TLG 1833 001 :: PRATINAS :: Fragmenta

PRATINAS Trag.
(Phliasius: 6–5 B.C.)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 81–83.

  • frr. 1–6
  • Dup. 1833 002

Citation: Fragment — (line)

1

(tit)

ΔΥΜΑΙΝΑΙ Η ΚΑΡΥΑΤΙΔΕΣ
1ἁδύφωνος ὄρτυξ

2

(tit1)

ΠΕΡΣΕΥΣ
tit2ΤΑΝΤΑΛΟΣ
tit3ΠΑΛΑΙΣΤΑΙ ΣΑΤΥΡΟΙ

t,3-6

INCERTARUM FABULARUM FRAGMENTA

3

ΧΟ〉 τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα;
1τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πο‐
1 λυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος,
2ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν
2 ἀν’ ὄρεα σύμενον μετὰ Ναϊάδων οἷά τε κύκνον ἄγοντα
3 ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε Πιε‐
4ρὶς βασίλειαν· ὁ δ’ αὐλός
5ὕστερον χορευέτω· καὶ γάρ ἐσθ’ ὑπηρέτας. κώμῳ μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων ἔμμεναι στρατηλάτας.
10παῖε τὸν φρυνεοῦ ποικίλου πνοὰν ἔχοντα· φλέγε τὸν ὀλεσιαλοκάλαμον, λαλοβαρύοπα 〈πα〉ραμελορυθμοβάταν †θυπα τρυπάνῳ δέμας πεπλασμένον.
15ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά· θριαμβοδιθύραμβε, κισσόχαιτ’ ἄναξ, 〈ἄκου’〉 ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.

4

Λάκων ὁ τέττιξ εὔτυκος ἐς χορόν81

5

οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ ἄσκαφον ματεύων

6

μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν {Ἰαστὶ} μοῦσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει
5...
5 πρέπει τοι πᾶσιν ἀοιδολαβράκταις
Αἰολὶς ἁρμονία82