TLG 1804 001 :: NINUS :: Ninus (fragmenta A–B) (P. Berol. 6926)

NINUS Narr. Fict., Ninos
(1 B.C.)

Ninus (fragmenta A–B) (P. Berol. 6926)

Source: Zimmermann, F. (ed.), Griechische Roman–Papyri und verwandte Texte. Heidelberg: Bilabel, 1936: 14–35.

Citation: Fragment — (line)

A

[.............]π̣λουσε [..]νον [.............]α̣ρεστιπο... [....... ὁ Νίνος] ὁ σφόδρα ἐρῶν [.............]ομενον .[.]. χ̣α‐
5[ριέστατον δὲ] ὑπολαμβ[άν]ων [αὐτὸν τὸν κίν]δυνον, ἐν ὧι [τοῦ τάχα τυχεῖ]ν τῆς εὐχ[ῆ]ς ἀ‐ [γαθήν γε εἶχεν] ἐλπίδα· [ἐδ]ά‐ [κρυε δὲ ἡ κόρη] πολὺ καὶ ἡ συ̣ν̣ή‐
10[θης ταῖς γυναι]ξὶν αἰδὼς ἀ[π]ε‐ [στέρησεν αὐτὴ]ν θάρσος· ὁ δὲ [Νίνος εὐθὺς γαμ]εῖν ἐβούλετο [ἄλλα τ’ ἐννοηθ]ε̣ὶς καὶ ταῦτα, [ὅτι ἐγγὺς οὐ]κ ἦσαν τῶν ἀ[ρχ]α̣ι̣‐
15[οτάτων αὐτ]ῶν γονέων ἀ̣[ξι‐
[ούντων πόρρ]ω πλανήσ̣εσθαι [τὸν νύμφιον] χρόνους, ἐν οἷς [αὑτὸν ἀδιάφθ]ορον καὶ ἀπεί‐ [ρατον ἀφροδίτ]ης φυλάξειν14
20[αὐτῆι διομω]μ̣όκει• ἀπίθα‐ [νον δὲ ἐκ τῆ]ς φυλακῆ[ς] τὸν [υἱὸν τὸ λοιπὸν] γενήσεσθαι [τοῖς γονεῦσι πρ]ὸς τ[ὴ]ν ἀναβο‐ [λὴν τῶν γάμων·] ἀλλ’ ἀδεῶ̣ς
25[ἐμμεῖναι (πάν]τ̣α μὲν δουλῶ‐ [σαι τέως καὶ] λέγοντα καὶ [πράττοντα). ἀλλ’ οἱ] μὲν οὐδὲ τό‐ [τε αὐτοῖς τἀληθ]ῆ ὐπέμειναν [ὁμολογεῖν τὸ] αὐτὸ βουλόμε‐
30[νοι τοῦ ἔρωτος] τὴν πεῖραν. [ἔτι δ’ οὔτε ὁ Νίνο]ς ἀνήνεγκεν*
[τὴν σιωπὴν οὔ]τ̣ε ἡ παῖς ἐτόλ‐ [μα λαλεῖν· ἐβούλο]ντο δὲ τοὺς [πενθεροὺς πεῖσαι· ἐ]θάρρουν γὰρ ἀμ‐15
35[φότεροι τ]ὰς τηθίδας μᾶλ‐ [λον ἢ τὰς ἰδίας μ]ητέρας• ὁ [μὲν οὖν Νίνος π]ρὸς τὴν Δερ‐ [κείαν ἀφικόμε]νος·
38
‘Ὦ μῆτερ, εἶπεν, εὐορκήσας ἀφῖγμαι
40καὶ εἰς τὴν σὴν ὄψιν καὶ εἰς τὰς περιβολὰς τῆς ἐμοὶ τερ‐ πνοτάτης ἀνεψιᾶς • καὶ τοῦ‐ το ἴστωσαν μὲν οἱ θεοὶ πρῶ‐ τον, ὥσπερ δὴ καὶ ἴσασιν • τε‐
45κμηριώσομαι δὲ κἀγὼ τά‐ χα καὶ τῶι νῦν λόγωι̣· διελ‐ θὼν γὰρ τοσαύτην γῆν καὶ τοσούτων δεσπόσας ἐθνῶν
ἢ δορικτήτων ἢ π[α]τρώιωι16

