῆι μητρὶ χαρίζεσθαι. (5) τῶν δὲ περὶ τὸν Ἡρακλέα παραδόξως ἐπι‐ φανέντων, φασὶ τοὺς μὲν ἐν ταῖς ἀνάγκαις ὄντας ἐπικαλέσασθαι καθάπερ θεοὺς τοὺς ἀριστεῖς, καὶ τὰς αἰτίας δηλώσαντας τῆς τοῦ πατρὸς παρανομίας δεῖσθαι τῶν ἀτυχημάτων αὐτοὺς ἐξελέσθαι. (44) τὸν δὲ Φινέα πικρῶς ἀπαντήσαντα τοῖς ξένοις παραγγεῖλαι μηδὲν τῶν καθ’ ἑαυτὸν πολυπραγμονεῖν. μηδένα γὰρ πατέρα
85λαβεῖν παρ’ υἱῶν ἑκουσίως τιμωρίαν, εἰ μὴ τῶι μεγέθει τῶν ἀδικημάτων ὑπέρθοιντο τὴν φυσικὴν τῶν γονέων εἰς τέκνα φιλοστοργίαν. (2) ἐνταῦθα συμπλέοντας τοῖς περὶ τὸν Ἡρακλέα τοὺς ἐπικαλουμένους μὲν Βορεάδας, ἀδελφοὺς δ’ ὄντας Κλεοπάτρας, λέγεται διὰ τὴν συγγένειαν πρώτους ὁρμῆσαι πρὸς τὴν βοήθειαν, καὶ τοὺς μὲν περικειμέ‐ νους τοῖς νεανίσκοις δεσμοὺς περιρρῆξαι, τοὺς δ’ ἐναντιουμένους τῶν βαρβάρων ἀπο‐
90κτεῖναι. (3) ὁρμήσαντος δὲ τοῦ Φινέως πρὸς μάχην, καὶ τοῦ πλήθους τῶν Θραικῶν συνδραμόντος, φασὶ τὸν Ἡρακλέα πάντων ἄριστα διαγωνισάμενον αὐτόν τε τὸν Φινέα καὶ τῶν ἄλλων οὐκ ὀλίγους ἀνελεῖν, τὸ δὲ τελευταῖον κρατήσαντα τῶν βασιλείων τὴν μὲν Κλεοπάτραν ἐκ τῆς φυλακῆς προαγαγεῖν, τοῖς δὲ Φινείδαις ἀποκαταστῆσαι τὴν πατρώιαν ἀρχήν. βουλομένων δ’ αὐτῶν τὴν μητρυιὰν μετ’ αἰκίας ἀποκτεῖναι, πεῖσαι τῆς μὲν
95τιμωρίας ταύτης ἀποστῆναι, πρὸς δὲ τὸν πατέρα πέμψαντας εἰς τὴν Σκυθίαν ἐκεῖνοι παρακαλέσαι τῶν εἰς αὐτοὺς ἀνομημάτων λαβεῖν κόλασιν. (4) οὗ γενηθέντος τὸν μὲν Σκύθην τῆς θυγατρὸς καταγνῶναι θάνατον, τοὺς δ’ ἐκ τῆς Κλεοπάτρας υἱοὺς ἀπε‐ νέγκασθαι παρὰ τοῖς Θραιξὶ δόξαν ἐπιεικείας. οὐκ ἀγνοῶ δὲ διότι τινὲς τῶν μυθογράφων τυφλωθῆναί φασι τοὺς Φινείδας ὑπὸ τοῦ πατρός, καὶ τὸν Φινέα τῆς

1a,32,F

14

(100)

