TLG 1804 003 :: NINUS :: Ninus (fragmenta A–B) (P. Berol. 6926)

NINUS Narr. Fict., Ninos
(1 B.C.)

Ninus (fragmenta A–B) (P. Berol. 6926)

Source: Stephens, S., Winkler, J. (eds.), Ancient Greek novels: the fragments. Princeton: Princeton University Press, 1995: 32–54.

Citation: Column — (line)

colA,1

[ ±11 ]πλουσε[..]νον [ ±12 ]α̣ρεστι π... [ ±12 ]ὁ σφόδρα ἐρῶν [ ±10 ]όμενον ω̣ .χ̣α
5[ ±10 ] ὑπολαμβ[άν]ων [ ±10 κίν]δυνον ἐν ὧι [ ±12 ]ν τῆς εὐχῆς α‐ [ ±12 ] ἐλπίδα .[.]α̣ [ ±12 ]πολὺ καὶ ἡ συ̣ν̣ή‐
10[θης ταῖς γυναι]ξὶν αἰδὼς ἀ[π]ε‐ [στέρησεν ±5 ]ν θάρσος· ὁ δὲ [ ±8 γαμ]εῖν ἐβούλ[ε]το [ ±11 ]ε̣ις καὶ ταῦτα [ ±11 ]κ̣ησαν τῶν α̣..α̣
15[ ±11 ]ων γονέων α[..] [ ±11 ]ω πλανήσεσθαι [ ±11 ] χρόνους ἐν ο̣ἷς [ ±5 ἀδιάφθ]ορον καὶ ἀπεί‐ [ρατον Ἀφροδί]της φυλάξειν
20[ ±7 ὠμω]μ̣όκει· ἀπι̣θ̣α̣‐ [ ±8 ]ς φυλακῆ[ς] το̣ν [ ±10 ] γενήσεσθαι [ ±8 πρὸ]ς τὴν ἀναβο‐ [λὴν ±8 ] ἀλλὰ δέξ̣ε̣σ̣‐
25[θαι ±8 ].αμεν δουλω̣‐
[ ±12 ] λέγοντα κα̣ὶ̣ [ ±12 ]μεν οὐδὲ το [ ±12 ]η ὑπέμειναν [ ±12 ]αυτο βουλομε‐32
30[ν— ±11 ]την πεῖραν [ ±12 ]ς ἀνένεγκεν [ ±10 οὔ]τε ἡ παῖς ἐτόλ‐ [μ— ±10 ]ντο δὲ τοὺς [ ±12 ἐ]θάρρουν γὰρ ἀμ‐
35[φότεροι πρὸς τ]ὰς τηθίδας μᾶλ‐ [λον ἢ τὰς αὑτῶν μ]ητέρας. ὁ [μὲν οὖν Νίνος π]ρὸς τὴν Δερ‐ [κείαν ἀφικόμε]νος· “ὦ μῆτερ,”

colA,2

εἶπεν· “εὐορκήσας ἀφῖγμαι καὶ εἰς τὴν σὴν ὄψιν καὶ εἰς τὰς περιβολὰς τῆς ἐμοὶ τερ‐ πνοτάτης ἀνεψιᾶς. καὶ τοῦ‐
5το ἴστωσαν μὲν οἱ θεοὶ πρῶ‐ τον ὥσπερ δὴ καὶ ἴσασιν· τε‐ κμηριώσομαι δὲ κἀγὼ τά‐ χα καὶ τῶι νῦν λόγωι. διελ‐ θὼν γὰρ τοσαύτην γῆν καὶ
10τοσούτων δεσπόσας ἐθνῶν ἢ δορικτήτων ἢ π̣α̣τρώιωι
κράτει θεραπευόντων με καὶ προσκυνούντων ἐδυνά‐ μην εἰς κόρον ἐκπλῆσαι πᾶ‐34
15σαν ἀπόλαυσιν· ἦν τε ἄν μοι τοῦτο ποιήσαντι δι’ ἐλάττονος ἴσως ἡ ἀνεψιὰ πόθου· νῦν δὲ ἀδιάφθορος ἐληλυθὼς ὑ̣π̣[ὸ] τοῦ θεοῦ νικῶμαι καὶ ὑπὸ
20τῆς ἡλικίας. ἑπτακαιδέ‐ κατον ἔτος ἄγω καθάπερ οἶσθας καὶ ἐνεκρίθην μὲν εἰς ἄνδρας ἤδη πρὸ ἐνιαυτοῦ· παῖς δὲ ἄχρι νῦν εἰμι νήπιος; καὶ
25εἰ μὲν οὐκ ἠισθανόμην Ἀφρο‐ δίτης μακάριος ἂν ἦν τῆς στερρότητος· νῦν δὲ τῆς ὑ‐ μετέρας θυγατρὸς οὐκ [α]ἰ̣σ̣χ̣ρ̣ῶ̣〈σ〉 ἀλλὰ ὑμῶν ἐθελησάντω[ν αἰ‐]
30χμάλωτος ἄχρι τίνος ἑαλω‐ κὼς ἀρνήσομαι; καὶ ὅτι μὲν οἱ ταύτης τῆς ἡλικίας ἄνδρες ἱκανοὶ γαμεῖν δῆλον· πόσοι γὰρ ἄχρι πεντεκαίδεκα ἐ̣φ̣υ̣‐
35λάχθησαν ἐτῶν ἀδιάφθοροι; νόμος δὲ βλάπτει με οὐ γε‐ γραμμένος ἄλλως δὲ ἔθει
φλυάρωι πληρούμενος ἐπειδὴ36

