TLG 1772 001 :: PARALEIPOMENA JEREMIOU :: Paraleipomena Jeremiou

PARALEIPOMENA JEREMIOU Pseudepigr.
(A.D. 2?)

Paraleipomena Jeremiou

Source: Kraft, R.A., Purintun, A.–E. (eds.), Texts and translations 1. Pseudepigrapha series 1. Missoula, Montana: Society of Biblical Literature, 1972: 12–48.

Citation: Chapter — section — (line)

t

1

ΤΑ ΠΑΡΑΛΕΙΠΟΜΕΝΑ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ

1

.

1

Ἐγένετο, ἡνίκα ᾐχμαλωτεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ βασιλέως τῶν Χαλδαίων, ἐλάλησεν ὁ θεὸς πρὸς Ἱερεμίαν λέγων· Ἱερεμία, ὁ ἐκλεκτός μου, ἀνάστα, καὶ ἔξελθε ἐκ τῆς πόλεως
ταύτης, σὺ καὶ
5Βαρούχ· ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν

1

.

2

ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ. Αἱ γὰρ προσευχαὶ ὑμῶν ὡς
στῦλος ἑδραῖός ἐστιν ἐν μέσῳ αὐτῆς, καὶ ὡς τεῖχος ἀδαμάντινον
περικυκλοῦν αὐτήν.

1

.

3

νῦν οὖν ἀναστάντες ἐξέλθατε πρὸ τοῦ ἡ δύναμις τῶν Χαλδαίων κυκλώσει αὐτήν.

1

.

4

Καὶ ἀπεκρίθη Ἱερεμίας, λέγων· Παρακαλῶ σε, κύριε, ἐπίτρεψόν μοι τῷ δούλῳ σου λαλῆσαι
ἐνώτιόν σου.

1

.

5

Εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἱερεμίας.

1

.

6

Καὶ ἐλάλησεν Ἱερεμίας, λέγων· Κύριε παντοκράτωρ, παραδίδως τὴν πόλιν τὴν ἐκλεκτὴν εἰς χεῖρας
τῶν Χαλδαίων, ἵνα καυχήσηται ὁ βασιλεὺς μετὰ τοῦ πλήθους τοῦ λαοῦ
5 αὐτοῦ, καὶ εἴπῃ ὅτι, Ἴσχυσα ἐπὶ τὴν ἱερὰν πόλιν τοῦ θεοῦ;

1

.

7

Μὴ, κύριέ μου· ἀλλ’ εἰ θέλημά σού ἐστιν, ἐκ τῶν χειρῶν σου ἀφανισθήτω.

1

.

8

Καὶ εἶπε κύριος τῷ Ἱερεμίᾳ· Ἐπειδὴ σὺ ἐκλεκτός μου εἶ, ἀνάστα καὶ ἔξελθε ἐκ τῆς πόλεως
ταύτης, σὺ καὶ Βαρούχ· ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν

1

.

9

ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ. Οὔτε γὰρ ὁ βασιλεὺς, οὔτε ἡ δύναμις αὐτοῦ, δυνήσεται εἰσελθεῖν εἰς αὐτὴν, εἰ μὴ ἐγὼ πρῶτος ἀνοίξω τὰς πύλας αὐτῆς.

1

.

10

Ἀνάστηθι οὖν, καὶ ἄπελθε πρὸς Βαροὺχ, καὶ ἀπάγγειλον αὐτῷ τὰ ῥήματα ταῦτα.

1

.

11

Καὶ ἀναστάντες ἕκτην ὥραν τῆς νυκτὸς, ἔλθετε ἐπὶ τὰ τείχη τῆς πόλεως, καὶ δείξω ὑμῖν ὅτι ἐὰν μή τι ἐγὼ πρῶτος ἀφανίσω τὴν πόλιν, οὐ δύνανται εἰσελθεῖν εἰς αὐτήν.

1

.

12

Ταῦτα εἰπὼν ὁ κύριος, ἀπῆλθεν ἀπὸ τοῦ Ἱερεμίου.12

2

.

1

Δράμων δὲ Ἱερεμίας ἀνήγγειλε ταῦτα τῷ Βαροὺχ, καὶ
ἔλθοντες εἰς τὸν ναὸν τοῦ θεοῦ διέρρηξεν ὁ Ἱερεμίας τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθηκεν χοῦν ἐπὶ

2

.

2

τὴν κεφαλὴν αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ. Ἰδὼν δὲ αὐτὸν ὁ Βαροὺχ χοῦν πεπασμένον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, ἔκραξε
5φωνῇ μεγάλῃ, λέγων· Πάτερ Ἱερεμία, τί ἐστι σοι, ἢ ποῖον ἁμάρτημα ἐποίησεν ὁ
λαός;

2

.

3

(Ἐπειδὴ ὅταν ἡμάρτανεν ὁ λαὸς, χοῦν ἔπασσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ Ἱερεμίας, καὶ ηὔχετο ὑπὲρ τοῦ λαοῦ, ἕως ἂν ἀφεθῇ αὐτῷ ἡ ἁμαρτία.)

2

.

4

Ἠρώτησε δὲ αὐτὸν ὁ Βαροὺχ, λέγων· Πάτερ, τί ἔστι τοῦτο;

2

.

5

Εἶπε δὲ αὐτῷ Ἱερεμίας· Φύλαξαι τοῦ σχίσαι τὰ ἱμάτιά σου,
ἀλλὰ μᾶλλον σχίσωμεν τὰς καρδίας ἡμῶν· Καὶ μὴ ἀντλήσωμεν ὕδωρ ἐπὶ τὰς ποτίστρας,
5 ἀλλὰ κλαύσωμεν καὶ γεμίσωμεν αὐτὰς δακρύων· ὅτι οὐ μὴ ἐλεήσῃ κύριος τὸν λαὸν τοῦτον.

2

.

6

Καὶ εἶπε Βαρούχ· Πάτερ Ἱερεμία, τί γέγονε;

2

.

