TLG 1816 002 :: EPICA ADESPOTA (GDRK) :: Laudes Theonis gymnasiarchi (P. Oxy. 7.1015)

EPICA ADESPOTA (GDRK) Epic.
(A.D. 1–7)

Laudes Theonis gymnasiarchi (P. Oxy. 7.1015)

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 55.

Citation: (Line)

1Αὐτός μοι τεὸν ἀεῖσαι ὑποφήτορα παῖδα, Ἑρμεία, σπεύσειας, ἀοιδοπόλῳ δ’ ἐπαρήγοις ἑπτάτονον χείρεσσι λύρην πολυηχέα κρούων, τὴν αὐτὸς τὰ πρῶτα κάμες παρὰ ποσσὶ τεκούσης
5ἄρτι πεσών, λύτρον δὲ βοῶν πόρες Ἀπόλλωνι· τούνεκα μουσοπόλον σε νέοι κλείουσι〈ν〉 ἀοιδοί, ἀγρονόμοι δὲ θεὸν νόμιον κλῄζουσι βοτῆρες, Ἑρμῆν δ’ ἐν σταδίοις ἐναγώνιον ἀθλητῆρες, γυμνασίων δὲ πόληες ἐπίσκοπον ἀείδουσιν.
10ἔνθα σε καὶ παῖς οὗτος, ἄναξ, ἱερῷ ἐνὶ δήμῳ πίδακ’ ἐ[λ]αιόρυτον προχέων ἀστοῖσι γεραίρει. οὐ γάρ σε πρώτιστα, Θέων, μετὰ παισὶν ἑταίροις ἀρχεύοντα νέον γινώσκομεν, ἀλλ’ ἔτι τηλοῦ ἠμὲν ἐλαιοχύτοισιν ἀλειφόμενοι κοτύλῃσιν
15ἠδὲ καὶ αἰνύμενοι δώρων Δημήτερος ἁγνῆς. κεῖνα μὲν ἐσθλὰ φίλος δήμῳ πόρες, ἐσθλὰ δ’ ἐπ’ ἐσθλοῖς ἐνθάδε νῦν παίδεσσι διδοῖς καὶ ἀμείνονα ταῦτα· ἦτοι μὲν γὰρ κεῖνα καὶ ἀφνειὸς πόροι ἀνήρ, πλούτου γὰρ κενεοῖο πέλει κενεαυχέα δῶρα,
20ταῦτα δὲ Μουσάων σοφίης δεδαημένος ἀνήρ· τῷ ς’ ἐπὶ τοῖσι μάλιστα γεραίρομεν ἤ περ ἐκείνοις,
οὕνεκα κεῖνα πατήρ σε διδάξατο, ταῦτα δὲ Μοῦσαι.55