TLG 1832 001 :: ACESANDER :: Fragmenta Fragmenta Source: FGrH #469. : 3B:423–425. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3b,469,F1 | SCHOL. PINDAR. Pyth. 4, 57 (TZETZ. Lykophr. 886): | |
φάτο δ’ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα ἔμμεναι] τοῦτον Ἀπολ‐ λώνιος (4, 1552; 1561) ποτὲ μὲν Εὐρύπυλον προσαγορεύει, ποτὲ δὲ Τρίτωνα. Ἀκέσανδρος δέ φησιν ἀδελφὸν εἶναι τὸν Εὐρύπυλον Τρίτωνος, γράφων οὕτως· | 3 | |
5 | «Εὐρύπυλος Ποσειδῶνος καὶ Κελαινοῦς τῆς Ἄτλαντος, Τρίτω‐ νος ἀδελφός. οὗτος γαμεῖ Στερόπην τὴν Ἡλίου, Πασιφάης ἀδελφήν, καὶ γίνονται αὐτῶι παῖδες δύο, Λυκάων καὶ Λεύ‐ κιππος». | |
---|---|---|
3b,469,F2 | SCHOL. PINDAR. Pyth. 9, 27b: (Ὑψεύς) ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς Ναὶς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρέοις’ ἔτικτε, Γαίας θυγάτηρ· ὁ δὲ τὰν εὐώλενον θρέψατο παῖδα Κυράναν] Ναίδος δὲ καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης (3 F 57), Ἀκέσανδρος δὲ Φιλύρας τῆς Ἀσωποῦ καὶ | |
5 | Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα. | |
3b,469,F3 | SCHOL. APOLL. RHOD. 4, 1561c: εἰ δή τιν’ ἀκούετε νόσφιν ἐόντες / Εὐρύπυλον Λιβύηι θηροτρόφωι ἐγγεγαῶτα] Εὐρύπυλος Ποσειδῶνος υἱὸς καὶ Κελαινοῦς τῆς Ἄτλαντος, βασιλεὺς δὲ Κυρήνης. Φύλαρχος (81 F 15) δὲ ἐν ζ Εὔρυτον αὐτὸν καλεῖ, καὶ ἀδελφὸν αὐτοῦ ἀναγράφει Λυκάονα. Ἀκέσανδρος | |
5 | δὲ ἐν α Περὶ Κυρήνης [τῆς Ὑψέως] μετ’ αὐτὸν βασιλεῦσαί φησι Λιβύης Κυρήνην τὴν Ὑψέως. μνημονεύει τοῦ Εὐρυπύλου καὶ Καλλίμαχος (Hymn. Apoll. 92). | |
3b,469,F4* | SCHOL. APOLL. RHOD. 2, 498/527a: (316 F 3) Ἀκέσανδρος δὲ ἐν τοῖς Περὶ Κυρήνης ἱστορεῖ, ἐπ’ Εὐρυπύλου βασιλεύοντος ἐν Λιβύηι ὡς ὑπὸ Ἀπόλλωνος διακομισθείη ἡ Κυρήνη, λέοντος δὲ τὴν χώραν λυμαινομένου προθείη τὴν βασιλείαν ὁ Εὐρύπυλος ἆθλον τῶι ἀποκτενοῦντι τὸν λέοντα, τὴν | |
5 | δὲ(?) διαχρήσασθαι αὐτὸν καὶ τὴν βασιλείαν λαβεῖν· παῖδας δὲ αὐτῆς γε‐ νέσθαι Αὐτοῦχον καὶ Ἀρισταῖον. φησὶ δὲ αὐτὴν Φύλαρχος (81 F 16) ἐλθεῖν μετὰ πλειόνων εἰς Λιβύην, τούτων δὲ ἐκπεμφθέντων ἐπὶ τὴν κυνηγίαν, τούτοις καὶ αὐτὴν συνεξελθεῖν. | |
3b,469,F5a | SCHOL. APOLL. RHOD. 4, 1750/7: Εὔφημος ὤικει τὴν Λακω‐ νικὴν παρὰ τὸν αἰγιαλόν· εἷς δέ τις αὐτοῦ τῶν ἀπογόνων Σάμος ὤικισεν Θή‐ ραν, οὗ ἀπόγονος γέγονεν Ἀριστοτέλης, ὃς τῆς περὶ Κυρήνην ἀποικίας ἡγή‐ σατο. ἱστορεῖται ταῦτα παρὰ Πινδάρωι ἐν Πυθιονίκαις (4; 5), ἐπιμελέστερον | |
5 | δὲ παρὰ Θεοχρήστωι ἐν α Λιβυκῶν (III C) καὶ παρὰ Ἀκεσάνδρωι ἐν α Περὶ Κυρήνης. | |
3b,469,F5b | —4, 1552: καὶ Πίνδαρος ἐν Πυθιονίκαις (4, 20 ff.) ἐν τῆι εἰς Ἀρκεσίλαον ὠιδῆι τὴν τοῦ Τρίτωνος ἐπιφάνειαν λέγει· ἔστι δὲ παρὰ τοῖς γεγραφόσι τὰ Περὶ Κυρήνης καὶ Λιβύης. | 423 |
3b,469,F6 | SCHOL. PINDAR. Pyth. 4 inscr. b: Ἡρόδοτος (4, 155) μὲν οὖν φησιν, ὅτι ἡ Πυθία τὸν πρῶτον Βάττον οὕτω προσηγόρευσεν Ἀριστοτέλην πρότερον λεγόμενον τῆι Λιβύων φωνῆι. Λίβυες γὰρ βάττους τοὺς βασιλεῖς λέγουσιν. οἱ δὲ ὅτι ἰσχνόφωνος ἦν, καὶ περὶ τῆς φωνῆς πυνθανόμενον ἡ Πυθία | |
5 | Βάττον προσηγόρευσεν, ἐπεὶ καὶ τὸ ἐπέχεσθαι τὴν γλῶτταν βατταρίζειν φαμέν. ἔνιοι δὲ Κόκκυγα αὐτὸν καλεῖσθαι διὰ τὸ μὴ γεγωνὸς φθέγγεσθαι. ὁ δὲ Ἀκέ‐ σανδρος μὴ ἐκ γενετῆς αὐτόν φησιν ἰσχνόφωνον γεγενῆσθαι, ἀλλ’ ἀπὸ ταὐτομάτου δεθῆναι τὴν γλῶτταν· «ἦν δὲ ὁ ἀνὴρ ῥητορικός» φησί, «καὶ συμβουλεύσασθαι δυνάμενος». | |
3b,469,F7 | PLUTARCH. Quaest. conv. 5, 2 p. 675 AB: ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος παράσχοι, καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολ‐ λῶν καὶ τὸν βεβαιωτὴν ὡς ἀπίστου 〈καὶ〉 παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, | |
5 | ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον ἐν τῶι Περὶ Λιβύης ταῦθ’ ἱστοροῦντα. ‘καὶ τοῦτο μέν‘ ἔφην ‘τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσωι ἐστίν, τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου Περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν (IV) οἴμαι [ὅτι] πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι ....· ἐκεῖ νῦν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῶι Σικυωνίων θησαυρῶι χρυσοῦν ἀνέκειτο βιβλίον, Ἀριστομάχης ἀνά‐ | |
10 | θημα τῆς Ἐρυθραίας, ἐπικῶι ποιήματι δὶς Ἴσθμια νενικηκυίας. | 424 |