7

Καὶ εἶπεν Ἱερεμίας ὅτι, Ὁ θεὸς παραδίδωσι τὴν πόλιν εἰς χεῖρας τοῦ βασιλέως τῶν
Χαλδαίων, τοῦ αἰχμαλωτεῦσαι τὸν λαὸν εἰς Βαβυλῶνα.

2

.

8

Ἀκούσας δὲ ταῦτα Βαροὺχ, διέρρηξε καὶ αὐτὸς τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε· Πάτερ Ἱερεμία, τίς σοι ἐδήλωσε τοῦτο;

2

.

9

Καὶ εἶπεν αὐτῷ Ἱερεμίας· Ἔκδεξαι μικρὸν μετ’ ἐμοῦ ἕως ὥρας ἕκτης τῆς νυκτὸς, ἵνα γνῷς ὅτι ἀληθές ἐστι τὸ ῥῆμα τοῦτο.

2

.

10

Ἔμειναν οὖν ἀμφότεροι ἐν τῷ θυσιαστηρίῳ κλαίοντες, καὶ ἦσαν
διερρωγότα τὰ ἱμάτια αὐτῶν.14

3

.

1

Ὡς δὲ ἐγένετο ἡ ὥρα τῆς νυκτὸς, καθὼς εἶπεν ὁ κύριος
τῷ Ἱερεμίᾳ, ἦλθον ὁμοῦ ἐπὶ τὰ τείχη τῆς πόλεως Ἱερεμίας καὶ Βαρούχ.

3

.

2

Καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἔστησαν ἐπὶ τὰ τείχη

3

.

3

τῆς πόλεως. Ἰδόντες δὲ αὐτοὺς Ἱερεμίας καὶ Βαροὺχ, ἔκλαυσαν, λέγοντες· Νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα.

3

.

4

Παρεκάλεσε δὲ Ἱερεμίας τοὺς ἀγγέλους, λέγων· Παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἂν λαλήσω
πρὸς κύριον ῥῆμα.

3

.

5

Ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων· Μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἂν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου
Ἱερεμίαν.

3

.

6

Τότε Ἱερεμίας ἐλάλησεν, λέγων· Δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου.

3

.

7

Καὶ εἶπε κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἱερεμίας.

3

.

8

Καὶ εἶπεν Ἱερεμίας· Ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ ἀπαροῦσι τὸν λαὸν εἰς
Βαβυλῶνα.

3

.

9

Τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας;

3

.

10

Καὶ εἶπεν αὐτῷ ὁ κύριος· Ἆρον αὐτὰ, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων·
Ἄκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε,
ὁ πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων,
5ὁ σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς, καὶ μετὰ ταῦτα λήψῃ τὴν ὡραιότητά σου·

3

.

11

Φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως
τοῦ ἠγαπημένου.16

3

.

12

Ἐλάλησε δὲ Ἱερεμίας λέγων· Παρακαλῶ σε, κύριε, δεῖξόν μοι τὶ ποιήσω Ἀβιμέλεχ τῷ Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου
ἱερεμίᾳ.

3

.

13

Ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ βορβόρου· καὶ οὐ θέλω αὐτὸν ἵνα ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν, ἀλλ’ ἵνα
5ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ.

3

.

14

Καὶ εἶπε κύριος τῷ Ἱερεμίᾳ· Ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν
τῇ σκιᾷ τοῦ ὅρους ἐγὼ σκεπάσω αὐτὸν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν.

3

.

15

Σὺ δὲ Ἱερεμίας, ἄπελθε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα, καὶ μεῖνον μετ’ αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ ἐπιστρέψω αὐτοὺς εἰς τὴν πόλιν.

3

.

16

Κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ.

3

.

17

Ταῦτα εἰπὼν ὁ κύριος, ἀνέβη ἀπὸ Ἱερεμίου εἰς τὸν οὐρανόν.

3

.

18

Ἱερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἁγιαστήριον,
καὶ ἐπάραντες τὰ σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ γῇ, καθὼς

3

.

19

ἐλάλησεν αὐτοῖς ὁ κύριος. Καὶ εὐθέως κατέπιεν αὐτὰ ἡ γῆ.

3

.

20

Ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν.

3

.

21

Πρωΐας δὲ γενομένης, ἀπέστειλεν Ἱερεμίας τὸν Ἀβιμέλεχ,
λέγων· Ἆρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον τοῦ Ἀγρίππα διὰ τῆς ὁδοῦ τοῦ ὅρους,
5καὶ ἐνεγκὼν ὀλίγα σῦκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ· ὅτι ἐπὶ σὲ ἡ εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου ἡ δόξα.

3

.

22

Καὶ ταῦτα εἰπὼν Ἱερεμίας ἀπέλυσεν αὐτόν· Ἀβιμέλεχ δὲ
ἐπορεύθη καθὰ εἶπεν αὐτῷ.18

4

.

1

Πρωΐας δὲ γενομένης, ἰδοὺ ἡ δύναμις τῶν Χαλδαίων ἐκύκλωσε

4

.

2

τὴν πόλιν. Ἐσάλπισεν δὲ ὁ μέγας ἄγγελος, λέγων· Εἰσέλθατε εἰς τὴν πόλιν ἡ δύναμις τῶν Χαλδαίων· ἰδοὺ γὰρ

4

.

3

ἠνεῴχθη ὑμῖν ἡ πύλη. Εἰσελθέτω οὖν ὁ βασιλεὺς μετὰ τοῦ πλήθους αὐτοῦ, καὶ αἰχμαλωτευσάτω πάντα τὸν λαόν.

4

.

4

Ἱερεμίας δὲ ἄρας τὰς κλεῖδας τοῦ ναοῦ, ἐξῆλθεν ἔξω τῆς
πόλεως, καὶ ἔρριψεν αὐτὰς ἐνώπιον τοῦ ἡλίου, λέγων· Σοὶ λέγω, ἥλιε, λάβε τὰς κλεῖδας τοῦ ναοῦ τοῦ θεοῦ,
5 καὶ φύλαξον αὐτὰς ἕως ἡμέρας, ἐν ᾗ ἐξετάσει σε κύριος περὶ αὐτῶν.

