TLG 1816 011 :: EPICA ADESPOTA (GDRK) :: Laudatio professoris Smyrnaei in universitate Beryti docentis (P. Berol. 10559 A et B) EPICA ADESPOTA (GDRK) Epic. Laudatio professoris Smyrnaei in universitate Beryti docentis (P. Berol. 10559 A et B) Citation: (Line) | ||
1 | [Break in Text (point at which text breaks off for an unknown length)] | |
---|---|---|
1 | καίτοι .[] εἰ γὰρ τρ[] ὅμως [...... τ]ῆς φύσεως τ̣[] λυπη[σό]μεσθα μὴ βλέποντες ἐνθ̣[άδε] | |
5 | τὸν το̣[ῦ θε]άτρου δεσπότην, τὸν ῥήτο[ρα,] οὗ χ[ωρὶς] οὐδεὶς σύλλογος ἐγεγόν[ει] ποτέ, δι’ ὅν τε δεῦρο συνελέγημεν πολλάκις. ὑ[με]ῖς τε πάντες ὑποθέσεως ἄλλης ὅ̣ρ̣ο̣ν̣ [ο]ὐκ ἂν προθύμως ἡδέως τ’ ἠκ[ού]ετε, | 94 |
10 | εἰ μὴ τὸν ἄνδρα [τ]ουτονὶ τεθνηκότ[α] λόγοις [ἐτί]μων, οἷς ἐτ[ί]μα πολλάκις ἄλλ[ο]υ̣ς̣ [ἐκ]εῖνος· καὶ γὰρ ἦν δεινὸς λέγειν. οὐκ ἴστε, πρῴη̣ν̣ πῶς ἑτέραν ᾑρημένος [ὁ]δὸν τραπέσθαι τ[..]να τῆς εὐφ[η]μ̣ίας | |
15 | δα̣σκεν .θ̣η̣νκα[...]ψ̣ε̣υ[.]α̣μμα[] | |
15a | [] | |
15b | [] | |
15c | [] | |
16 | ἐπαινετέον δὲ τῶν μαθητῶν τὸν χορόν εὐγνωμοσύνης τῆς ἀμφὶ τὸν διδάσκαλον. ἄλλως γὰρ αὐτὸν οὐκ ἔχοντες εἰσορᾶν [ἔσ]τησαν ἐν γραφαῖσιν εἰκόνων δύο, | |
20 | [ὧ]ν τ̣[ὴ]ν μὲν ἠργάσαντο παῖδες ζω[γ]ρά[φων,] [ἣ] δ’ [ἦ]ν ἐν ἑκάστῳ κατὰ φύσιν γεγραμμένη [ἐ]ν τῇ δ[ι]ανοίᾳ. νῦν δ’ ἐγὼ ταύτην τρίτην [ἔ]μπνουν ἀναθήσω καὶ λαλοῦσαν εἰκόνα, οὔτοι διατήξας κηρόν, ἀλλ’ ε[ἰ]πὼν ἔπη. | |
25 | ἐὰν δὲ δόξω τῷ πάθει νικώμενος [π]ολλαῖς ἐπαίνων ἐμπεσεῖν ὑπερβολαῖς [τι]μῶν τὸν ἄνδρα, μηδὲ εἷς βασκαινέτω· [φ]θ̣όνος γὰρ οὐδείς, φησί που Δημοσθένης [ἐκ] τοῦ παλαιοῦ συγγραφέως ἀποσπάσας, | |
30 | [πρὸς τ]οὺς θανόντας τοῖς ἔτι ζῶσιν τέως. [καὶ νῦ]ν̣ ἰά[μ]βων κωμικῶν πεπαυμέν[ος] [ἡρῷ’ ἔπη τ]ὸ̣ λοιπὸν εἰσκυκλήσομ[αι.] | |
34 | [Break in Text (point at which text breaks off for an unknown length)] | |
34 | [] | |
35 | [] | 95 |
35 | [] [] [] [] το [........... π]εριδέξι[] | |
40 | Βη[ρυτῷ .....] ἀγαλλομένηι [] νῦ[ν ..... ῥητῆρ]ος ἐυγλώσσοιο θαν̣ό̣ντ̣ο̣ς̣ ε[ὐεπίης τε λόγ]ων, οὓς ἐς χθόνα πᾶσαν ἴα[λλεν] ι̣[............] μέγα φρονέοι πολί[ε]σσι π̣[........ π]ε̣ρ̣ι̣κ̣[α]λλὲς ἑὸν φαίνουσα πρό[σωπον] | |
45 | α[.......]νος· ἀτὰρ Ἀτθίδος εἶπε καμού̣[ση]ς̣ [............]μ̣ίαν γλήνην ὀλέσασα [............]σιν ἐπ’ ὄφρυσι π[έ]πλον ἐρύσσει [............]λ̣[.] σὲ δ’ οὐ τόσον εἵλετο πένθος οὐδ’ [ὅτε σὸν κατὰ κύκ]λ̣ον ὑπώκλασε γαῖα χανο[ῦσα] | |
