TLG 1801 001 :: PARODICA ANONYMA :: Incertorum fragmenta PARODICA ANONYMA Parod. Incertorum fragmenta frr. 1–9 Citation: Fragment — (line) | ||
1 | τοῖς δ’ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον· | 96 |
2 | πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων. | |
3 | τέτλαθι δὴ πενίη καὶ ἀνάσχεο μωρολογούντων· | |
ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής. | 97 | |
4 | οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι | |
5 | ἔστειχε δ’ ἔχων ὑπὸ ποσσὶ χίμεθλα | |
6 | Ἑρμοκαϊκόξανθος ἐπευξάμενος Διὶ πατρί· | 98 |
7 | ὦ βροτολοιγέ, πόσους σὺ 〈βρο〉τῶν Ἄιδι προΐαψας; | 99 |
8a | ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλοβοτείρῃ, ἄλλοτε δ’ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ θώκοις ἐν σφετέροις οὔθ’ ἕστασαν οὐδὲ κάθηντο χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δ’ ὑπὸ νείκης | |
5 | ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι | |
---|---|---|
χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστοι. ἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων ὣς ἐπεὶ οὖν ζῦθόν τ’ ἔπιον καὶ ἀθέσφατον οἶνον, κλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου. | 101 | |
10 | οἱ δ’, ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν, οὖλον κεκλήγοντες, ὅτε προίδωσιν ἰόντα ἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν, ὣς οἱ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ἔπιπτον. ὡς δ’ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλῳάς, | |
15 | ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ, πάντῃ δ’ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας, οὐδέ κε φαίης | |
οὐδέ ποτ’ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην. | 102 | |
20 | οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν, ἀνδρῶν κουφονόων φιλαεθλοτάτων ἀγερώχων. ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ‘οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο, | |
25 | τί πτώσσεις; τί δ’ ὀπιπτεύεις κατὰ τέρμ’ ἐν ἀγῶνι; εἰ δ’ ἄγε νῦν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.‘ τὸν δ’ αὖθ’ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε· ‘τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.‘ | |
30 | τὸν δ’ ἄρ’ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος· ‘οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε; ἀλλ’ ἔπι τοι κἀμοὶ θάνατος καὶ Μοῖρα κραταιή. | |
αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη, | 103 | |
35 | ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.‘ | |
ὣς ἔφαθ’· οἱ δ’ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι. | 104 | |
8b | μῖμοι τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι ἵππων τ’ ὠκυπόδων ἐπιβήτορες, οἵ κε τάχιστα ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς | |
νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν. | 107 | |
9(13) | τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει· μερόπων δ’ ἐναρίθμιος οὐδεὶς | |
15 | ἐν ποσίν. ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες. | 109 |
22 | εἰκοστὴ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτ’ ἐνίκα | |
ὀγκητής. | 110 |