TLG 1791 001 :: MENANDRI ET PHILISTIONIS SENTENTIAE :: Comparatio Menandri et Philistionis MENANDRI ET PHILISTIONIS SENTENTIAE Gnom. Comparatio Menandri et Philistionis Source: Jaekel, S. (ed.), Menandri sententiae. Leipzig: Teubner, 1964: 87–120. Citation: Section — (line) | |||
1(t1) | ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ | ||
t2 | ΓΝΩΜΑΙ ΚΑΙ ΔΙΑΛΕΚΤΟΙ | ||
---|---|---|---|
1 | Μεν. | Φιλιστίωνα τὸν καλόν τε κἀγαθὸν ἐγὼ Μένανδρος πολλὰ χαίρειν βούλομαι. | |
Φιλ. | Κἀγὼ τάδ’ αὐτὰ βούλομαι Φιλιστίων προσεννέπειν, Μένανδρε, τὴν ἴσην χάριν. | ||
5 | Μεν. | Ἀπαρενόχλητος ὁ τόπος ἡμῖν τυγχάνει, καὶ τοῦ λέγειν ἄρξασθ’ 〈ἐγὼ〉 δὴ βούλομαι. | |
Φιλ. | Ἕτοιμον εὑρήσεις με. καὶ γὰρ τῆς σχολῆς εὐκαιρία προτρέψεται λέγειν σοφῶς. | ||
Μεν. | Ὁρᾷς ἐπὶ γῆς ἄνθρωπον † τεθνηκότα; | ||
10 | ἄμεινον ἡμᾶς μὴ γενέσθαι μηδ’ ὅλως. | ||
Φιλ. | Ἆρ’ οὗτος οὐ κατεῖδε τὸν ἑαυτοῦ χρόνον ἢ 〈τὸν〉 δι’ ἄστρων ἀριθμὸν οὐκ ἐγνώρισεν; | ||
Μεν. | Εἰ γὰρ μαθὼν ἦν καὶ χρόνους ἠπίστατο, ἔδει τότ’ αὐτὸν θνητὸν ὄντα μὴ θανεῖν; | ||
15 | Φιλ. | Ἐν δειλίᾳ γὰρ ζῶντες ἡμεῖς τοῦ βίου | |
ὄντως 〈γὰρ〉 {νῦν} ἡμῖν 〈νῦν〉 πλάνη παρίσταται. | 87 | ||
Μεν. | Ὅταν θέλῃ τις τἀτρεκῆ προμανθάνειν, μάτην πλανᾶται τὸ σαφὲς † σοφῶς μαθεῖν. | ||
Φιλ. | Ἐὰν θελήσῃς βίον ἄλυπον ἐκτελεῖν, | ||
20 | μὴ προσδόκα τὸ μέλλον ἢ λυπῇ μάτην. | ||
Μεν. | Ὅστις κάτοιδε τοῦ βίου τὴν ἔκβασιν, μαθὼν † ὀδυνᾶται προσδοκῶν καθ’ ἡμέραν. | ||
Μεν. | Οὐδὲν πέφυκε κρεῖττον † τῆς εὐκαιρίας· καιροῦ γὰρ ἰσχύοντος οὐδὲ εἷς κριτής. | ||
25 | Φιλ. | Ὅστις τὸν εὐτυχοῦντα βασκαίνειν θέλει, λυπεῖν ἑαυτὸν βούλετ’{αι} εἰς ὃν ζῇ χρόνον. | |
Μεν. | † Τὸ ἐξαίφνης ἀόρατον † ἀπροσδοκήτως ἐλθὸν ἰδίαν χάριν ἔχει. | ||
Φιλ. | Οὔτ’ εὐτυχεῖν δεῖ πάμπαν οὔτε δυστυχεῖν. | ||
30 | ῥοπαῖς δὲ καιρῶν καὶ μεταβολαῖς † πάντα ἀλλάσσεται. | ||
Μεν. | Ἐκ τοῦ τυχεῖν ἄνθρωπον ἀβεβαίου βίου τύχην {εκ}καλοῦμεν ἣν ὅλως οὐκ οἴδαμεν. | ||
Φιλ. | Κἂν αἰτιᾷ, μέτρησον αὑτοῦ τὴν τύχην. ποῖον πέφυκε κέρδος ἐκ τούτου, φράσον. | ||
35 | Μεν. | Κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήττουσί με. ἀδίκως πονηροῖς † πλοῦτον δωρεῖται θεός. | |
Φιλ. | Ὡς θνητὸς ὢν ἄνθρωπος † καὶ λιπὼν φάος, | ||
χαλιναγωγεῖν δεῖ τὸν τεταγμένον χρόνον. | 88 | ||
Μεν. | Πενίας 〈περ〉 οὐδέν ἐστιν ἀθλιώτερον. | ||
40 | ἄμεινόν ἐστιν ἀποθανεῖν ἢ δυστυχεῖν. | ||
Φιλ. | Ἄνθρωπον ὄντα πάντα προσδοκᾶν σε δεῖ. ὁ δ’ ἐκκακήσας ὤλεσε〈ν〉 τὰς ἐλπίδας. | ||
Μεν. | Ἢ μὴ ποίει τὸ κρυπτὸν ἢ μόνος ποίει, ἵνα σὺ σεαυτὸν μόνος ἔχῃς συνίστορα. | ||
45 | Φιλ. | Μυστήριόν σου μήποτ’ εἴπῃς τῷ φίλῳ, κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον. | |
Μεν. | Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ ἐκφάνῃς φίλου. † ἔλπιζε γὰρ αὐτὸν πάλιν γενέσθαι φίλον. † | ||
Φιλ. | Ὁ θυμὸς οὔτε ῥῶσιν οὔτε νοῦν ἔχει· | ||
1(50) | ὀργὴ δὲ δεινὰ δρᾶν ἀναγκάζει βροτούς. | ||
Μεν. | Ὅστις γυναικὸς ἀποθανούσης ἐπιγαμεῖ, ὁ τοιοῦτος ὄντως οὐκ ἐπίστατ’ εὐτυχεῖν. | ||
Φιλ. | Ἅπαντας ἡμᾶς δεῖ φέρειν τὰς διαβολὰς ὑπὸ τοῦ λέγοντος, κἂν θέλῃς κἂν μὴ θέλῃς. | ||
55 | Μεν. | Πενίαν φέρειν οὐ παντός, ἀλλ’ ἀνδρὸς σοφοῦ. πολλοὶ γὰρ εὐτυχοῦντες οὐ φρονοῦσιν εὖ. | |
Φιλ. | Ἀνὴρ ὁ πλουτῶν 〈εἰ〉 μέγα κομπάζων βιοῖ, | ||
ἅπασι δ’ ἀνθρώποις ἔχει μῖσος μέγα. | 89 | ||
Μεν. | Πολλῶν 〈μὲν〉 ὁ λόγος χρηστός, ὁ δὲ τρόπος κακός. | ||
60 | οὐ τῷ λόγῳ δὲ δεῖ † χρῆσθαι, ἀλλὰ τῷ τρόπῳ. | ||
Φιλ. | Πενία δ’ ἄτιμον καὶ τὸν εὐγενῆ ποιεῖ. τῷ δυστυχοῦντι θάνατος αἱρετώτερος. | ||
Μεν. | Δοκίμαζε πρῶτον τὸν τρόπον κοὐ τὸν λόγον. σεμνὸς τρόπος γὰρ διαφέρει καλῶν λόγων. | ||
65 | Φιλ. | Εἰ χρήμασι〈ν〉 τὸν θάνατον ἐξωνούμεθα, τῶν πλουσίων 〈ἂν〉 ὁ κόσμος ὅλος ἐτύγχανε. | |
Μεν. | Ἅπασιν ἀνθρώποισ〈ιν〉 ἀπόκειται θανεῖν, ζωῆς γὰρ ἡμῖν ὀλίγος ἐμετρήθη χρόνος. | ||
Φιλ. | Μηδεὶς ἑαυτὸν μακάριον νομιζέτω, | ||
70 | πρὶν ἢ μάθῃ τὸ τέρμα τῆς εἱμαρμένης. | ||
Μεν. | Ψευδηγόροις γελῶσι καὶ μύθοις κενοῖς, † θεραπεύεται τὰ κακὰ ταῖς συμβουλίαις. † | ||
Φιλ. | Τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις ἃ μεθ’ ἡδονῆς ἀφῆκε κοὐκ ἐχρήσατο. | ||
75 | Μεν. | Τί τὸν θανόντα κωφὸν ὠφελεῖς καλῶν; τὸν ζῶντα λυπεῖς, τῷ θανόντι δ’ οὐ μέλει. | |
