TLG 1765 004 :: VITAE AESOPI :: Vita (fort. auctore Aphthonio)

VITAE AESOPI Narr. Fict.
(Varia)

Cf. et AESOPUS Scr. Fab. et AESOPICA (0096)

Vita (fort. auctore Aphthonio)

Source: Eberhard, A. (ed.), Fabulae romanenses Graece conscriptae, vol. 1. Leipzig: Teubner, 1872: 306–308.

Citation: Page — (line)

306

(5)

Αἴσωπος ὁ λογοποιὸς Λυδὸς μὲν ἦν τὸ γένος, τύχῃ δὲ ἐδούλευεν ἐν Ἀθήναις Ζημάρχῳ τῷ ἐπικα‐ λουμένῳ Κερασίᾳ. σφόδρα δὲ εὐγενὴς γενόμενος τοῖς τρόποις καὶ φιλοδεσπότης θεράπων, τῆς μου‐ σικῆς ἐπιπνεούσης αὐτοῦ τῇ γλώττῃ, ποικίλοις τοὺς
10Ἕλληνας εἱστιᾶτο μύθοις. μάλιστα οὐκ ἀνεπιτηδεί‐ ους πρὸς βιωτικὴν παιδείαν καὶ νέων ἀγωγήν, νου‐ θετικοὺς δὲ καὶ ὠφελιμωτάτους λόγους συνταξά‐ μενος, προσενήνοχεν εἰς τὸν βίον, προπλέξας ἀλό‐ γων ζῴων κοινωνίαν, ἐν οἷς ἀνθρώπων σκολιὰ ἔργα
15καὶ ἤθη ἀθέμιτα καὶ τρόπους παμποικίλους προσει‐306

307

κάσας ἐν τοῖς ἐπιμυθίοις ἐδήλωσε. κατὰ δὲ τὸν τῆς παιδείας νόμον τυχὼν φύσεως ἀρίστης, ἠξιώθη βιβλιοθήκης· ὅθεν τοῖς πολιτευομένοις καὶ τοῖς λέ‐ γειν προαιρουμένοις εἰς τὰς περὶ τοὺς ἀγῶνας φιλο‐
5τιμίας εὐπορία λόγων αὔξεται. εἰσὶν οἳ μὲν οὖν ἐκ τῶν τραγῳδιῶν τὰ κεφάλαια συναγαγόντες εἰς τὸ μέσον αὐτοῖς τεθείκασιν, ἡγούμενοι δεῖν ταῖς τῶν ἰδίων ἐπιστήμαις τὰς τῶν ποιητῶν γνωμολογίας μάρτυρας παρέξειν καὶ τοὺς τρόπους αὐτῶν θέσθαι
10πιστοτέρους διὰ τοῦτο. ἄλλοι τινὲς τῶν εἰς τὸν βίον καλῶς εἰρημένων συνενηνόχασι πολὺ πλῆθος ἀπο‐ φθεγμάτων, νομίζοντες ἡμᾶς τοὺς τούτων ἐπιμιμνη‐ σκομένους μεγάλα πλεονεκτήσειν ἐν τοῖς λόγοις. ἐπικεχειρήκασι δέ τινες τὰς ἐκ τῶν λόγων ἐναντιώ‐
15σεις καὶ γνώμας ὁμοίως παραβολαῖς συνάπτοντες καθ’ ἕκαστον. εἶδος παραδοῦναι τοῖς πολιτευομένοις, ὅπως ἐξ ἐκείνου πολλὰς ἔχωσιν ἐπὶ τῶν ἀγώνων χρείας καὶ κατισχύειν διὰ τούτων δύνωνται τοὺς ἀντιλέγοντας. τοῦτον οὖν τὸν τρόπον Αἴσωπος
20εὗρεν, ὁρῶν χρήσιμον οὖσαν δούλοις καὶ ἐλευθέροις
ἐν ταῖς δημηγορίαις τὴν τῶν μύθων δήλωσιν τοῖς307

308

πρόσθεν εἰρημένοις· τῶν γὰρ λεόντων καὶ τῶν λύκων καὶ τῶν ἐλάφων καὶ τῶν ἄλλων θηρίων τὸ ἐπιβάλλον καὶ θαυμασιότητος μετέχον ἐξ αὐτῶν πρὸ ὀφθαλμῶν τιθέμενος ψυχαγωγεῖν εἴωθε τοὺς ἀκού‐
5οντας. εὑρίσκομεν γὰρ παραπλησίας αὐτοῦ τὰς διηγήσεις ἐν ταῖς ἀπὸ τῶν ποιημάτων γνωμολογίαις, περιπεφρασμένας μὲν καὶ προσομοιούσας ταύταις καὶ προκεχειρισμένας ὑπ’ αὐτῶν, ἔτι καὶ τῶν κεφα‐ λαίων παράλληλα θέντες ἐπ’ αὐτῆς τῆς ἀληθείας
10τὰ ἐν ἑκάστῳ μύθῳ λεγόμενα.308