ὁμοίας τυχεῖν συμφορᾶς ὑπὸ Βορέου. (5) ὁμοίως δὲ καὶ τὸν Ἡρακλέα τινὲς παρα‐ δεδώκασι πρὸς ὑδρείαν ἐξελθόντα κατὰ τὴν Ἀσίαν ὑπὸ τῶν Ἀργοναυτῶν ἐπὶ τῆς χώρας ἀπολειφθῆναι. καθόλου δὲ τοὺς παλαιοὺς μύθους οὐχ ἁπλῆν οὐδὲ συμπεφωνη‐ μένην ἱστορίαν ἔχειν συμβέβηκε. (6) διόπερ οὐ χρὴ θαυμάζειν, ἐάν τινα τῶν ἀρχαιο‐ λογουμένων μὴ συμφώνως ἅπασι τοῖς ποιηταῖς καὶ συγγραφεῦσι συγκρίνωμεν.
105 οὐ μὴν ἀλλὰ καὶ τοὺς Φινείδας λέγεται τὴν βασιλείαν παραδόντας τῆι μητρὶ Κλεοπάτραι συστρατεῦσαι τοῖς ἀριστεῦσιν. (7) ἀναχθέντας δ’ αὐτοὺς ἐκ τῆς Θράικης καὶ κομισθέντας εἰς τὸν Πόντον προσχεῖν τῆι Ταυρικῆι τὴν ἀγριότητα τῶν ἐγχωρίων ἀγνοοῦντας. νόμιμον γὰρ εἶναι τοῖς τὴν χώραν ταύτην οἰκοῦσι βαρβάροις θύειν Ἀρτέμιδι Ταυροπόλωι τοὺς καταπλεόντας ξένους. παρ’ οἷς φασι τὴν Ἰφιγένειαν
110ἐν τοῖς ὕστερον χρόνοις ἱέρειαν τῆς εἰρημένης θεοῦ κατασταθεῖσαν θύειν τοὺς ἁλι‐ σκομένους. (45) ἐπιζητούσης δὲ τῆς ἱστορίας τὰς τῆς ξενοκτονίας αἰτίας ἀναγκαῖον βραχέα διελθεῖν, ἄλλως τε καὶ τῆς παρεκβάσεως οἰκείας ἐσομένης ταῖς τῶν Ἀργοναυτῶν πράξεσι. φασὶ γὰρ Ἡλίου δύο γενέσθαι παῖδας, Αἰήτην τε καὶ Πέρσην. τούτων
115δὲ τὸν μὲν Αἰήτην βασιλεῦσαι τῆς Κολχίδος, τὸν δ’ ἕτερον τῆς Ταυρικῆς, ἀμφοτέρους δὲ διενεγκεῖν ὠμότητι. (2) καὶ Πέρσου μὲν Ἑκάτην γενέσθαι θυγατέρα, τόλμηι καὶ παρανομίαι προέχουσαν τοῦ πατρός. φιλοκύνηγον δ’ οὖσαν ἐν ταῖς ἀποτυχίαις ἀνθρώπους ἀντὶ τῶν θηρίων κατατοξεύειν. φιλότεχνον δ’ εἰς φαρμάκων θανασίμων συνθέσεις γενομένην τὸ καλούμενον ἀκόνιτον ἐξευρεῖν, καὶ τῆς ἑκάστου δυνάμεως
120πεῖραν λαμβάνειν μίσγουσαν ταῖς διδομέναις τοῖς ξένοις τροφαῖς. ἐμπειρίαν δὲ μεγάλην ἐν τούτοις ἔχουσαν πρῶτον μὲν τὸν πατέρα φαρμάκωι διαφθεῖραι καὶ δια‐ δέξασθαι τὴν βασιλείαν, ἔπειτ’ Ἀρτέμιδος ἱερὸν ἱδρυσαμένην καὶ τοὺς καταπλεόντας
ξένους θύεσθαι τῆι θεῶι καταδείξασαν ἐπ’ ὠμότητι διονομασθῆναι. (3) μετὰ δὲ ταῦτα συνοικήσασαν Αἰήτηι γεννῆσαι δύο θυγατέρας Κίρκην τε καὶ Μήδειαν, ἔτι248
125δ’ υἱὸν Αἰγιαλέα. καὶ τὴν μὲν Κίρκην εἰς φαρμάκων παντοδαπῶν ἐπίνοιαν ἐκτρα‐ πεῖσαν ἐξευρεῖν ῥιζῶν παντοίας φύσεις καὶ δυνάμεις ἀπιστουμένας· οὐκ ὀλίγα μὲν γὰρ ὑπὸ τῆς μητρὸς Ἑκάτης διδαχθῆναι, πολὺ δὲ πλείω διὰ τῆς ἰδίας ἐπιμελείας ἐξευροῦσαν μηδεμίαν ὑπερβολὴν ἀπολιπεῖν ἑτέραι πρὸς ἐπίνοιαν φαρμακείας. (4) δοθῆναι δ’ αὐτὴν εἰς γάμον τῶι βασιλεῖ τῶν Σαρματῶν, οὓς ἔνιοι Σκύθας προσ‐
130αγορεύουσι. καὶ τὸ μὲν πρῶτον τὸν ἄνδρα φαρμάκοις ἀνελεῖν, μετὰ δὲ ταῦτα τὴν βασιλείαν διαδεξαμένην πολλὰ κατὰ τῶν ἀρχομένων ὠμὰ πρᾶξαι καὶ βίαια. (5)διόπερ ἐκπεσοῦσαν τῆς βασιλείας κατὰ μέν τινας τῶν μυθογράφων φυγεῖν ἐπὶ τὸν ὠκεανόν, καὶ νῆσον ἔρημον καταλαβομένην ἐνταῦθα μετὰ τῶν συμφυγουσῶν γυναικῶν καθι‐ δρυθῆναι, κατὰ δέ τινας τῶν ἱστορικῶν ἐκλιποῦσαν τὸν Πόντον κατοικῆσαι τῆς
135Ἰταλίας ἀκρωτήριον τὸ μέχρι τοῦ νῦν ἀπ’ ἐκείνης Κίρκειον ὀνομαζόμενον. (46) τὴν δὲ Μήδειαν ἱστοροῦσι μαθεῖν παρά τε τῆς μητρὸς καὶ τῆς ἀδελφῆς ἁπάσας τὰς τῶν φαρμάκων δυνάμεις, προαιρέσει δ’ ἐναντιωτάτηι χρῆσθαι. διατελεῖν γὰρ τοὺς κατα‐ πλεόντας τῶν ξένων ἐξαιρουμένην ἐκ τῶν κινδύνων, καὶ ποτὲ μὲν παρὰ τοῦ πατρὸς αἰτεῖσθαι δεήσει καὶ χάριτι τὴν τῶν μελλόντων ἀπόλλυσθαι σωτηρίαν, ποτὲ δ’ αὐτὴν ἐκ
140τῆς φυλακῆς ἀφιεῖσαν προνοεῖσθαι τῆς τῶν ἀτυχούντων ἀσφαλείας. τὸν γὰρ Αἰήτην τὰ μὲν διὰ τὴν ἰδίαν ὠμότητα, τὰ δ’ ὑπὸ τῆς γυναικὸς Ἑκάτης πεισθέντα προσδέξασθαι τὸ τῆς ξενοκτονίας νόμιμον. (2) ἀντιπραττούσης δὲ τῆς Μηδείας ἀεὶ μᾶλλον τῆι προαιρέσει τῶν γονέων, φασὶ τὸν Αἰήτην ὑποπτεύσαντα τὴν ἐκ τῆς θυγατρὸς ἐπι‐ βουλὴν εἰς ἐλευθέραν αὐτὴν ἀποθέσθαι φυλακήν· τὴν δὲ Μήδειαν διαδρᾶσαν κατα‐
145φυγεῖν εἴς τι τέμενος Ἡλίου κείμενον παρὰ θάλατταν. (3) καθ’ ὃν δὴ χρόνον τοὺς Ἀργοναύτας ἀπὸ τῆς Ταυρικῆς κομισθέντας νυκτὸς καταπλεῦσαι τῆς Κολχίδος εἰς τὸ προειρημένον τέμενος. ἔνθα δὴ περιτυχόντας τῆι Μηδείαι πλανωμένηι παρὰ τὸν αἰγιαλὸν καὶ μαθόντας παρ’ αὐτῆς τὸ τῆς ξενοκτονίας νόμιμον, ἀποδέξασθαι μὲν τὴν ἡμερότητα τῆς παρθένου, δηλώσαντας δ’ αὐτῆι τὴν ἑαυτῶν ἐπιβολὴν πάλιν παρ’

1a,32,F

14

(150)