A

(50)

κράτει θεραπευόντων με καὶ προσκυνούντων ἐδυν̣ά‐ μην εἰς κόρον ἐκπλῆσαι πᾶ‐ σαν ἀπόλαυσιν• ἦν τε ἄν μοι τοῦτο ποιήσαντι δι’ ἐλάττονος
55ο ἴσως ἡ ἀνεψιὰ πόθου • νῦν δὲ ἀδιάφθορος ἐληλυθὼς ὑ̣π̣[ὸ τοῦ θεοῦ νικῶμαι καὶ ὑπὸ τῆς ἡλικίας• ἑπτακαιδέ‐ κατον ἔτος ἄγω καθάπερ
60οἶσθας καὶ ἐνεκρίθην μὲν εἰς ἄνδρας ἤδη πρὸ ἐνιαυτοῦ• παῖς δὲ ἄχρι νῦν εἰμι νήπιος• καὶ εἰ μὲν οὐκ ἠισθανόμην ἀφρο‐ δίτης, μακάριος ἂν ἦν τῆς
65στερρότητος • νῦν δὲ [τ]ῆς ὑ‐ μετέρας θυγατρὸς οὐκ [α]ἰ̣σχ̣ρ̣ῶ〈σ〉 ἀλλὰ ὐμῶν ἐθελησάντ[ων αἰ‐ χμάλωτος ἄχρι τίνος ἑαλω‐ κὼς ἀρνήσομαι• καὶ ὅτι μὲν17
70οἱ ταύτης τῆς ἡλικίας ἄνδρες ἱκανοὶ γαμεῖν δῆλον • πόσοι γὰρ ἄχρι πεντεκαίδεκα̣ ἐ̣φυ̣‐ λάχθησαν ἐτῶν ἀδιάφθοροι; νόμος δὲ βλάπτει με οὐ γε‐
75γραμμένος, ἄλλως δὲ ἔθει φλυάρωι πληρούμενος, ἐπειδὴ παρ’ ἡμῖν πεντεκαίδεκα ὡς ἐπὶ τὸ πλεῖστον ἐτῶν γαμοῦνται παρθένοι• ὅτι δὲ
80ἡ φύσις τῶν τοιούτων συνό‐ δων κάλλιστός ἐστι νόμος, τίς ἂν εὖ φρονῶν ἀντείποι;
τετρακαίδεκα ἐτῶν κυο‐ φοροῦσιν γυναῖκες καί τινες18
85νὴ̣ Δία καὶ τίκτουσιν• ἡ δὲ σὴ̣ θυγάτηρ οὐδὲ γαμήσεται; δύ’ ἔτη περιμείνωμεν, εἴ‐ ποι̣ς̣ ἄν· ἐκδεχώμεθα, μῆτερ, εἰ̣ κ̣α̣ὶ ἡ Τύχη περιμένει• θνη‐
90τὸ[ς] δ̣ὲ ἀνὴρ θνητὴν ἡρμο‐ σάμην παρθένον• καὶ οὐδὲ τοῖς κοινοῖς τούτοις ὑπεύ‐ θυ]νός εἰμι μόνον, νόσ̣οις λέ‐ γ]ω̣ καὶ Τύχηι πολλάκις καὶ τοὺς
95ἐπ]ὶ τῆς οἰκείας ἑστίας ἠρεμοῦν‐ τας ἀνα̣ιρούσηι• ἀλλὰ ναυτιλί‐ αι μ’ ἐκδέχονται καὶ ἐκ πολέ‐ μων πόλεμοι καὶ οὐδὲ ἄτολ‐
μος ἐγὼ καὶ βοηθὸν ἀσφαλεί‐19

