TLG 1858 001 :: ORATIO MANASSIS :: Oratio ORATIO MANASSIS Pseudepigr. Oratio Citation: Page — (line) | ||
22,10 | καὶ ἤγαγεν κύριος ἐπ’ αὐτὸν τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως Ἀσούρ, καὶ κατελά‐ βοντο τὸν Μανασσῆν ἐν δεσμοῖς καὶ | |
5 | ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς καὶ ἤγαγον αὐτὸν εἰς Βαβυλῶνα· καὶ ἦν δεδεμένος καὶ κατασεσι‐ δηρωμένος ὅλος ἐν οἴκῳ φυλακῆς, καὶ ἐδίδοτο αὐτῷ ἐκ πιτύρων ἄρτος | |
---|---|---|
10 | ἐν σταθμῷ βραχὺς καὶ ὕδωρ σὺν ὄξει ὀλίγον ἐν μέτρῳ, ὥστε ζῆν αὐ‐ τόν, καὶ ἦν συνεχόμενος καὶ ὀδυνώ‐ μενος σφόδρα. | |
11 | καὶ ὡς βιαίως ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον κυρίου τοῦ θεοῦ αὐτοῦ, καὶ ἐτα‐ πεινώθη σφόδρα ἀπὸ προσώπου | |
5 | κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτοῦ, καὶ προσηύξατο πρὸς κύριον τὸν θεὸν λέγων· | |
12 | Κύριε παντο‐ κράτορ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ | |
5 | δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφρα‐ | |
10 | γισάμενος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ | 115 |
15 | ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρ‐ τωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου· ὅτι σὺ εἶ κύριος μακρόθυμος, εὔσπλαγχνος, πολυ‐ | |
20 | έλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων· ὅτι σύ, ὁ θεός, κατὰ τὴν χρηστότητα τῆς ἀγαθω‐ σύνης σου ἐπηγγείλω μετανοίας ἄφεσιν τοῖς ἡμαρτηκόσιν, καὶ τῷ | |
25 | πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτη‐ ρίαν. | |
13 | σὺ οὖν, κύριε ὁ θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσιν | |
5 | σοι, ἀλλ’ ἔθου μετάνοιαν ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. ἐπλή‐ θυναν αἱ ἀνομίαι μου, κύριε, ἐπλήθυναν αἱ ἀνομίαι μου, καὶ | |
10 | οὐκέτι εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, κατακαμπτό‐ μενος πολλῷ δεσμῷ σιδήρου, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ | |
15 | πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα. | |
14 | καὶ νῦν κλίνω γόνυ καρδίας μου, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος. ἡμάρτηκα, κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας | |
5 | μου ἐγὼ γινώσκω· ἀλλ’ αἰτοῦμαι | |
δεόμενός σου· ἄνες μοι, κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά | 116 | |
10 | μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὅτι σὺ εἶ ὁ θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ | |
15 | τὸ πολὺ ἔλεός σου· καὶ αἰνέσω σε διαπαντὸς ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς μου, ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. | |
15 | καὶ ἐπήκουσεν τῆς φωνῆς αὐτοῦ κύριος καὶ ᾠκτείρησεν αὐτόν· καὶ ἐγένετο περὶ αὐτὸν φλὸξ πυρός, καὶ ἐτάκησαν πάντα τὰ | |
5 | περὶ αὐτὸν σίδηρα, καὶ ἰάσατο κύριος τὸν Μανασσῆν ἐκ τῆς θλίψεως αὐτοῦ. | |
23,3 | τοιοῦτος γάρ τις ἐγένετο καὶ Ἀμὼς ὁ τοῦ Μανασσῆ υἱός. φησὶν γὰρ ἡ γραφή· Καὶ παρελογίσατο Ἀμὼς λογισμὸν | |
5 | παραβάσεως κακὸν καὶ εἶπεν· ὁ πατήρ μου ἐκ νεότητος πολλὰ παρηνόμησεν καὶ ἐν γήρᾳ μετέγνω· καὶ νῦν ἐγὼ πορεύσομαι καθὰ ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον | |
10 | ἐπιστρέψω πρὸς κύριον. | 117 |