TLG 1805 009 :: VITAE HOMERI :: Eustathii vita (Il. 4.17)

VITAE HOMERI Biogr.
(Varia)

Cf. et CERTAMEN HOMERI ET HESIODI (1252)

Eustathii vita (Il. 4.17)

Source: Allen, T.W. (ed.), Homeri opera, vol. 5. Oxford: Clarendon Press, 1912 (repr. 1969): 255.

Citation: (Line)

1 Ὁμήρου δὲ γένος οὐδ’ αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν. εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰ τὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας ὅστις ποτὲ καὶ
5ὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶν ποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ Σμυρ‐ ναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφι‐ σβητοῦσι δ’ αὐτοῦ καὶ Χῖοι μαρτύριον προχειριζόμενοι τοὺς καλουμένους Ὁμηρίδας ὧν καὶ Πίνδαρος μέμνηται. καὶ
10ἕτεροι δὲ πολλοὶ Ὁμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι αὐτὸν ἔχειν πολίτην ἢ ἑτέροις ἀγαθοῖς
σεμνύνεσθαι.255