TLG 1805 011 :: VITAE HOMERI :: 〈Plutarchi〉 De Homero 1 Cf. et CERTAMEN HOMERI ET HESIODI (1252) 〈Plutarchi〉 De Homero 1 Source: Kindstrand, J.F. (ed.), [Plutarchi] De Homero. Leipzig: Teubner, 1990: 1–6. Cf. et 1805 012 Citation: (Line) | ||
1t | ΠΕΡΙ ΟΜΗΡΟΥ | |
---|---|---|
2t | Αʹ | |
1 | Περισσὸν μὲν ἴσως δόξειέ τισι πολυπραγμονεῖν περὶ Ὁμήρου, ποίων τε ἦν γονέων καὶ πόθεν, ἐπεὶ μηδὲ αὐτὸς ἠξίωσεν εἰπεῖν τὰ περὶ ἑαυτοῦ ἀλλ’ οὕτως ἐγκρατῶς ἔσχεν, ὡς μηδὲ τὴν ἀρχὴν τοῦ ὀνόματος ἐπιμνησθῆναι. ἐπεὶ δὲ ὡς πρὸς εἰσαγωγὴν τῶν ἀρχομένων παιδεύεσθαι | |
5 | χρήσιμος ἡ πολυπειρία, πειρασώμεθα εἰπεῖν ὅσα ἱστόρηται τοῖς πάλαι περὶ αὐτοῦ. Ἔφορος μὲν οὖν ὁ Κυμαῖος ἐν συντάγματι τῷ ἐπιγραφομένῳ Ἐπι‐ χωρίῳ, Κυμαῖον αὐτὸν ἀποδεικνύναι πειρώμενος, φησὶν ὅτι Ἀπελλῆς καὶ Μαίων καὶ Δῖος ἀδελφοὶ Κυμαῖοι τὸ γένος. ὧν Δῖος μὲν διὰ χρέα | |
10 | μετῴκησεν εἰς Ἄσκρην, κώμην τῆς Βοιωτίας, κἀκεῖ γήμας Πυκιμήδην ἐγέννησεν Ἡσίοδον. Ἀπελλῆς δὲ τελευτήσας ἐν τῇ πατρίδι Κύμῃ κατ‐ έλιπε θυγατέρα Κριθηίδα τοὔνομα, προστησάμενος αὐτῇ τὸν ἀδελφὸν Μαίονα. ὃς διακορεύσας τὴν προειρημένην καὶ τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῷ γεγονότι δείσας κατάγνωσιν, ἔδωκεν αὐτὴν πρὸς γάμον Φημίῳ | |
15 | Σμυρναίῳ, διδασκάλῳ γραμμάτων. φοιτῶσα δὲ αὐτὴ ἐπὶ τοὺς πλυνούς, οἳ ἦσαν παρὰ τῷ Μέλητι, ἀπεκύησε τὸν Ὅμηρον ἐπὶ τῷ ποταμῷ, καὶ | |
διὰ τοῦτο Μελησιγένης ἐκλήθη. μετωνομάσθη δὲ Ὅμηρος, ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη· οὕτω δὲ ἐκάλουν οἵ τε Κυμαῖοι καὶ οἱ Ἴωνες τοὺς τὰς ὄψεις πεπηρωμένους παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι | 1 | |
20 | τῶν ἡγουμένων. καὶ ταῦτα μὲν Ἔφορος. Ἀριστοτέλης δὲ ἐν τῷ τρίτῳ περὶ Ποιητικῆς ἐν Ἴῳ φησὶ τῇ νήσῳ, καθ’ ὃν καιρὸν Νηλεὺς ὁ Κόδρου τῆς Ἰωνικῆς ἀποικίας ἡγεῖτο, κόρην τινὰ τῶν ἐπιχωρίων γενομένην ὑπό τινος δαίμονος τῶν συγχορευτῶν ταῖς Μούσαις ἐγκύμονα, αἰδεσθεῖσαν τὸ συμβὰν διὰ τὸν ὄγκον τῆς γα‐ | |
25 | στρός, ἐλθεῖν εἴς τι χωρίον καλούμενον Αἴγιναν. εἰς ὃ καταδραμόντας λῃστὰς ἀνδραποδίσαι τὴν προειρημένην καὶ ἀγαγόντας εἰς Σμύρναν, οὖσαν ὑπὸ Λυδοῖς τότε, τῷ βασιλεῖ τῶν Λυδῶν ὄντι φίλῳ τοὔνομα Μαίονι χαρίσασθαι· τὸν δὲ ἀγαπήσαντα τὴν κόρην διὰ τὸ κάλλος γῆ‐ μαι. ἣν διατρίβουσαν παρὰ τῷ Μέλητι καὶ συσχεθεῖσαν ὑπὸ τῆς | |
