TLG 1805 010 :: VITAE HOMERI :: Sudae vita Cf. et CERTAMEN HOMERI ET HESIODI (1252) Sudae vita Citation: (Line) | ||
1 | Ὅμηρος ὁ ποιητὴς ἦν υἱὸς Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηίδος νύμφης ὥς φησι Καστρίκιος ὁ Νικαεύς, ὡς δ’ ἄλλοι φασὶν Ἀπόλλωνος καὶ Καλλιόπης | |
---|---|---|
τῆς Μούσης, ὡς δὲ Χάραξ φησιν ὁ ἱστορικὸς 〈Φ.Η.Γ. iii. | 256 | |
5 | 641 fr. 20〉 Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρός, κατὰ δ’ ἄλλους ἦν υἱὸς Τηλεμάχου τοῦ υἱοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστορος. ἔστι δ’ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη. Αἰθούσης Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δ’ Οἴαγρος, τοῦ δ’ Ὀρφεύς, τοῦ | |
10 | δὲ Δρής, τοῦ δ’ Εὐκλέης, τοῦ δ’ Ἰδμονίδης, τοῦ δὲ Φιλο‐ τέρπης, τοῦ δ’ Εὔφημος, τοῦ δ’ Ἐπιφράδης, τοῦ δὲ Μελά‐ νωπος, τοῦ δ’ Ἀπελλῆς, τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς Ἀμαζόσιν ἐν Σμύρνῃ καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους ἐποίησεν Ὅμηρον. ὁμοίως δὲ καὶ κατὰ τὴν | |
15 | πατρίδα ἀμφίβολος διὰ τὸ ἀπιστηθῆναι ὅλως εἶναι θνητὸν τῷ μεγέθει τῆς φύσεως. οἱ μὲν γὰρ ἔφασαν γενέσθαι Σμυρναῖον, οἱ δὲ Χῖον, οἱ δὲ Κολοφώνιον, οἱ δ’ Ἰήτην, οἱ δὲ Κυμαῖον, οἱ δ’ ἐκ Τροίας ἀπὸ χωρίου Κεγχρεῶν, οἱ δὲ Λυδόν, οἱ δ’ Ἀθηναῖον, οἱ δ’ Ἰθακήσιον, οἱ δὲ Κύπριον, | |
20 | οἱ δὲ Σαλαμίνιον, οἱ δὲ Κνώσσιον, οἱ δὲ Μυκηναῖον, οἱ δ’ Αἰγύπτιον, οἱ δὲ Θετταλόν, οἱ δ’ Ἰταλιώτην, οἱ δὲ Λευκανόν, οἱ δὲ Γρύνιον, οἱ δὲ Ῥωμαῖον, οἱ δὲ Ῥόδιον. καὶ προση‐ γορεύετο μὲν κυρίως Μελησιγένης· καὶ γὰρ ἐτέχθη παρὰ τῷ Μέλητι ποταμῷ κατὰ τοὺς Σμυρναῖον αὐτὸν γενεαλογοῦντας. | |
25 | ἐκλήθη δ’ Ὅμηρος διὰ τὸ πολέμου ἐνισταμένου Σμυρναίοις πρὸς Κολοφωνίους ὅμηρον δοθῆναι, ἢ τὸ βουλευομένων Σμυρναίων δαιμονίᾳ τινι ἐνεργείᾳ φθέγξασθαι καὶ συμβου‐ λεῦσαι ἐκκλησιάζουσι περὶ τοῦ πολέμου. γέγονε δὲ πρὸ τοῦ τεθῆναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζʹ. | 257 |
30 | Πορφύριος δ’ ἐν τῇ φιλοσόφῳ ἱστορίᾳ 〈fr. ii. p. 5 Nauck〉 πρὸ ρλβʹ φησιν. ἐτέθη δ’ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυτοῖς ὕστερον υζʹ. τινὲς δὲ μετὰ ρξʹ μόνους ἐνιαυτοὺς τῆς Ἰλίου ἁλώσεως τετέχθαι ἱστοροῦσιν Ὅμηρον· ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοεʹ. γήμας δ’ ἐν Χίῳ Ἀρησιφόνην | |
35 | τὴν Γνώτορος τοῦ Κυμαίου θυγατέρα ἔσχεν υἱεῖς δύο καὶ θυγατέρα μίαν, ἣν ἔγημε Στασῖνος ὁ Κύπριος. οἱ δ’ υἱεῖς Ἐρίφων καὶ Θεόλαος. ποιήματα δ’ αὐτοῦ ἀναμφίλεκτα Ἰλιὰς καὶ Ὀδύσσεια. ἔγραψε δὲ τὴν Ἰλιάδα οὐχ ἅμα, οὐδὲ κατὰ τὸ συνεχὲς ὥσπερ σύγκειται, ἀλλ’ αὐτὸς μὲν | |