A

(100)

ας δειλίαν προκαλυπτόμενος, ἀλλ’ οἷον [ο]ἶσθας, ἵνα μὴ φορτι‐ κὸς ὦ{ι} λ̣[έ]γ̣ων• σπε̣υσάτω δὴ ἡ βασιλεία, σπευσάτω δὴ ἡ ἐπι‐ θυμία, σπευσάτω τὸ ἀστάθμη‐
105τον καὶ ἀτέκμαρτον τῶν ἐκδε̣χομένων με χρόνων, προλαβ̣έ̣τω τι καὶ φθήτω καὶ τὸ μονογενὲς ἡμῶν ἀμφο‐ τέρων, ἵνα κἂν ἄλλως ἡ Τύχη
110κακό̣ν̣ τι βουλεύηται περὶ ἡ‐ μῶν καταλείπωμεν ὑμῖν ἐνέ‐ χυρα. ἀν̣αιδῆ τάχα με ἐρεῖς πε‐ ρὶ το̣ύτ̣ω̣ν διαλεγόμενον· ἐ‐ γὼ δὲ ἀναιδὴς ἂν ἤμην λάθραι
115πειρῶν καὶ κλεπτομένην ἀπόλαυσιν ἁρπάζων καὶ νυ‐ κτὶ καὶ μέθηι καὶ θερά̣πον‐ τι καὶ τιθηνῶι κοινούμενος τὸ πάθος• οὐ̣κ ἀναιδὴς δὲ20
120μητρὶ περὶ γάμων θυγατρὸς εὐκταίων διαλεγόμενος καὶ ἀπαιτῶν, ἃ ἔδωκας, καὶ δεόμενος τὰς κοινὰς τῆς [ο]ἰκίας καὶ τῆς βασιλείας ἁπά‐
125σης εὐχὰς μὴ εἰς τοῦτον ἀ‐ ναβάλλεσθαι τὸν καιρόν, ὃς ἐφ’ ὑμῖν οὐκ ἔσ[τ]αι •‘
127Ταῦτα πρὸς
βουλομένην ἔλεγε τὴν Δερ‐ κείαν καὶ τάχ[α] βραδύνας προ‐21
130τέραν ἂν αὐτὴ̣ν ἐβιάσατο τοὺς περὶ τούτων ποιήσασθαι λό‐ γους• ἀκκισαμένη δ’ οὖν βρα‐ χέα συνηγορήσει̣ν ὑπισχνεῖ‐ το.
134τῆι κόρηι δ’ ἐν ὁμοίοις πά‐
135θεσιν οὐχ ὁμοία παρρησία τῶν λόγων ἦν πρὸς τὴν Θάμβην. ἡ γὰρ παρθέν̣[ος ἐντὸς τ]ῆς γυ‐ ναικωνίτιδ[ος ζῶσα] οὐκ εὐ‐ πρεπεῖς ἐπο[ίει τοὺς λό]γ̣ους
140αὑτῆς• αἰτ[ουμένη δ]ὲ και‐ ρὸν ἐδάκρυσ[ε καὶ ἐβο]ύλε‐ τό τι λέγειν, [πρὶν δ’ ἄρξ]ασθαι
ἀπεπαύετο• τ̣[άχα δὲ μ]έλ‐ λησιν αὐτόμ[ατ]ο̣ν̣ [σημ]ήνα‐22
145σα λόγου τὰ χείλη μὲν ἂν διῆι‐ ρε καὶ ἀνέβλεψεν ὥ[σπερ τ]ι λέ‐ ξουσα• ἐφθέγγετο δ[ὲ τελε]ίως οὐδέν• κατερρήγνυ[το δὲ] αὐ‐ τῆς δάκρυα• καὶ ἠρυ[θαίν]ον‐

A

(150)