30 | ὠδῖνος ἔτυχεν ἀποκυῆσαι τὸν Ὅμηρον ἐπὶ τῷ ποταμῷ. ὃν ἀναλαβὼν ὁ Μαίων ὡς ἴδιον ἔτρεφε, τῆς Κριθηίδος μετὰ τὴν κύησιν εὐθέως τελευ‐ τησάσης. χρόνου δὲ οὐ πολλοῦ διελθόντος καὶ αὐτὸς ἐτελεύτησε. τῶν δὲ Λυδῶν καταπονουμένων ὑπὸ τῶν Αἰολέων καὶ κρινάντων καταλι‐ πεῖν τὴν Σμύρναν, κηρυξάντων δὲ τῶν ἡγεμόνων τὸν βουλόμενον ἀκο‐ | |
35 | λουθεῖν ἐξιέναι τῆς πόλεως, ἔτι νήπιος ὢν Ὅμηρος ἔφη καὶ αὐτὸς βούλεσθαι ὁμηρεῖν· ὅθεν ἀντὶ Μελησιγένους Ὅμηρος προσηγορεύθη. Γενόμενος δὲ ἐν ἡλικίᾳ καὶ δόξαν ἐπὶ ποιητικῇ κεκτημένος ἤδη ἐπηρώτα τὸν θεόν, τίνων τε ἦν γονέων καὶ πόθεν. ὁ δὲ ἀνεῖλεν οὕτως· ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα | |
40 | δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι. φέρεται δὲ καὶ ἕτερος χρησμὸς τοιοῦτος· ὄλβιε καὶ δύσδαιμον—ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι—, | |
πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρὶς ἔστι, μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης, | 2 | |
45 | Μίνωος γαίης, οὔτε σχεδὸν οὔτ’ ἀποτηλοῦ· ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον· δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν | |
(50) | ἠελίων δισσῶν, ἣν δ’ ἀθανάτοις ἰσόμοιρον, ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δ’ ἔτι πολλὸν ἀγήρως. μετ’ οὐ πολὺν δὲ χρόνον πλέων εἰς Θήβας ἐπὶ τὰ Κρόνια (ἀγὼν δὲ οὗτος ἄγεται παρ’ αὐτοῖς μουσικός) ἦλθεν εἰς Ἴον. ἔνθα ἐπὶ πέτρας καθεζόμενος ἐθεάσατο ἁλιεῖς προσπλέοντας, ὧν ἐπύθετο εἴ τι ἔχοιεν. | |
55 | οἱ δὲ ἐπὶ τῷ θηρᾶσαι μὲν μηδέν, φθειρίσασθαι δὲ διὰ τὴν ἀπορίαν τῆς θήρας οὕτως ἀπεκρίναντο· ὅσς’ ἕλομεν, λιπόμεσθ’· ὅσς’ οὐχ ἕλομεν, φερόμεσθα, αἰνισσόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες κατ‐ έλιπον, οὓς δὲ οὐκ ἔλαβον ἐν τῇ ἐσθῆτι φέροιεν. ὅπερ οὐ δυνηθεὶς | |
60 | συμβαλεῖν Ὅμηρος διὰ τὴν ἀθυμίαν ἐτελεύτησε. θάψαντες δὲ αὐτὸν οἱ Ἰῆται μεγαλοπρεπῶς τοιόνδε ἐπέγραψαν αὐτοῦ τῷ τάφῳ· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον. εἰσὶ μέντοι οἳ καὶ Κολοφώνιον αὐτὸν ἀποδεικνύναι πειρῶνται, μεγίστῳ | |