Φιλ. | Ὁ τάφος στεφανωθεὶς πλουσίως καὶ κοσμίως † τὸ ζῆν ἑαυτοῦ διὰ πλάνης κατηγορεῖ. † | ||
Μεν. | Ἐν ἀδειλίᾳ γὰρ ζῶντες ὃν ζῶμεν χρόνον | ||
80 | φρόνιμοι δοκοῦμεν μηδὲ ἓν † καθιόντες. | 90 | |
Φιλ. | Κούφως φέρειν δεῖ τὰς ἐνεστώσας τύχας. βουλόμεθα πλουτεῖν πάντες, ἀλλ’ οὐ δυνάμεθα. | ||
Μεν. | Ὁ καιρὸς ἀνθρώποισιν, οἷσπερ ἂν θέλῃ, ἐλθὼν δίδωσιν χρημάτων ἐξουσίαν. | ||
85 | Φιλ. | Εἰ πᾶσιν ἡμῖν ἦν φρενῶν κοινωνία, καὶ χρημάτων ἦν καὶ φρενῶν κοινωνία. | |
Μεν. | Εἰ τὴν φρόνησιν πάντες εἶχον τὴν ἴσην, οὐδεὶς ἐγίγνετ’ ἂν πενόμενος πώποτε. | ||
Φιλ. | Οὐδεὶς γενόμενος εὐθέως ἔστι〈ν〉 σοφός, | ||
90 | τύχη δὲ καὶ τὸν μὴ σοφὸν ποιεῖ σοφόν. | ||
Μεν. | Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη, οὐδεὶς δὲ νικᾷ μὴ θελούσης τῆς τύχης. | ||
Φιλ. | Οὐδὲν μετατιθεῖ τῶν πεπρωμένων τύχη, ἃ γὰρ πέπρωται ταῦθ’ ὅλως οὐ μετατιθεῖ. | ||
95 | Μεν. | Ἃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν, οὐ γὰρ δυνήσῃ διαφυγεῖν ὅ σε δεῖ παθεῖν. | |
Φιλ. | Τὸν δοῦλον οὕτως ἔχε λαβὼν ὡσ〈 | ||
97A | 〉τύχην. | ||
98 | Μεν. | Δούλους ποιοῦσι † πάντας τοὺς ἐλευθέρους γάμοι, τεκνώσεις, ἡδοναί, φόβοι, νόμοι. | |
1(100) | Φιλ. | Ἐλευθέρους ἅπαντας ἡ φύσις ποιεῖ, | |
δούλους δὲ μετεποίησεν ἡ πλεονεξία. | 91 | ||
Μεν. | Δούλευε, δοῦλε, μᾶλλον ἐκ προθυμίας· βάρος γὰρ ἕξεις 〈μᾶλλον〉 ἐκ κελεύσεως. | ||
Φιλ. | Ἢ φιλόσοφον δεῖ τὸν πένητα τυγχάνειν | ||
105 | ἢ δοῦλον εἶναι πᾶσιν ὧν χρείαν ἔχει. | ||
Μεν. | Ἐκ δουλ{ε}ίας εἰ δεσπότην τύχοις ἔχων, † ψεύσῃ μηδέποτ’· οἶδε γάρ σου τὰ ψεύσματα. † | ||
Φιλ. | Δούλῳ γενομένῳ, δοῦλε, δουλεύειν φοβοῦ. ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ. | ||
110 | Μεν. | Τὰ δάνεια δούλους τοὺς ἐλευθέρους ποιεῖ. φύλασσε σαυτὸν ἐγκρατῶς ἐλεύθερον. | |
Φιλ. | Ἡ γῆ τόκους δίδωσι μὴ λυπουμένη· ἀπὸ γῆς ἔφυ τὰ πάντα κεἰς γῆν οἴχεται. | ||
Μεν. | Ἐὰν δανείσῃ καὶ μακρῷ χρόνῳ κρατῇς, | ||
115 | ἅπαξ λαβὼν τὸ χρῆμα δώσεις πολλάκις. | ||
Φιλ. | Βλέπε τὸν δανειστὴν ὡς θάλασσαν ἢ βυθόν· ἂν γὰρ βραδύνῃς, λαμβάνεις τρικυμίαν. | ||
Μεν. | Ὡς τὰς γυναῖκας τοκετὸς ὀλολύξαι ποιεῖ, καὶ τοὺς πένητας ὁ τόκος ὀλολύξαι ποιεῖ. | ||
120 | Φιλ. | Ἄμεινόν ἐστι καταλιπεῖν ἄλγος τισίν † ἢ μηδὲν ἔχοντα .... † | |
Μεν. | Πράξας κακῶς τι κἂν δοκῇς θεὸν λαθεῖν, πίστευσον ὅτι σ〈ε〉αυτὸν οὐ δύνῃ λαθεῖν. | ||
Φιλ. | Ἐὰν φονεύῃς λα〈ν〉θ〈άν〉ων, εὔχου θεῷ. | ||
125 | ὃ λανθάνεις ἄνθρωπον, ὁμολόγει θεῷ. | 92 | |
Μεν. | Ἔστι〈ν〉 Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ’ ὁρᾷ. † καὶ πρὸς ὃ ποιεῖ τις, οὕτως καὶ κομίζεται. † | ||
Φιλ. | Ἡ γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν. κρεῖττον σιωπᾶν ἢ λαλεῖν ἃ μὴ θέμις. | ||
130 | Μεν. | † Ἄκουε πάντα μανθάνειν καὶ μὴ λαλεῖν· † πολλὴν γὰρ ἀβλάβειαν ἡ σιγὴ φέρει. | |
Φιλ. | † Εὖ ἔχειν σπούδαζε μὴ τῷ σχήματι· τὸ σῶμα μᾶλλον κόσμει ἢ τὸ φρόνημα. † τὸ σχῆμα γὰρ κρίνουσιν οὐχὶ τὸν λόγον. | ||
135 | Μεν. | Εὐκαταφρόνητός ἐστι{ν} πανταχοῦ πένης. 〈ὁ〉 πονηρὰ ποιῶν εὐθέως οὐκ αἴσθ{αν}εται. | |
Φιλ. | 〈Ὁ〉 δυσσεβῶν τι{ς} καὶ δοκῶν λαθεῖν θεὸν κολάζεθ’ οὗτος ὑπὸ συνειδότος θεοῦ. | ||
Μεν. | Ὁ μὴ κολασθεὶς τῷ νόμῳ πράξας κακῶς, | ||
140 | αὐτὸς ὑφ’ ἑαυτοῦ τῷ φόβῳ κολάζεται. | ||
Φιλ. | Ὁ μὴ μαθητὴς τοῦ διδάσκοντος λόγου, οὗτος μαθητὴς τοῦ κολάζοντος νόμου. | ||
Μεν. | Μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε· πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου. | ||
145 | Φιλ. | Ὥσπερ λέγουσι πάντες οἱ σοφώτατοι, | |
οὐδεὶς ποιῶν πονηρὰ λανθάνει Δίκην. | 93 | ||
Μεν. | Πράσσων καλῶς μέμνησο τῆς δυσπραξίας, ὡς γὰρ τὸ πράσσειν καὶ τὸ μὴ πράσσειν σκόπει. | ||
Φιλ. | Ἐὰν θελήσῃς χρημάτων σωροὺς ἔχειν, | ||
1(150) | σωροὺς ἔχειν δεῖ καὶ καλῶν φρονημάτων. | ||
Μεν. | † Ἔστι πρῶτον τῶν καλῶν δικαιοκρισία· † ὅρα τὸ κέρδος μὴ τέκῃ σοι ζημίαν. | ||
Φιλ. | Βίον πορίζου πάντοθεν πλὴν ἐκ κακῶν. οὐκ ἔστιν οὐδὲν χεῖρον αἰσχροκερδίας. | ||
155 | Μεν. | Ὅταν πονηροῦ πράγματος κέρδος λάβῃς, τοῦ δυστυχεῖν νόμιζε ς’ ἀρραβῶν’ ἔχειν. | |
Φιλ. | Πρόκρινε κέρδο〈υ〉ς τοῦ πονηροῦ ζημίαν· | ||
157A | 〈λυπεῖ γὰρ ἡμῖν ζημία βραχὺν χρόνον,〉 | ||
158 | κακὸν δὲ κέρδος ὅλον ἀναιρεῖ 〈τὸν〉 βίον. | ||
Μεν. | Τοῖς μὲν καλῶς πράττουσι προστατεῖ θεός, | ||