το μὲν αἱ παρειαὶ πρὸ[ς τὴν] α̣[ἰ‐] δῶ τῶν λόγων• ἐξ ὑ[πογύου] δὲ πάλιν ἀρχομένη̣ς [πειρᾶ‐] σθαι λέγειν ὠχραίνο[ντο διὰ] τὸ δέος· μεταξὺ [δ’ ἦν ἐλπίδος]
155καὶ ἐπιθυμίας καὶ [φόβου καὶ] αἰδοῦς. θρασυνομέ[νου μὲν οὖν] τοῦ πάθους, ἀποδεο̣[ύσης δὲ] τῆς γνώμης ἐκύ[μαινεν ἅμα] καὶ μετ̣[ὰ] π̣ο̣λλοῦ κ[λόνου· ἡ δὲ Θάμ‐]23
160βη τὰ [δάκ]ρ̣υ̣α ταῖς χ[ερσὶν ἀπο‐] μάττο[υσα π]ροσέτ[αξε θαρ‐] ρεῖν κα[ὶ] ὅ̣τι βούλοιτ[ο διαλέ‐] γεσθαι • ὡς δὲ οὐδὲν [ἐλάλει,] ἀλλὰ ὁμοίοις ἡ παρθέ[νος κατεί‐]
165χετο κακοῖς• ‘Ἅπαν[τός, φησιν, ἐ‐]
μοὶ λόγου κάλλιον ἡ [σὴ σιωπὴ] διαλέγεται. μήτι μέ[μψηι τὸν] ἐμὸν υ[ἱ]όν, οὐδὲν μὲ[ν ἀπο‐] τετόλμηκεν οὐδὲ θ[ρασὺς ἡ‐]24
170μῖν ἀπὸ τῶν κατορθω[μάτων] καὶ τροπαίων ἐπανελ̣[ηλυθὼς] ὡ̣ς̣ [πο]λεμιστὴς πεπα[ρώινη‐] κεν εἰς σέ• (τάχα δὲ κ[οὐκ ἂν ἐσι‐] ώπας τοιούτου γενομ[ένου), ἀλλὰ]
175βραδὺς ὁ νόμος τ[οῖς ἐφω‐] ρίοις γάμων• σπεύδει δ’ [οὖν]
ὁ ἐμὸς υἱός• οὐδὲ διὰ τ[οῦτ’ εἰ] κλαίεις, βιασθῆναί σε δ[εῖ.‘ Καὶ] ἅμα μ〈ε〉ιδιῶσα περιέβα[λλεν]25
180αὐτὴν καὶ ἠσπάζετο• δ̣[ι’ αἰδῶ δὲ] φθέγξασθαι μέν τι οὐδ̣[ὲ τό‐] τε ἐτόλμησεν ἡ κόρη, [παλ‐] λομένην δὲ τὴν καρδί[αν τοῖς] στέρνοις αὐτῆς προσθε[ῖσα]
185καὶ λιπαρέστερον κατα[φιλοῦ‐] σα τοῖς τε πρότερον δάκ[ρυσι] κ̣αὶ τῆι τότε χαρᾶι μονο[νου‐] [χ]ὶ καὶ λάλος ἔδοξεν ε[ἶ]να[ι, ὧν] ἐβούλετο•
189συνῆλθον οὖ[ν αἱ ἀ‐]
190δελφαὶ καὶ προτέρα μὲν [ἡ Δερ‐]
[κ]εία ‘Περὶ σπουδαίων, ἔφ̣[η ...]26

