TLG 1805 003 :: VITAE HOMERI :: Vita Proculea (e Chrestomathia) Cf. et CERTAMEN HOMERI ET HESIODI (1252) Vita Proculea (e Chrestomathia) Source: Allen, T.W. (ed.), Homeri opera, vol. 5. Oxford: Clarendon Press, 1912 (repr. 1969): 99–102. Dup. partim PROCLUS Phil. (4036 023) Citation: Page — (line) | ||
99(1t) | Πρόκλου χρηστομαθείας γραμματικῆς τῶν εἰς | |
2t | δʹ διῃρημένων τὸ αʹ | |
---|---|---|
3t | Ὁμήρου χρόνοι, βίος, χαρακτήρ, ἀναγραφὴ ποιημάτων. | |
4 | Ἐπῶν ποιηταὶ γεγόνασι πολλοί· τούτων δ’ εἰσὶ κράτι‐ | |
5 | στοι Ὅμηρος Ἡσίοδος Πείσανδρος Πανύασσις Ἀντίμαχος. Ὅμηρος μὲν οὖν τίνων γονέων ἢ ποίας ἐγένετο πατρίδος, οὐ ῥᾴδιον ἀποφήνασθαι· οὔτε γὰρ αὐτός τι λελάληκεν, ἀλλ’ οὐδὲ οἱ περὶ αὐτοῦ εἰπόντες συμπεφωνήκασιν, ἀλλ’ ἐκ τοῦ μηδὲν ῥητῶς ἐμφαίνειν περὶ τούτων τὴν ποίησιν αὐτοῦ | |
10 | μετὰ πολλῆς ἀδείας ἕκαστος οἷς ἠβούλετο ἐχαρίσατο. καὶ διὰ τοῦτο οἱ μὲν Κολοφώνιον αὐτὸν ἀνηγόρευσαν, οἱ δὲ Χῖον, οἱ δὲ Σμυρναῖον, οἱ δὲ Ἰήτην, ἄλλοι δὲ Κυμαῖον· καὶ καθόλου πᾶσα πόλις ἀντιποιεῖται τἀνδρός, ὅθεν εἰκότως ἂν κοσμοπολίτης λέγοιτο. οἱ μὲν οὖν Σμυρναῖον αὐτὸν | |
15 | ἀποφαινόμενοι Μαίονος μὲν πατρὸς λέγουσιν εἶναι, γεννη‐ θῆναι δὲ ἐπὶ Μέλητος τοῦ ποταμοῦ, ὅθεν καὶ Μελησιγενῆ ὀνομασθῆναι· δοθέντα δὲ Χίοις εἰς ὁμηρείαν Ὅμηρον κλη‐ θῆναι. οἱ δὲ ἀπὸ τῆς τῶν ὀμμάτων πηρώσεως τούτου τυχεῖν αὐτόν φασι τοῦ ὀνόματος· τοὺς γὰρ τυφλοὺς ὑπὸ | |
20 | Αἰολέων ὁμήρους καλεῖσθαι. Ἑλλάνικος 〈fr. 6〉 δὲ καὶ | |
Δαμάστης 〈F.H.G. ii. 66〉 καὶ Φερεκύδης 〈F.H.G. iv. 639〉 εἰς | 99 | |
100 | Ὀρφέα τὸ γένος ἀνάγουσιν αὐτοῦ· Μαίονα γάρ φασι τὸν Ὁμήρου πατέρα καὶ Δῖον τὸν Ἡσιόδου γενέσθαι Ἀπέλλιδος τοῦ Μελανώπου τοῦ Ἐπιφράδεος τοῦ Χαριφήμου τοῦ Φιλοτέρπεος τοῦ Ἰδμονίδα τοῦ Εὐκλέους τοῦ Δωρίωνος τοῦ | |
5 | Ὀρφέως. Γοργίας δὲ ὁ Λεοντῖνος 〈fr. 25 Diels〉 εἰς Μου‐ σαῖον αὐτὸν ἀνάγει. περὶ δὲ τῆς τελευτῆς αὐτοῦ λόγος τις φέρεται τοιοῦτος. ἀνελεῖν φασὶν αὐτῷ τὸν θεὸν χρωμένῳ περὶ ἀσφαλείας τάδε· ἔστιν Ἴος νῆσος μητρὸς πατρὶς ἥ σε θανόντα | |
10 | δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι. λέγουσιν οὖν αὐτὸν εἰς Ἴον πλεύσαντα διατρῖψαι μὲν παρὰ Κρεωφύλῳ, γράψαντα δὲ Οἰχαλίας ἅλωσιν τούτῳ χαρίσασθαι, ἥτις νῦν ὡς Κρεωφύλου περιφέρεται. καθεζό‐ μενον δὲ ἐπί τινος ἀκτῆς, θεασάμενον ἁλιεῖς προσειπεῖν | |