160 | χαίρει δ’ ὁρῶν πάσχοντας † τοὺς ἀναξίους. | ||
Φιλ. | Τὸ συνειδὸς ἡμῶν ἔνδον ἐγκεκρυμμένον ἐπὶ τῷ μετώπῳ τὴν ἀλήθειαν φέρει. | ||
Μεν. | Μηδέποτε πειρῶ δύο φίλων εἶναι κριτής· ἑνὸς γὰρ αὐτῶν εὐθέως ἐχθρὸς γίνῃ. | ||
165 | Φιλ. | Κρίνει φίλους ὁ καιρὸς ὡς χρυσὸν τὸ πῦρ. | |
ἐν ἀπορίαις γὰρ οὐδὲ εἷς ἔσται φίλος. | 94 | ||
Μεν. | Ὁ 〈τῷ〉 φίλῳ πεσόντι {συμ}παραμένων φίλος ἀδελφὸς οὗτος καὶ φίλος καὶ συγγενής. | ||
Φιλ. | Δοκιμάζεται πᾶς οὐ πεπλασμένος φίλος | ||
170 | φιλίαν φίλου στέργοντος, {καὶ} οὐ τὰ χρήματα. | ||
Μεν. | Πένητα ὁ συλῶν οὔ † τινα ἔχων ἀπέρχεται † πολλὰ καταλείψας δάκρυα καὶ στενάγματα. | ||
Φιλ. | Ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς· φίλος με λυπῶν οὐδὲν ἐχθροῦ διαφέρει. | ||
175 | Μεν. | Ὅταν φίλος σου κατὰ φίλου μέλλῃ λέγειν, μὴ τῷ λόγῳ πίστευε, ἀλλ’ αὐτὸν σκόπει. ὁ γὰρ προχείρως πρὸς σὲ διαβάλλων φίλον ταὐτὸν ποιήσει καὶ κατὰ σοῦ πρὸς 〈τὸν〉 φίλον. | |
Φιλ. | Ὅταν μάλιστα ζῆν ἀκινδύνως θέλῃς, | ||
180 | † ἐχθροὺς ἀπίστει τοὺς λέγοντας ἐν δόλῳ. † | ||
Μεν. | Εὐχαὶ γὰρ ἐχθρῶν εἰσιν αἱ φίλων μάχαι. χαίρουσι γὰρ βλέποντες 〈εἰσ〉 ἁψιμαχίας. | ||
Φιλ. | Οὔθ’ οἱ φίλοι μένουσιν ἐν βίῳ φίλοι, οὔθ’ αἱ γυναῖκες διαμένουσι σώφρονες. | ||
185 | Μεν. | Τίς δ’ οὐχὶ θνητῶν ἐστι γινώσκων τάδε, ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ; | |
Φιλ. | Ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί, αὐτοὶ δ’ ἁμαρτάνοντες οὐ γινώσκομεν. | ||
Μεν. | Ἀδύνατόν ἐστι καταμαθεῖν παντὸς νόον | ||
190 | φέροντα κρυπτὴν ἔνδοθεν πονηρίαν. | 95 | |
Φιλ. | Κρεῖττον σιωπᾶν ἐστιν ἢ μάτην λαλεῖν. πολλὴν γὰρ ἀβλάβειαν ἡ σιγὴ φέρει. | ||
Μεν. | Φέρ’ ἐγκρατῶς ἔνδειαν ὡς εἰδὼς ὅτι † ἀπόντος ἔργου τὸ ἐγκρατεύεσθαί σε δεῖ. † | ||
195 | Φιλ. | Μισῶ πένητα πλουσίῳ δωρούμενον· ἢ μωρός ἐστιν ἢ πλανᾶσθαι βούλεται. | |
Μεν. | Αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ, μή μ’ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ. | ||
Φιλ. | Ὅταν φίλον σου δοκιμάσαι θέλῃς ποτέ, | ||
1(200) | μυστήριόν σου ψευδὲς 〈αὐτῷ〉 προσανάθου. | ||
Μεν. | Πένης ὑπάρχων ἂν γένῃ ποτὲ πλούσιος, μέμνης’ ἐκείνης τῆς τύχης, ὅτ’ ἦς πένης. | ||
Φιλ. | Ἂν δυστυχῇς, ἄνθρωπε, μὴ λυποῦ μέγα. τῆς γὰρ τύχης τὸ μέλλον οὐκ ἐπίστασαι. | ||
205 | Μεν. | Γνώμην πονηρὰν εὐκόλως τρέφει γυνή. ὁ τρόπος γὰρ αὐτῆς † ἐγγυμνάζεται † κακοῖς. | |
Φιλ. | Πιθανὴν γυναῖκα 〈δ’〉 ὁ τρόπος εὔμορφον ποιεῖ. πολὺ γὰρ διαφέρει σεμνότης εὐμορφίας. | ||
Μεν. | Γυναῖκα † ὁ διδάσκων γράμματα γινωσκέτω | ||
210 | ὅτι ἀσπίδι προσπορίζει φάρμακα. † | 96 | |
Φιλ. | Γένος τὸ θηρῶν ἡμεροῦτ’ ὀλίγον 〈ποτέ〉, ὁ δὲ τῆς γυναικὸς τρόπος οὐκ ἀλλάσσεταί ποτε. | ||
Μεν. | Μηδέποτε πειρῶ σκαμβὸν ὀρθῶσαι κλάδον· ἐκεῖ νένευκεν οὗ φύσις βιάζεται. | ||
215 | Φιλ. | Ἐὰν γυνὴ γυναικὶ κατ’ ἰδίαν λαλῇ, μεγάλων κακῶν θησαυρὸς ἐξορύττεται. | |
Μεν. | Γνώμην μεγίστην τῷ φιλοῦντι μὴ λέγε· γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ. | ||
Φιλ. | Κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς, | ||
220 | ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω. | ||
Μεν. | Κἂν μυρίων γῆς κύριος πηχῶν ἔσῃ, θανὼν γενήσῃ τάχα μόλις πηχῶν τριῶν. | ||
Φιλ. | Ὁ πλέων τὸ πέλαγος ἠγριωμένον 〈μιᾶσ〉 ἀπὸ πήχεώς {μιᾶς} γε τῷ θανάτῳ παρίσταται. | ||
225 | Μεν. | Ἐὰν πένητα γυμνὸν ἐνδύσῃς ποτέ, οὐδὲν ἐποίησας, ἂν λόγοις ὀνειδίσῃς. | |
Φιλ. | Καλῶς ποιήσας καὶ κακῶς ὀνειδίσας ἀψινθίῳ 〈’π〉έμιξας Ἀττικὸν μέλι. | ||
Μεν. | † Ἐχθρὸς παρ’ ἐχθροῦ λαβάνων (sic) ἐπεπτώκει. † | 97 | |
230 | Φιλ. | Ἀνὴρ ὁπόταν γυναῖκα καταβλάψαι θέλῃ, θησαυρὸν ἐχέτω 〈πλούσιον〉 φρονημάτων. | |
Μεν. | Χρυσὸς δόλος πέφυκε καὶ γυνὴ δόλος. ἀμφότερα ταῦτα 〈τοὺσ〉 φίλους ἐχθροὺς ποιεῖ. | ||
Φιλ. | Προπετοῦς 〈παρ’〉 ἀνδρὸς μὴ φοβοῦ λάβρον στόμα· | ||
235 | ὁ γὰρ σιωπῶν ἔνδον ἐγκρύπτει δόλον. | ||
Μεν. | Γέρων γενόμενος μὴ γάμει νεωτέραν· ἄλλον γὰρ ἕξει· παιδαγωγήσῃ δὲ σύ· | ||
Φιλ. | Οὐκ ἔστιν εὑρεῖν τὴν τροφὴν ἄνευ κόπου. κάμνουσι πάντες τῆς ζόης ταύτης χάριν. | ||
240 | Μεν. | Οἱ τῶν πενήτων ἐργατῶν ἀεὶ κόποι· εἰς τὰς τροφὰς χωροῦσι τὰς τῶν πλουσίων. | |
Φιλ. | Ὁ πλούσιος πένητας οὐκ ἀσπάζεται· ἀλλὰ παραπέμπει μηδὲν ἠδικηκότας. | ||