ἐκείνης μαθεῖν τὸν ὑπάρχοντα αὐτῆι κίνδυνον ἀπὸ τοῦ πατρὸς διὰ τὴν πρὸς τοὺς ξένους εὐσέβειαν. (4) κοινοῦ δὲ τοῦ συμφέροντος φανέντος, τὴν μὲν Μήδειαν ἐπαγγεί‐ λασθαι συνεργήσειν αὐτοῖς μέχρι ἂν συντελέσωσι τὸν προκείμενον ἆθλον, τὸν δ’ Ἰάσονα διὰ τῶν ὅρκων δοῦναι πίστεις ὅτι γήμας αὐτὴν ἕξει σύμβιον ἅπαντα τὸν τοῦ ζῆν χρόνον.
155 (5) μετὰ δὲ ταῦτα τοὺς Ἀργοναύτας ἀπολιπόντας φυλακὰς τῆς νεὼς νυκτὸς ὁρμῆσαι μετὰ τῆς Μηδείας ἐπὶ τὸ χρυσόμαλλον δέρος· περὶ οὗ τὰ κατὰ μέρος οἰκεῖον ἂν εἴη διελθεῖν, ἵνα μηδὲν τῶν ἀνηκόντων εἰς τὴν ὑποκειμένην ἱστορίαν ἀγνοῆται. (47) Φρίξον τὸν Ἀθάμαντος μυθολογοῦσι διὰ τὰς ἀπὸ τῆς μητρυιᾶς ἐπιβουλὰς ἀναλαβόντα τὴν ἀδελφὴν Ἕλλην φυγεῖν ἐκ τῆς Ἑλλάδος. περαιουμένων δ’ αὐτῶν
160κατά τινα θεῶν πρόνοιαν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ κριοῦ χρυσομάλλου τὴν μὲν παρθένον ἀποπεσεῖν εἰς τὴν θάλατταν, ἣν ἀπ’ ἐκείνης Ἑλλήσποντον ὀνο‐ μασθῆναι, τὸν δὲ Φρίξον εἰς τὸν Πόντον πορευθέντα καταχθῆναι μὲν πρὸς τὴν Κολχίδα, κατὰ δέ τι λόγιον θύσαντα τὸν κριὸν ἀναθεῖναι τὸ δέρος εἰς τὸ τοῦ Ἄρεος ἱερόν. (2) μετὰ δὲ ταῦτα βασιλεύοντος τῆς Κολχίδος Αἰήτου χρησμὸν ἐκπεσεῖν ὅτι τότε
165καταστρέψει τὸν βίον ὅταν ξένοι καταπλεύσαντες τὸ χρυσόμαλλον δέρος ἀπενέγκωσι.
διὰ δὴ ταύτας τὰς αἰτίας καὶ διὰ τὴν ἰδίαν ὠμότητα καταδείξειν θύειν τοὺς ξένους, ἵνα διαδοθείσης τῆς φήμης εἰς ἅπαντα τόπον περὶ τῆς Κόλχων ἀγριότητος μηδεὶς τῶν ξένων ἐπιβῆναι τολμήσηι τῆς χώρας. περιβαλεῖν δὲ καὶ τῶι τεμένει τεῖχος καὶ φύλακας πολλοὺς ἐπιστῆσαι τῶν ἐκ τῆς Ταυρικῆς· ἀφ’ ὧν καὶ τερατώδεις παρὰ249
170τοῖς Ἕλλησι πλασθῆναι μύθους. (3) διαβεβοῆσθαι γὰρ ὅτι πυρίπνοοι ταῦροι περὶ τὸ τέμενος ὑπῆρχον, δράκων δ’ ἄυπνος ἐτήρει τὸ δέρος, ἀπὸ μὲν τῶν Ταύρων μετενεχθείσης τῆς ὁμωνυμίας ἐπὶ τὴν τῶν βοῶν ἰσχύν, ἀπὸ δὲ τῆς κατὰ τὴν ξενο‐ κτονίαν ὠμότητος πυρπνεῖν τοὺς ταύρους μυθολογηθέντος· παραπλησίως δὲ τοῦ τηροῦν‐ τος τὸ τέμενος Δράκοντος ὀνομαζομένου, μετενηνοχέναι τοὺς ποιητὰς ἐπὶ τὸ τερατῶδες
175καὶ καταπληκτικὸν τοῦ ζώιου. (4) τῆς ὁμοίας δὲ μυθολογίας ἔχεσθαι καὶ τὰ περὶ τοῦ Φρίξου λεγόμενα. διαπλεῦσαι γὰρ αὐτόν φασιν οἱ μὲν ἐπὶ νεὼς προτομὴν ἐπὶ τῆς πρώιρας ἐχούσης κριοῦ, καὶ τὴν Ἕλλην δυσφοροῦσαν ἐπὶ τῆι ναυτίαι καὶ διὰ τοῦτ’ ἐπὶ τοῦ τοίχου τῆς νεὼς ἐκκύπτουσαν εἰς τὴν θάλατταν προπεσεῖν. (5) ἔνιοι δέ φασι τὸν βασιλέα τῶν Σκυθῶν, ὄντα γαμβρὸν Αἰήτου, παρὰ τοῖς Κόλχοις ἐπι‐
180δημῆσαι καθ’ ὃν καιρὸν ἁλῶναι συνέβη τὸν Φρίξον μετὰ τοῦ παιδαγωγοῦ, ἐρωτικῶς δὲ σχόντα τοῦ παιδὸς λαβεῖν αὐτὸν ἐν δωρεᾶι παρ’ Αἰήτου, καὶ καθάπερ υἱὸν γνήσιον ἀγαπήσαντα καταλιπεῖν αὐτῶι τὴν βασιλείαν. τὸν δὲ παιδαγωγὸν ὀνομαζόμενον Κριὸν τυθῆναι τοῖς θεοῖς καὶ τοῦ σώματος ἐκδαρέντος προσηλωθῆναι τῶι νεῶι τὸ δέρμα κατὰ τὸ νόμιμον. (6) μετὰ δὲ ταῦτα Αἰήτηι γενομένου χρησμοῦ, καθ’ ὃν
185ἐσήμαινε 〈ὁ θεὸς τό〉τε τελευτήσειν αὐτὸν ὅταν ξένοι καταπλεύσαντες τὸ τοῦ Κριοῦ δέρος ἀπενέγκωσι, τὸν βασιλέα φασὶ τειχίσαι τὸ τέμενος καὶ φρουρὰν ἐγκαταστῆσαι, πρὸς δὲ τοῦτο χρυσῶσαι τὸ δέρος, ἵνα διὰ τὴν ἐπιφάνειαν ὑπὸ τῶν στρατιωτῶν ἐπι‐ μελεστάτης ἀξιωθῆι φυλακῆς. ταῦτα μὲν οὖν ἐξέσται τοὺς ἀναγινώσκοντας κρίνειν πρὸς τὰς ἰδίας ἑκάστου προαιρέσεις.
190 (48) τὴν δὲ Μήδειαν ἱστοροῦσι καθηγήσασθαι τοὺς Ἀργοναύτας πρὸς τὸ τοῦ Ἄρεος τέμενος, ἀπέχον ἑβδομήκοντα σταδίους ἀπὸ τῆς πόλεως, ἣν καλεῖσθαι μὲν Σύβαριν, ἔχειν δὲ τὰ βασίλεια τῶν Κόλχων. προσελθοῦσαν δὲ ταῖς πύλαις κεκλειμέναις νυκτὸς τῆι Ταυρικῆι διαλέκτωι προσφωνῆσαι τοῖς φρουροῖς. (2) τῶν δὲ στρατιωτῶν ἀνοιξάντων προθύμως ὡς ἂν βασιλέως θυγατρί, φασὶ τοὺς Ἀργοναύτας εἰσπεσόντας
195ἐσπασμένοις τοῖς ξίφεσι πολλοὺς μὲν φονεῦσαι τῶν βαρβάρων, τοὺς δ’ ἄλλους διὰ τὸ παράδοξον καταπληξαμένους ἐκβαλεῖν ἐκ τοῦ τεμένους, καὶ τὸ δέρος ἀναλαβόντας πρὸς τὴν ναῦν ἐπείγεσθαι κατὰ σπουδήν. (3) παραπλησίως δὲ τούτοις καὶ τὴν Μήδειαν ἐν τῶι τεμένει τὸν μυθολογούμενον ἄυπνον δράκοντα περιεσπειραμένον τὸ δέρος τοῖς φαρμάκοις ἀποκτεῖναι καὶ μετὰ Ἰάσονος τὴν ἐπὶ θάλατταν κατάβασιν

1a,32,F

14

(200)