65 | τεκμηρίῳ χρώμενοι πρὸς ἀπόδειξιν τῷ ἐπὶ τοῦ ἀνδριάντος ἐπιγεγραμ‐ | |
μένῳ ἐλεγείῳ· ἔχει δὲ οὕτως· υἱὲ Μέλητος, Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον, καὶ τάσδ’ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας | 3 | |
70 | δισσὰς ἡμιθέων γραψάμενος σελίδας· ὑμνεῖ δ’ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον, ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον. ἄξιον δὲ μηδὲ τὸ ὑπὸ Ἀντιπάτρου τοῦ ἐπιγραμματοποιοῦ γραφὲν ἐπί‐ γραμμα παραλιπεῖν, ἔχον οὐκ ἀσέμνως· ἔχει δὲ οὕτως· | |
75 | οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε, οἱ δὲ καλὰν Σμύρναν, οἱ δ’ ἐνέπουσι Χίον, οἱ δ’ Ἴον, οἱ δ’ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα, οἱ δέ νυ τὰν Λαπιθᾶν ματέρα Θεσσαλίαν· ἄλλοι δ’ ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με Φοίβου | |
80 | χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύναν, πάτρα τοι τελέθει μέγας οὐρανός, ἐκ δὲ γυναικὸς οὐ θνατᾶς, ματρὸς δ’ ἔπλεο Καλλιόπας. Γενέσθαι δὲ αὐτὸν τοῖς χρόνοις οἱ μέν φασι κατὰ τὸν Τρωικὸν πόλεμον, οὗ καὶ αὐτόπτην γενέσθαι, οἱ δὲ μετὰ ἑκατὸν ἔτη τοῦ | |
85 | πολέμου, ἄλλοι δὲ μετὰ πεντήκοντα καὶ ἑκατόν. ἔγραψε δὲ ποιήματα δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν, ὡς δέ τινες, οὐκ ἀληθῶς λέγοντες, γυμνα‐ σίας καὶ παιδείας ἕνεκα Βατραχομυομαχίαν προσθεὶς καὶ Μαργίτην. Τοῦ δὲ Τρωικοῦ πολέμου καθ’ Ὅμηρόν τινές φασιν ἀρχὴν εἶναι τὴν τῶν θεῶν κρίσιν, Ἥρας καὶ Ἀθηνᾶς καὶ Ἀφροδίτης, περὶ κάλλους ἐπ’ | |
90 | Ἀλεξάνδρου γενομένην· λέγειν γὰρ τὸν ποιητήν· ὃς νείκεσσε θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο, τὴν δ’ ᾔνης’ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. ἀλλ’ οὐ πρέπον ὑπολαμβάνειν θεοὺς ὑπὸ ἀνθρώπων κεκρίσθαι, οὔτε ὑπὸ Ὁμήρου δι’ ἄλλων παρίσταται τοῦτο· ὅθεν εὐλόγως ἠθέτηνται οἱ | 4 |
95 | προκείμενοι στίχοι. Ἄμεινον οὖν λέγειν ὅτι Ἀλέξανδρος ὁ Πριάμου παῖς, ἐπιθυμήσας Ἑλληνικοῦ βίου μαθεῖν ἀγωγήν, ἔπλευσεν εἰς Σπάρτην. καὶ ἐπιξενω‐ θεὶς Ἑλένῃ, Μενελάου κατὰ τὸν οἶκον οὐκ ὄντος, ἀνέπεισεν αὐτὴν ἀκολουθεῖν. ἐλθὼν δὲ εἰς τὴν Κρανάην καλουμένην νῆσον ἐμίγη | |