colA,3

παρ’ ἡμῖν πεντεκαίδεκα ὡς ἐπὶ τὸ πλεῖστον ἐτῶν γαμοῦνται παρθένοι. ὅτι δὲ ἡ φύσις τῶν τοιούτων συνό‐
5δων κάλλιστός ἐστι νόμος, τίς ἂν εὖ φρονῶν ἀντείποι; τετρακαίδεκα ἐτῶν κυο‐ φοροῦσιν γυναῖκες καί τινες ν[ὴ] Δία καὶ τίκτουσιν. ἡ δὲ
10σὴ θυγάτηρ οὐδὲ γαμήσεται; δύ’ ἔτη περιμείνωμεν, εἴ‐ ποις ἄν· ἐκδεχώμεθα, μῆτερ, εἰ καὶ ἡ Τύχη περιμενεῖ. θνη‐ τὸ[ς] δ̣ὲ ἀνὴρ θνητὴν ἡρμο‐
15σάμην παρθένον· καὶ οὐδὲ τοῖς κοινοῖς τούτοις ὑπευ‐ [θυ]νός εἰμι μόνον, νόσοις λέ‐ [γω] καὶ Τύχηι πολλάκις καὶ τοὺς [ἐπ]ὶ τῆς οἰκείας ἑστίας ἠρεμοῦν‐
20τας ἀν[α]ιρούσηι· ἀλλὰ ναυτιλί‐ αι μ’ ἐκδέχονται καὶ ἐκ πολέ‐ μων πόλεμοι καὶ οὐδὲ ἄτολ‐ μος ἐγὼ καὶ βοηθὸν ἀσφαλεί‐ ας δειλίαν προκαλυπτόμενος,
25ἀλλ’ οἷον [ο]ἶσθας, ἵνα μὴ φορτι‐ κὸς ὦ λ̣[ε]γ̣ων· σπε̣υσάτω δή τι βασιλεία, σπευσάτω τι ἐπι‐ θυμία, σπευσάτω τὸ ἀστάθμη‐ τον καὶ ἀτέκμαρτον τῶν
30ἐκδεχομένων με χρόνων, προλ̣α̣β̣έ̣τω τι καὶ φθήτω καὶ τὸ μονογενὲς ἡμῶν ἀμφο‐ τέρων, ἵνα κἂν ἄλλως ἡ Τύχη κακ[όν] τι βουλεύηται περὶ ἡ‐38
35μῶν, καταλείπωμεν ὑμῖν ἐνέ‐ χυρα. ἀναιδῆ τάχα με ἐρεῖς πε‐ ρὶ τούτ̣ων διαλεγόμενον· ἐ‐ γὼ δὲ ἀναιδὴς ἂν ἤμην λάθραι