ποιήσασθαι. (4) τῶν δὲ διαφυγόντων Ταύρων ἀπαγγειλάντων τῶι βασιλεῖ τὴν γενομένην ἐπίθεσιν, φασὶ τὸν Αἰήτην μετὰ τῶν περὶ αὐτὸν στρατιωτῶν διώξαντα τοὺς Ἕλληνας καταλαβεῖν πλησίον τῆς θαλάττης. ἐξ ἐφόδου δὲ συνάψαντα μάχην ἀνελεῖν ἕνα τῶν Ἀργοναυτῶν Ἴφιτον τὸν Εὐρυσθέως ἀδελφὸν τοῦ τοὺς ἄθλους Ἡρακλεῖ προστάξαντος, ἔπειτα τοῖς ἄλλοις τῶι πλήθει τῶν συναγωνιζομένων περι‐
205χυθέντα καὶ βιαιότερον ἐγκείμενον ὑπὸ Μελεάγρου φονευθῆναι. (5) ἔνθα δὴ πεσόντος
τοῦ βασιλέως καὶ τῶν Ἑλλήνων ἐπαρθέντων, τραπῆναι πρὸς φυγὴν τοὺς Κόλχους καὶ κατὰ τὸν διωγμὸν τοὺς πλείστους αὐτῶν ἀναιρεθῆναι. γενέσθαι δὲ καὶ τῶν ἀριστέων τραυματίαν Ἰάσονα καὶ Λαέρτην, ἔτι δ’ Ἀταλάντην καὶ τοὺς Θεσπιάδας προσαγορευομένους· τούτους μὲν οὖν φασιν ὑπὸ τῆς Μηδείας ἐν ὀλίγαις ἡμέραις250
210ῥίζαις καὶ βοτάναις τισὶ θεραπευθῆναι, τοὺς δ’ Ἀργοναύτας ἐπισιτισαμένους ἐκ‐ πλεῦσαι καὶ μέσον ἤδη τὸ Ποντικὸν πέλαγος ἔχοντας περιπεσεῖν χειμῶνι παντελῶς ἐπικινδύνωι. (6) τοῦ δ’ Ὀρφέως, καθάπερ καὶ πρότερον, εὐχὰς ποιησαμένου τοῖς Σαμόθραιξι, λῆξαι μὲν τοὺς ἀνέμους, φανῆναι δὲ πλησίον τῆς νεὼς τὸν προσαγορευ‐ όμενον θαλάττιον Γλαῦκον. τοῦτον δ’ ἐπὶ δύο νύκτας καὶ δύο ἡμέρας συνεχῶς τῆι
215νηὶ συμπλεύσαντα προειπεῖν μὲν Ἡρακλεῖ περὶ τῶν ἄθλων καὶ τῆς ἀθανασίας, τοῖς δὲ Τυνδαρίδαις, ὅτι προσαγορευθήσονται μὲν Διόσκοροι, τιμῆς δ’ ἰσοθέου τεύξονται παρὰ πᾶσιν ἀνθρώποις. (7) καθόλου δ’ ἐξ ὀνόματος προσφωνήσαντα πάντας τοὺς Ἀργοναύτας εἰπεῖν ὡς διὰ τὰς Ὀρφέως εὐχὰς θεῶν προνοίαι φανεὶς αὐτοῖς σημαίνει τὰ μέλλοντα γενήσεσθαι· συμβουλεύειν οὖν αὐτοῖς, ὅταν τῆς γῆς
220ἅψωνται, τὰς εὐχὰς ἀποδοῦναι τοῖς θεοῖς, δι’ οὓς τετεύχασι δὶς ἤδη τῆς σωτηρίας. (49) ἔπειτα τὸν μὲν Γλαῦκον δῦναι πάλιν εἰς τὸ πέλαγος, τοὺς δ’ Ἀργοναύτας κατὰ στόμα τοῦ Πόντου γενομένους προσπλεῦσαι τῆι γῆι βασιλεύοντος τότε τῆς χώρας Βύζαντος, ἀφ’ οὗ καὶ τὴν πόλιν τῶν Βυζαντίων ὠνομάσθαι. (2) ἐνταῦθα δὲ βωμοὺς ἱδρυσαμένους καὶ τοῖς θεοῖς τὰς εὐχὰς ἀποδόντας καθιερῶσαι τὸν τόπον τὸν ἔτι καὶ
225νῦν τιμώμενον ὑπὸ τῶν παραπλεόντων. (3) μετὰ δὲ ταῦτα ἀναχθέντας καὶ δια‐ πλεύσαντας τήν τε Προποντίδα καὶ τὸν Ἑλλήσποντον προσενεχθῆναι τῆι Τρωιάδι. ἐνταῦθα δ’ Ἡρακλέους πέμψαντος εἰς τὴν πόλιν Ἴφικλόν τε τὸν ἀδελφὸν καὶ Τε‐ λαμῶνα τάς τε ἵππους καὶ τὴν Ἡσιόνην ἀπαιτήσοντας, λέγεται τὸν Λαομέδοντα τοὺς μὲν πρεσβευτὰς εἰς φυλακὴν ἀποθέσθαι, τοῖς δ’ ἄλλοις Ἀργοναύταις δι’ ἐνέδρας
230βουλεύσασθαι θάνατον· καὶ τοὺς μὲν ἄλλους υἱοὺς ἔχειν τῆι πράξει συνεργούς, Πρίαμον δὲ μόνον ἐναντιοπραγοῦντα· τοῦτον γὰρ ἀποφήνασθαι δεῖν τὰ πρὸς τοὺς ξένους δίκαια τηρεῖν καὶ τήν τε ἀδελφὴν καὶ τὰς ὡμολογημένας ἵππους ἀποδιδόναι. (4) οὐδενὸς δ’ αὐτῶι προσέχοντος, φασὶν εἰς τὴν φυλακὴν δύο ξίφη παρενέγκαντα λάθραι δοῦναι τοῖς περὶ τὸν Τελαμῶνα, καὶ τὴν τοῦ πατρὸς προαίρεσιν ἐξηγησάμενον
235αἴτιον γενέσθαι τῆς σωτηρίας αὐτοῖς. (5) εὐθὺς γὰρ τοὺς περὶ τὸν Τελαμῶνα φο‐ νεῦσαι μὲν τῶν φυλάκων τοὺς ἀντεχομένους, φυγόντας δ’ ἐπὶ θάλατταν ἀπαγγεῖλαι τὰ κατὰ μέρος τοῖς Ἀργοναύταις. διόπερ τούτους μὲν ἑτοίμους γενομένους πρὸς μάχην ἀπαντῆσαι τοῖς ἐκ τῆς πόλεως ἐκχεομένοις μετὰ τοῦ βασιλέως. (6) γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν ἀριστέων διὰ τὰς ἀρετὰς ἐπικρατούντων, μυθολογοῦσι
240τὸν Ἡρακλέα πάντων ἄριστα διαγωνίσασθαι· τόν τε γὰρ Λαομέδοντα φονεῦσαι καὶ τῆς πόλεως ἐξ ἐφόδου κρατήσαντα κολάσαι μὲν τοὺς μετασχόντας τῶι βασιλεῖ τῆς ἐπιβουλῆς, Πριάμωι δὲ διὰ τὴν δικαιοσύνην παραδοῦναι τὴν βασιλείαν καὶ φιλίαν συνθέμενον ἐκπλεῦσαι μετὰ τῶν Ἀργοναυτῶν. (7) ἔνιοι δὲ τῶν ἀρχαίων ποιητῶν παραδεδώκασιν οὐ μετὰ τῶν Ἀργοναυτῶν, ἀλλ’ ἰδίαι στρατεύσαντα τὸν Ἡρακλέα
245ναυσὶν ἓξ ἕνεκα τῶν ἵππων ἑλεῖν τὴν Τροίαν· προσμαρτυρεῖν δὲ τούτοις καὶ Ὅμηρον ἐν τοῖσδε τοῖς ἔπεσιν (Il. Ε 638) ‘ἀλλ’ οἷόν ποτέ φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα, ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος
ἓξ οἴηις σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ ἀγυιάς.‘ (8) τοὺς δ’ Ἀργοναύτας φασὶν ἐκ τῆς Τρωιάδος ἀναχθέντας εἰς Σαμο‐251

1a,32,F

14

(250)