15 | αὐτοὺς καὶ ἀνακρῖναι τοῖσδε τοῖς ἔπεσιν· ἄνδρες ἀπ’ Ἀρκαδίης θηρήτορες, ἆρ’ ἔχομέν τι; ὑποτυχόντα δὲ αὐτῶν ἕνα εἰπεῖν οὓς ἕλομεν λιπόμεσθ’, οὓς δ’ οὐχ ἕλομεν φερόμεσθα. οὐκ ἐπιβάλλοντος δ’ αὐτοῦ διελέσθαι τὸ αἴνιγμα, ὅτι ἐπὶ | |
20 | ἰχθυΐαν καταβάντες ἀφήμαρτον, φθειρισάμενοι δὲ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες ἀπολείπουσιν, ὅσοι δὲ αὐτοὺς διέφυγον, τούτους ἀποκομίζουσιν, οὕτω δ’ ἐκεῖνον ἀθυμήσαντα σύννουν ἀπιέναι τοῦ χρησμοῦ ἔννοιαν λαμβά‐ | |
νοντα, καὶ οὕτως ὀλισθέντα περιπταῖσαι λίθῳ καὶ τριταῖον | 100 | |
101 | τελευτῆσαι. ἀλλὰ δὴ ταῦτα μὲν πολλῆς ἔχεται ζητήσεως· ἵνα δὲ μηδὲ τούτων ἄπειρος ὑπάρχῃς, διὰ τοῦτο εἰς ταῦτα κατεχώρισα. τυφλὸν δὲ ὅσοι τοῦτον ἀπεφήναντο, αὐτοί μοι δοκοῦσι τὴν διάνοιαν πεπηρῶσθαι· τοσαῦτα γὰρ κατεῖδεν | |
5 | ἄνθρωπος ὅσα οὐδεὶς πώποτε. εἰσὶ δὲ οἵτινες ἀνεψιὸν αὐτὸν Ἡσιόδου παρέδοσαν ἀτριβεῖς ὄντες ποιήσεως· τοσοῦτον γὰρ ἀπέχουσι τοῦ γένει προσήκειν ὅσον ἡ ποίησις διέστηκεν αὐτῶν. ἄλλως δὲ οὐδὲ τοῖς χρόνοις συνεπέβαλον ἀλλήλοις. ἄθλιοι δὲ οἱ τὸ αἴνιγμα πλάσαντες τοῦτο | |
10 | Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ’ ἀνέθηκεν, ὕμνῳ νικήσας ἐν Χαλκίδι δῖον Ὅμηρον. ἀλλὰ γὰρ ἐπλανήθησαν ἐκ τῶν Ἡσιοδείων Ἡμερῶν· ἕτερον γάρ τι σημαίνει. τοῖς δὲ χρόνοις αὐτὸν οἱ μὲν περὶ τὸν Ἀρίσταρχόν φασι γενέσθαι κατὰ τὴν τῆς Ἰωνίας | |
15 | ἀποικίαν, ἥτις ὑστερεῖ τῆς Ἡρακλειδῶν καθόδου ἔτεσιν ἑξήκοντα, τὸ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεται τῶν Τρωϊκῶν ἔτεσιν ὀγδοήκοντα· οἱ δὲ περὶ Κράτητα 〈fr. ed. Wachs. p. 40〉 ἀνάγουσιν αὐτὸν εἰς τοὺς Τρωϊκοὺς χρόνους. φαίνεται δὲ γηραιὸς ἐκλελοιπὼς τὸν βίον· ἡ γὰρ ἀνυπέρ‐ | |
20 | βλητος ἀκρίβεια τῶν πραγμάτων προβεβηκυῖαν ἡλικίαν παρίστησιν. πολλὰ δὲ ἐπεληλυθὼς μέρη τῆς οἰκουμένης ἐκ τῆς πολυπειρίας τῶν τόπων εὑρίσκεται. τούτῳ δὲ προσυπονοητέον καὶ πλούτου πολλὴν περιουσίαν γενέσθαι· αἱ γὰρ μακραὶ ἀποδημίαι πολλῶν ἀναλωμάτων δέονται, καὶ | |
25 | ταῦτα κατ’ ἐκείνους τοὺς χρόνους οὔτε πάντων πλεομένων | 101 |
102 | ἀκινδύνως οὔτε ἐπιμισγομένων ἀλλήλοις πω τῶν ἀνθρώπων ῥᾳδίως. γέγραφε δὲ ποιήσεις δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν, ἣν Ξένων καὶ Ἑλλάνικος ἀφαιροῦνται αὐτοῦ. οἱ μέντοι γε ἀρχαῖοι καὶ τὸν κύκλον ἀναφέρουσιν εἰς αὐτόν. προστι‐ | |
5 | θέασι δὲ αὐτῷ καὶ παίγνιά τινα, Μαργίτην, βατραχομαχίαν | |
ἢ μυομαχίαν· ἑπτάπεκτον αἶγα, Κέρκωπας κενούς. | 102 |