Μεν. | Ὁ φίλου βεβαίου θυμὸν ἐγκρατῶς φέρων | ||
245 | οὗτος πέφυκε μέχρι τέλους τούτου φίλος. | ||
Φιλ. | Μακάριος, ὅστις ἔτυχε γενναίου φίλου· φιλίας γὰρ οὐδέν ἐστι τιμιώτερον. | ||
Μεν. | Γαμῶν γυναῖκα κλαῖε καὶ θάπτων γέλα· γυναῖκας οἱ θάπτοντες εὐτυχοῦσι γάρ. | ||
1(250) | Φιλ. | Καλὸν τὸ θνῄσκειν, οἷς ὕβριν τὸ ζῆν φέρει· † ζῇ γὰρ πονηρῶς καὶ τὸ φῶς βλέπει σκότος. † | |
Μεν. | Ἄνθρωπον ὄντα πάντα προσδοκᾶν σε δεῖ. | ||
ἀλλάσσεται γὰρ πάντα κοὐδὲν παραμένει. | 98 | ||
Φιλ. | Μηδέποτε σαυτὸν δυστυχῶν ἀπελπίσῃς· | ||
255 | καιρῶν γάρ εἰσι μεταβολαὶ καὶ 〈τῆσ〉 τύχης. | ||
Μεν. | Ἂν εὐτυχῇς, ἄνθρωπε, μὴ φρόνει μέγα· πάλιν γὰρ ὄψει τῆς τύχης μετατροπήν. | ||
Φιλ. | Ὅτ’ εὐτυχεῖς, μέμνησο τῆς προτέρας τύχης. μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ. | ||
260 | πρὸς τὴν παροῦσαν 〈πάντοθ’〉 ἁρμόζου τύχην. | ||
Μεν. | Ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν πεσεῖν δεδοικὼς βούλεται πάλιν πεσεῖν. | ||
Φιλ. | † Τὸν δοῦλον ὦ τᾶν προσλαβὼν ὃν ὠνήσω † † τύχην ἔχοντα δούλην, γνώμην δ’ ἐλευθέραν. † | ||
265 | Μεν. | † Ἐλευθέρους δούλευε † κοὐχ ἕξεις δούλους· δυσὶ δούλευε καὶ νόμοις καὶ δεσπόταις. † | |
Φιλ. | Δούλευε, δοῦλε, μᾶλλον ἐκ βουλήσεως· βάρος γὰρ ἕξεις μᾶλλον ἐκ κελεύσεως. | ||
Μεν. | Μίαν πρόνοιαν τῶν ἄνω καὶ τῶν κάτω | ||
270 | θεὸν νόμιζε καὶ σέβου παντὶ σθένει· ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου, καὶ μήτ’ ἐρώτα μήτε μανθάνειν θέλε· οὐ γὰρ θέλω σε μανθάνειν, τί δὴ θεός. | ||
Φιλ. | Πόντου, γυναικός, 〈καύματοσ〉, πυρός, θηρὸς | ||
275 | χειρότερός ἐστιν ὁ προδότης 〈ὁ〉 τῶν φίλων. | 99 | |
Μεν. | Πενία καθ’ αὑτήν 〈ἐστιν〉 ἰσχυρὰ νόσος· ἔρωτα {δὲ} προσλαβοῦσα δύο νόσους νοσεῖ. | ||
Φιλ. | Δεινὸν πενία· † κακὸν δυστυχία· σοφοῦ δὲ † ἀνδρὸς πάντα γενναίως φέρειν. | ||
280 | Μεν. | Ὅσον διαφέρει τοῦ θανεῖν τὸ ζῆν καλῶς, τοσοῦθ’ ὁ θάνατος διαφέρει τοῦ ζῆν κακῶς. | |
Φιλ. | Ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν αἰτοῦ παρὰ θεῶ〈ν〉, ἀλλὰ τὴν μακροθυμίαν. | ||
Μεν. | Ὅταν δ’ ἄλυπος διὰ τέλους εἶναι θέλῃς, | ||
285 | † ἢ θεὸν εἶναί σε δεῖ, ἢ νεκρόν. † | ||
Φιλ. | Πρόσεστιν α〈ἰ〉εὶ τῷ πένητ’ ἀπιστία· κἂν σοφὸς ὑπάρχῃ, κἂν λέγῃ τὸ συμφέρον. | ||
Μεν. | † Οὐδέποτε πένης ἐπὶ δίκαιος δίκαιος εὑρέθη. † ἀεὶ δ’ ὁ πλοῦτος τὴν πενίαν καταισχυνεῖ. | ||
290 | Φιλ. | Μισῶ πένητα πλουσίῳ δωρούμενον· αὐτὸς γὰρ αὑτοῦ τὸν βίον λυμαίνεται. | |
Μεν. | Μισῶ πένητα πλουσίῳ δωρούμενον· ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης. | ||
Φιλ. | Ὅταν 〈δ’〉 ἴδῃς εἰς ὕψος ἠρμένον τινά, | 100 | |
295 | κακῶς τε πλούτῳ καὶ τύχῃ γαυρούμενον, τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα· ἐπαίρεταί {γὰρ} τις μεῖζον, ἵνα μεῖζον{ως} πέσῃ. | ||
Μεν. | Ἕως μὲν καθῆσο τὰς ὀφρῦς ἀνεσπακώς, † ᾤμην σε τῶν σοφῶν σοφόν τινα· † | ||
1(300) | ὅ〈πο〉τε δ’ ἐγερθεὶς εἰς λόγους ἐλήλυθας, ἐφάνης χελώνης δέρμ’ ἔχων, φρένας δ’ ὄνου. ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. | ||
Φιλ. | Ὁ περιφέρων μοι τὴν λεοντείαν δορὰν πήραν τε καὶ πώγωνα καὶ βάκτρον μέγα | ||
305 | σιγῶν δοκεῖς μοι φρόνιμος εἶναι καὶ σοφός. τύπους γὰρ ὡς ἔοικε τῶν σοφῶν ἔχεις ὄνος πεφυκώς περ καὶ † σάγμ’ ἔχων μέγα. λάλησον, ἵνα μάθωμεν ὡς ἄνθρωπος εἶ. εἰ δ’ ἔτι σιωπᾶς, γέγονας ἀνθρώπου σκιά. | ||
310 | ἔνιοι γὰρ ὡς δοκοῦντες εὖ φρονεῖν μάλα πώγωνα περιφέρουσιν ἐξησκημένον † φορτίον ἄχρηστον κοὐ χρήσιμον. † εἰ γάρ τιν’ εἶχον δύναμιν αἱ πολλαὶ τρίχες, | ||
οὐκ ἄν ποθ’ ὁ λύκος τὸν τράγον κατήσθιε. | 101 | ||
2(t1) | ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ | ||
t2 | ΣΥΓΚΡΙΣΙΣ | ||
1 | Μεν. | Ὁ πᾶσιν ἀρέσας ἐν σοφοῖς ποιήμασιν, ὁ τοῦ βίου τὴν πρᾶξιν ἐπιδείξας σοφοῖς, Μένανδρος ὁ σοφὸς νῦν πάλιν παραινέσω, χαίρειν προ{σ}τάξας τοῖς ἀκούουσιν νέοις, | |
5 | ὅπως ἕκαστος † ἀκούων μου μανθάνῃ τὴν τοῦ βίου † εὐθεῖαν, ἣν ὑμῖν φράσω, παρηγορῶν ἕκαστον ἐς τὸ συμφέρον, ἔχων ἀγῶνα πρὸς Φιλιστίωνα νῦν, τὸν τερπνὸν καὶ φιλητὸν καὶ βιωφελῆ, | ||
10 | ἐκ τῶν κατὰ μέρος ἐκλεγέντων πραγμάτων. Ἀρξόμεθα λοιπὸν περὶ τύχης 〈λέγειν〉 σοφῶς. | ||
12t | Μένανδρος. περὶ τύχης. | ||
12 | Ὅταν τις ἡμῶν † ἀμέριμνον † ἔχῃ τὸν βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν· ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν, | ||