θράικην κομισθῆναι καὶ τοῖς μεγάλοις θεοῖς τὰς εὐχὰς ἀποδόντας πάλιν ἀναθεῖναι τὰς φιάλας εἰς τὸ τέμενος τὰς ἔτι καὶ νῦν διαμενούσας. (50) Τῆς δὲ τῶν ἀριστέων ἀνακομιδῆς ἀγνοουμένης ἔτι κατὰ τὴν Θετταλίαν, φασὶ προσπεσεῖν φήμην ὅτι πάντες οἱ μετὰ τοῦ Ἰάσονος στρατεύσαντες ἐν τοῖς κατὰ τὸν Πόντον τόποις ἀπολώλασι. διόπερ τὸν Πελίαν καιρὸν ἔχειν ὑπολαμβάνοντα
255τοὺς ἐφέδρους τῆς βασιλείας πάντας ἄρδην ἀνελεῖν, τὸν μὲν πατέρα τὸν Ἰάσονος ἀναγκάσαι πιεῖν αἷμα ταύρου, τὸν δ’ ἀδελφὸν Πρόμαχον, παῖδα τὴν ἡλικίαν ὄντα, φονεῦσαι. (2) Ἀμφινόμην δὲ τὴν μητέρα μέλλουσαν ἀναιρεῖσθαί φασιν ἔπανδρον καὶ μνήμης ἀξίαν ἐπιτελέσασθαι πρᾶξιν· καταφυγοῦσαν γὰρ ἐπὶ τὴν ἑστίαν τοῦ βασι‐ λέως καὶ καταρασαμένην παθεῖν αὐτὸν ἄξια τῶν ἀσεβημάτων, ξίφει πατάξασαν
260ἑαυτῆς τὸ στῆθος ἡρωικῶς καταστρέψαι τὸν βίον. (3) τὸν δὲ Πελίαν τούτωι τῶι τρόπωι πᾶσαν τὴν Ἰάσονος συγγένειαν ἄρδην ἀνελόντα ταχὺ τὴν προσήκουσαν τοῖς ἀσεβήμασι κομίσασθαι τιμωρίαν. τὸν γὰρ Ἰάσονα καταπλεύσαντα νυκτὸς τῆς Θετ‐ ταλίας εἰς ὅρμον οὐ μακρὰν μὲν τῆς Ἰωλκοῦ κείμενον, ἀθεώρητον δὲ τοῖς ἐκ τῆς πόλεως, μαθεῖν παρά τινος τῶν κατὰ τὴν χώραν τὰ γενόμενα περὶ τοὺς συγγενεῖς
265ἀτυχήματα. (4) πάντων δὲ τῶν ἀριστέων ἑτοίμων ὄντων βοηθεῖν τῶι Ἰάσονι καὶ πάντα κίνδυνον ἀναδέχεσθαι, περὶ τῆς ἐπιθέσεως ἐμπεσεῖν αὐτοῖς ἀμφισβήτησιν· τοὺς μὲν γὰρ συμβουλεύειν παραχρῆμα βιασαμένους εἰς τὴν πόλιν ἀπροσδοκήτως ἐπιθέσθαι τῶι βασιλεῖ, τινὰς δ’ ἀποφαίνεσθαι δεῖν στρατιώτας ἀπὸ τῆς ἰδίας πατρίδος ἕκαστον συλλέξαντα κοινὸν ἄρασθαι πόλεμον· ἀδύνατον γὰρ εἶναι πεντήκοντα καὶ
270τρισὶν ἀνδράσι περιγενέσθαι βασιλέως δύναμιν ἔχοντας καὶ πόλεις ἀξιολόγους. (5) τοιαύτης δ’ οὔσης ἐν αὐτοῖς ἀπορίας, λέγεται τὴν Μήδειαν ἐπαγγείλασθαι δι’ ἑαυτῆς τόν τε Πελίαν ἀποκτενεῖν δόλωι καὶ τὰ βασίλεια παραδώσειν τοῖς ἀριστεῦσιν ἀκινδύνως. (6) ἐνταῦθα πάντων θαυμασάντων τὸν λόγον καὶ τὸν τρόπον τῆς ἐπι‐ βουλῆς μαθεῖν ζητούντων, εἰπεῖν ὅτι κομίζει μεθ’ ἑαυτῆς πολλὰς καὶ παραδόξους
275δυνάμεις φαρμάκων εὑρημένας ὑπό τε τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίρκης· καὶ ταύταις μὲν μηδέποτε χρῆσθαι πρότερον πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ δι’ αὐτῶν ἀμυνεῖσθαι ῥαιδίως τοὺς ἀξίους τιμωρίας. (7) προειποῦσαν δὲ τοῖς ἀριστεῦσι τὰ κατὰ μέρος τῆς ἐπιθέσεως, ἐκ τῶν βασιλείων αὐτοῖς ἐπαγγείλασθαι σημανεῖν τῆς μὲν ἡμέρας καπνῶι, τῆς δὲ νυκτὸς πυρί, πρὸς τὴν ὑπερκειμένην τῆς θαλάττης
280σκοπήν. (51) αὐτὴν δὲ κατασκευάσασαν Ἀρτέμιδος εἴδωλον κοῖλον, εἰς μὲν τοῦτο παντοδαπὰς φύσεις φαρμάκων κατακρύψαι, ἑαυτῆς δὲ τὰς μὲν τρίχας δυνάμεσί τισι χρίσασαν ποιῆσαι πολιάς, τὸ δὲ πρόσωπον καὶ τὸ σῶμα ῥυτίδων πλῆρες, ὥστε τοὺς ἰδόντας δοκεῖν εἶναί τινα παντελῶς πρεσβῦτιν· τὸ δὲ τελευταῖον ἀναλαβοῦσαν τὴν θεὸν διεσκευασμένην καταπληκτικῶς εἰς ὄχλων δεισιδαιμονίαν εἰς τὴν πόλιν
285ἐμβαλεῖν ἅμ’ ἡμέραι. (2) ἐνθεαζούσης δ’ αὐτῆς, καὶ τοῦ πλήθους κατὰ τὰς ὁδοὺς συντρεχόντος, παραγγέλλειν πᾶσι δέχεσθαι τὴν θεὸν εὐσεβῶς. παρεῖναι γὰρ αὐτὴν ἐξ Ὑπερβορέων ἐπ’ ἀγαθῶι δαίμονι τῆι τε πόλει πάσηι καὶ τῶι βασιλεῖ. (3) πάντων δὲ προσκυνούντων καὶ τιμώντων τὴν θεὸν θυσίαις, καὶ τὸ σύνολον τῆς πόλεως ἁπάσης συνενθεαζούσης, εἰσβαλεῖν τὴν Μήδειαν εἰς τὰ βασίλεια, καὶ τόν τε Πελίαν εἰς
290δεισιδαίμονα διάθεσιν ἐμβαλεῖν καὶ τὰς θυγατέρας αὐτοῦ διὰ τῆς τερατείας εἰς τοιαύτην
κατάπληξιν ἀγαγεῖν ὥστε πιστεῦσαι διότι πάρεστιν ἡ θεὸς εὐδαίμονα ποιήσουσα τὸν οἶκον τοῦ βασιλέως. (4) ἀπεφαίνετο γὰρ ἐπὶ δρακόντων ὀχουμένην τὴν Ἄρτεμιν δι’ ἀέρος ὑπερπετασθῆναι πολλὰ μέρη τῆς οἰκουμένης, καὶ πρὸς καθίδρυσιν ἑαυτῆς καὶ τιμὰς αἰωνίους ἐκλελέχθαι τὸν εὐσεβέστατον ἁπάντων τῶν βασιλέων. προστε‐252
295ταχέναι δ’ αὐτῆι καὶ τὸ γῆρας ἀφελοῦσαν τὸ Πελίου διά τινων δυνάμεων νέον παντελῶς ποιῆσαι τὸ σῶμα καὶ πολλὰ ἕτερα πρὸς μακάριον καὶ θεοφιλῆ βίον δωρήσασθαι. (5) ἐκπληττομένου δὲ τοῦ βασιλέως τὸ παράδοξον τῶν λόγων, ἐπαγ‐ γείλασθαι τὴν Μήδειαν παραχρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς τούτων πίστεις παρέξεσθαι. εἰποῦσαν γὰρ μιᾶι τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, καὶ