4

.

5

Διότι ἡμεῖς οὐχ εὑρέθημεν ἄξιοι τοῦ φυλάξαι αὐτὰς, ὅτι ἐπίτροποι τοῦ ψεύδους ἐγενήθημεν.

4

.

6

Ἔτι κλαίοντος Ἱερεμίου τὸν λαὸν, ἐξένεγκαν αὐτὸν μετὰ τοῦ λαοῦ εἵλκοντες εἰς Βαβυλῶνα.

4

.

7

ὁ δὲ Βαροὺχ ἐπέθηκε χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ,
καὶ ἐκάθισε, καὶ ἔκλαυσε τὸν θρῆνον τοῦτον, λέγων· Διὰ τί ἠρημώθη Ἱερουσαλήμ; Διὰ τὰς ἁμαρτίας του ἠγαπημένου
5λαοῦ παρεδόθη εἰς χεῖρας ἐχθρῶν, διὰ

4

.

8

τὰς ἁμαρτίας ἡμῶν καὶ τοῦ λαοῦ. Ἀλλὰ μὴ καυχάσθωσαν οἱ παράνομοι, καὶ εἴπωσιν ὅτι,
Ἰσχύσαμεν λαβεῖν τὴν πόλιν τοῦ θεοῦ ἐν τῇ δυνάμει
5ἡμῶν·

4

.

9

ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη ὑμῖν. Ὁ δὲ θεὸς ἡμῶν οἰκτειρήσει ἡμᾶς, καὶ ἐπιστρέψει ἡμᾶς εἰς τὴν πόλιν ἡμῶν· ὑμεῖς δὲ ζωὴν οὐχ ἕξετε.

4

.

10

Μακάριοί εἰσιν οἱ πατέρες ἡμῶν, Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακὼβ, ὅτι ἐξῆλθον ἐκ τοῦ κόσμου τούτου, καὶ οὐκ εἶδον τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης.

4

.

11

Ταῦτα εἰπὼν Βαροὺχ ἐξῆλθεν ἔξω τῆς πόλεως κλαίων καὶ λέγων
ὅτι
Λυπούμενος διὰ σὲ, Ἱερουσαλὴμ, ἐξῆλθον ἀπὸ σοῦ.

4

.

12

Καὶ ἔμεινεν ἐν μνημείῳ καθεζόμενος, τῶν ἀγγέλων ἐρχομένων
πρὸς αὐτὸν, καὶ ἐκδιηγουμένων αὐτῷ περὶ πάντων ὧν ὁ κύριος ἐμήνυεν αὐτῷ
δι’ αὐτῶν.20

5

.

1

Ὁ δὲ Ἀβιμέλεχ ἤνεγκε τὰ σῦκα τῷ καύματι, καὶ καταλαβὼν

5

.

2

δένδρον, ἐκάθισεν ὑπὸ τὴν σκιὰν αὐτοῦ τοῦ ἀναπαῆναι ὀλίγον. Καὶ κλίνας τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὸν κόφινον τῶν σύκων ὕπνωσεν κοιμώμενος ἔτη ἑξηκονταέξ· καὶ

5

.

3

οὐκ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ. Καὶ μετὰ ταῦτα ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου αὐτοῦ, εἶπεν ὅτι, Ἡδέως ἐκοιμήθην ὀλίγον, ἀλλὰ βεβαρημένη ἐστὶν ἡ κεφαλή μου, ὅτι οὐκ ἐκορέσθην τοῦ ὕπνου μου.

5

.

4

Εἶτα ἀνακαλύψας τὸν κόφινον τῶν σύκων, εὗρεν αὐτὰ στάζοντα γάλα.

5

.

5

Καὶ εἶπεν· Ἤθελον κοιμηθῆναι ἔτι ὀλίγον, ὅτι βεβαρημένη ἐστὶν ἡ
κεφαλή μου· ἀλλὰ φοβοῦμαι, μήπως κοιμηθῶ καὶ βραδυνῶ τοῦ ἐξυπνισθῆναι,
5καὶ ὀλιγωρήσῃ Ἱερεμίας ὁ πατήρ μου· εἰ μὴ γὰρ ἐσπούδαζεν, οὐκ ἂν ἀπέστειλέ με ὄρθρου σήμερον.

5

.

6

Ἀναστὰς οὖν πορεύσομαι τῷ καύματι· οὐ γὰρ καῦμα οὐ κόπος ἐστὶ καθ’ ἡμέραν;

5

.

7

Ἐγερθεὶς οὖν ἦρε τὸν κόφινον τῶν σύκων, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ· καὶ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, καὶ οὐκ ἐπέγνω αὐτὴν, οὔτε τὴν οἰκίαν οὔτε τὸν τόπον ἑαυτοῦ, οὔτε τὸ γένος ἑαυτοῦ οὔτε

5

.

8

τινα τῶν γνωρίμων εὗρεν. Καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ’ ἐμὲ
σήμερον.

5

.

9

Οὐκ ἔστιν αὕτη ἡ πόλις Ἱερουσαλήμ· πεπλάνημαι τὴν ὁδόν, ὅτι διὰ τῆς ὁδοῦ τοῦ ὅρους ἦλθον, ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου μου· καὶ βαρείας οὔσης τῆς κεφαλῆς μου διὰ τὸ μὴ κορεσθῆναί με

5

.

10

τοῦ ὕπνου πεπλάνημαι τὴν ὁδόν. Θαυμαστὸν εἰπεῖν τοῦτο ἀναντίον Ἱερεμίου, ὅτι πεπλάνημαι τὴν ὁδόν.

5

.

11

Ἐξῆλθε δὲ ἀπὸ τῆς πόλεως· καὶ κατανοήσας εἶδε τὰ σημεῖα τῆς πόλεως, καὶ εἶπεν· Αὕτη μὲν ἔστιν ἡ πόλις, πεπλάνημαι δὲ τὴν ὁδόν.

5

.

12

Καὶ πάλιν ὑπέστρεψεν εἰς τὴν πόλιν, καὶ ἐζήτησε, καὶ οὐδένα εὗρε τῶν ἰδίων, καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ’ ἐμέ.