15 | εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν. | ||
Φιλ. | Μηδέποτε μέμφου τὴν τύχην εἰδὼς ὅτι καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ. | ||
17A | .............................. | μή | 102 | |
18 | λύπει σεαυτὸν τοῦτο γιγνώσκων ὅτι, ὅταν ποτ’ ἀνθρώποισιν ἡ τύχη γελᾷ, | ||
20 | πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται· ὅταν δὲ δυστυχῇ τις, οὐδ’ εὐφραίνεται. ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη. | ||
23t | Μεν. | περὶ πενίας. | |
23 | Πένης λέγων τἀληθὲς οὐ πιστεύεται. πένητος οὐδέν ἐστι δυστυχέστερον· | ||
25 | ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται, ἵν’ ἄλλος ἐλθὼν μεταλάβῃ κεκτημένος· τῶν γὰρ πενήτων ἐργατῶν ἀεὶ πόν〈οι〉 〈εἰσ〉 τὰς τροφὰς χωροῦσι τὰ〈σ〉 τῶν πλουσίων. | ||
Φιλ. | Πρόσεστιν αἰεὶ τῷ πένητ’ ἀπιστία· | ||
30 | κἂν σοφὸς ὑπάρχῃ, κἂν λέγῃ τὸ συμφέρον, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς. τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος· ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν σαφές. | ||
35t | Μεν. | περὶ γήρους. | |
35 | Ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων, ἅπαντα συλῶν 〈τὰ〉 καλὰ τῆς εὐμορφίας καὶ μεταχαράσσον τὴν μὲν ἀνδρίαν μελῶν εἰς 〈τ〉ἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον πολύν, [ὁ νοῦς· ὅτι οὐκ ἔνεστιν δύναμις τοῦ σώματος·] | 103 | |
40 | φεύγει δὲ πάντα καὶ τὸ λαμπρὸν ὀμμάτων. | ||
Φιλ. | Ἐὰν γένηται πλούσιος γεγὼς γέρων, καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον· † ἔχει γὰρ χειραγωγὸν τὸν πλοῦτον ὁ γέρων. † ἐπὰν ἴδῃς γέροντα 〈πενιχρὸν〉 καὶ μόνον, | ||
45 | μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει. καλὸν τὸ θνῄσκειν ἔστιν † ἐπὶ τούτῳ λέγειν. μὴ νουθέτει γέρονθ’ ἁμαρτάνοντά τι· δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον. | ||
49t | Μεν. | περὶ πλούτου. | |
49 | Αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ, | ||
2(50) | μή μ’ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ. μισῶ πένητα πλουσίῳ δωρούμενον· ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης. | ||
μὴ τὴν ὀφρὺν ἔπαιρε 〈–×–⏑–〉. μὴ οὐ † χρυσὸς † περίσημος ᾖ, ἀλλὰ † πηλὸς ᾖ. | 104 | ||
55 | κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς, ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω. κἂν μυρίων γῆς κύριος πηχῶν ἔσῃ, θανὼν γενήσῃ τάχα τριῶν ἢ τεσσάρων. | ||
Φιλ. | Ἀεὶ τὸ πλουτεῖν συμφορὰς πολλὰς ἔχει, | ||
60 | φθόνον τ’ ἐπήρειάν τε καὶ μῖσος πολύ, πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας, πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου. ἔπειτα μετὰ ταῦτ’ εὐθὺς εὑρέθη θανών, ἄλλοις καταλιπὼν εἰς τρυφὴν τὴν οὐσίαν. | ||
65 | ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω | ||
65A | ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον, | ||
66 | καὶ μήτ’ ἔχειν πλοῦτόν με μήτε πράγματα· πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά. | ||
68t | Μεν. | περὶ θεῶν. | |
68 | Ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας. | ||
70 | ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον 〈μόνουσ〉. | ||
ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν, εὖξαι τί βούλει, πάντα σοι γενήσεται, ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα, | 105 | ||
75 | φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου· αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας. | ||
Φιλ. | Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή· πλεῖον γὰρ οὐδὲν ἄλλο τοῦ ζητεῖν ἔχεις. εἴτ’ ἔστιν εἴτ’ οὐκ ἔστι, μὴ βούλου μαθεῖν. | ||
80 | ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου. τίς ἐστιν, ὁ θεὸς οὐ θέλει σε μανθάνειν· ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων. | ||
83t | Μεν. | περὶ φίλου. | |
83 | Χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί, ἡ δ’ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται. | ||
85 | καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου. ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει· τῷ γὰρ παρόντι γίνετ’ εὐτονώτερον. μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ. | ||