1a,32,F

14

(300)

τῆς παρθένου τὸ ῥηθὲν εὐθὺς ἐπὶ τέλος ἀγαγούσης, φασὶν εἰς οἰκίσκον τινὰ συγκλεί‐ σασαν ἑαυτὴν καὶ περινιψαμένην τὸ σῶμα πᾶν ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις. ἀποκατασταθεῖσαν δ’ εἰς τὴν προυπάρχουσαν διάθεσιν καὶ φανεῖσαν τῶι βασιλεῖ καταπλήξασθαι τοὺς ὁρῶντας, καὶ δόξαι τινὶ θεῶν προνοίαι μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα καὶ κάλλος περίβλεπτον. (6) ποιῆσαι δ’ αὐτὴν καὶ
305διά τινων φαρμάκων εἴδωλα φαντασθῆναι τῶν δρακόντων, ἐφ’ ὧν ἀποφαίνεσθαι τὴν θεὸν κομισθεῖσαν δι’ ἀέρος ἐξ Ὑπερβορέων ἐπιξενωθῆναι τῶι Πελίαι. τῶν δ’ ἐνεργη‐ μάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ τοῦ βασιλέως μεγάλης ἀποδοχῆς ἀξιοῦντος τὴν Μήδειαν καὶ τὸ σύνολον πιστεύσαντος ἀληθῆ λέγειν, φασὶν αὐτὴν κατὰ μόνας ἐντυχοῦσαν τῶι Πελίαι παρακαλέσαι ταῖς θυγατράσι διακελεύσασθαι
310συνεργεῖν καὶ πράττειν ἅπερ ἂν αὐταῖς προστάττηι· προσήκειν γὰρ τῶι τοῦ βασιλέως σώματι μὴ δουλικαῖς χερσίν, ἀλλὰ ταῖς τῶν τέκνων θεραπευθέντα τυχεῖν τῆς παρὰ θεῶν εὐεργεσίας. (7) διόπερ τοῦ Πελίου ταῖς θυγατράσι διαρρήδην εἰπόντος πάντα πράττειν ὅσα ἂν ἡ Μήδεια προστάττηι περὶ τὸ σῶμα τοῦ πατρός, τὰς μὲν παρθένους ἑτοίμους εἶναι τὸ κελευόμενον ἐπιτελεῖν, (52) τὴν δὲ Μήδειαν νυκτὸς ἐπιγενομένης καὶ
315τοῦ Πελίου πρὸς ὕπνον τραπέντος λέγειν ὡς ἀναγκαῖον ἐν λέβητι καθεψῆσαι τὸ σῶμα τοῦ Πελίου. προσάντως δὲ τῶν παρθένων δεξαμένων τὸν λόγον, ἑτέραν αὐτὴν ἐπινοῆσαι πίστιν τῶν ὑπ’ αὐτῆς λεγομένων. τρεφομένου γὰρ κριοῦ πολυετοῦς κατὰ τὴν οἰκίαν, ἐπαγγείλασθαι ταῖς κόραις τοῦτον πρότερον καθεψήσειν καὶ ποιήσειν ἀπ’ ἀρχῆς ἄρνα. (2) συγκαταθεμένων δ’ αὐτῶν, μυθολογοῦσι τὴν Μήδειαν κατὰ
320μέλη διελοῦσαν τὸ σῶμα τοῦ κριοῦ καθεψῆσαι, καὶ διά τινων φαρμάκων παρακρουσα‐ μένην ἐξελεῖν ἐκ τοῦ λέβητος ἀρνὸς εἴδωλον. ἐνταῦθα τῶν παρθένων καταπλαγεισῶν καὶ πίστεις τῆς ἐπαγγελίας ἡγησαμένων ἐνδεχομένας ἔχειν, ὑπουργῆσαι τοῖς προσ‐ τάγμασι. καὶ τὰς μὲν ἄλλας ἁπάσας τὸν πατέρα τυπτούσας ἀποκτεῖναι, μόνην δ’ Ἄλκηστιν δι’ εὐσεβείας ὑπερβολὴν ἀποσχέσθαι τοῦ γεννήσαντος. (3) μετὰ δὲ ταῦτα
325τὴν Μήδειάν φασι τοῦ μὲν τὸ σῶμα κατακόπτειν ἢ καθέψειν ἀποστῆναι, προσ‐ ποιησαμένην δὲ δεῖν πρότερον εὐχὰς ποιήσασθαι τῆι Σελήνηι, τὰς μὲν παρθένους ἀναβιβάσαι μετὰ λαμπάδων ἐπὶ τὸ μετεωρότατον τέγος τῶν βασιλείων, αὐτὴν δὲ τῆι Κολχίδι διαλέκτωι κατευχήν τινα μακρὰν διερχομένην ἐγχρονίζειν, ἀναστροφὴν διδοῦσαν τοῖς μέλλουσι ποιεῖσθαι τὴν ἐπίθεσιν. (4) διὸ καὶ τοὺς Ἀργοναύτας ἀπὸ
330τῆς σκοπῆς καταμαθόντας τὸ πῦρ καὶ νομίσαντας συντετελέσθαι τὴν ἀναίρεσιν τοῦ βασιλέως, ὁρμῆσαι δρόμωι πρὸς τὴν πόλιν, παρεισελθόντας δ’ ἐντὸς τοῦ τείχους
ἐσπασμένοις τοῖς ξίφεσιν εἰς τὰ βασίλεια καταντῆσαι καὶ τοὺς ἐναντιουμένους τῶν φυλάκων ἀνελεῖν. τὰς δὲ τοῦ Πελίου θυγατέρας ἄρτι καταβεβηκυίας ἀπὸ τοῦ τέγους πρὸς τὴν καθέψησιν, καὶ παραδόξως ἐν τοῖς βασιλείοις ἰδούσας τόν τε Ἰάσονα καὶ253
335τοὺς ἀριστεῖς, περιαλγεῖς ἐπὶ τῆι συμφορᾶι γενέσθαι· οὔτε γὰρ ἀμύνασθαι τὴν Μήδειαν εἶχον ἐξουσίαν οὔτε τὸ πραχθὲν αὐταῖς μύσος δι’ ἀπάτην διορθώσασθαι. (5) διόπερ ταύτας μὲν ὁρμῆσαι λέγεται στερίσκειν αὑτὰς τοῦ ζῆν, τὸν δ’ Ἰάσονα κατελεήσαντα τὰ πάθη παρακατασχεῖν αὐτάς, καὶ θαρρεῖν παρακαλέσαντα δεικνύειν ὡς ἐκ κακίας μὲν οὐδὲν ἥμαρτον, ἀκουσίως δὲ δι’ ἀπάτην ἠτύχησαν. (53) καθόλου
340δὲ πᾶσι τοῖς συγγενέσιν ἐπαγγειλάμενον ἐπιεικῶς καὶ μεγαλοψύχως προσενεχθήσεσθαι, συναγαγεῖν εἰς ἐκκλησίαν τὰ πλήθη. ἀπολογησάμενον δὲ περὶ τῶν πεπραγμένων καὶ διδάξαντα διότι τοὺς προαδικήσαντας ἠμύνατο, τιμωρίαν ἐλάττονα λαβὼν ὧν αὐτὸς πέπονθεν, Ἀκάστωι μὲν τῶι Πελίου τὴν πατρώιαν βασιλείαν παραδοῦναι,τῶν δὲ τοῦ βασιλέως θυγατέρων ἀξιῶσαι αὐτὸν φροντίδα ποιήσασθαι. (2) καὶ
345πέρας συντελέσαι τὴν ὑπόσχεσιν αὐτόν φασι μετά τινα χρόνον συνοικίσαντα πάσας τοῖς ἐπιφανεστάτοις. Ἄλκηστιν μὲν γὰρ τὴν πρεσβυτάτην ἐκδοῦναι πρὸς γάμον Ἀδμήτωι τῶι Φέρητος Θετταλῶι, Ἀμφινόμην δὲ Ἀνδραίμονι Λεοντέως ἀδελφῶι, Εὐάδνην δὲ Κάνηι τῶι Κεφάλου, Φωκέων τότε βασιλεύοντι. ταῦτα μὲν αὐτὸν ὕστερον πρᾶξαι, τότε δὲ μετὰ τῶν ἀριστέων εἰς Ἰσθμὸν τὸν ἐπὶ Πελοποννήσωι πλεύσαντα