5

.

13

Καὶ πάλιν ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔμεινε λυπούμενος,
μὴ εἰδὼς ποῦ ἀπέλθῃ.22

5

.

14

Καὶ ἀπέθηκε τὸν κόφινον, λέγων· Καθέζομαι ὧδε ἕως ὁ κύριος ἄρῃ τὴν ἔκστασιν ταύτην ἀπ’ ἐμοῦ.

5

.

15

Καθημένου δὲ αὐτοῦ, εἶδέ τινα γηραιὸν ἐρχόμενον ἐξ ἀγροῦ, καὶ λέγει αὐτῷ Ἀβιμέλεχ· Σοὶ λέγω, πρεσβῦτα, ποία ἐστὶν ἡ πόλις αὕτη;

5

.

16

Καὶ εἶπεν αὐτῷ· Ἱερουσαλήμ ἐστι.

5

.

17

Καὶ λέγει αὐτῷ Ἀβιμέλεχ· Ποῦ ἔστιν ὁ Ἱερεμίας ὁ ἱερεὺς, καὶ Βαροὺχ ὁ ἀναγνώστης,
καὶ πᾶς ὁ λαὸς τῆς πόλεως ταύτης, ὅτι οὐχ εὗρον αὐτούς;

5

.

18

Καὶ εἶπεν αὐτῷ ὁ πρεσβύτης· Οὐκ εἶ σὺ ἐκ τῆς πόλεως ταύτης, σήμερον μνησθεὶς τοῦ
Ἱερεμίου, ὅτι ἐπερωτᾷς περὶ αὐτοῦ μετὰ τοσοῦτον χρόνον;

5

.

19

Ἱερεμίας γὰρ ἐν Βαβυλῶνί ἐστι μετὰ τοῦ λαοῦ· ᾐχμαλωτεύθησαν γὰρ ὑπὸ Ναβουχοδονόσορ τοῦ βασιλέως, καὶ μετ’ αὐτῶν ἐστιν Ἱερεμίας εὐαγγελίσασθαι αὐτοῖς καὶ κατηχῆσαι αὐτοὺς
5τὸν λόγον.

5

.

20

Εὐθὺς δὲ ἀκούσας Ἀβιμέλεχ παρὰ τοῦ γηραιοῦ ἀνθρώπου, εἶπεν· Εἰ μὴ ἦς πρεσβύτης, καὶ ὅτι οὐκ ἐξὸν ἀνθρώπῳ ὑβρίσαι τὸν μείζονα αὐτοῦ, ἐπικατεγέλων ἄν σοι καὶ ἔλεγον ὅτι μαίνῃ·
5ὅτι εἶπας, Ἠιχμαλωτεύθη ὁ λαὸς εἰς

5

.

21

Βαβυλῶνα. Εἰ ἦσαν οἱ καταρράκται τοῦ οὐρανοῦ κατελθόντες ἐπ’ αὐτούς, οὔπω ἐστὶ καιρὸς ἀπελθεῖν εἰς Βαβυλῶνα.

5

.

22

Πόση γὰρ ὥρα ἐστὶν, ἀφ’ οὗ ἀπέστειλέ με ὁ πατήρ μου Ἱερεμίας εἰς τὸ χωρίον τοῦ Ἀγρίππα ἐνέγκαι ὀλίγα σῦκα, ἵνα δίδωμεν

5

.

23

τοῖς νοσοῦσι τοῦ λαοῦ; Καὶ ἀπελθὼν ἤνεγκον αὐτὰ, καὶ ἐλθὼν ἐπί τι δένδρον τῷ καύματι, ἐκάθισα τοῦ ἀναπαῆναι ὀλίγον, καὶ ἔκλινα τὴν κεφαλήν μου ἐπὶ τὸν κόφινον, καὶ ἐκοιμήθην.

5

.

24

Καὶ ἐξυπνισθεὶς ἀπεκάλυψα τὸν κόφινον τῶν σύκων, νομίζων ὅτι ἐβράδυνα, καὶ εὗρον τὰ σῦκα στάζοντα γάλα, καθὼς

5

.

25

συνέλεξα αὐτά. Σὺ δὲ λέγεις, ὅτι ᾐχμαλωτεύθη ὁ λαὸς

5

.

26

εἰς Βαβυλῶνα. Ἵνα δὲ γνῷς, λάβε, ἴδε τὰ σῦκα.24

5

.

27

Καὶ ἀνεκάλυψε τὸν κόφινον τῶν σύκων τῷ γέροντι, καὶ εἶδεν αὐτὰ

5

.

28

στάζοντα γάλα. Ἰδὼν δὲ αὐτὰ ὁ γηραιὸς ἄνθρωπος, εἶπεν· Ὦ υἱέ μου, δίκαιος ἄνθρωπος εἶ σὺ, καὶ οὐκ ἠθέλησεν
ὁ θεὸς Ἡ ἰδεῖν σε τὴν ἐρήμωσιν τῆς πόλεως· ἤνεγκε γὰρ ταύτην
5τὴν ἔκστασιν ἐπὶ

5

.

29

σέ. Ἰδοὺ γὰρ ἑξήκοντα καὶ ἓξ ἔτη σήμερόν εἰσιν ἀφ’ οὗ ᾐχμαλωτεύθη ὁ λαὸς

5

.

30

εἰς Βαβυλῶνα. Καὶ ἵνα μάθῃς, τέκνον, ὅτι ἀληθές ἐστιν ἅπερ λέγω σοι ἀνάβλεψον εἰς τὸν ἀγρὸν καὶ ἴδε,

5

.

31

ὅτι οὐκ ἐστι ἐφάνη ἡ αὔξησις τῶν γενημάτων. Ἴδε καὶ τὰ σῦκα, ὅτι καιρὸς αὐτῶν οὐκ ἔστι, καὶ γνῶθι.

5

.

32

Τότε ἔκραξε μεγάλῃ φωνῇ Ἀβιμέλεχ, λέγων· Εὐλογήσω σε, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἡ ἀνάπαυσις
τῶν ψυχῶν τῶν δικαίων ἐν παντὶ τόπῳ.