90 | φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις. | 106 | |
Φιλ. | Ἅπαν διδόμενον δῶρον, ἂν καὶ μικρὸν ᾖ, μέγιστόν ἐστιν, 〈ἂν〉 μετ’ εὐνοίας δοθῇ. κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε, ἐπεὶ βλαβήσῃ καὶ διδῶν καὶ λαμβάνων. | ||
95 | μὴ λέγ’, ὅτι δώσεις, μὴ διδούς· ὁ γὰρ λέγων καὶ τὴν ἀπ’ ἄλλων ἐμποδίζεται δόσιν. καλῶς ποιήσας 〈κοὐ〉 καλῶς ὀνειδίσας ἔργον καθεῖλες πλούσιον πτωχῶν λόγῳ. καυχώμενος τὸ δῶρον, ὃ δέδωκας φίλῳ, | ||
2(100) | ἔργῳ στρατηγὸς γέγονας, ἐν λόγῳ φονεύς. ἂν γυμνὸν εὑρὼν πενιχρὸν ἐνδύσῃς 〈ποτέ, μᾶλλον ἀπέδυσασ〉 αὐτόν, ἂν ὀνειδίσῃς. ἐὰν τροφὴν δοὺς τὸν λαβόντ’ ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι. | ||
105t | Μεν. | περὶ πονηρίας. | |
105 | Οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν, ἀλλ’ ἀντιτάσσου, μὴ τἄνω κάτω γένητ’. | ||
ὁ γὰρ ἀδίκως 〈τι〉 καθ’ ἑτέρου ζητῶν κακὸν αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν. ὅταν πονηροῦ πράγματος κέρδος λάβῃς, | 107 | ||
110 | τοῦ δυστυχεῖν νόμιζε ς’ ἀρραβῶν’ ἔχειν. | ||
Φιλ. | Ὅταν 〈δ’〉 ἴδῃς πρὸς ὕψος ἠρμένον τινὰ κακῶς τε πλούτῳ καὶ τύχῃ γαυρούμενον ὀφρύν τε μείζω τῆς τύχης ἐπηρκότα, τούτου ταχεῖαν νέμεσιν 〈εὐθὺς προσδόκα.〉 | ||
115t | Μεν. | περὶ δούλου. | |
115 | Δούλῳ γενομένῳ, δοῦλε, δουλεύειν φοβοῦ. ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ. ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσῃ. ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ, δυσὶν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ. | ||
120 | Φιλ. | Πονηρὸς ἂν ᾖ δοῦλος, εὑρήσει δίκην· σὺ μὴ γενηθῇς τῆς δίκης προηγέτης. εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς. κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτὲ | |
125 | ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος. | ||
ἴσην δὲ πάντων διάθεσιν τοῦ σώματος ἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους. ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει, δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία. | 108 | ||
130 | † ἡ ἐξ ἀρχόντων, νόμος, φίλοι. † ἡ δ’ 〈αὖ〉 τύχη τὸ σῶμα κατεδουλώσατο. 〈ἐλεύθερον〉 {δὲ} τὸ γένος ὑπάρχει τῇ φύσει. | ||
133t | Μεν. | περὶ γειτονίας. | |
133 | Ἐὰν πονηροῦ γείτονος γείτων τύχῃς, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ. | ||
135 | ἐὰν 〈ποτ’〉 ἀγαθοῦ γείτονος γείτων τύχῃς, ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις. | ||
Φιλ. | Ὡς εὐφυὲς ζῷον ὁ κοχλίας, νὴ τὸν θεόν. ὅταν πονηρῷ περιπέσῃ τῷ γείτονι, τὸν οἶκον ἄρας εἰς ἕτερον τόπον † πορεύεται. | ||
140 | 〈καὶ〉 τέρπεται δρόσοισιν· {νεμόμενος} ἀλλ’ ὅταν ποτὲ δοκῇ τις αὐτῷ παρενοχλεῖν τῶν γειτόνων, ἀπέρχεθ’ οὕτως περιφέρων τὴν οἰκίαν νέμετ’ ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί. | ||
144t | Μεν. | περὶ νόμου. | |
144 | Λόγος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, | ||
145 | ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. Νόμον φοβηθεὶς οὐ ταραχθήσει νόμῳ. μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε· πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου. | 109 | |
Φιλ. | Ὃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν· | ||
2(150) | οὐ γὰρ δυνήσῃ διαφυγεῖν ὅ σε δεῖ παθεῖν· 〈τὸ〉 πεπρωμένον γὰρ οὐ μόνον 〈πᾶσιν〉 βροτοῖς ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τοῖς οὐρανὸν | 〈ἔχουσι〉 | ||
153t | Μενάνδρου παραινέσεις περὶ τοῦ | ||
153t | τὸν πατέρα τιμᾶν καὶ τὴν μητέρα. | ||
153 | Ὁ λοιδορῶν 〈τὸν〉 πατέρα δυσφημεῖ λόγῳ τὴν εἰς τὸ θεῖον 〈δὲ〉 μελετᾷ βλασφημίαν. | ||
155 | ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος ἄκαρπός ἐστιν οὗτος ἀπὸ ῥίζης κλάδος. | ||
157t | περὶ γέλωτος. | ||
157 | Ὁ μὴ γέλωτος ἄξιος 〈ὢν〉 ἂν ᾖ γέλως, αὐτὸς πέφυκε τοῦ γέλωτος κατάγελως. {ε}ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν, | ||
160 | τὸ τοῦ μαθητοῦ πρῶτα τὴν σιγὴν ἔχειν. | ||
ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει, μόνη σιωπὴ μεταμέλειαν οὐ φέρει. μέλλων τι πράττειν μὴ προείπῃς μηδενί· τὰ γάρ τισιν λεχθέντα καὶ μὴ γενόμενα | 110 | ||
165 | εἴωθε πλεῖστον 〈καταγέλωτα προσφέρειν.〉 | ||