40 | ἑκάστην ῥαψῳδίαν γράψας καὶ ἐπιδειξάμενος τῷ περινοστεῖν τὰς πόλεις τροφῆς ἕνεκεν ἀπέλιπεν. ὕστερον δὲ συνετέθη καὶ συνετάχθη ὑπὸ πολλῶν καὶ μάλιστα ὑπὸ Πεισιστράτου τοῦ τῶν Ἀθηναίων τυράννου. ἀναφέρεται δ’ εἰς αὐτὸν καὶ | |
ἄλλα τινὰ ποιήματα· Ἀμαζονία, Ἰλιὰς μικρά, Νόστοι, | 258 | |
45 | Ἐπικιχλίδες, Ἠθιέπακτος ἤτοι Ἴαμβοι, Μυοβατραχομαχία, Ἀραχνομαχία, Γερανομαχία, Κεραμίς, Ἀμφιαράου ἐξέλασις, παίγνια, Σικελίας ἅλωσις, Ἐπιθαλάμια, κύκλος, ὕμνοι, Κύπρια. γηραιὸς δὲ τελευτήσας ἐν τῇ νήσῳ τῇ Ἴῳ τέθα‐ πται, τυφλὸς ἐκ παίδων γεγονώς, τὸ δ’ ἀληθὲς ὅτι οὐχ | |
(50) | ἡττήθη ἐπιθυμίας ἣ παρὰ τῶν ὀφθαλμῶν ἄρχεται καὶ παρὰ τοῦτο ἱστορήθη τυφλός. ἐπιγέγραπται δ’ ἐν τῷ τάφῳ αὐτοῦ τόδε τὸ ἐλεγεῖον, ὃ ὑπὸ τῶν Ἰητῶν ἐποιήθη χρόνῳ πολλῷ ὥς φησι Καλλίμαχος· ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει | |
55 | ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. φησὶ δὲ Διοσκουρίδης 〈F.H.G. ii. 193〉 ἐν τοῖς παρ’ Ὁμήρῳ νόμοις ὅτι ὁ ποιητὴς ὁρῶν τὴν σωφροσύνην οἰκειο‐ τάτην ἀρετὴν οὖσαν καὶ πρώτην τοῖς νέοις, ἔτι δὲ ἁρμόττου‐ σαν καὶ καλῶν χορηγὸν οὖσαν, βουλόμενος πάλιν ἐμφῦσαι | |
60 | αὐτὴν ἀπ’ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον | |
ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι, καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας, ἔτι τε καὶ ἐμφύτους | 259 | |
65 | οὔσας περὶ ἐδωδὴν καὶ πόσιν· τοὺς δὲ διαμεμενηκότας ἐν ταῖς εὐτελείαις εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γινο‐ μένους ἐγκρατεῖς. ἐφ’ ᾧ καὶ ἁπλῆν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσί τε καὶ ἰδιώταις λέγων | |
70 | παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν· σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτε ἐν γάμοις οὔτ’ ἐν ἄλλῃ συνόδῳ | |
75 | παρατίθησιν οὐδέν· καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους, Μενέλαόν τε τοὺς Ἑρμιόνης γάμους ποιοῦντα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός· καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου νῶτα βοὸς παρέθηκεν ἀείρας | |
80 | ὄπτ’ ἐν χερσὶν ἑλὼν τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. | |
οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλὰ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. καὶ Αἴαντα μετὰ τὴν μονομαχίαν νώτοισι γέραιρεν ὁ Ἀγαμέμνων, καὶ τῷ | 260 | |
