TLG 1765 005 :: VITAE AESOPI :: Βιβλίον μυθικὸν τοῦ Αἰσώπου, εἰκονίζον ἀπὸ τῶν ἀλόγων ζῴων πρὸς τὰς τῆς ἀνθρωπίνης φύσεως πράξεις VITAE AESOPI Narr. Fict. Cf. et AESOPUS Scr. Fab. et AESOPICA (0096) Βιβλίον μυθικὸν τοῦ Αἰσώπου, εἰκονίζον ἀπὸ τῶν ἀλόγων ζῴων πρὸς τὰς τῆς ἀνθρωπίνης φύσεως πράξεις Citation: Page — (line) | ||
309(2t) | Βιβλίον μυθικὸν τοῦ Αἰσώπου, εἰκονίζον ἀπὸ τῶν | |
3t | ἀλόγων ζώων πρὸς τὰς τῆς ἀνθρωπίνης φύσεως | |
---|---|---|
4t | πράξεις. | |
5 | Αἴσωπος ὁ μυθοποιὸς Φρὺξ μὲν ἦν τὸ γένος, τῇ τύχῃ δὲ δοῦλος, μέλας ὑπάρχων καὶ κακοειδὴς εἰς ὑπερβολὴν σφόδρα. τὰ δὲ περὶ αὐτοῦ σαφῶς εἰς τὸ τέλος εὑρήσεις τοῦ βιβλίου. οὗτος ὑπὸ ἀγα‐ θοποιίας εὐπορήσας, ἐχαρίσατο αὐτῷ ἡ τύχη λόγον | |
10 | σοφίας, καὶ γέγονε τῷ νοῒ ἐπιτήδειος. ποικίλους γὰρ μύθους πρὸς συνοπτικὴν παιδείαν καὶ νουθεσίαν ὠφελίμους καὶ νουθετικοὺς συνταξάμενος, εἰσενή‐ νοχεν εἰς τὸν βίον, προπλέξας ἀλόγων ζώων κοινω‐ νίαν ἀνθρώποις, ἤθη ἀθέμιτα καὶ ἔργα καὶ τρόπους | |
15 | ποικίλους προσεικάσας, ἐν τοῖς μύθοις ἐδήλωσεν, | 309 |
310 | ὅθεν τοῖς πολιτευομένοις εἰς τὰς περὶ τοὺς ἀγῶνας φιλοτιμίας εὐπορία λόγων αὔξεται· τῶν γὰρ λεόν‐ των καὶ τῶν ἐλάφων καὶ τῶν ἄλλων θηρίων τῆς θαυμασιότητος πρὸ ὀφθαλμῶν τιθεμένης, ψυχαγω‐ | |
5 | γεῖν οἶδε τοὺς ἀκούοντας. εὑρίσκομεν δὲ παραπλη‐ σίως αὐτοῦ τὰς διηγήσεις ἐν ταῖς τῶν ποιημάτων γνωμολογίαις περιπεφρασμένας καὶ προσομοιοῦν ταύ‐ τας· ἔτι καὶ θέας τὰ ἐν ἑκάστῳ μύθῳ λεγόμενα, | |
ἄπερ εἰσὶ ταῦτα. | 310 |