166t | Μεν. | περὶ θανάτου. | |
166 | Ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ, ἔμβλεψον εἰς τὰ μνήμαθ’, ὡς ὁδοιπορεῖς. ἐνταῦθ’ ἔνεστ’ ὀστᾶ τε καὶ κούφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν | ||
170 | καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων. κᾆτ’ οὐδὲν αὐτοῖς τῶνδ’ ἐπήρκεσεν χρόνος· κοινὸν τὸν Ἅιδην ἔσχον οἱ πάντες βροτοί. πρὸς ταῦθ’ ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ. | ||
175 | Φιλ. | Εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν μνήματα παρέλθοι καὶ τάφους ἀνθρωπίνους, τούτων ἕκαστος ἔλεγεν· „εἰς ὥρας ἐγὼ πλεύσω, φυτεύσω, κτήσομαι 〈πολλοὺς ἀγρούσ〉, τὸν τοῖχον ἄρας πύργον ὑψηλὸν βαλῶ, | |
180 | προσοικοδομήσω τὰ παρακείμεν’ ἀγοράσων.“ | ||
λογιζόμενος ταῦτ’ ἀπέθανεν μηδὲν τελῶν. | 111 | ||
182t | Μεν. | περὶ λόγου. | |
182 | Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος· ψυχῆς γὰρ οὗτος μόνος ἔχει κουφίσματα· λέγουσι δ’ αὐτὸν οἱ πάλαι σοφώτατοι | ||
185 | ἀστεῖον εἶναι φάρμακον 〈λυπουμένῳ〉. † ἀλλ’ ὅταν κἀγὼ παραλημφθῶ εἰς λύπας ποτέ †, ὅταν δέ τις λόγοις με παραμυθήσεται, λόγοις με πείσας ἔσβεσεν λύπην ἐμήν. | ||
Φιλ. | Ἆρ’ ἔστι τοῖς νοσοῦσι χρήσιμος λόγος. | ||
190 | ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων εὐψυχίαν παρέσχε τῷ λυπουμένῳ. ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται. | ||
195t | Μεν. | περὶ λύπης. | |
195 | Ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην. μηδέποτε λύπῃ τεῖρε σὴν ψυχὴν κακῶς καταμεμφόμενος 〈τὰ τῆς τύχησ〉, φάσκων τάδε· | ||
„ἀπώλεσα πάνθ’ † ὅσον ἐκεκτήμην βίον †, χρήματα, γυναῖκα καὶ τέκνων πολλῶν σποράν.“ | 112 | ||
2(200) | ἅ σοι τύχη κέχρηκε, ταῦτ’ ἀφείλετο. ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν αἰτοῦ παρὰ θεῶν, ἀλλὰ 〈τὴν〉 μακροθυμίαν. ὅταν δ’ ἄλυπος διὰ τέλους εἶναι θέλῃς, ἢ δεῖ θεόν ς’ εἶναί τιν’ ἢ τάχα δὴ νεκρόν. | ||
205 | παρηγόρει δὲ τὰ κακὰ δι’ ἑτέρων κακῶν. | ||
Φιλ. | Ὅταν ξενισθῇς ἐν πόλει πρὸς τῶν φίλων ἐν ταῖς περισσαῖς καὶ πυκναῖς ὁμιλίαις, ἐὰν μεγίστην ὁ φίλος ἣν λέγῃ πόλιν, σὺ τὴν ἑαυτοῦ μηδὲ συγκρίνῃς ποτέ· | ||
210 | ἐχθροὺς ποιοῦσι τοὺς φίλους αἱ συγκρίσεις. | 113 | |
3(t1) | MENANDRI ET PHILISTIONIS | ||
t2 | DISTICHA PARISINA | ||
1 | Μεν. | † Γυναῖχ’ ὁ διδάσκων γράμματα καλῶς ἀσπίδι φοβερᾷ προσπορίζει φάρμακον. † | |
Φιλ. | Ἐὰν γυνὴ γυναικὶ κατ’ ἰδίαν λαλῇ, μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται. | ||
5 | Μεν. | Καλὴν γυναῖκ’ ἐὰν ἴδῃς, μὴ θαυμάσῃς· τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει. | |
Φιλ. | Πιθανὴν γυναῖκα 〈δ’〉 ὁ τρόπος εὔμορφον ποιεῖ, πολὺ 〈γὰρ〉 διαφέρει σεμνότης εὐμορφίας. | ||
Μεν. | Γνώμην κακίστην 〈τῇ〉 γυναικὶ μὴ λέγε· | ||
10 | γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ. | ||
Φιλ. | Γνώμην πονηρὰν τῇ γυναικὶ μὴ δίδου· ἐλαφρὸν γένος γάρ ἐστι καὶ λίαν κακόν. | ||
Μεν. | Μὴ κλαῖε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ | ||
τὰ δάκρυ’ ἀναισθήτῳ γεγονότι καὶ νεκρῷ. | 114 | ||
15 | Φιλ. | Ὅταν τάφον † στεφανοῖς † κόσμῳ ποικίλῳ, τὸ ζῆν τὸ σαυτοῦ † στεφάνοις παρηγορεῖ. | |
Μεν. | Τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις, ἃ μετ’ ὀδύνης εἴασε κοὐκ ἐχρήσατο; | ||
Φιλ. | Ζῶν γὰρ σεαυτῷ στέφανον ἀσκοῦ καὶ μύρα· | ||
20 | χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθ’ ἡδονῆς. | ||
Μεν. | Κἂν μυρίων γῆς κυριεύσῃς πήχεων, θανὼν γενήσῃ τάχα τριῶν ἢ τεσσάρων. | ||
Φιλ. | Κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς, ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω. | ||
25 | Μεν. | Πράττων καλῶς μέμνησο τῆς δυσπραξίας· ὡς γὰρ τὸ πράττειν καὶ τὸ δυσπράττειν σκόπει. | |
Φιλ. | Μὴ λέγε φυγὼν 〈τὸν〉 θάνατον ὅτι φεύξει πάλιν. ὡς γὰρ πέφευγας, προσδόκα καὶ μὴ φυγεῖν. | ||
Μεν. | Εἰ γάμος † ἦν ὁ σῴζων † τὴν ἄλλου νόσον, | ||
30 | νοσοῦντα σῴζων αὐτὸς ἀποθνῄσκει νοσῶν. | 115 | |
Φιλ. | † Ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ, οὐδεὶς ἑαυτῷ ὃ θέλει | ||
31 | βουλεύεται. † θνῄσκει ὁ θνῄσκων κατ’ ἰδίαν εἱμαρμένην. | ||
Μεν. | Ἐὰν τροφὴν δοὺς τὸν λαβόντ’ ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι. | ||