5

.

33

Εἶτα λέγει τῷ γηραιῷ ἀνθρώπῳ· Ποῖός ἐστιν ὁ μὴν οὗτος;

5

.

34

Ὁ δὲ εἶπε· Νισσάν, ὁ ἐστιν Ἀβιβ.

5

.

35

Καὶ ἐπάρας ἐκ τῶν σύκων, ἔδωκε τῷ γηραιῷ ἀνθρώπῳ, καὶ λέγει αὐτῷ· Ὁ θεὸς φωταγωγήσει σε εἰς τὴν ἄνω πόλιν Ἱερουσαλήμ.

6

.

1

Μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ προσηύξατο πρὸς κύριον.

6

.

2

Καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κράτησας αὐτοῦ τῆς δεξίας χειρὸς ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν Βαροὺχ καθεζόμενος· εὗρε δὲ αὐτὸν ἐν

6

.

3

μνημείῳ. Καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ κατεφίλησαν ἀλλήλους.

6

.

4

Ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σῦκα

6

.

5

ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ. Καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς
τὸν οὐρανὸν, προσηύξατο λέγων·26

6

.

6

Σὺ ὁ θεὸς ὁ παρέχων μισθαποδοσίαν τοῖς ἀγάπωσί σε. Ἑτοίμασον σεαυτὴν, ἡ καρδία μου, καὶ εὐφραίνου, καὶ ἀγάλλου ἐν τῷ σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου τὸ πένθος σου
5μετεστράφη εἶς χαράν· ἔρχεται γὰρ ὁ ἱκανὸς, καὶ ἀρεῖ σε ἐν τῷ σκηνώματί σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία.

6

.

7

Ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει καὶ πίστευσον

6

.

8

ὅτι ζήσεις. Ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων· ἰδοὺ γὰρ ἑξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐδὲ ὤζεσαν,

6

.

9

ἀλλὰ στάζουσι τοῦ γάλακτος. Οὕτως γίνεταί σοι ἡ σάρξ μου, ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς δικαιοσύνης.

6

.

10

Ὁ φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ.

6

.

11

Ταῦτα εἰπὼν ὁ Βαροὺχ, λέγει τῷ Ἀβιμέλεχ· Ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν ὁ κύριος πῶς δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἱερεμίᾳ εἰς Βαβυλῶνα
5διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ.

6

.

12

Καὶ ηὔξατο Βαροὺχ, λέγων· Ἡ δύναμις ἡμῶν, ὁ θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν

6

.

13

ἐκ στόματός σου. Παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς ἀγαθότητος, τὸ μέγα ὄνομα, ὃ οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς

6

.

14

τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν. Τί ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἱερεμίαν εἶς Βαβυλῶνα τὴν φάσιν ταύτην;

6

.

15

Ἔτι δὲ προσευχομένου τοῦ Βαροὺχ, ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ λέγει τῷ Βαροὺχ ἁπάντας τοὺς λόγους τούτους· Ὁ σύμβουλος τοῦ φωτὸς, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς πρὸς Ἱερεμίαν· ἔρχεται γὰρ πρός σε ὤρᾳ τοῦ φωτὸς αὔριον
5 ἀετὸς, καὶ σὺ ἐπισκέψῃ πρὸς Ἱερεμίαν.

6

.

16

Γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι, Λάλησον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ γενόμενος ἐν ὑμῖν ξένος, ἀφορισθήτω, καὶ ποιήσωσι ιεʹ ἡμέρας· καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς

6

.

17

τὴν πόλιν ὑμῶν, λέγει κύριος. Ὁ μὴ ἀφοριζόμενος ἐκ τῆς Βαβυλῶνος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν· καὶ ἐπιτιμῶ αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς
αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος.28

6

18/19

Καὶ ταῦτα εἰπὼν ὁ ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ. Ὁ δὲ Βαροὺχ ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ μέλανα, καὶ ἔγραψεν
5ἐπιστολὴν περιέχουσαν οὕτως· Βαροὺχ ὁ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἱερεμίᾳ ἐν τῇ
αἰχμαλωσίᾳ τῆς Βαβυλῶνος·

6

.

20

Χαῖρε καὶ ἀγαλλιῶ, ὅτι ὁ θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ τοῦ σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖ‐ σαν καὶ ὑβρισθεῖσαν.

6

.

21

Διὰ τοῦτο ἐσπλαγχνίσθη ὁ κύριος ἐπὶ τῶν δακρύων ἡμῶν, καὶ ἐμνήσθη τῆς διαθήκης, ἧς ἔστησε μετὰ τῶν πατέρων ἡμῶν Ἀβραὰμ, Ἰσαὰκ,

6

.

22

καὶ Ἰακώβ. Καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ εἶπέ μοι τοὺς λόγους

6

.

23

τούτους, οὓς ἀπέστειλα πρός σε. Οὕτοι οὖν εἰσὶν οἱ λόγοι, οὓς εἶπε κύριος ὁ θεὸς Ἰσραὴλ, ὁ ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς
5μεγάλης καμίνου· Ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ ὑψώθη ἡ καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου,
ἐν ὀργῇ καὶ

6

.

24

θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα. Ἐὰν οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ στόματος Ἱερεμίου τοῦ παιδός μου, ὁ ἀκούων, ἀναφέρω αὐτὸν
5ἐκ τῆς Βαβυλῶνας· ὁ δὲ μὴ ἀκούων, ξένος γενήσεται τῆς Ἱερουσαλὴμ καὶ τῆς Βαβυλῶνος.

6

.

25

Δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ μὴ ἀκούων φανερὸς γενήσεται· τοῦτο τὸ σημεῖόν ἐστι τῆς
μεγάλης σφραγῖδος.30

7

.

1

Καὶ ἀνέστη Βαροὺχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν

7

.

2

καθεζόμενον ἐκτὸς τοῦ μνημείου. Καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός· Χαῖρε, Βαροὺχ, ὁ οἰκονόμος τῆς πίστεως.