85 | Νέστορι γηραιῷ ὄντι κρέας ὀπτὸν βοὸς δίδωσι καὶ Ἀλκίνῳ δὲ τρυφερὸν ᾑρημένῳ βίον, σπουδάζων ἡμᾶς ἀποστῆσαι τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Νέστορα δὲ ποιεῖ παρὰ τῇ θαλάσσῃ τῷ Ποσειδῶνι κεχαρισμένην τινα θυσίαν ἐπιτε‐ λοῦντα καὶ πολλοὺς ἔχοντα, τάδε παρακελευόμενον· | |
90 | ἀλλ’ ἄγ’ ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω καὶ τὰ ἑξῆς· καὶ Ἀλκίνους δὲ τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ τοὺς μνηστῆρας | |
95 | ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας. ὅτι Ὅμηρος πηρὸς ὢν τὰς ὄψεις περιενόστει καὶ ἀφίκετο εἰς Γλαῦκον ποιμένα. ὁ δὲ πρὸς τὸν ἴδιον δεσπότην αὐτὸν ἤγαγεν. ὁ | |
(100) | δὲ ἰδὼν αὐτὸν δεξιὸν καὶ πολλῶν ἔμπειρον πείθει αὐτὸν αὐτόθι μένειν καὶ τῶν παίδων ἐπιμέλειαν ποιεῖσθαι. ὁ δὲ ἔπρασσε ταῦτα καὶ τοὺς Κέρκωπας καὶ τὴν Μυοβατραχο‐ μαχίαν καὶ Ψαρομαχίαν καὶ Ἑπταπάκτιον καὶ Ἐπικιχλίδας καὶ ἄλλα ὅσα παίγνιά ἐστιν Ὁμήρου ἐποίησε παρὰ τῷ Χίῳ | 261 |
105 | ἐν Βολισσῷ. εἶτα ἀφίκετο εἰς Σάμον, καὶ εὗρε γυναῖκα Κουροτρόφῳ θύουσαν, καὶ λέγει τὰ ἔπη τάδε· κλῦθί μοι εὐχομένῳ Κουροτρόφε, δὸς δὲ γυναῖκα τήνδε νέων ἀπανήνασθαι φιλότητα καὶ εὐνήν, ἡ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, | |
110 | ὧν οὐραὶ μὲν ἀπήμβλυνται θυμὸς δὲ μενοινᾷ. ἐπεὶ δὲ ἧκεν εἰς τὴν φρήτραν ἔνθα ἐδαίνυντο, πῦρ ἀνέκαυσαν. ὁ δ’ Ὅμηρος εἶπεν· ἀνδρὸς μὲν παῖδες στέφανος, πύργοι δὲ πόληος, ἵπποι δ’ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης, | |
115 | χρήματα δ’ αὔξει οἶκον· ἀτὰρ γεραροὶ βασιλῆες ἥμενοι εἰν ἀγορῇ κόσμος τ’ ἄλλοισιν ὁρᾶσθαι, αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι. ὁ αὐτὸς Ὅμηρος μέλλων πλεῖν καὶ τῶν ναυτῶν δεξαμένων αὐτὸν ἐμβὰς εἰς τὴν ναῦν ἔφη τὰ ἔπη ταῦτα· | |
120 | κλῦθι Ποσείδαον μεγαλοσθενές, ἐννοσίγαιε εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος, δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἀρέσθαι | |
ναύταις οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασιν. δὸς δ’ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος | 262 | |
125 | αἰδοίων μ’ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν. ὁ αὐτὸς ἐπιτυχών τισι μέλλουσι πλεῖν εἰς Χίον ἐδεῖτο αὐτῶν ἀναλαβεῖν αὐτόν. οἱ δὲ οὐκ ἐδέξαντο αὐτόν, καὶ | |
130 | λέγει τὰ ἔπη ταῦτα· ναῦται ποντοπόροι στυγερῇ ἐναλίγκιοι αἴσῃ πτωκάσιν αἰθυίῃσιν ἰὸν δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μετόπισθεν ὄπις ξενίου Διὸς ὅς κ’ ἀλίτηται. | |
