TLG 1816 006 :: EPICA ADESPOTA (GDRK) :: Mercurius mundi et Hermupolis magnae conditor (P. Argent. 481 [= P. Strassb. inv. Gr. 481])

EPICA ADESPOTA (GDRK) Epic.
(A.D. 1–7)

Mercurius mundi et Hermupolis magnae conditor (P. Argent. 481 [= P. Strassb. inv. Gr. 481])

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 82–85.

Dup. ANONYMI HISTORICI (FGrH) (1139 029)

Citation: Fragment — (line)

1r

[ἐ]ξερύσας τινὰ μοῖραν ἑῆς πολυειδέος ἀλ̣κ̣[ῆς·] κεῖνος δὴ Νόος ἐστὶν ἐμὸς πατρώιος Ἑρμῆς. τῷ μάλα πόλλ’ ἐπέτελλε καμεῖν περικαλλέα κ[όσμον,] δῶκε δέ οἱ ῥάβδον χρυσέην διακοσμήτειραν,
5πάσης εὐέργοιο νοήμονα μητέρα τέχνης. σὺν τῇ ἔβη Διὸς υἱὸς ἑ[οῦ] γενετῆρος ἐφετμήν πᾶσαν ἵνα κρήνειεν, ὁ δ’ ἥμενος ἐν περιωπῇ τέρπετο κυδαλίμου θηεύμενος υἱέος ἔργα. αὐτὰρ ὁ θεσπεσίην φορέων τετράζυγα μορφήν
10ὀφθαλμοὺ[ς κάμ]μυσε κ[εδαζ]ομένης ὑπὲρ αἴγλης
[]ς εἶπέ τε μῦθον· []....ι πρόμος αἰθέρος [.........] αὐτός [λη]γέμεναι προτέρης ἔριδος στοιχε[ῖα κελεύει·] [ἁρ]μονίῃ πείθεσθε, διακρίνεσθε δ̣[ὲ νεῖκος.]82
15[λ]ωιτέρη δέ τις ὔμμι συνήλυσι[ς ἔσσετ’ ἔπειτα·] τεύξω γὰρ φιλότητα καὶ ἵμερον [] ὑμέας ἀλλήλοισιν ἀρειοτέρῃ ἐ[πὶ μοίρῃ.] ὣς εἰπὼν χρυσέῃ ῥάβδῳ θίγεν [] εὐκήλῳ δὲ τάχιστα κατείχε[το πάντα γαλήνῃ]
20παυσάμενα στοιχεῖα πολυσ̣[τόνου αὐτίκα νείκους·] ἔστη δ’ εὐθὺς ἕκαστον ὀφειλ[ομένῳ ἐνὶ χώρῳ,] μαρμαρυγὴ δ....[] δηναίης [δὲ διχοστασίης λάθετ’ ἀρθμηθέντα.] αὐτὰρ ὁ παγγενέτα[ο θεοῦ υἱός]
25πρῶτα μὲν αἰγλήεν[τα] ἀρρήτῳ στροφάλιγγ[ι] π[α]λιν[δ]ί[νητον ἀνάγκην] οὐρανὸν ἐσφαίρωσε κατεστρα̣φ̣[] ἑπτὰ δέ μιν ζώναις διεκόσ[μεεν, ἑπτὰ δ’ ἐπῆσαν] ἄστρων ἡγεμονῆες ἀλήμον[ες]
30ἄλλου νέρ[τ]ερος ἄλλος, ἐπήτρ̣[ιμοι ἠλάσκοντες.] πάντοθι δ’ αἰθερίο̣ι̣[ο .].ου περὶ χ[] μέσσην γαῖαν ἔπ[η]ξ[εν] ἀκι[νήτοις ἐνὶ δεσμοῖς,] ἐς δ’ αἴθωνα νότ[ον] κρυμώ[δεα τ’ ἄρκτον ἔτεινε] λοξὸν ἀκινήτοιο [κ]αὶ ἡ[σύχου ἄξονος οἶμον.]
35καὶ πόντου κελάδοντος [] μαινομένην, ἀχάλινον, ἀν[] ἀλλὰ μέσαις ἕνα κόλπον ἀο̣λ̣[λ] μακραῖς ἠιόνεσσι χάραξε δ[] ἡ δὲ πολυπλάγκτων π[]
40νήχεται ἠπείροιο κασιγνήτης ἐ[νὶ κόλπῳ.] ἄξονα δὲ σφίγγουσι δύω πόλοι [ἀμφοτέρωθεν.] []νι.[...].........περ[] []η παρακέκλιτα[ι] [] χθαμαλ[ὴ]ν ἐ̣[]
45[]ο̣ν̣θιν.ωδε[] []θ̣ο̣ν̣ ὅλην[]
46(nonnulli versus desunt)83