7

.

3

Καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ
οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν
5 μοι οὖν, τί ποιεῖς ἐνταῦθα;

7

.

4

Καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς
δι’ ἐμοῦ.32

7

.

5

Καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι σὺ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἱερεμίᾳ εἰς
Βαβυλῶνα;

7

.

6

Καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην.

7

.

7

Καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολὴν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ’
5ὑγείας, καὶ

7

.

8

τὴν φάσιν ἔνεγκόν μοι. Μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε

7

.

9

τῷ δικαίῳ. Οὕτως καὶ σὺ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῳ Ἱερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ.

7

.

10

Ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι

7

.

11

μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δώῃ δύναμιν. Καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μήτε εἰς τὰ ἀριστερὰ, ἀλλ’ ὡς βέλος ὕπαγον ὀρθῶς, ἄπελθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται ἡ δόξα
5κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ.

7

.

12

Τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἔλθων ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς

7

.

13

τόπον ἔρημον. Ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἱερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως.

7

.

14

Ἠιτήσατο γὰρ Ἱερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς.

7

.

15

Ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον

7

.

16

κατέναντι τοῦ ἀετοῦ. Καὶ ἔκραξεν ὁ ἀετὸς, μεγάλῃ φωνῇ λέγων· Σοὶ λέγω, Ἱερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἄπελθε, σύναξον τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι
ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ.34

7

.

17

Ἀκούσας δὲ ὁ Ἱερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις,

7

.

18

καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός. Καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ

7

.

19

τὸν τεθνηκότα, καὶ ἀνέζησε. Γέγονε δὲ τοῦτο, ἵνα

7

.

20

πιστεύσωσιν. Ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τούτου;

7

.

21

Καὶ εἶπεν ὁ ἀετός· Σοι λέγω Ἱερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταύτην, καὶ
ἀνάγνωθι αὐτὴν τῷ λαῷ·
5λύσας οὖν τὴν ἐπιστολὴν, ἀνέγνω αὐτὴν τῷ λαῷ.

7

.

22

Καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἱερεμίᾳ· Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν
5 πάλιν εἰς τὴν πόλιν ἡμῶν.

7

.

23

Ἀποκριθεὶς δὲ Ἱερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει
ἡμᾶς κύριος
εἰς τὴν πόλιν ἡμῶν.36

7

.

24

Ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἱερεμίας τῷ Βαροὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου
δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν
5ἐκ τῶν

7

.

25

προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου. Δίκαιος γὰρ εὑρέθης ἐνάντιον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν
5τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων.

7

.

26

Ὥσπερ γὰρ πατὴρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέν‐ τος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτὸν, σκέπουσιν
5τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα

7

.

27

φθαρῇ ἀπὸ τῆς λύπης. Οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε

7

.

28

ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ. Ἀφ’ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ’ ἡμῶν, ἑξήκοντα καὶ ἓξ ἔτη σήμερον.

7

.

29

Πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον ἡμᾶς, ὁ θεὸς Ζάρ.

7

.

30

Ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ’ ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον

7

.

31

λέγοντες, Ἐλέησον ἡμᾶς. Ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς
ἃς ἐποιοῦμεν ἐν Ἱερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος38

7

.

32

καὶ κλαίων. Νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν.

7

.

33

Λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι, Εἴπατε ἡμῖν ᾠδὴν τοῦ θεοῦ ὑμῶν.

7

.

34

Καὶ λέγομεν αὐτοῖς, Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες;

7

.

35

Καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἱερεμίας, λέγων· Ἄπελθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ
5κύριος.

7

.

36

Καὶ ἐπετάσθη ὁ ἀετὸς, καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ.

7

.

37

Ἱερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος.

8

.

1

Ἐγένετο δὲ ἡ ἡμέρα, ἐν ᾗ ἐξέφερε κύριος τὸν λαὸν ἐκ Βαβυλῶνος.

8

.

2

Καὶ εἶπεν ὁ κύριος πρὸς Ἱερεμίαν· Ἀνάστηθι, σὺ καὶ ὁ λαὸς, καὶ δεῦτε ἐπὶ τὸν Ἰορδάνην,
καὶ ἐρεῖς τῷ λαῷ·
5Ὁ θέλων τὸν κύριον καταλειψάτω τὰ ἔργα τῆς Βαβυλῶνος.

8

.

3

Καὶ τοὺς ἄρρενας τοὺς λαβόντα ἐξ αὐτῶν γυναῖκας, καὶ τὰς γυναῖκας τὰς λαβούσας ἐξ αὐτῶν ἄνδρας, διαπεράσωσιν οἱ ἀκούοντές σου, καὶ ἆρον αὐτοὺς εἰς Ἱερουσαλήμ· τοὺς δὲ
5μὴ ἀκούοντάς σου, μὴ εἰσαγάγῃς αὐτοὺς ἐκεῖ.40

8

.

4

Ἱερεμίας δὲ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα τοῦτα· καὶ ἀναστάντες ἦλθον

8

.

5

ἐπὶ τὸν Ἰορδάνην τοῦ περᾶσαι. Καὶ λέγων αὐτοῖς τὰ ῥήματα ἃ εἶπε κύριος πρὸς αὐτόν, τὸ ἥμισυ τῶν γαμησάντων ἐξ αὐτῶν οὐκ ἠθέλησαν ἀκοῦσαι τοῦ Ἱερεμίου, ἀλλ’ εἶπον πρὸς αὐτόν·
5Οὐ μὴ καταλείψωμεν τὰς γυναῖκας ἡμῶν εἰς τὸν αἰῶνα ἀλλ’ ὑποστρέφωμεν αὐτὰς μεθ’ ἡμῶν εἰς τὴν πόλιν ἡμῶν.