1a,32,F

14

(350)

θυσίαν ἐπιτελέσαι τῶι Ποσειδῶνι καὶ καθιερῶσαι τὴν Ἀργὼ τῶι θεῶι. (3) ἀποδοχῆς δὲ μεγάλης τυγχάνοντα παρὰ τῶι βασιλεῖ τῶν Κορινθίων Κρέοντι μετασχεῖν τῆς πολιτείας καὶ τὸν λοιπὸν χρόνον ἐν τῆι Κορίνθωι κατοικῆσαι. (4) μελλόντων δὲ τῶν Ἀργοναυτῶν εἰς τὰς πατρίδας διαχωρίζεσθαι, φασὶ τὸν Ἡρακλέα συμβουλεῦσαι τοῖς ἀριστεῦσι πρὸς τὰ παράδοξα τῆς τύχης ἀλλήλοις ὅρκους
355δοῦναι συμμαχήσειν, ἐάν τις βοηθείας προσδεηθῆι· ἐκλέξασθαι δὲ καὶ τῆς Ἑλλάδος τὸν ἐπιφανέστατον τόπον εἰς ἀγώνων θέσιν καὶ πανήγυριν κοινήν, καὶ καθιερῶσαι τὸν ἀγῶνα τῶι μεγίστωι τῶν θεῶν Διὶ Ὀλυμπίωι. (5) συνομοσάντων δὲ τῶν ἀριστέων περὶ τῆς συμμαχίας καὶ τὴν διάταξιν τῶν ἀγώνων ἐπιτρεψάντων Ἡρακλεῖ, φασὶ τοῦτον [τὸν] τόπον προκρῖναι πρὸς τὴν πανήγυριν τῆς τῶν Ἠλείων χώρας τὸν παρὰ
360τὸν Ἀλφειόν. διὸ καὶ τὴν παραποταμίαν καθιερώσαντα τῶι μεγίστωι τῶν θεῶν Ὀλυμπίαν ἀπ’ ἐκείνου προσαγορεῦσαι. ὑποστησάμενον δ’ ἱππικὸν ἀγῶνα καὶ γυμ‐ νικόν, τά τε περὶ τῶν ἄθλων διατάξαι καὶ θεωροὺς ἀποστεῖλαι τοὺς ταῖς πόλεσι προεροῦντας τὴν θέαν τῶν ἀγώνων. (6) διὰ δὲ τὴν παρὰ τοῖς Ἀργοναύταις γενο‐ μένην ἀποδοχὴν αὐτοῦ κατὰ τὴν στρατείαν οὐ μετρίως δοξασθέντος, προσγενέσθαι
365τὴν ἐκ τῆς Ὀλυμπικῆς πανηγύρεως δόξαν, ὥστε πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ὑπάρχειν καὶ παρὰ ταῖς πλείσταις πόλεσι γνωσθέντα πολλοὺς ἔχειν ἐπιθυμητὰς τῆς φιλίας, οὓς προθύμους εἶναι μετασχεῖν παντὸς κινδύνου. (7) ταχὺ δ’ ἐπ’ ἀνδρείαι καὶ στρατηγίαι θαυμασθέντα στρατόπεδόν τε κράτιστον συστήσασθαι καὶ πᾶσαν ἐπ‐ ελθεῖν τὴν οἰκουμένην εὐεργετοῦντα τὸ γένος τῶν ἀνθρώπων· ἀνθ’ ὧν τυχεῖν αὐτὸν
370συμφωνουμένης ἀθανασίας. τοὺς δὲ ποιητὰς διὰ τὴν συνήθη τερατολογίαν μυθολο‐ γῆσαι μόνον τὸν Ἡρακλέα καὶ γυμνὸν ὅπλων τελέσαι τοὺς τεθρυλημένους ἄθλους. (54) Ἀλλὰ περὶ μὲν τοῦ θεοῦ τούτου τὰ μυθολογούμενα πάντα διήλθομεν, νυνὶ δὲ προσθετέον ἡμῖν καὶ ὑπὲρ Ἰάσονος τὸν ὑπολειπόμενον λόγον. φασὶ γὰρ
αὐτὸν ἐν Κορίνθωι κατοικοῦντα καὶ συμβιώσαντα δεκαετῆ χρόνον Μηδείαι γεννῆσαι254
375παῖδας ἐξ αὐτῆς, τοὺς μὲν πρεσβυτάτους δύο διδύμους Θετταλόν τε καὶ Ἀλκιμένην, τὸν δὲ τρίτον πολὺ νεώτερον τούτων Τίσανδρον. (2) τοῦτον μὲν οὖν τὸν χρόνον ἱστοροῦσιν ἀποδοχῆς ἀξιωθῆναι τὴν Μήδειαν ὑπὸ τοῦ ἀνδρὸς διὰ τὸ μὴ μόνον κάλλει διαφέρειν αὐτήν, ἀλλὰ καὶ σωφροσύνηι καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμῆσθαι· μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τοῦ χρόνου τὴν φυσικὴν εὐπρέπειαν ἀφαιρουμένου, λέγεται τὸν
380Ἰάσονα Γλαύκης ἐρασθέντα τῆς Κρέοντος θυγατρὸς μνηστεῦσαι τὴν παρθένον. (3) συγκαταθεμένου δὲ τοῦ πατρὸς καὶ τάξαντος ἡμέραν τοῖς γάμοις, τὸ μὲν πρῶτον ἐπιβαλέσθαι φασὶν αὐτὸν πείθειν τὴν Μήδειαν ἑκουσίως παραχωρῆσαι τῆς συμβι‐ ώσεως· βούλεσθαι γὰρ [αὐτὴν] γαμεῖν οὐκ ἀποδοκιμάσαντα τὴν πρὸς αὐτὴν ὁμιλίαν, ἀλλὰ καὶ τοῖς τέκνοις σπεύδοντα συγγενῆ τὸν τοῦ βασιλέως, οἶκον ποιῆσαι. (4) ἀγανα‐
385κτούσης δὲ τῆς γυναικὸς καὶ θεοὺς μαρτυρομένης τοὺς ἐπόπτας γενομένους τῶν ὅρκων, φασὶ τὸν Ἰάσονα καταφρονήσαντα τῶν ὅρκων γῆμαι τὴν τοῦ βασιλέως θυγατέρα. (5) τὴν δὲ Μήδειαν ἐξελαυνομένην ἐκ τῆς πόλεως καὶ μίαν ἡμέραν παρὰ τοῦ Κρέοντος λαβοῦσαν εἰς τὴν τῆς φυγῆς παρασκευήν, εἰς μὲν τὰ βασίλεια νυκτὸς εἰσελθεῖν ἀλλοιώσασαν τοῖς φαρμάκοις τὴν αὐτῆς ὄψιν, καὶ τὴν οἰκίαν ὑφάψαι,
390ῥίζιόν τι προσθεῖσαν, εὑρημένον μὲν ὑπὸ Κίρκης τῆς ἀδελφῆς, δύναμιν δ’ ἔχον, ἐπὰν ἐξαφθῆι, δυσκατάσβεστον. ἄφνω δὲ φλεγομένων τῶν βασιλείων, τὸν μὲν Ἰάσονα ταχέως ἐκπηδῆσαι, τὴν δὲ Γλαύκην καὶ τὸν Κρέοντα τοῦ πυρὸς περικαταλαβόντος διαφθαρῆναι. (6) τινὲς δὲ τῶν συγγραφέων φασὶ τοὺς μὲν υἱοὺς τῆς Μηδείας δῶρα κομίσαι τῆι νύμφηι φαρμάκοις κεχριμένα, τὴν δὲ Γλαύκην δεξαμένην καὶ τῶι
395σώματι περιθεμένην αὐτήν τε συμφορᾶι περιπεσεῖν καὶ τὸν πατέρα βοηθοῦντα καὶ τοῦ σώματος ἁψάμενον τελευτῆσαι. (7) τὴν δὲ Μήδειαν ἐπιτυχοῦσαν τοῖς πρώτοις ἐγχειρήμασιν οὐκ ἀποστῆναι τῆς Ἰάσονος τιμωρίας. ἐπὶ τοσοῦτο γὰρ προελθεῖν αὐτὴν ὀργῆς ἅμα καῖ ζηλοτυπίας, ἔτι δ’ ὠμότητος, ὥστ’ ἐπεὶ διέφυγε τὸν μετὰ τῆς νύμφης κίνδυνον, τῆι σφαγῆι τῶν κοινῶν τέκνων ἐμβαλεῖν αὐτὸν εἰς τὰς μεγίστας