35 | Φιλ. | Ἐὰν ὁρῶν πένητα γυμνὸν † ἐνδύσῃς †, μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς. | |
Μεν. | Ἐὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ, ὅτ’ εὐτυχεῖς, μέμνησο τῆς προτέρας τύχης. | ||
Φιλ. | Μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ. | ||
40 | πρὸς τὴν παροῦσαν πάντοθ’ ἁρμόζου τύχην. | ||
Μεν. | Ὅταν τι μέλλῃς τὸν πέλας κατηγορεῖν, αὐτὸς τὰ σαυτοῦ πρῶτ’ ἐπισκέπτου κακά. | ||
Φιλ. | Ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν πεσεῖν δεδοικὼς βούλεται πάλιν πεσεῖν. | ||
45 | Μεν. | Μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον, ἐκεῖ νένευκεν οὗ φύσις βιάζεται. | |
Φιλ. | Ὁ γῆρας αἰτῶν παρὰ θεῶν ἁμαρτάνει· | ||
τὸ γὰρ πολὺ γῆρας ἐσχάτων πόνων γέμει. | 116 | ||
Μεν. | Μάτην 〈ἄρ’〉 οἱ γέροντες εὔχονται θανεῖν, | ||
3(50) | γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου. | ||
Φιλ. | Γέρων γενόμενος μὴ φρόνει νεώτερα, μηδ’ εἰς ὄνειδος ἕλκε τὴν σεμνὴν πολιάν. | ||
Μεν. | Ὅταν γέρων γέροντι γνώμην μεταδιδοῖ, θησαυρὸς ἐπὶ θησαυρὸν ἐκπορίζεται. | ||
55 | Φιλ. | Οὐχ ἡ πόλις σου τὸ γένος εὐγενὲς ποιεῖ, σὺ δ’ εὐγενίζεις τὴν πόλιν πράσσων καλῶς. | |
Μεν. | {ε} Ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν, καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν. | ||
Φιλ. | Χρυσὸς μὲν † διελέγχεται πυρί †, | ||
60 | αἱ τῶν φίλων γνῶμαι χρόνῳ γινώσκονται. | ||
Φιλ. | Σαίνει κύων τὸν δόντα, κἂν ἅπαξ λάβῃ· | ||
ἄνθρωπος ἀδικεῖ καὶ λαβὼν καὶ μὴ λαβών. | 117 | ||
4(t1) | ΓΝΩΜΑΙ | ||
t2 | ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ | ||
1 | Μεν. | Πολλῶν ὁ καιρὸς γίνεται παραίτιος· ἂν γὰρ μέγιστα κομπάσῃς φρονῶν μέγα, οὐκ οἶδας ὡς 〈τὰσ〉 μεταβολὰς πολλὰς ἔχει· ὃ νῦν δίδωσιν, οὐ δίδωσιν αὔριον. | |
5 | χρόνος γὰρ οὐκ ἔσθ’ αὑτὸς ἀνθρώποις ἀεί. τὸν οὖν παρόντα καιρὸν ἂν ἅπαξ ἀφῇς, οὐκ ἔστιν αὐτὸν προσλαβεῖν πάλιν ταχύ. | ||
Φιλ. | Ἐπάν ς’ ὁ καιρὸς ἐμβάλῃ πολλοῖς κακοῖς, μὴ † ἐκκακίσῃς † πάντα εὐθύμως φέρειν· | ||
10 | πάλιν γὰρ ὄψει τῶν κακῶν περιτροπήν. ἀεὶ γὰρ ὁ χρόνος ὡς τροχὸς κυλίεται. 〈ὁ〉 καιρὸς ὁ τυχών ἐστιν ἀνθρώποις ἀεί, πᾶσιν γὰρ οὐ πέφυκεν ἀνθρώποις ἴσος. κέρδη γὰρ ἄλλοις χἠδονὰς θηρεύεται, | ||
15 | ἄλλοις δὲ λύπας προσπορίζει καὶ βλάβας. | 118 | |
〈Φιλ.〉 | Μίαν πρόνοιαν τῶν ἄνω καὶ τῶν κάτω θεὸν νόμιζε καὶ σέβου παντὶ σθένει· ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου. καὶ μήτ’ ἐρώτα μήτε μανθάνειν θέλε· | ||
20 | οὐ γὰρ θέλω σε μανθάνειν, τί δὴ θεός. | ||
Μεν. | Λόγος κατάγει 〈μὲν〉 Ταρτάρου κατώτερον, λόγος δὲ αὖθις εἰς † ὕψος † ψυχὴν ἄγει. | ||
Μεν. | Ὁ πονηρὰ ποιῶν εὐθέως οὐκ αἴσθεται· τότ’ οἶδεν ὃ πεποίηκεν, ὅτε κολάζεται. | ||
25 | Φιλ. | Ὁ δυσσεβῶν τι καὶ δοκῶν λαθεῖν θεόν, κολάζεθ’ οὗτος ὑπὸ συνειδότος θεοῦ. | |
Μεν. | Ὁ μὴ κολασθεὶς τῷ νόμῳ πράξας κακῶς, αὐτὸς ὑφ’ ἑαυτοῦ τῷ φόβῳ κολάζεται. | ||
Φιλ. | Εὐσχημονεῖν φρόντιζε, μὴ τῷ σχήματι | ||
30 | τὸ σῶμα κοσμῶν, ἀλλὰ τῷ φρονήματι. | ||
Μεν. | Μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε· πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου. | ||
Φιλ. | Λόγος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. | ||
35 | Μεν. | Πόντου, γυναικός, καύματος, θηρός, πυρὸς | |
χειρότερός ἐστιν ὁ προδότης τῶν † φίλων. | 119 | ||
Φιλ. | Ἂν μὴ † δυνάμενος ἔθελον † δὲ βλάψῃς φίλον, καὶ μὴ δυνάμενος καὶ θέλων πείσῃ κακά. | ||
Μεν. | Ὁ μὴ δικαίως κατὰ φίλων ζητῶν κακὸν | ||
40 | αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν. | ||
Φιλ. | Ἄνθρωπος ὢν μηδέποτε καθ’ ἑτέρου κακὸν ἀδίκως φρονήσῃς· ἡ Δίκη γὰρ πάνθ’ ὁρᾷ. | ||
Μεν. | Ἐὰν πονηροῦ γείτονος γείτων τύχῃς, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ. | ||
45 | Φιλ. | Ἐάν ποτ’ ἀγαθοῦ γείτονος γείτων τύχῃς, ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις. | |
Μεν. | Αὐτὸς ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν θέλε· μέμψῃ γὰρ ἄλλους, οὐχὶ μεμφθήσῃ δὲ σύ. | ||
Φιλ. | Δίκην φυλάσσου, κἂν δικαίως ἐγκαλῇ· | ||
4(50) | μετέρχεται τὸ δίκαιον ἐς πλεονεξίαν. | ||
Μεν. | Ἐὰν πένης ᾖς, εἶ δίκαιος κἀγαθός· εἰ μὴ γὰρ ἦς δίκαιος, οὐκ ἂν ἦς πένης. | ||
Φιλ. | Πενία καθ’ αὑτήν ἐστιν ἰσχυρὰ νόσος· | ||
ἔρωτα προσλαβοῦσα δύο νόσους νοσεῖ. | 120 |