8

6/7

Ἐπέρασαν οὖν τὸν Ἰορδάνην καὶ ἦλθον εἰς Ἱερουσαλήμ. Καὶ ἔστη Ἱερεμίας καὶ Βαροὺχ καὶ Ἀβιμέλεχ λέγοντες ὅτι, Πᾶς ἄνθρωπος κοινωνῶν Βαβυλωνίταις οὐ μὴ εἰσέλθῃ εἰς τὴν
5πόλιν ταύτην.

8

.

8

Καὶ εἶπον πρὸς ἑαυτούς· Ἀναστάντες ὑποστρέψωμεν εἰς Βαβυλῶνα εἰς τὸν τόπον ἡμῶν·

8

.

9

καὶ ἐπορεύθησαν. Ἐλθόντων δὲ αὐτῶν εἰς Βαβυλῶνα, ἐξῆλθον οἱ Βαβυλωνῖται εἰς συνάντησιν αὐτῶν, λέγοντες· Οὐ μὴ εἰσέλθητε εἰς τὴν πόλιν ἡμῶν, ὅτι ἐμισήσατε ἡμᾶς,
καὶ κρυφῆ ἐξήλθετε
5ἀφ’ ἡμῶν· διὰ τοῦτο οὐκ εἰσελεύσεσθε πρὸς ἡμᾶς.

8

.

10

Ὅρκῳ γὰρ ὡρκίσαμεν ἀλλήλους κατὰ τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, μήτε ὑμᾶς μήτε τέκνα ὑμῶν δέξασθαι, ἐπειδὴ κρυφῆ ἐξήλθετε ἀφ’ ἡμῶν.

8

.

11

Καὶ ἐπιγνόντες ὑπέστρεψαν καὶ ἦλθον εἰς τόπον ἔρημον μακρόθεν τῆς Ἱερουσαλὴμ, καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλιν, καὶ ἐπωνόμασαν τὸ ὄνομα

8

.

12

αὐτῆς Σαμάρειαν. Ἀπέστειλε δὲ πρὸς αὐτοὺς Ἱερεμίας, λέγων· Μετανοήσατε· ἔρχεται γὰρ ἄγγελος τῆς δικαιοσύνης, καὶ
εἰσάξει ὑμᾶς εἰς τὸν τόπον ὑμῶν τὸν ὑψηλόν.42

9

.

1

Ἔμειναν δὲ οἱ τοῦ Ἱερεμίου χαίροντες καὶ ἀναφέροντες

9

.

2

θυσίας ὑπὲρ τοῦ λαοῦ ἐννέα ἡμέρας. Τῇ δὲ δεκάτῃ

9

.

3

ἀνήνεγκεν Ἱερεμίας μόνος θυσίαν. Καὶ ηὔξατο εὐχὴν, λέγων· Ἅγιος, ἅγιος, ἅγιος, τὸ θυμίαμα τῶν δένδρων τῶν ζώντων,
τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον με ἕως οὗ ἀναληφθῶ
πρὸς σέ·

9

.

4

Περὶ τοῦ ἔλεώς σου, παρακαλῶ,
περὶ τῆς φωνῆς τῆς γλυκείας τῶν δύο Σεραφίμ,
παρακαλῶ,
περὶ ἄλλης εὐωδίας θυμιάματος.

9

.

5

Καὶ ἡ μελέτη μου Μιχαὴλ ὁ ἀρχάγγελος τῆς δικαιοσύνης, ὁ ἀνοίγων τὰς πύλας τῖς δικαίοις, ἕως ἂν εἰσενέγκῃ τοὺς δικαίους.

9

.

6

Παρακαλῶ σε, κύριε παντοκράτωρ πάσης κτίσεως, ὁ ἀγέννητος καὶ ἀπερινόητος, ᾧ πᾶσα κρίσις κέκρυπται ἐν αὐτῷ πρὸ τοῦ ταῦτα γενέσθαι.

9

.

7

Ταῦτα λέγοντος τοῦ Ἱερεμίου, καὶ ἱσταμένου ἐν τῷ θυσιαστηρίῳ

9

.

8

μετὰ Βαροὺχ καὶ Ἀβιμέλεχ, ἐγένετο ὡς εἶς τῶν παραδιδόντων τὴν ψυχὴν αὐτοῦ. Καὶ ἔμειναν Βαροὺχ καὶ Ἀβιμέλεχ κλαίοντες καὶ κράζοντες μεγάλῃ τῇ φωνῇ·
5Οὐαὶ ἡμῶν ὅτι ὁ πατὴρ ἡμῶν Ἱερεμίας κατέλιπεν ἡμᾶς, ὁ ἱερεὺς τοῦ θεοῦ καὶ ἀπῆλθεν.

9

.

9

Ἤκουσε δὲ πᾶς ὁ λαὸς τοῦ κλαυθμοῦ αὐτῶν, καὶ ἔδραμον ἐπ’ αὐτοὺς πάντες,

9

.

10

καὶ εἶδον Ἱερεμίαν ἀνακείμενον χαμαὶ ὥσπερ τεθνηκότα. Καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ

9

.

11

ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκλαυσαν κλαυθμὸν πικρόν. Καὶ μετὰ ταῦτα ἡτοίμασαν

9

.

12

ἑαυτοὺς ἵνα κηδεύσωσιν αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἦλθε, λέγουσα· Μὴ κηδεύετε τὸν ἔτι ζῶντα, ὅτι ἡ ψυχὴ αὐτοῦ εἰσέρχεται εἰς
τὸ σῶμα αὐτοῦ πάλιν.

9

.

13

Καὶ ἀκούσαντες τῆς φωνῆς, οὐκ ἐκήδευσαν αὐτὸν, ἀλλ’ ἔμειναν περικύκλῳ τοῦ σκηνώματος αὐτοῦ ἡμέρας τρεῖς, λέγοντες ποίᾳ ὥρᾳ μέλλει ἀναστῆναι.

9

.