1a,32,F

14

(400)

συμφοράς· πλὴν γὰρ ἑνὸς τοῦ διαφυγόντος τοὺς ἄλλους υἱοὺς ἀποσφάξαι καὶ τὰ σώματα τούτων ἐν τῶι τῆς Ἥρας τεμένει θάψαι καὶ μετὰ τῶν πιστοτάτων θερα‐ παινίδων ἔτι νυκτὸς μέσης φυγεῖν ἐκ τῆς Κορίνθου, καὶ διεκπεσεῖν εἰς Θήβας πρὸς Ἡρακλέα· τοῦτον γὰρ μεσίτην γεγονότα τῶν ὁμολογιῶν ἐν Κόλχοις ἐπηγγέλθαι βο‐ ηθήσειν αὐτῆι παρασπονδουμένηι. (55) ἐν τοσούτωι δὲ τὸν μὲν Ἰάσονα στερηθέντα
405τέκνων καὶ γυναικὸς δόξαι πᾶσι δίκαια πεπονθέναι· διὸ καὶ μὴ δυνάμενον ἐνεγκεῖν τὸ μέγεθος τῆς συμφορᾶς ἐκ τοῦ ζῆν ἑαυτὸν μεταστῆσαι. τοὺς δὲ Κορινθίους ἐκ‐ πεπλῆχθαι μὲν τὴν δεινότητα τῆς περιπετείας, μάλιστα δ’ ἀπορεῖν περὶ τῆς ταφῆς τῶν παίδων. διόπερ ἀποστειλάντων αὐτῶν Πυθῶδε τοὺς ἐπερωτήσοντας τὸν θεὸν ὅπως χρηστέον ἐστὶ τοῖς σώμασι τῶν παίδων, προστάξαι τὴν Πυθίαν ἐν τῶι τεμένει
410τῆς Ἥρας αὐτοὺς θάψαι καὶ τιμῶν ἡρωικῶν αὐτοὺς ἀξιοῦν. (2) ποιησάντων δὲ τῶν Κορινθίων τὸ προσταχθέν, φασὶ Θετταλὸν μὲν τὸν διαφυγόντα τὸν ἀπὸ τῆς μητρὸς φόνον ἐν Κορίνθωι τραφέντα μετὰ ταῦτα ἐπανελθεῖν εἰς Ἰωλκόν, οὖσαν Ἰάσονος πατρίδα· ἐν ἧι καταλαβόντα προσφάτως Ἄκαστον τὸν Πελίου τετελευτη‐ κότα παραλαβεῖν κατὰ γένος προσήκουσαν τὴν βασιλείαν καὶ τοὺς ὑφ’ ἑαυτὸν
415τεταγμένους ἀφ’ ἑαυτοῦ προσαγορεῦσαι Θετταλούς. (3) οὐκ ἀγνοῶ δὲ διότι περὶ
τῆς τῶν Θετταλῶν προσηγορίας οὐ ταύτην μόνην τὴν ἱστορίαν ἀλλὰ καὶ διαφώνους ἑτέρας παραδεδόσθαι συμβέβηκε, περὶ ὧν ἐν οἰκειοτέροις μνησθησόμεθα καιροῖς.(4) τὴν δ’ οὖν Μήδειαν ἐν Θήβαις φασὶ καταλαβοῦσαν Ἡρακλέα μανικῶι πάθει συν‐ εχόμενον καὶ τοὺς υἱοὺς ἀπεκταγκότα, φαρμάκοις αὐτὸν ἰάσασθαι. τοῦ δ’ Εὐρυσθέως255
420ἐπικειμένου τοῖς προστάγμασιν, ἀπογνοῦσαν τὴν κατὰ τὸ παρὸν ἐκ τούτου βοήθειαν καταφυγεῖν εἰς Ἀθήνας πρὸς Αἰγέα τὸν Πανδίονος. (5) ἐνταῦθα δ’ οἱ μέν φασιν αὐτὴν Αἰγεῖ συνοικήσασαν γεννῆσαι Μῆδον τὸν ὕστερον Μηδίας βασιλεύσαντα, τινὲς δ’ ἱστοροῦσιν ὑφ’ Ἱππότου τοῦ Κρέοντος ἐξαιτουμένην τυχεῖν κρίσεως καὶ τῶν ἐγκλη‐ μάτων ἀπολυθῆναι. (6) μετὰ δὲ ταῦτα Θησέως ἐπανελθόντος ἐκ Τροιζῆνος εἰς τὰς
425Ἀθήνας ἐγκληθεῖσαν ἐπὶ φαρμακείαι φυγεῖν ἐκ τῆς πόλεως· δόντος δ’ Αἰγέως τοὺς παραπέμψοντας εἰς ἣν βούλοιτο χώραν, εἰς τὴν Φοινίκην κομισθῆναι. (7) ἐντεῦθεν δ’ εἰς τοὺς ἄνω τόπους τῆς Ἀσίας ἀναβᾶσαν συνοικῆσαί τινι τῶν ἐπιφανῶν βασι‐ λέων, ἐξ οὗ γεννῆσαι παῖδα Μῆδον· καὶ τὸν [μὲν] παῖδα μετὰ τὴν τοῦ πατρὸς τε‐ λευτὴν διαδεξάμενον τὴν βασιλείαν θαυμασθῆναί τε κατὰ τὴν ἀνδρείαν καὶ τοὺς
430λαοὺς ἀφ’ ἑαυτοῦ Μήδους ὀνομάσαι.256