TLG 1805 008 :: VITAE HOMERI :: Tzetzae vita (Chil. 13.626–665)

VITAE HOMERI Biogr.
(Varia)

Cf. et CERTAMEN HOMERI ET HESIODI (1252)

Tzetzae vita (Chil. 13.626–665)

Source: Allen, T.W. (ed.), Homeri opera, vol. 5. Oxford: Clarendon Press, 1912 (repr. 1969): 254–255.

Citation: (Chiliad line)

626Ὁ Ὅμηρος ὁ πάνσοφος ἡ θάλασσα τῶν λόγων πλὴν γέμουσα τοῦ νέκταρος οὐχ ἁλμυρῶν ὑδάτων, ἑπτὰ πατρίδων λέγεται τυγχάνειν ἀμφιβόλων. ἑπτὰ πατέρων γέννημα καὶ τούτων ἀμφιβόλων.
630σὺ δὲ Σμυρναῖον γίνωσκε τὸν Ὅμηρον ὑπάρχειν, υἱὸν δὲ δὴ τοῦ Μέλητος ὄντα καὶ Κριθηίδος ἐῶ τὰ μυθωδέστερα γονῆς τῆς τούτου λέγειν. διδάσκαλον Ὁμήρου δὲ τὸν Πορναπίδην νόει. σύνευνος ἦν Ὁμήρου δὲ τὴν κλῆσιν Εὐρυδίκη,
635Γνώστορος εἴτε Πάστορος θυγάτηρ τοῦ Κυμαίου. Σερίφων καὶ Θεόλαος υἱοὶ δὲ τοῦ Ὁμήρου· θυγάτηρ Ἀρσιφόνη δέ, ἣν ἔγημε Στασῖνος, Στασῖνος ὁ τὰ Κύπρια συγγράμματα ποιήσας ἅπερ οἱ πλείους λέγουσιν Ὁμήρου πεφυκέναι,
640εἰς προῖκα δὲ σὺν χρήμασι δοθῆναι τῷ Στασίνῳ Ἀρκτῖνος ὁ Μιλήσιος ἦν μαθητὴς Ὁμήρου, καὶ δοῦλος δὲ τῷ ποιητῇ κλῆσιν ὑπῆρχε Βύκκων ὃν βίκωνα καὶ φλάσκωνα παίζων ὁ Τζέτζης λέγει. βιβλία τοῦ Ὁμήρου δὲ τρία εἰσὶ καὶ δέκα.
645ὁ χρόνος τούτου σύγχρονος ἦν ἐκστρατείας δύο, Θηβαικῇ καὶ Τρωικῇ κατὰ πολλοὺς ἑτέρους. ὁ δ’ Ἀπολλόδωρος αὐτὸς ὁ χρονογράφος λέγει τελεῖν μετ’ ὀγδοήκοντα ἔτη τῆς Τρώων μάχης. Ἡσίοδος δὲ ἤκμαζεν ὡς εὗρον ἐν ἑτέροις,

(650)

κατὰ τὴν ἑνδεκάτην μὲν αὐτὴν Ὀλυμπιάδα. τοιάδε τῷ Ὁμήρῳ δὲ ἡ τελευτὴ συνέβη. ἦν προχρησθὲν θανεῖν αὐτὸν ὅταν ἠρωτημένος οὐ δυνηθῇ τὸ αἴνιγμα ἐκεῖνο ἐπιλῦσαι. πένης τελῶν δὲ ὁ ἀνὴρ καί γε τυφλὸς ἐκ γήρως·254
655τὰ μυθικὰ ληρήματα τίς γὰρ φρονῶν ἐγγράφοι; ἁπανταχοῦ διήρχετο τὰς χώρας τῆς Ἑλλάδος λέγων αὐτοῦ ποιήματα δεχόμενος ἐντίμως εἰς δ’ Ἀρκαδίαν ξενισθεὶς ὑπὸ τοῦ Κρεωφύλου περιπατήσων ἔρχεται ἐπὶ τὴν παραλίαν.
660ὡς δ’ εἶπεν ἄνδρες ἁλιεῖς Ἀρκάδες ἔχομέν τι; οἱ δ’ ἀπεκρίθησαν αὐτῷ περὶ φθειρῶν λαλοῦντες ὡς οὓς εἷλον οὐκ ἔχουσιν, ἔχουσι δ’ οὕς περ εἷλον, ὑπέστρεφε λυπούμενος ὡς μὴ νοήσας τοῦτο. πηλοῦ δ’ ὄντος ὠλίσθησε καὶ κεκρουκὼς εἰς πέτραν
665κλᾶται πλευρὰν τὴν δεξιὰν καὶ τελευτᾷ τριταῖος.255