(100) | πρῶτον τῇ γυναικί, κἀκεῖθεν πλεύσας διὰ Σιδῶνος καὶ Φοινίκης ἧκεν εἰς Ἴλιον. ἐπιγνόντες δὲ οἱ περὶ Ἀγαμέμνονα καὶ Μενέλαον τὸ πε‐ πραγμένον στρατιὰν ἤθροισαν ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας. ἔνθα καὶ θυόντων αὐτῶν δράκων ἐπὶ τὸ πλησίον ἀνελθὼν δένδρον στρουθοῦ νεοσσοὺς ὀκτὼ διέφθειρεν, οἷς ἡ μήτηρ ἐνάτη συγκατείλεκτο. ἐμήνυε | |
105 | δὲ τὸ σημεῖον ὅτι ἐννέα ἔτη πολεμήσαντες τῷ δεκάτῳ αἱροῦσι τὴν Ἴλιον. ἡνίκα δὲ πλεύσαντες ἐπέβησαν τῆς Τροίας, μετὰ πρώτην συμ‐ βολήν, καθ’ ἣν ἀνῃρέθη Πρωτεσίλαος, Μενέλαόν τε καὶ Ὀδυσσέα πρέσβεις ἀπέστειλαν τὴν Ἑλένην ἀπαιτοῦντες. τῶν δὲ Τρώων ἀντει‐ πόντων πάλιν συμβολὰς ἐποιοῦντο πολέμου. καὶ ἐπικρατήσαντες τοὺς | |
110 | μὲν Τρῶας ἐντὸς τειχῶν κατέκλεισαν, αὐτοὶ δὲ εἰς δύο μερισθέντες τοὺς μὲν εἴασαν παρεδρεύειν τῇ πόλει, οἱ δὲ στρατηγοῦντος Ἀχιλλέως τὰς παρακειμένας πόλεις ἐπόρθουν, συμμαχίας ἀφαιρούμενοι τοὺς Τρῶας. ἐξ ὧν μίαν ἑλόντες, Χρῦσαν, γέρας ἔδοσαν Ἀγαμέμνονι Χρυση‐ ίδα, Χρύσου ἱερέως Ἀπόλλωνος θυγατέρα. ὁ δὲ ἐλθὼν ἐπὶ τὸν ναύ‐ | |
115 | σταθμον, ἵνα λυτρώσηται τὴν παῖδα, καὶ ὑβρισθεὶς ὑπὸ Ἀγαμέμνονος ηὔξατο τῷ Ἀπόλλωνι κολάσαι τοὺς Ἕλληνας. ἐπακούσας δὲ τῆς εὐχῆς | |
ὁ θεὸς λοιμὸν ἔπεμψεν αὐτοῖς. καὶ τότε Ἀχιλλέως παραινέσαντος ἀπο‐ δοῦναι τὴν Χρυσηίδα Ἀγαμέμνων ὀργισθεὶς ἠπείλησεν ἀφαιρήσεσθαι τὸ Ἀχιλλέως γέρας, Βρισηίδα. 〈***〉 τὴν δὲ μητέρα, Θέτιν, αἰτήσα‐ | 5 | |
120 | σθαι παρὰ τοῦ Διὸς ἧτταν Ἑλλήνων. οὗ γενομένου Πάτροκλος προτρα‐ πεὶς ὑπὸ Νέστορος ἱκέτευσεν Ἀχιλλέα δοῦναι κἂν ἐπ’ ὀλίγον τὴν παν‐ οπλίαν αὐτῷ, ἵνα τοὺς Τρῶας τῶν νεῶν ἀπώσηται. ἐξελθὼν δὲ Πάτροκλος καὶ γενναίως ἀριστεύσας μετ’ οὐ πολὺ ἀνῃρέθη. χαλεπήνας δὲ ὁ Ἀχιλλεὺς ἐπαύσατο μὲν τῆς πρὸς Ἀγαμέμνονα ἔχθρας, λαβὼν δὲ | |
125 | ἡφαιστότευκτον πανοπλίαν ἄλλους τε πολλοὺς ἀνεῖλε καὶ τελευταῖον τὸν Ἕκτορα. Ἡ μὲν οὖν τάξις τῶν πραγμάτων ἐστὶν αὕτη. ὁ δὲ ποιητὴς ἀπὸ τοῦ ἐνάτου ἔτους ἤρξατο, ἐπεὶ τὰ πρὸ τῆς Ἀχιλλέως μήνιδος ἦν ἀτονώτερα καὶ πράξεις οὐκ ἔχοντα λαμπρὰς οὐδ’ ἐπαλλήλους. συμμαχοῦντος γὰρ | |
130 | Ἕλλησιν Ἀχιλλέως οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος. ἀποστάντος δὲ τούτου θαρσήσαντες προῆλθον. καὶ τῆς μάχης ἐπίσης γενομένης πολυπρόσωποί τε καὶ συνεχεῖς 〈αἱ〉 τῶν ἡρώων ἀριστεῖαι | |
135 | κατέστησαν. | 6 |