colA,4

πειρῶν καὶ κλεπτομένην ἀπόλαυσιν ἁρπάζων καὶ νυ‐ κτὶ καὶ μέθηι καὶ θεράπον‐ τι καὶ τιθηνῶι κοινούμενος
5τὸ πάθος. οὐκ ἀναιδὴς δὲ μητρὶ περὶ γάμων θυγατρὸς εὐκταίων διαλεγόμενος καὶ ἀπαιτῶν ἃ ἔδωκας καὶ δεόμενος τὰς κοινὰς τῆς
10[ο]ἰκίας καὶ τῆς βασιλείας ἁπά‐ σης εὐχὰς μὴ εἰς τοῦτον ἀ‐ ναβάλλεσθαι τὸν καιρόν, ὃς ἐφ’ ὑμῖν οὐκ ἔσ[τ]αι.” ταῦτα πρὸς βουλομένην ἔλεγε τὴν Δερ‐
15κείαν καὶ τάχ[α] βραδύνας προ‐ τέραν ἂν αὐτὴν ἐβιάσατο τοὺς περὶ τούτων ποιήσασθαι λό‐ γους· ἀκκισαμένη δ’ οὖν βρα‐ χέα συνηγορήσειν ὑπισχνεῖ‐
20το. τῆι κόρηι δ’ ἐν ὁμοίοις πά‐ θεσιν οὐχ ὁμοία παρρησία τῶν
λόγων ἦν πρὸς τὴν Θάμβην. ἡ γὰρ παρθέν[ος ἐντὸς τ]ῆς γυ‐ ναικωνίτιδ[ος ζῶσα ο]ὐκ εὐ‐40
25πρεπεῖς ἐπο[ίει τοὺς λό]γους αὑτῆς· αἰτ[ουμένη] δὲ και‐ ρὸν ἐδάκρυσ[ε καὶ ἐβο]ύλε‐ το τι λέγειν, [πρὶν δ’ ἄρξ]ασθαι ἀπεπαύετο· [τὴν γὰρ μ]έλ‐
30λησιν αὐτόμ[ατ]ον [σημ]ήνα‐ σα λόγου, τὰ χείλη μὲν ἂν διῆι‐ ρε καὶ ἀνέβλεψεν ὥ[σπερ τ]ι̣ λέ‐ ξουσα· ἐφθέγγετο δ[ὲ τελ]έ̣ως οὐδέν· κατερρήγνυ[το δὲ] αὐ‐
35τῆς δάκρυα· καὶ ἠρυ[θαίνο]ν‐ το μὲν αἱ παρειαὶ πρὸ[ς τὴν] α[ἰ‐] δῶ τῶν λόγων. ἐξ ὑ[πογύου] δὲ πάλιν ἀρχομένης [πειρᾶ‐] σθαι λέγειν, ὠχραίνο[ντο διὰ]

colA,5

τὸ δέος· μεταξὺ [γὰρ ἦν φόβου] καὶ ἐπιθυμίας καὶ [ἐλπίδος καὶ] αἰδοῦς, θρασυνομέ[νου μὲν οὖν] τοῦ πάθους, ἀποδεο̣[ύσης δὲ]
5τῆς γνώμης, ἐκυ[.........]
καὶ μετ̣[ὰ π]ο̣λ̣λ̣οῦ κ[..... ἡ Θάμ‐] βη τὰ [δά]κ̣ρ̣υ̣α ταῖς χ[ερσὶν ἀπο‐] μάττο[υσα] προσέτ[αττε θαρ‐] ρεῖν [καὶ] ὅτι βούλοιτ[ο διαλέ‐]42
10γεσθαι. ὡς δὲ οὐδὲν [ἤνυσεν,] ἀλλὰ ὁμοίοις ἡ παρθέ[νος κατεί‐] χετο κακοῖς, “ἅπαν[τος,” ἔφη,] “μοι λόγου κάλλιον ἡ [σιωπὴ] διαλέγεται. μή τι μέ[μφηι τὸν]
15ἐμὸν υ[ἱ]όν; οὐδὲν μὲ[ν γὰρ] τετόλμηκεν οὐδὲ θ[ρασὺς ἡ‐] μῖν ἀπὸ τῶν κατορθω[μάτων] καὶ τροπαίων ἐπανε[λθὼν] ο̣ἷ̣[α πο]λεμιστὴς πεπ[αρώινη‐]
20κεν εἰς σέ. τάχα δὲ κ̣[οὐκ ἂν ἐσι‐] ώπας τοιούτου γενομ[ένου. ἀλλὰ] βραδὺς ὁ νόμος τ[οῖς ἐφω‐] ρίοις γάμων. σπεύδει δ̣[ὲ γαμεῖν] ὁ ἐμὸς υἱός. οὐδέ, διὰ τ[οῦτ’ εἰ]
25κλαίεις, βιασθῆναί σε δ[εῖ.” καὶ] ἅμα μειδιῶσα περιέβα[λλεν] αὐτὴν καὶ ἠσπάζετο. χ̣[αρᾶι δὲ] φθέγξασθαι μέν τι οὐδ̣[ὲ τό‐] τε ἐτόλμησεν ἡ κόρη, [παλ‐]
30λομένην δὲ τὴν καρδί[αν τοῖς] στέρνοις αὐτῆς προσθε[ῖσα] καὶ λιπαρέστερον κατα[φιλοῦ‐] σα τοῖς τε πρότερον δάκ[ρυσι]
κ̣αὶ τῆι τότε χαρᾶι μόνο[ν οὐ‐]44
35[χ]ὶ καὶ λάλος ἔδοξεν εἶνα[ι ὧν] ἐβούλετο· συνῆλθον οὖ[ν αἱ] [ἀ]δελφαὶ καὶ προτέρα μὲν [ἡ Δερ‐] [κ]εία, “περὶ σπουδαίων,” ἔφ̣[η]