B

[......... —]οὐ γὰρ ἀπελείφθη [κἀκείνη τ]ῆ̣ς μητρὸς ἐν το‐ [σούτωι—ἠκ]ο̣λούθησεν ἀκα‐ [τάπαυστος] καὶ περιερρηγμέ‐
5[νος καὶ οὐδ]αμῶς ἰεροπρεπής· [ἔκλαυσε δ]ὲ δακρύων καὶ κο‐ [πτόμενος ἐ]κ τοῦ σχήματος [παντελῶς] εἱρχθεὶς ἅτε με‐ [μηνώς. ἀνα]πηδήσασαν δὲ αὐ‐
10[τὴν τῆς κλί]νης καὶ βουλομέ‐ [νην ὀνειδίσ]αι ταῦτα πιέσας
[ἐμπαθῶς ταῖς χ]ερσὶν ὁ Νίνος· [‘Ἀλλ’, ἔφη, παρῆν τι]ς εἰπών σοί με [φθορέα παρ]θένων; ἔστω.‘ Κἆι‐27
15[τα μειδιώσης τ]ῆς μητρὸς καὶ ἡ [γυνὴ κατηφής·] ‘Οὕτως ἀγομέ‐ [νην, ἔφη, ἔχεις κ]αὶ τάχα που κἀγὼ [δηλώσω σαφῶ]ς• οὐ δὴ βούλομαι [τὰ πάντα ἡμ]ῶ̣ν μᾶλλον ἢ πρό‐
20[τερον κινδ]υ̣νεύεσθαι •‘ ‘Οὐδ’ αὐ‐ [τὸ τοῦτ’ ἔδει]σα μ[ὴ] ὐπονοή‐ [σηις· νῦν δὲ π]ίστις ἔστω• τοῦ
[τε λοιποῦ τ]ὰ̣ ὀμοσθέντα τό‐ [τε πέρα τοῦ ὅρ]κου πεπιστεύ‐28
25σθω.‘
25[ Διηλλαγμένοι] δὲ πανημέ‐ [ριοι συνῆσαν] ἀλλήλοις, ὅσα μὴ [ἐκ τῶν στρατ]ιωτικῶν ἀφείλ‐ [κοντο οὐδ’ ἐλ]λιπῶς ὁ Ἔρως ἀνερ‐ [ρίπιζεν αὐτοὺς] κόρωι μὲν τὸ
30[παρὸν τῆς συν]δ̣ιαιτήσεως ἀμ‐ [βλύνων, ἐτάρατ]τε δ’ εἰς τὰς ἐπι‐ [στάσεις τῆς ἐν χ]ερσὶ διαζεύξε‐ [ως προτρεπό]μενος• οὔπω [γὰρ τοῦ ἔαρος ἀκ]μάζοντος
35[...... ὁ στρατη]γὸς Ἀρμενί‐ [ων ........... ]σ̣ο̣ν ὅση .........29
37-38zwei Zeilen verloren.
38......... ἀ̣νόπλου συγκροτεῖν τῶν ἐ‐
40πιχωρίων. δοκοῦν δὴ καὶ τῶι πατρὶ τὸ Ἑλληνικὸν καὶ Καρι‐ κὸν ἅπαν σύνταγμα καὶ μυρι‐ άδας Ἀσσυρίων ἐπιλέκτους, ἑπτὰ πεζὰς καὶ τρεῖ̣ς ἱππέων,
45ἀναλαβὼν ὁ Νίνος ἐλέφαντάς τε πεντήκοντα πρὸς τοῖς ἑκατὸν ἤλαυνε• καὶ φόβος μὲν ἦν κρυμῶν καὶ χιόνων περὶ τὰς ὀρείους ὐπερβολάς • πα‐

B

(50)

