TLG 1821 001 :: IAMBICA ADESPOTA (ALG) :: Fragmenta iambica adespota

IAMBICA ADESPOTA (ALG) Iamb.
(Varia)

Fragmenta iambica adespota

Source: Diehl, E. (ed.), Anthologia lyrica Graeca, fasc. 3, 3rd edn. Leipzig: Teubner, 1952: 73–79.

frr. 1–16b, 18–33

Citation: Fragment — (line)

t1-25a

ΤΡΙΜΕΤΡΑ

1

περὶ σφυρὸν παχεῖα μισήτη γυνή

2

Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεος

3

φοινικελίκτην καὶ λόγων ἀλαζόνα

4

ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον

5

ἀνθεῦσαν ἀγαθοῖς πᾶσιν, οἷς θάλληι πόλις.73

6

〈τοῖον〉 γὰρ οὐδὲ τοῖσιν εὐόργοις’ ἔπος.

7

ἥ 〈τ’〉 ἄγνος ἀνθεῖ χὠ βότρυς πεπαίνεται.

8

Ξάνθηι παλαιῆι γρηὶ πολλῆισιν φίληι

9

Ἄβδηρα, καλὴ Τηίων ἀποικίη,

9a

ἐλευθέρα Κόρκυρα· χέζ’ ὅπου θέλεις.

9b

μάταια τἄλλα παρὰ Κρότωνα τἄστεα.

9c

ἀφνειὸς ἡ Κόρινθος 〈....

10

ἕκητι Συλοσῶντος εὐρυχωρίη

11

⏒–⏑ δῶρα καὶ θεοὺς παρήπαφεν.74

12

σοφῶς ὁ βοῦς ἔφασκεν ἀστράβην ἰδών· ‘οὐκ ἔστ’ ἐμὸν τὸ πρᾶγμα, πολλὰ χαιρέτω‘.

13

ἵππος ὄνωι· ‘πρὸς κέντρα μὴ λακτιζέτω‘.

14

ἀλλ’ ἦ λύκος τὰς αἶγας 〈ἐκ〉καλεῖ μολών.

15

ἕλκων ἐφ’ αὑτὸν ὥστε καικίας νέφος

16

παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον.

16a

†ἀγνοεῖ† δ’ ἀράχνη παῖδας ὡς παιδεύεται· θρέψασα γὰρ τέθνηκε πρὸς τῶν φιλτάτων.75

16b

Μιλησία σμάραγδος ἐμπόλημα τιμηέστατον

18

ἐμοῦ θανόντος γαῖα μειχθήτω πυρί·
οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.76

19

μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.

20

δίφρου τέτυκται βλῶσις, εὔζυγον τέρας.

21

σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν

22

πολλὰ δ’ ἐν μεταιχμίωι νότος κυλίνδει κύματ’ εὐρείης ἁλός.

23

οὐκ ἀξιῶ μικῶν σε, μεγάλα δ’ οὐκ ἔχω.

24

τηλοῦ φίλοι ναίοντες οὔκ εἰσιν φίλοι.

25

γηρεὶς ἐν οἰκίοισιν77

25a

ὑμῖν ἀπόνιμμα 〈τ〉οῖς 〈τε〉 χρὴ καὶ 〈τ〉οῖς θέμις

t26-33

ΤΕΤΡΑΜΕΤΡΑ

26

βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε καὶ πέλα χθονί.

27

〈τὴν〉 ἐπ’ Αἰνύρων ὁδόν

28

καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη

29

δῆμος ἄστατον κακόν καὶ θαλάσσηι πάνθ’ ὁμοῖον ὑπ’ ἀνέμου ῥιπίζεται, καὶ γαληνὸς ἢν τύχηι πως, πνεῦμα βραχὺ κορύσσεται, κἤν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν.

29Aa

[Σῖμον, ὀρκhε̄στὰν ἄριστον], ναὶ 〈μὰ〉 τὸν Δελπhίνιον,
ἐ͂̄ Κρίμο̄ν τε͂̄δε ὀ͂̄πhε, παῖδα Βαθυκλέος, ἀδελπhεόν.78

29Ab

Κρίμο̄ν πράτιστος ϙονιάλοισι 〈Σι〉μίαν ἰάνετο.

30

ἐρρέτω φίλος σὺν ἐχθρῶι

31

δεσπότην κεκαρμένοι

32

ἀλλ’ ἕπου χώρας τρόποις

33

πατρόθεν πορδηκίδαι79