colB,1

[.......]ου γὰρ ἀπελείφθη. [........τ]ῆς μητρὸς εντο‐ [.......ηκ]ο̣λούθησεν, ακα‐ [.......] καὶ περιερρηγμέ‐
5.... οὐδ]αμῶς ἱεροπρεπής, [.........]ε δακρύων καὶ κο‐ [........ ἐ]κ τοῦ σχήματος [..........] εἰρχθεῖς’ ἅτε με‐ [...... ἀνα]π̣ηδήσασαν δὲ αὐ‐
10[τὴν ἀπὸ κλί]νης καὶ βουλομέ‐ [ν .........]αι ταῦτα, πιέσας [........... χ]ερσὶν ὁ Νίνος [............]ς,” εἰπών, “σοί με
[.........]θενων ἔστω καὶ46
15[.........]η̣ς μητρὸς καὶ η [.........]ς̣ οὕτως ἀγομε‐ [.........]σ̣αι. τάχα που κἀγὼ [.........]ς̣· οὐ δὴ βούλομαι [.........]ων μᾶλλον ἢ προ
20[.........].νεύεσθαι. οὐδ’ αυ [.........]σα μ[ὴ] ὑπονοή‐ [........ π]ίστις ἔστω τοῦ [......... τ]ὰ ὀμοσθέντα· τὸ [...... τοῦ ὅρ]κου πεπιστε‐
25[......” οὗ]τ̣ο̣ι̣ δὲ πανήμε‐ [ροι συνῆσαν] ἀλλήλοις, ὅσα μὴ [ὑπὸ τῶν στρατ]ι̣ωτικῶν ἀφείλ‐ [κετο· οὐδὲ ἐλ]λιπῶς ὁ Ἔρως ἀνερ‐ [ρίπιζεν αὐτού]ς· κόρωι μὲν το
30[...........] διαιτήσεως ἀμ‐ [...........]τε δ’ εἰς τὰς ἐπι‐ [.......... χ]ερσὶ διαζεύξε‐ [ως ........]μενος. οὔπω
[............ ἀκ]μάζοντος48
35[........ στρατη]γ̣ὸς Ἀρμενι‐ [...............]μ̣ε̣νος η