1v

[οὔπω] κύκλος ἔην Ὑπερίονος οὐδὲ καὶ αὐτή [εἰλι]πόδων εὔληρα βοῶν 〈ἐτίνασσε〉 Σελήνη, [νὺ]ξ δὲ διηνεκέως ἄτερ ἤματος ἔρρεε μούνη ἄστρων λεπταλέῃσιν ὑπὸ στίλβουσα βολῇσι.
5τὰ φρονέων πολιοῖο δι’ ἠέρος ἔστιχεν Ἑρμῆς οὐκ οἶος, σὺν τῷ γε Λόγος κίεν ἀγλαὸς υἱός λαιψηραῖς πτερύγεσσι κεκασμένος, αἰὲν ἀληθής, ἁγνὴν ἀτρεκέεσσιν ἔχων ἐπὶ χείλεσι πειθώ, πατρῴου καθαροῖο νοήματος ἄγγελος ὠκύς.
10σὺν τῷ ἔβη γαῖάνδε με[τ... Ἑρμῆς] παπτα̣ι̣ν̣[] χῶρον [ἐύκρη]τον διζήμενος, ἔνθα πολίσσῃ ἄστυ [..........]ε̣στον, ὅ κεν πεπολισμένον εἴη ἄξιο[ν ἠελίου μορφ]ὴν εὐφεγγέα δέχθαι.
15ἀλλ’ [οὐ........] ἐπὶ κρυμώδεας ἄρκτους πα[ ] μοίραι〈σ〉 χθονὸς οὕνεκα κείναις []ε βαθὺς περιπέπταται ἀήρ []υ̣ν̣ό̣μενος νιφάδεσσι, [οὔλ]η̣ δ’ ἐπενήνοθε πάχνη
20[θν]ητὸν δέμας· οὐδέ κεν αὖθι [.....] [.....] []λ̣θε χ̣αλα.η []λις...λ̣αων
25[]φυε̣[] []επτα̣ι̣ ἄσκιος ἀήρ [] δύω κατὰ βασμὸν ἔασι []ι ἀκρήτοιο θερείης [] αἰθομένῳ πυρὶ γ[εί]των
30[]α πολυσπε[ρέω]ν̣ [γέ]ν̣[ος] ἀνδρῶν []κ̣λ̣ητοι.. γένοντο
[κ]αὶ ἄστεα μοιρηθεῖσαι [] ὠκ[ε]ανοῖο []νυμίῃσι δ[έ]δα̣σται84
35[]οι, τῶν δέ τε μ̣έσσ[η] [λεχ]ωιὰς Ὠγυγίη χ[θώ]ν []ο̣μαι οι πο̣τ̣[] [] τὸ δὲ κ̣λ̣έος οὐδεπ..θ[] [] ἀντιπέρηθεν ὀρούσας
40[ἐ]υκτιμένῃ ἐνὶ Πυθοῖ []θεοι̣ μεγαλ̣[] []σ̣α̣ν̣οτ[] [].υσι[....[]
[]η̣ς διζημεν̣[]85