ραλογώτατα δὲ θῆλυς καὶ πο‐ λὺ θερειότερος τῆς ὥρας ἐπι‐ πεσὼν νότος λῦσαί τε ἐδυ‐ νήθη τὰς χιόνας̣ [κ]αὶ τ̣[οῖς ὁδεύ‐] ουσιν ἐπεικῆ π̣έ̣[ρ]α̣ π̣ά̣[σης ἐλ‐]30
55πίδος τὸν ἀέρα παρασχεῖν• ἐμόχθησαν δὴ [τ]α̣ῖς διαβάσε‐ σιν τῶν ποταμῶν μᾶλλον ἢ ταῖς διὰ τῶν ἀ̣κ̣ρ̣ω̣ρ̣ειῶν πορείαις• καὶ ὀλίγος μέν τις
60ὑποζυγίων φθόρος καὶ τῆς θεραπείας ἐγένετο• ἀπαθὴς δὲ ἡ στρατιὰ καὶ ἀπ’ αὐτῶν ὧν ἐκινδύνευσε θρασυτέρα κα‐ τὰ τῶν πολεμίων διεσέσω‐
65στο νενικηκυῖα γὰρ ὁδῶν ἀ‐
πορίας καὶ μεγέθη ποταμῶν ὐπερβάλλοντα βραχὺν εἶναι πόνον ὐπελάμβανε μεμηνό‐ τας ἑλεῖν Ἀρμενίους• εἰς δὲ31
70τὴν ποταμίαν ἐμβαλὼν ὁ Νίνος καὶ λείαν ἐλασάμενος πολλὴν ἐρυμνὸν περιβάλλε‐ ται στρατόπεδον ἔν τινι πε‐ δίωι• δέκα τε ἡμέρας ἀναλα‐
75βὼν μάλιστα τοὺς ἐλέφαν‐ τας ἐν ταῖς πορείαις ἀποτε‐ τρυμένους, ὡς ἐκ[εῖνον ἀκούει] μετὰ πολλῶν ὁ[ρμῶντα μυρι‐] άδων, ἐξαγαγὼ[ν τὴν δύνα‐]
80μιν παρατάττε[ι· κατέστησε]
δὲ τὴν μὲν ἵππο̣[ν ἐπὶ τῶν] κεράτων, ψ{ε}ιλοὺ[ς δὲ καὶ γυ‐] μνήτας τό τε ἄγ[ημα τὸ βασιλι‐] κὸν ἅπαν ἐπὶ τῶ[ν πλαγίων]32
85τῶν ἱππέων• μέ[ση δ’ ἡ πεζικὴ φά‐] λαγξ παρέτεινεν̣. [πλὴν ἀλλὰ] οἱ ἐλέφαντες ἰκα[νὸν ἀπ’ ἀλ‐] λήλων μεταίχμ[ιον διεστηκό‐] τες πυργηδὸν ὡ[πλισμένοι]
90προεβέβληντο τῆ[ς φάλαγγος.] καθ’ ἕκαστον δὲ α̣[ὐτῶν ἦν τις]
χώρα διεστηκότ[ων τῶν λό‐] χων, ὡς, εἴ τί που τα̣[ραχθείη] θηρίον, ἔχοι διελθ[εῖν τὴν]33
95κατόπιν• οὕτως [γὰρ ἐκεκό‐] σμητο ἡ κατ’ ἐκ[εῖνα ἐπίκαι‐] ρος τῶν λόχων ἔ̣[κταξις, ὥστε] ἐπιμῦσαί τε ὁπότ[ε χρεὼν εἴ‐] η δύνασθαι καὶ πά[λιν αὖ δια‐]

B

(100)

στῆναι, τὸ μὲν εἰς [τὴν ὑπο‐] δοχὴν τῶν θηρίω[ν, τὸ δ’ εἰς ἀπο‐] κώλυσιν τῆς εἰσδρ[ομῆς τῶν] πολεμίων•
103Τοῦτο[ν οὖν τὸν] τρόπον ὁ Νίνος τὴν̣ [ὅλην παρα‐]34
105τάξας δύναμιν ἵππω̣[ι παρεξε‐] λαύνει• καὶ καθάπερ ε̣[ἰς ἱκεσί‐] αν προτείνων τὰς [χεῖρας·] ‘Τὸ θεμέλιον, ἔφη, τ[ά τε κρί‐] σιμα τῶν ἐμῶν ἐλπ[ίδων πάρε‐]
110στιν· ἀπὸ τῆσδε τῆς [ἡμέρας] ἢ ἄρξομαί τινος μεί[ζονος γῆς] ἢ πεπαύσομαι καὶ τῆ̣[ς ἑώιας.] τῶν γὰρ ἐπ’ Αἰγυπτίο[υς μαχῶν]
τὰ τῆς ἄλλης πολεμ[ικῆς .....‘]35