colB,2

ἀ̣νόπλου συνκροτεῖν τῶν ἐ‐ πιχωρίων, δοκοῦν δὴ καὶ τῶι πατρὶ τὸ Ἑλληνικὸν καὶ Καρι‐ κὸν ἅπαν σύνταγμα· καὶ μυρι‐
5άδας Ἀσσυρίων ἐπιλέκτους ἑπτὰ πεζὰς καὶ τρεῖς ἱππέων ἀναλαβὼν ὁ Νίνος ἐλέφαντάς τε πεντήκοντα πρὸς τοῖς ἑκατὸν ἤλαυνε. καὶ φόβος
10μὲν ἦν κρυμῶν καὶ χιόνων περὶ τὰς ὀρείους ὑπερβολάς· πα‐ ραλογώτατα δὲ θῆλυς καὶ πο‐ λὺ θερειότερος τῆς ὥρας ἐπι‐ πεσὼν νότος λῦσαί τε ἐδυ‐
15νήθη τὰς χιόνας̣ κ̣αὶ το̣ῖ̣ς̣ ὁδ[εύ‐] ουσιν ἐπεικῆ πέ̣[ρ]α̣ πάσ̣[ης ἐλ‐] πίδος τὸν ἀέρα παρασχεῖν. ἐμόχθησαν δὴ τ̣αῖς διαβάσε‐ σι τῶν ποταμῶν μᾶλλον
20ἢ ταῖς διὰ τῶν ἀ̣κ̣ρ̣ωρειῶν πορείαις· καὶ ὀλίγος μέν τις ὑποζυγίων φθόρος καὶ τῆς θεραπείας ἐγένετο· ἀπαθὴς δὲ ἡ στρατιὰ καὶ ἀπ’ αὐτῶν ὧν
25ἐκινδύνευσε θρασυτέρα κα‐
τὰ τῶν πολεμίων διεσέσω‐ στο. νενικηκυῖα γὰρ ὁδῶν ἀ‐ πορίας καὶ μεγέθη ποταμῶν ὑπερβάλλοντα βραχὺν εἶναι50
30πόνον ὑπελάμβανε μεμηνό‐ τας ἑλεῖν Ἀρμενίους. εἰς δὲ τὴν ποταμίαν ἐμβαλὼν ὁ Νίνος καὶ λείαν ἐλασάμενος πολλὴν ἐρυμνὸν περιβάλλε‐
35ται στρατόπεδον ἔν τινι πε‐ δίωι. (δέκα τε ἡμέρας ἀναλα‐ βὼν μάλιστα τοὺς ἐλέφαν‐ τας ἐν ταῖς πορείαις ἀποτε‐

colB,3

τρυμένους) ὡς εκ̣[.........] μετὰ πολλῶν ο[..... μυρι‐] άδων ἐξαγαγὼ[ν τὴν δύνα‐] μιν παρατάττε[ι· κατέστησε]
5δὲ τὴν μὲν ἵππο[ν ἐπὶ τῶν] κεράτων, ψιλοὺ[ς δὲ καὶ γυ‐] μνήτας, τό τε ἄγ[ημα βασιλι‐] κὸν ἅπαν ἐπὶ τῶ[ν ........] τῶν ἱππέων· μέ[ση δ’ ἡ πεζῶν φά‐]
10λαγξ παρέτεινεν[· προσθὲν δὲ] οἱ ἐλέφαντες ἱκα[νὸν ἀπ’ ἀλ‐] λήλων μεταίχμ[ιον διαστάν‐] τες πυργηδὸν ὡ[πλισμένοι]
προεβέβληντο τῆ[ς φάλαγγος,]52
15καθ’ ἕκαστον δὲ α[ὐτῶν ἦν] χώρα διεστηκότ[ων τῶν λό‐] χων ὡς, εἴ τί που τα[ραχθείη] θηρίον, ἔχοι διελθ[εῖν τὴν] κατόπιν, οὕτως [δὲ διεκεκό‐]
20σμητο ἡ κατ’ ἐκ[εῖνα .....] ρ̣ος τῶν λόχων ἔ̣[κταξις ὥστε] ἐπιμῦσαί τε ὁπότ[ε βουληθεί‐] η δύνασθαι καὶ πά[λιν διεκ‐] στῆναι, τὸ μὲν εἰς [τὴν ὑπο‐]
25δοχὴν τῶν θηρίω[ν, τὸ δὲ εἰς] κώλυσιν τῆς εἰσδρ[ομῆς τῶν] πολεμίων. τοῦτο[ν οὖν τὸν] τρόπον ὁ Νίνος τὴν [ὅλην δια‐] τάξας δύναμιν ἵππω̣[ι .....]
30λαύνει. καὶ καθάπερ ε̣[ἰς ἱκεσί‐] αν προτείνων τὰς [χεῖρας,] “τὸ θεμέλιον,” ἔφη, “τ[ά τε κρί‐] σιμα τῶν ἐμῶν ἐλπ[ίδων τάδε ἐ‐] στίν. ἀπὸ τῆσδε τῆς [ἡμέρας]
35ἢ ἄρξομαί τινος μεί[ζονος] ἢ πεπαύσομαι καὶ τῆ[ς νῦν ἀρχῆς.] τῶν γὰρ ἐπ’ Αἰγυπτίου[ς ........]
τα τῆς ἄλλης πολεμ[.........]54