(50) | καὶ σέο πάντα τίναξε θεμείλια· σοῖς δ’ ἐπὶ λαοῖς πολλοῖς ἔπλεο τύμβος ἐρικλαύτοισι πεσοῦσα· ὡς ὁπότ’ [ἀγγ]ελίη χαλεπὴ σέο τύψεν ἀκουάς [δῖον ἐς] Ἕρμ̣ο̣ν ἰοῦσα νεοκτιμένη[ς] ἀπὸ Ῥώμης [κλεινοτάτο]υ̣ ναετῆρος ἀπαγγέλλουσα τελευτήν. | |
55 | [τοῦ γὰρ θε]σπέσιον κλέος ἤραο, τῷ ἐπὶ μούν[ῳ] [πρόσ]θ̣ε̣ μέγα φρονέεσκες ἐν ἀντολί̣η̣ι̣ περ ἐόντι ἀλλοδαπὴν ἀ̣νὰ γα[ῖ]αν· ἐπεί καὶ τοῖο ἕκητι εἰ̣σ̣έτ’ ἀριστοτόκον σε βροτοὶ καλέεσκον ἅπαντες. τρε̣ῖς γὰρ σεῖο γένοντο περικληέστατοι υἷες, | |
60 | εἷς μὲν ἀοιδοπόλος, δύο δὲ ῥητῆρες ἀγαυοί. ἦ τοι ὃ μὲν φίλος υἱὸς ἐυρρείταο Μέλητος [κῆρ]υξ ἀθανάτων τε καὶ ἀνδρῶν θεῖος Ὅμηρος, [Ἴλι]ον ὅστις ἔθηκεν ὑπ’ ὀφθαλμοῖσιν ἁπάν̣[των] [πλ]αγκτοσύνην τ’ Ὀδυσῆος ἰδεῖν ὑποφ[ή]τ[ορι Μούσῃ,] | |
65 | [οἳ] δὲ δύω ῥητῆρες Ἀριστείδης τε καὶ α[ὐτός,] [πάντα μάλ’ ἀ]λλήλοισιν ὁμοίιοι, ἶσα δὲ [δῶρα] [Ἀτθίδος ἀμφ]οτέροισι, δι’ ἧς ῥέεν ὡ[ς μέλι φωνή.] | |
[ἀμφοτέρους δ’] ἐσιδοῦσα θεὰ θάμα[] [Break in Text (point at which text breaks off for an unknown length)] | 96 | |
69 | [] | |
70 | [] [] ἢ ποτ̣[αμοῦ .....]ο[ς] ἐυρρόου̣ [..]ο[] ὕ[δωρ] εἰς ἑὸν ἦτορ ἀπειρέσιο̣ν [] ἢ [καὶ ἀ]π̣ οὐρανίης ἐσκέπτετο [] | |
75 | ι.....α̣ν θ̣εσμούς τε καὶ ἤθε[] μ[ούσαι]ς̣ εὐφραδέεσσι Πλ̣ατώνια [] ἀ[λλά ο]ἱ οὐ τάδε πάντα κακὴν ἀπέερ̣[γε τελευτήν,] [ο]ὐδ’ ὁ πολὺς γλώσσης ῥόος ἤρκεσε̣ν̣ [ὥστ’ ἀπαμῦναι] μ̣οῖ̣ραν νηλεόθυμον ἀμειδέ[ος Αἰδωνῆος,] | |
80 | ἀλλά ἑ χαλκ[εί]η θανάτ[ου] κοίμ̣[ησεν ἀνάγκη] Κ[ωνστ]αντινιάδος νεο[θή]λε[ο]ς [ἐν χθονὶ Ῥώμης.] τὸ[ν] δ̣ὲ̣ πόλις βασιλῆος ἐμύρ[α]τ[ο νεκρὸν ἰδοῦσα] ἀχνυμένη, πᾶσαι δὲ γόῳ πλήμυρον ἀ[γυι]α[ί,] τοῖον ἐπεὶ σίγησε λιγὺ στόμα, τοῦ κλέ̣ο̣ς εὐρύ | |
85 | τηλόθεν α̣[ἰ]ὲν ἄκουσε, λ[ι]λαίετο δ’ ἐγγ[ὺς] ἀκούειν φθεγγομένου, καὶ ἔμελλεν ἀκούεμ̣[εν]· ἦ[λθε γὰρ αὐτός] Θρηικίην ποτὶ γαῖα[ν], ἑὸν χρέος ὥς κε [τελέσσῃ·] τὸν δὲ μετὰ χρειὼ ζαθέη πόλις αὖ[θι κατασχεῖν] ἤθελε παρπεπιθ[ο]ῦσα, νέων ἵνα πῶυ̣ [νομεύσῃ,] | |
90 | ἀνθρώπων εὐη[γ]ε[ν]έων ἀγανόφ[ρ]ονας υἷα[ς,] ο̣ἵ̣ μιν ναιετάουσιν, ἀπειρεσίαις ἐνὶ τιμαῖς πολλοὺς κυδιόωντες ἀριζήλοισι θοώκοις. ἀλλὰ τά γ’ οὐκ ἐτ̣ε̣[λεῖ]το· τὸ καὶ νέκυν ἀνδρὸς ἰδοῦσ[α] ἡ πάρος αἰὲν ἄδακρυς ἐδάκρυσεν τότε Ῥ̣ώμη, | |
95 | Θρηικίαι δὲ γόων ἁλιμυρέες ἔκλυον ἀκταί [μυρία] κοπτόμεναι{ς} ῥοθίῳ πλήσσοντ̣[ι θ]αλάσ[σης] [κλυζομένης] παρὰ θῖνα ῥοώδεος Ἑλλ[ησ]πόντου. [ὥς ποτ’ Ὀ]λυμπιάδες κοῦραι Διὸς ἐννέα Μοῦσα[ι] [πενθάδε]ς ἀμφὶ Θέτιν Νηρηίδα κωκύεσκον | |
(100) | [υἱέα Μυρμ]ιδόνων ἡγήτορα δα[κρυχέουσαι] | |
[]ν̣η̣υ̣· .[.....]ε̣[] | 97 |