135 | τῷ αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ὑπὸ πίτυν ἐπιπίπτει καρπός, ὃν μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλοῦσι. καὶ λέγει τάδε· ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἀνήσοι Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης· | |
140 | ἔνθα σίδηρος ἄριστος ἐπιχθονίοισι βροτοῖσιν ἔσσεται εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσιν. ὁ αὐτὸς δειπνῶν μετὰ Γλαύκου καὶ τῶν κυνῶν ἑστώτων καὶ ὑλακτούντων καὶ δειπνησάντων λέγει τάδε· Γλαῦκε βροτῶν ἐπιόπτα ἔπος τί σοι ἐν φρεσὶ θήσω· | |
145 | πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρῃσι δοῦναι· τὼς γὰρ ἄμεινον· ὁ γὰρ καὶ πρόσθεν ἀκούει ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. ταῦτα ἀκούσας ὁ Γλαῦκος ἐθαύμασε. τὸν αὐτὸν ἰδόντες κεραμέες κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέ‐ | 263 |
(150) | σαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη· καὶ ἐκέλευον σφίσι ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου. ὁ δ’ Ὅμηρος ᾄδει αὐτοῖς τὰ ἔπη ταῦτα, ἃ καλεῖται κάμινος· εἰ μὲν δώσετε μισθὸν ἀοιδῆς ὦ κεραμῆες δεῦρ’ ἄγ’ Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου· | |
155 | εὖ δὲ μαρανθεῖεν κότυλοι καὶ πάντα μάλευρα φρυχθῆναί τε καλῶς καὶ τιμῇ ὄνειαρ ἑλέσθαι. πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς, πολλὰ δὲ κερδῆναι· ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι. ἢν δ’ ἐπ’ ἀναιδείην στρεφθέντες ψεύδε’ ἄρησθε | |
160 | συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας συντρίψαι, Σμάραγόν τε καὶ Ἄσβεστον ἠδὲ Σαβάκτην Ὠμόδαμόν θ’ ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι. † στεῖλαι πυραίθουσαν καὶ δώματα· σὺν δὲ κάμινος πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων. | |
165 | ὡς γνάθος ἱππείη βρύκει βρύκοι δὲ κάμινος, | |
πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα. δεῦρο καὶ Ἠελίου θύγατερ πολυφάρμακε Κίρκη ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα. δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολλοὺς Κενταύρους | 264 | |
170 | οἵ θ’ Ἡρακλῆος χεῖρας φύγον οἵ τ’ ἀπόλοντο. τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος. αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά· γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην. ὃς δέ χ’ ὑπερκύψῃ περὶ τούτου πᾶν τὸ πρόσωπον | |
