TLG 1805 005 :: VITAE HOMERI :: Vita quinta

VITAE HOMERI Biogr.
(Varia)

Cf. et CERTAMEN HOMERI ET HESIODI (1252)

Vita quinta

Source: Allen, T.W. (ed.), Homeri opera, vol. 5. Oxford: Clarendon Press, 1912 (repr. 1969): 247–250.

Citation: (Line)

1 Ὅμηρος ὁ ποιητὴς πατρὸς μὲν ἦν Μέλητος, μητρὸς δὲ Κριθηίδος, τὸ δὲ γένος κατὰ μὲν Πίνδαρον 〈fr. 264〉 Σμυρναῖος, κατὰ δὲ Σιμωνίδην 〈fr. 85〉 Χῖος, κατὰ δ’ Ἀντίμαχον 〈F. H. G. ii. 58 fr. 18〉 καὶ Νίκανδρον 〈fr. 14
5Schn.〉 Κολοφώνιος, κατὰ δὲ Βαγχυλίδην 〈fr. 48 Bl.〉 καὶ Ἀριστοτέλην τὸν φιλόσοφον 〈fr. 66 R.〉 Ἰήτης, κατὰ δ’ Ἔφορον 〈fr. 164〉 καὶ τοὺς ἱστορικοὺς Κυμαῖος, κατὰ δ’ Ἀρίσταρχον καὶ Διονύσιον τὸν Θρᾷκα Ἀθηναῖος. τινὲς δὲ καὶ Σαλαμίνιον αὐτὸν εἶναί φασιν, ἄλλοι δ’ Ἀργεῖον, ἄλλοι
10δ’ Αἰγύπτιον ἀπὸ Θηβῶν. τοῖς δὲ χρόνοις κατὰ μέν τινας
πρὸ τῆς τῶν Ἡρακλειδῶν ἐγένετο καθόδου, ὥστε ἕνεκεν τούτου γιγνώσκεσθαι ὑπ’ αὐτοῦ τοὺς ἐπ’ Ἴλιον στρατεύ‐ σαντας· τὰ γὰρ ἀπὸ τῶν Τρωικῶν ἐπὶ τὴν κάθοδον τῶν Ἡρακλειδῶν πʹ ἔτη. τοῦτο δ’ ἀπίθανον ὑπάρχει· καὶ γὰρ247
15αὐτὸς ὁ Ὅμηρος ὑστεροῦντα πολλοῖς χρόνοις ἑαυτὸν ἀπο‐ δείκνυσι λέγων
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν. τινὲς δὲ λέγουσιν αὐτὸν τῆς Ἰωνικῆς ἀποικίας ἀπολείπεσθαι ἔτεσιν ρνʹ. οὐδὲν δ’ αὐτοῦ θετέον ἔξω τῆς Ἰλιάδος καὶ τῆς
20Ὀδυσσείας, ἀλλὰ καὶ τοὺς ὕμνους καὶ τὰ λοιπὰ τῶν εἰς αὐτὸν ἀναφερομένων ποιημάτων ἡγητέον ἀλλότρια καὶ τῆς φύ‐ σεως καὶ τῆς δυνάμεως ἕνεκα. τινὲς δ’ αὐτοῦ φασιν εἶναι καὶ τὰ φερόμενα δύο γράμματα, τήν τε Βατραχομυο‐ μαχίαν καὶ τὸν Μαργίτην. τὰ δὲ ποιήματα αὐτοῦ τὰ ἀληθῆ
25σποράδην πρότερον ᾀδόμενα Πεισίστρατος Ἀθηναῖος συνέ‐
ταξεν, ὡς δηλοῖ τὸ φερόμενον ἐπίγραμμα Ἀθήνησιν ἐπιγε‐ γραμμένον ἐν εἰκόνι αὐτοῦ τοῦ Πεισιστράτου. ἔχει δ’ ὧδε· τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε248
30 δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλαῖς Πεισίστρατον ὃς τὸν Ὅμηρον ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον. ἡμέτερος καὶ κεῖνος ὁ χρύσεος ἦν πολιήτης εἴπερ Ἀθηναῖοι Σμύρναν ἐπῳκίσαμεν.
35πλανηθέντα δὲ τὸν Ὅμηρον ἐν Ἰθάκῃ πολύν φασι διατρῖψαι χρόνον καὶ πολλὰς χώρας ἀμείψαντα ἐν Ἴῳ τῇ νήσῳ τελευτῆσαι ἐκ τοιᾶσδε αἰτίας. καθημένου γάρ ποτε τοῦ Ὁμήρου ἐν αἰγιαλῷ τυφλοῦ αὐτοῦ ὄντος αἰσθέσθαι ἁλιεῖς παρερχομένους. πρὸς οὓς εἶπεν
40 ἄνδρες ἀπ’ Ἀρκαδίης ἁλιήτορες ἦ ῥ’ ἔχομέν τι; τοὺς δ’ ἀποκριθέντας εἰπεῖν ὅσς’ ἕλομεν λιπόμεσθ’, ὅσα δ’ οὐχ ἕλομεν φερόμεσθα.
τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. ἐπειδὴ γὰρ οὐδὲν ἦσαν ἔχοντες τότ’ ἐξ ἁλείας ἐφθειρίζοντο, καὶ οὓς μὲν ἔλαβον249
45ἐκ τῶν φθειρῶν φονεῦσαι καὶ μὴ ἔχειν, οὓς δ’ οὐκ ἔλαβον ἐν τῇ ἐσθῆτι περιφέρειν. οὐ νοήσας δὲ τὸ λεγόμενον ἀπὸ θλίψεως ἐτελεύτησεν ἐν Ἴῳ τῇ νήσῳ. ἔθαψαν δ’ αὐτὸν μεγαλοπρεπῶς οἱ Ἰῆται, χαράξαντες ἐπὶ τῷ τάφῳ τὸ ἐπί‐ γραμμα τοῦτο παρ’ αὐτοῦ ζῶντος ἔτι γεγραμμένον εἰς

(50)

αὐτόν·
ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.250