TLG 1791 002 :: MENANDRI ET PHILISTIONIS SENTENTIAE :: Sententiae Menandri et Philistionis MENANDRI ET PHILISTIONIS SENTENTIAE Gnom. Sententiae Menandri et Philistionis Citation: Sententia — section — (line) | ||
gnot | ΓΝΩΜΑΙ ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ. | |
gno1(1t) | ΜΕΝΑΝΔΡΟΣ. | |
1 | Πολλῶν ὁ καιρὸς γίνεται παραίτιος· ἂν γὰρ μέγιστα κομπάσῃς φρονῶν μέγα, οὐκ οἶδας ὡς πολλὰς μεταβολὰς ἔχει. ὃ νῦν δίδωσιν, οὐ δίδωσιν αὔριον. | |
---|---|---|
5t | ΜΕΝΑΝΔΡΟΣ. | |
5 | Χρόνος γὰρ οὗτός ἐστιν ἀνθρώποις ἀεί. τὸν οὖν παρόντα καιρὸν ἀπάνταν ἀφεῖς | |
οὐκ ἔστιν αὐτὸν προσλαβεῖν πάλιν ταχύ. | 335 | |
8t | ΦΙΛΙΣΤΙΩΝ. | |
8 | Ἐπάν ς’ ὁ καιρὸς ἐμβάλῃ πολλοῖς κακοῖς, μὴ ἐκκακήσῃς πάντα εὐθύμως φέρειν. | |
10 | πάλιν γὰρ ὄψει τῶν κακῶν περιτροπήν· ἀεὶ γὰρ ὡς τροχὸς ὁ χρόνος κυλίεται. | |
12t | ΜΕΝΑΝΔΡΟΣ. | |
12 | Καιρὸς ὁ τυχών ἐστιν ἀνθρώποις ἀεί· πᾶσιν γὰρ οὐ πέφυκεν ἀνθρώποις ἴσος. κέρδη γὰρ ἄλλοις χἠδονὰς ἐρεύεται, | |
15 | ἄλλοις δὲ λύπας προσπορίζει καὶ βλάβας. | |
16t | ΦΙΛΙΣΤΙΩΝ. | |
16 | Μίαν πρόνοιαν τῶν ἄνω τε καὶ κάτω θεὸν νόμιζε, καὶ σέβου παντὶ σθένει. ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου, καὶ μή μ’ ἐρώτα, μηδὲ μανθάνειν θέλε· | |
20 | οὐ γὰρ θέλω σε μανθάνειν τί δεῖ θεός. | |
21t | ΜΕΝΑΝΔΡΟΣ. | |
21 | Λόγος κατάγει ταρτάρου κατώτερον, λόγος δὲ αὖθις εἰς ὕψος ψυχὴν ἄγει. | |
23t | ΜΕΝΑΝΔΡΟΣ. | |
23 | Ὁ πονηρὰ ποιῶν εὐθέως οὐκ αἴσθεται· τότ’ οἶδεν ὃ πεποίηκεν, ὅτε κολάζεται. | |
25t | ΦΙΛΙΣΤΙΩΝ. | |
25 | Ὁ δυσσεβῶν τι καὶ δοκῶν λαθεῖν θεῷ, κολάζεθ’ οὗτος ὑπὸ συνειδότος θεοῦ. | |
27t | ΜΕΝΑΝΔΡΟΣ. | |
27 | Ὁ μὴ κολασθείς, τῷ νόμῳ πράξας κακῶς, αὐτὸς ἀφ’ ἑαυτοῦ τῷ νόμῳ κολάζεται. | |
29t | ΦΙΛΙΣΤΙΩΝ. | |
29 | Εὐσχημονεῖν φρόντιζε μὴ τῷ σχήματι, | |
30 | τὸ σῶμα κοσμῶν, ἀλλὰ τῷ φρονήματι. | 336 |
31t | ΜΕΝΑΝΔΡΟΣ. | |
31 | Νίκα σιωπῶν τὸν νόμον καὶ μάνθανε· πρὸ τοῦ μαθεῖν τῷ νόμῳ προλαμβάνεις. | |
33t | ΦΙΛΙΣΤΙΩΝ. | |
33 | Νόμος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. | |
35t | ΜΕΝΑΝΔΡΟΣ. | |
35 | Πόντου, γυναικός, κρίματα, θηρός, πυρός χειρότερός ἐστιν ὁ προδότης τῶν φίλων. | |
37t | ΦΙΛΙΣΤΙΩΝ. | |
37 | Ἂν μὴ δυνάμενος, ἐθέλων δὲ βλάψῃς φίλον, καὶ μὴ δυνάμενος καὶ θέλων πείσῃ κακόν. | |
39t | ΜΕΝΑΝΔΡΟΣ. | |
39 | Ὁ μὴ δικαίως κατὰ φίλων ζητῶν κακόν, | |
40 | αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν. | |
41t | ΦΙΛΙΣΤΙΩΝ. | |
41 | Ἄνθρωπος ὢν μηδέποτε καθ’ ἑτέρου κακόν ἀδίκως φρονήσῃς· ἡ δίκη γὰρ πάνθ’ ὁρᾷ. | |
43t | ΜΕΝΑΝΔΡΟΣ. | |
43 | Ἐὰν πονηροῦ γείτονος γείτων ἔσῃ, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ. | |
45t | ΦΙΛΙΣΤΙΩΝ. | |
45 | Ἀγαθοῦ γείτονος ἄν ποτε γείτων ἔσῃ, ὡς προδιδάσκει ἀγαθὸν προσλάμβανε. | |
47t | ΜΕΝΑΝΔΡΟΣ. | |
47 | Αὐτὸς ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν θέλε· μέμψει γὰρ ἄλλους, οὐχὶ μεμφθήσῃ δὲ σύ. | |
49t | ΦΙΛΙΣΤΙΩΝ. | |
49 | Δίκην φυλάσσου, κἂν δικαίως ἐγκαλῇ. | |
gno1(50) | μετέρχεται τὸ δίκαιον εἰς πλεονεξίαν. | |
51t | ΜΕΝΑΝΔΡΟΣ. | |
51 | Ἐὰν πένης ᾖς, δίκαιος εἶ κἀγαθός. | |
εἰμὶ δίκαιος ἢ γὰρ οὐκ ἂν ἦς πένης. | 337 | |
53t | ΦΙΛΙΣΤΙΩΝ. | |
53 | Πενία καθ’ αὑτήν ἐστιν ἰσχυρὰ νόσος· | |
ἔρωτα προσλαβοῦσα δύο νόσους νοσεῖς. | 338 |