TLG 1813 001 :: ANONYMUS DE PLANTIS AEGYPTIIS :: Fragmentum (P. Oxy. 15.1796) ANONYMUS DE PLANTIS AEGYPTIIS Fragmentum (P. Oxy. 15.1796) Citation: Column — (line) | ||
col1(9) | πολυγλαγέων κυκ[λα]μείνων | |
12 | [κυκλά]μεινος | |
---|---|---|
19 | θέρμεται | |
col2 | αἰσθάνετα̣[ι] ποταμοῦ γὰρ ἐπήλυσιν. ἢν δ’ ἀπολείπῃ, ῥίζῃσιν μεγάλῃσιν ἅτε φρονέοντι λογισμῷ πλεῖον ὕδωρ ἕλκουσα πολυπληθεῖ τότε καρπῷ. ἀλλ’ οὐκ ἔσθ’ ὅτε καρπὸν ἐφεδρεύσουσι λαβέσθαι | |
5 | ἄνθρωποι χα〈τέ〉οντες ἐ[υ]τραφέων κυκλαμίνων· πολλὴ γὰρ Νείλοιο χύσις, πολλὴ δ’ ἐπὶ σίτ̣ω〈ν〉 ἀφθονίη τετάνυσται, ἐπ̣οίη̣〈σ〉ε̣ν̣ δὲ γελ̣ῶσα〈ν〉 εὐθενίην, οὗ καρπὸς ἐπὶ χθόνα πᾶσαν ὁδεύει. ὠγύγιος̣ νόμος οὗτος ἀπ’ ἀρχαίων ἔτ’ ἀνάκτων | |
10 | θέσθαι δένδρεα κεῖνα παρ’ ἀλλήλοισι κολώναις, χώματος εὐύδροιο πέδην ἀλκ̣τῆρά τε λιμοῦ. | |
περσ〈ε〉ίη δ’ ἄκμητος ὑπὸ χλοεροῖσι πετήλοις εὐφορέει καρπῷ περικαλλέϊ μηδὲ πεπαίνει, μεχρὶς ἐπανθήσουσι κλάδοι πρότερον περὶ καρπό̣ν. | 203 | |
15 | πίπτει μηδ’ ἄρα νυκτὸς, ὅ̣τ̣’ ἐγγύθεν ὄρνυται ὕδωρ, περσ〈ε〉ίης ἄπο καρπὸς ἄτερ βαρυηχέο̣ς αὔρης. συμφέρεται μούνη γὰρ ἀθωπεύτῳ τε γέγηθεν ἀδροσίῃ, καρπὸν γὰρ ὑπ’ ἀδροσίῃσι πεπαίνει. σῆμα καὶ ἡμερίης εὐειδέος ἐγγὺς ἰδέσθαι· | |
20 | Νείλου πλημύροντος ὕδωρ νέον εὖτε πιοῦσα καρπὸν ἀπ’ ὀφθαλμοῖο ν[έ]ῳ συνανήκατο βλαστῷ | |
ἠέρος ἀκρισίῃσι π̣ρ̣ο̣ς̣.φ̣ι[.]ε̣ι δ’ ἐπὶ κήπῳ ... | 204 |