175 | φλεχθῇ ὅπως πάντες ἐπίστωνται αἴσιμα ῥέζειν. ὁ αὐτὸς παραχειμάζων ἐν τῇ Σάμῳ καὶ προσπορευόμενος πρὸς τὰς οἰκίας τῶν ἐπιφανεστάτων ἐλάμβανέ τι ἀείδων τὰ ἔπεα ταῦτα ἃ καλεῖται Εἰρεσιώνη. ὡδήγουν δ’ αὐτὸν καὶ συμπαρῆσαν ἀεὶ τῶν παίδων τινὲς τῶν ἐγχωρίων· | |
180 | δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο, ὃς μέγα μὲν ἀϋτεῖ μέγα δὲ βρέμει ὄλβιος αἰεί· αὐτὰρ ἀνακλίνεσθε θύραι, πλοῦτος γὰρ ἔπεισι πολλός, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα, εἰρήνη τ’ ἀγαθή· ὅσα δ’ ἄγγεα μεστὰ μὲν εἴη, | |
185 | κυρκαίη δ’ αἰεὶ κατὰ δόρπου ἕρπεο μάζα. νῦν μὲν κριθαίην εὐώπιδα σησαμόεσσαν, τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφρακα βήσεται ὑμνεῖν. | |
ἡμίονοι δ’ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα, αὐτὴ δ’ ὕφαιν’ ἱστὸν ἐπὶ λέκτρα βεβηκυῖα | 265 | |
190 | νευμαί τοι νεῦμαι ἐνιαύσιος ἔστε χελιδὼν ἑστήκῃ προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα † πέρσαι τῷ Ἀπόλλωνος γυιάτιδος † καὶ εἰ μέν τι δώσεις, εἰ δὲ μὴ οὐχ ἑστήξομεν, | |
195 | οὐ γὰρ συνοικήσοντες ἐνθάδ’ ἤλθομεν. ᾔδετο ταῦτα ἐπὶ πολὺν χρόνον παρὰ τῶν παίδων ἐν τῇ Σάμῳ. ἀπήρχετο δ’ εἰς Ἴον, καὶ κατὰ τὴν ὁδὸν ἤρξατο μαλακῶς ἔχειν. καὶ ἐξελθὼν ἐκ τοῦ πλοίου ἀνεπαύετο ἐπὶ τῆς κυματωγῆς ἐπὶ πλείους ἡμέρας. κατέπλωσαν δὲ παῖδες | |
(200) | ἁλιεῖς, καὶ ἐκβαίνοντες ἐκ τοῦ ἀκατίου προσελθόντες πρὸς αὐτὸν εἶπον ἄγετε ὦ ξένοι ἐπακούσατε ἡμέων ἢν ἄρα δύνησθε ἀναγνῶναι ἅσς’ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν. οἱ δ’ εἶπον· ἡμεῖς ἅσς’ ἂν ἕλωμεν κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν φέρομεν. οἱ δέ φασι | |
205 | μέτρῳ εἰπεῖν αὐτούς· | |
ἅσς’ ἕλομεν λιπόμεσθα· ἃ δ’ οὐχ ἕλομεν φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρόντων γνῶναι τὰ λεχθέντα, διηγήσαντο οἱ παῖδες ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν τῇ γῇ ἐφθειρίζοντο. καὶ ὅσους μὲν | 266 | |
210 | ἔλαβον τῶν φθειρῶν, ἀνεῖλον· ὅσους δὲ μὴ ἠδύναντο, εἰς οἶκον ἀπεφέροντο. ὁ δ’ Ὅμηρος ἀκούσας ταῦτα ἔλεγε τὰ ἔπη ταῦτα· τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε οὔτε βαθυκλήρων οὔτ’ ἄσπετα μῆλα νεμόντων. | |
215 | ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν τῇ Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων λεχθὲν κάθαπερ οἴονταί τινες, ἀλλὰ τῇ μαλακίᾳ. καὶ ἐτάφη ἐν τῇ Ἴῳ ἐπ’ ἀκτῆς καὶ ἐπέγραψαν οἱ Ἰῆται ἐπί‐ γραμμα· | |
220 | ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. | |
ἡ δὲ ποίησις ἐκπέπτωκε καὶ ἐθαυμάζετο ὑπὸ πολλῶν. | 267 |