TLG 1838 001 :: THEON :: Testimonia THEON Gramm., Discipulus Aristophanis Gramm. Testimonia Citation: Fragment — (line) | ||
1 | Θέων, Ἀλεξανδρεὺς φιλόσοφος Στωϊκός, γεγο‐ νὼς ἐπὶ Αὐγούστου μετὰ Ἄρειον. ἔγραψε τῆς Ἀπολλοδώρου Φυσιολογικῆς εἰσαγωγῆς ὑπόμνημα, περὶ τεχνῶν ῥητορικῶν | |
βιβλία γʹ. | 5 | |
2 | Θέων Σμυρναῖος φιλόσοφος. | 6 |
3 | Θέων Ἀντιοχείας τῆς ἐν Δάφνῃ, φιλόσοφος Στωικός. ἔγραψεν Ἀπολογίαν Σωκράτους. | |
4 | Θέων, ὁ ἐκ τοῦ Μουσείου, Αἰγύπτιος, φιλόσοφος, σύγ‐ χρονος δὲ Πάππῳ τῷ φιλοσόφῳ καὶ αὐτῷ Ἀλεξανδρεῖ. ἐτύγ‐ χανον δὲ ἀμφότεροι ἐπὶ Θεοδοσίου βασιλέως τοῦ πρεσβυτέρου. ἔγραψε Μαθηματικά, Ἀριθμητικά, Περὶ σημείων καὶ σκοπῆς | |
5 | ὀρνέων καὶ τῆς κοράκων φωνῆς, Περὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς, Περὶ τῆς τοῦ Νείλου ἀναβάσεως, Εἰς τὸν Πτολεμαίου πρόχει‐ | |
---|---|---|
ρον κανόνα καὶ εἰς τὸν μικρὸν ἀστρόλαβον ὑπόμνημα. | 12 | |
5 | Θέων Ἀλεξανδρεὺς, σοφιστής, ὃς ἐχρημάτισεν Αἴ‐ λιος. ἔγραψε Τέχνην, Περὶ Προγυμνασμάτων, Ὑπόμνημα εἰς Ξενοφῶντα, εἰς τὸν Ἰσοκράτην, εἰς Δημοσθένην, Ῥητορικὰς ὑποθέσεις, καὶ Ζητήματα περὶ συντάξεως λόγου, καὶ ἄλλα | |
5 | πλείονα. | 15 |
6 | Θέων, ὁ Οὐαλέριος χρηματίσας, σοφιστής, ὑπόμνημα εἰς Ἀνδοκίδην. | |
7 | Θέων, Γυμνασίου τοῦ σοφιστοῦ παῖς, Σιδώνιος, σοφιστὴς παιδεύσας κατὰ τὴν πατρίδα, γενόμενος δὲ ἐπὶ τοῦ | |
βασιλέως Κωνσταντίνου, καὶ ἀπὸ ὑπάτων καὶ ὕπαρχος. | 18 | |
8 | Θέων σοφιστὴς λόγων ῥητορικῶν, γεγονὼς ἀπὸ τῆς ἱερᾶς Μαρκέλλης τὸ γὲ ἀνέκαθεν, τὸ δὲ ἐξ’ ὑπογύου πατρόθεν ἀπὸ Ἐκδικίου, διδασκάλου καὶ τούτου τέχνης ῥητορικῆς, ἦν δὲ οὗτος ὁ Θέων οὐ μάλα ἀγχίνους οὐδὲ ὀξύς, φιλομαθὴς δὲ καὶ φιλό‐ | |
5 | πονος εἰς ὑπερβολὴν, ταῦτά τοι καὶ ἐγεγόνει πολυμαθέστατος ἐν ὀλίγῳ χρόνῳ πολλὴν ἀρχαίαν ἱστορίαν, πολλὴν δὲ νέαν περι‐ | |
βαλλόμενος. | 19 |