|
TLG 1833 002 :: PRATINAS :: Fragmenta PRATINAS Trag. Fragmenta
Citation: Fragment — (line) | ||
1 | τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν’ ὄρεα σύμενον μετὰ Ναϊάδων | |
| 5 | οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ’ αὐλὸς ὕστερον χορευέτω· καὶ γάρ ἐσθ’ ὑπηρέτας. κώμωι μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων ἔμμεναι στρατηλάτας. | |
|---|---|---|
| 10 | παῖε τὸν φρυνεοῦ ποικίλου πνοὰν ἔχοντα, φλέγε τὸν ὀλεσισιαλοκάλαμον λαλοβαρύοπα παραμελορυθμοβάταν ὑπαὶ τρυπάνωι δέμας πεπλασμένον. ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά· | |
| 15 | θρίαμβε διθύραμβε κισσόχαιτ’ ἄναξ, | |
| 〈ἄκου’〉 ἄκουε τὰν ἐμὰν Δώριον χορείαν. | 367 | |
2 | Λάκων ὁ τέττιξ εὔτυκος ἐς χορόν | |
3 | οὐ γᾶν αὐλακισμέναν ἀρῶν ἀλλ’ ἄσκαφον ματεύων, | |
4(tit) | ΔΥΣΜΑΙΝΑΙ Η ΚΑΡΥΑΤΙΔΕΣ | |
| 1 | ἁδύφωνον | 368 |
5a | μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν [Ἰαστί] μοῦσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῶι μέλει· | |
5b | πρέπει τοι πᾶσιν ἀοιδολαβράκταις | |
| Αἰολὶς ἁρμονία. | 369 | |