14

Μετὰ δὲ τρεῖς ἡμέρας εἰσῆλθεν ἡ ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα
αὐτοῦ καὶ ἐπῆρε τὴν φωνὴν αὐτοῦ ἐν μέσῳ πάντων καὶ εἶπε· Δοξάσατε τὸν θεὸν ἐν μίᾳ φωνῇ, πάντες δοξάσατε τὸν θεὸν,
5καὶ τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐξυπνίζοντα ἡμᾶς, Ἰησοῦν χριστὸν, τὸ φῶς τῶν αἰώνων πάντων, ὁ ἄσβεστος λύχνος, ἡ ζωὴ τῆς
πίστεως.44

9

.

15

Γίνεται δὲ μετὰ τοὺς καιροὺς τούτους ἄλλα ἔτη τετρακόσια ἑβδομηκονταεπτὰ, καὶ

9

.

16

ἔρχεται εἰς τὴν γῆν. καὶ τὸ δένδρον τῆς ζωῆς τὸ ἐν μέσῳ τοῦ παραδείσου φυτευθὲν
ποιήσει πάντα τὰ δένδρα τὰ ἄκαρπα ποιῆσαι καρπὸν,
καὶ αὐξηθήσονται, καὶ βλαστήσουσι.

9

.

17

Καὶ τὰ δένδρα τὰ βεβλαστηκότα, καὶ μεγαλαυχοῦντα, καὶ λέγοντα·
Ἐδώκαμεν τὸ τέλος ἡμῶν τῷ ἀέρι· ποιήσει αὐτὰ κριθῆναι, τὸ δένδρον τὸ στηριχθέν.

9

.

18

Καὶ τὸ κόκκινον ὡς ἔριον λευκὸν γενήσεται· ἡ χιὼν μελανθήσεται, τὰ γλυκέα ὕδατα ἁλμυρὰ γενήσονται καὶ τὰ ἁλμυρὰ γλυκέα
ἐν τῷ μεγάλῳ φωτὶ τῆς εὐφροσύνης τοῦ θεοῦ.

9

.

19

Καὶ εὐλογήσει τὰς νήσους τοῦ ποιῆσαι καρπὸν ἐν τῷ λόγῳ τοῦ στόματος τοῦ χριστοῦ
αὐτοῦ.

9

.

20

Αὐτὸς γὰρ ἐλεύσεται, καὶ ἐξελεύσεται καὶ ἐπιλέξεται ἑαυτῷ δώδεκα ἀποστόλους,
ἵνα εὐαγγελίζωνται ἐν τοῖς ἔθνεσιν·
ὃν ἐγὼ ἑώρακα κεκοσμημένον ὑπὸ τοῦ πατρὸς αὐτοῦ,
5
καὶ ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τὸ ὅρος τῶν
ἐλαιῶν· καὶ ἐμπλήσει τὰς πεινώσας ψυχάς.

9

.

21

Ταῦτα λέγοντος τοῦ Ἱερεμίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ,
ὅτι ἔρχεται εἰς τὸν κόσμον, ὠργίσθη ὁ λαὸς καὶ εἶπε· Ταῦτα πάλιν ἐστι τὰ ῥήματα τὰ ὑπὸ Ἡσαΐου τοῦ υἱοῦ Ἀμὼς
5 εἰρημένα, λέγοντος ὅτι,
Εἶδον τὸν θεὸν, καὶ τὸν υἱὸν τοῦ θεοῦ.

9

.

22

Δεῦτε οὖν, καὶ μὴ ἀποκτείνωμεν αὐτὸν τῷ ἐκείνου θανάτῳ,
ἀλλὰ λίθοις λιθοβολήσωμεν αὐτόν.46

9

.

23

Ἐλυπήθησαν οὖν σφόδρα Βαροὺχ καὶ Ἀβιμέλεχ ὅτι ἤθελον

9

.

24

ἀκοῦσαι πλήρης τὰ μυστήρια ἃ εἶδε. Λέγει δὲ αὐτοῖς Ἱερεμίας· Σιωπήσατε καὶ μὴ κλαίετε· οὐ μὴ γάρ με ἀποκτείνωσιν ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι ὑμῖν.

9

.

25

Εἶπε δὲ αὐτοῖς· Ἐνέγκατέ μοι λίθον ὧδε·

9

.

26

Καὶ ἕστησεν αὐτὸν καὶ εἶπεν· Τὸ φῶς τῶν αἰώνων,
ποίησον τὸν λίθον τοῦτον καθ’ ὁμοιότητά μου γενέσθαι
ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι τῷ Βαροὺχ καὶ
5τῷ Ἀβιμέλεχ.

9

.

27

Τότε ὁ λίθος διὰ προστάγματος θεοῦ ἀνέλαβεν ὁμοιότητα τοῦ Ἱερεμίου.

9

.

28

Καὶ ἐλιθοβόλουν τὸν λίθον, νομίζοντες ὅτι Ἱερεμίας ἐστίν.

9

.

29

Ὁ δὲ Ἱερεμίας πάντα παρέδωκε τὰ μυστήρια, ἃ εἶδε, τῷ
Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ, καὶ εἶθ’ οὕτως ἔστη ἐν μέσῳ τοῦ λαοῦ,

9

.

30

ἐκτελέσαι βουλόμενος τὴν οἰκονομίαν αὐτοῦ. Τότε ἐβόησε ὁ λίθος, λέγων· Ὦ μωροὶ υἱοὶ Ἰσραὴλ,
διὰ τί λιθοβολεῖτέ με, νομίζοντες ὅτι ἐγὼ Ἱερεμίας;
5Ἰδοὺ Ἱερεμίας ἐν μέσῳ ὑμῶν ἵσταται.

9

.

31

Ὡς δὲ εἶδον αὐτὸν, εὐθέως ἔδραμον πρὸς αὐτὸν μετὰ πολλῶν λίθων, καὶ ἐπληρώθη αὐτοῦ οἰκονομία.

9

.

32

Καὶ ἐλθόντες Βαροὺχ καὶ Ἀβιμέλεχ, ἔθαψαν αὐτὸν, καὶ λαβόντες τὸν λίθον ἔθηκαν ἐπὶ τὸ μνῆμα αὐτοῦ, ἐπιγράψαντες ἐν αὐτῷ οὕτως·
Οὗτός ἐστιν ὁ λίθος ὁ βοηθὸς τοῦ Ἱερεμίου.48